Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1731
https://www.proseyxi.com

Παρακλητικός Κανών των εν τη Θράκη Αγίων Empty Παρακλητικός Κανών των εν τη Θράκη Αγίων

Την / Το Πεμ Φεβ 22, 2018 12:18 pm
Φήμη μηνύματος : 100% (2 ψήφοι)
Παρακλητικός Κανών των εν τη Θράκη Αγίων

Ποίημα του Μητροπολίτου Εδδέσης Ιωήλ
Παρακλητικός Κανών των εν τη Θράκη Αγίων Panton10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά παρόντα Τροπάρια˙

Ἦχος δ΄. Ο ὑψωθῇς ἐν τῷ Σταυρῶ.

Τούς ἐν τῆ Θρᾴκη θεοφόρους ἁγίους, καί πρεσβευτάς ὑπέρ ἡμῶν πρός τόν κτίστην, Ἀρχιερεῖς ἀξίους καί ἀνάσσοντας, μάρτυρας μονάζοντας, ἀποστόλους γυναῖκας, γηγενεῖς καί ἄλλους τε, ἐκ ποικίλων πατρίδων, ἱκετηρίαις σπεύσαντες ᾠδαῖς, τούτων τήν χάριν, πιστοί ἐκζητήσωμεν.

Δόξα. Καί νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμέν ποτέ Θεοτόκε, τάς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμή γάρ Σῦ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὑκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σούς γάρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

ὁ Κανῶν οὔ ἡ ἀκροστιχίς
Ἀνθίμῳ τῷ Ἐπισκόπῳ ᾠδήν τῶν Ἁγίων. Ιωήλ

'Ωδή α΄. Ἦχος πλ. δ΄. Ὑγράν διοδεύσας.

Άγίως ἀνύσαντες τήν ὀδόν, τῆς Θρᾴκης προστάται, ἐν τῷ πλάτει τοῦ οὐρανοῦ, πάντες εἰσελθόντες ταῖς πρεσβείαις, ὑπέρ ἡμῶν ἱκετεύσατε πάντιμοι

Νικήσαντες πάθη τά εἰδεχθῆ, ὡς ἄγγελοι ὄντως, ουρανόφωτοι ἐν τῆ γῆ, ἐφάνητε ἅγιοι τῆς Θρᾴκης, διό ἡμᾶς τούς σκοτίους φωτίσατε.

Θρᾳκῶν οἱ ἐπόπται καί οἱ φρουροῖ, ἐκ πάσης στενώσως τόν λαόν, λυτρώσατε τάχιστα ταῖς θείαις, πρός τόν Χριστόν ἱκεσίαις πανεύφημοι.

Θεοτοκίον
Ἴαται Παρθένε πᾶσαν πληγήν, ψυχῶν καί σωμάτων, τό σόν ὄνομα τάχινως, διό τούς ἐν πίστει σε καλοῦντας, μή διαλίπῃς φρουροῦσα δυνάμει σου.


'Ωδή γ΄. Οὐρανίας ἁψῖδος.
Μανικῆς βουλιμίαν, τοῦ δυσμενοῦς δράκοντος, κατά τῶν πιστῶν τῆς πατρίδος, ὑμῶν σκεδάσατε, καί ταύτην ἅγιοι, εὐχαῖς σκεπάσατε πᾶσαν, ὡς ἀν τά βελτίονα, τοῦ βιοῦ κτήσηται.

Ὡς ὡραῖοι οἱ πόδες, ὑμῶν Ἀπόστολοι ἅγιοι, Μᾶρκε Άπελλή καί Άμπλία, Θρᾴκης οἱ ἥλιοι, διό αυγάσατε, τούς ἐν τῷ λάκκῳ πεσόντας, τῶν δεινῶν αἱρέσεων, ὑμῶν τῆ χάρητι.

Τυραννίδος παθῶν μου, θεοφιλεῖς μάρτυρες, Στέφανε ἐξ Αἴνου καί Δῆμε, καί οἱ Γεώργιοι, καί οἱ ἐπίλοιποι τῆς Θρᾴκης πάσης προστάται, ταῖς ὑμῶν δεήσεσι, ἀποτινάξατε.

Θεοτοκίον
Ὡς μητέρα τοῦ Κτίστου, καί τῶν βροτῶν σώτειρα, Δέσποινα οἱ δοῦλοι σου χεῖρας, πρός σε ἐκτείνομεν, καθικετεύοντες, πυρός ἀσβέστου ῥυσθῆναι, ταῖς ἱκετηρίαις σοῦ, πρός τόν Φιλάθρωπον.


Διάσωσον, πλειάς ἁγίων τῆς Θρᾴκης ὑμῶν ἱκέτας, ἐκ παντοίων τοῦ πονηροῦ περιστάσεων, συμπτώσεων, καί στόνου νοσημάτων.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.


Αἰτήσῃς καί τό Κάθισμα
Ἦχος β’. Τά ἄνω ζητῶν.

Προστάται θερμοί, τῆς Θρᾴκης καί διδάσκαλοι, φανέντες σεμνοῖ, ὡς μάρτυρες ἀήττητοι, Πατριάρχαι ἔνδοξοι, Βασιλεῖς Ἀπόστολοι ἅγιοι, καί γυναικῶν γεναίων ὁ χορός πρεσβείες ὑμῶν περισκεπάσατε.


Ὠδή δ’. Εἰσακήκοα Κύριε.
Ἐποπτείας φρουρήσατε, Θρᾴκης τήν πατρίδα, ὑμῶν μακάριοι, απελαύναντες τοῦ δράκοντος, πᾶσαν κακουργίαν καί κακόνοιαν.

Ἐπαξίως οἱ σύλογοι, τῶν Θρᾳκῶν τήν μνήμην τε, καί τά θαύματα, τά ὑμετέρα γεραίρουσι, διό ἐξ ἀνάγκης τούτους σώσατε.

Ἰατῆρες ἀνάργυροι, τῶν ἐπικαλούντων ὑμῶν τό ὄνομα, ταῖς πρεσβείες ἀνεδείχθητε, ἅγιοι τῆς Θρᾴκης θεοφώτιστοι.

Θεοτόκιον
Σωστικαῖς ἐνεργείαις σου, τῶν ἁμαρτιῶν μου σειρᾷς διάλυσον, Θεοτόκε Ἀειπάρθενε, ὡς ἀν ἀνυμνῶ τά μεγαλεῖα σοῦ.


Ὠδή ἕ’. Φώτισον ἡμᾶς.
Κύριλλε σεμνέ, Βασιλίδος πρωτεπίσκοπε, καί οἱ λοιποί Ἀρχιερεῖς τοῦ Χριστοῦ, τῆς Θρᾴκης κλῆρον, καί λαόν λιταῖς φωτίσατε.

Ὅλως τῷ Χριστῷ, τάς ψυχάς ἡμῶν ἰθύνατε, πάσης Θρᾴκης ἀθλοφόρων οἱ χοροί, ἶνα σχῶμεν, τήν εἰρήνην καί τόν ἔλεον.

Πέντε ἀθληταί, Νεομάρτυρες καί Σύσσειε, σύν τοῖς ἄλλοις τοῖς ὁπλίταις τοῦ Χριστοῦ, ὑπέρ πάντων, τόν Δεσπότην δυσωπήσατε.

Θεοτόκιον
Ὤφθης θαυμαστώς, τῷ σῶ τόκῳ Κομοσώτειρα, διό δώρησαι τό ἄκος τοῖς βροτοῖς, ἀσθενοῦσι, καί ἀλγοῦσι Ἀειπάρθενε.


Ὠδή στ’. Τήν Δέησιν.
Ὡς τείχισμα, ἀρραγές πανεύφυμοι, πάσης Θρᾴκης τόν λαόν τοῦ Κυρίου, ἐξ’ ἀδοκήτων κακῶν καί πρός Χριστόν ὑμῶν εὐχαῖς, ὡς προστάται φιλόστοργοι ἅπαντες.

Διάλυσον, χαμερπῆ φρονήματα, τοῦ νόος μου τά ὀχλοῦντα με πάνυ, Παρασκευῇ καί σεμνῇ Μελιτίνη, καί Γλυκερία τῆς Θρᾴκης τό καύχημα, σῦν τῆ Εἰρήνη τῆ κλεινῇ, γυναικῶν εὐσεβῶν τά καυχήματα.

Ἡδέως σε, ἱκετεύω ἅγιε Θεοκύρηξ καί Ἀπόστολε Μᾶρκε, μή διαλίπῃς ταῖς σαῖς φωταυγίαις, καταλάμπρυνων ψυχῆς μου τήν σκοτόμαιναν, σύ γάρ συνέγραψας σοφῶς, τοῦ Χριστοῦ τό σεπτόν Εὐαγγέλιον.

Θεοτόκιον
Νενίκηται, Θεοτόκε Ἄχραντε, κοσμοκράτορος Βελίαρ τό κράτος, καί ἀνυψώθη τό γένος ἀνθρώπων, ἐν δεξιάν τοῦ Πατρός τῆ κυήσει σοῦ, διό ἀπέλασον μακράν, ἀφ’ ἡμῶν τοῦ Σατάν τήν ἐπήρειαν.


Διάσωσον, πλειάς ἁγίων τῆς Θρᾴκης ὑμῶν ἱκέτας, ἐκ παντοίων τοῦ πονηροῦ περιστάσεων, συμπτώσεων, καί στόνου νοσημάτων.

Ἄχραντε, ἤ διά λόγου τόν Λόγον ανερμηνεύτως, ἐπ' ἐσχάτων τῶν ἡμερῶν, τεκοῦσα δυσώπησον, ὦς ἔχουσα, μητρικήν παρρησίαν.


Αἴτησις καί τό Κοντάκιον
Ἦχος β’. Τοῖς τῶν αἱμάτων σου.

Ὡς ἀντιλήπτορες Θρᾴκης οἱ μέγιστοι, πᾶσα ἡ χώρα τιμᾷ τά μνημόσυνα, ὑμῶν θεόφρονες ψάλλουσα ἄσματα, καί Ἐξαιτεῖται ἐν πίστει τά πρόσφορα, αὑτῆς γάρ παρέχετε στήριγμα.


Καί εὐθύς τό Προκείμενον. Ἦχος δ'’.
Θαυμαστός ὁ Θεός ἐν τοῖς Ἁγίοις αὑτοῦ.
Στιχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῆ γῆ αὑτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον. Ἐκ τοῦ κατά Ἰωάννη (Κεφ. ἰέ’ 17-27, ιστ’ 1-2)

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς.  Ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμέ πρῶτον ὑμῶν μεμίσηκεν.  Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἄν τό ἴδιον ἐφίλει· ὅτι δέ ἐκ τοῦ κόσμου οὑκ ἐστέ, ἀλλ' ἐγώ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διά τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος.  Μνημονεύετε τοῦ λόγου οὗ ἐγώ εἶπον ὑμῖν· οὑκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. εἰ ἐμέ ἐδίωξαν, καί ὑμᾶς διώξουσιν· εἰ τόν λόγον μου ἐτήρησαν, καί τόν ὑμέτερον τηρήσουσιν.  Ἀλλά ταῦτα πάντα ποιήσουσιν ὑμῖν διά τό ὄνομα μου, ὅτι οὑκ οἴδασι τόν πέμψαντα με.  Εἰ μή ἦλθον καί ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὑκ εἶχον· νῦν δέ πρόφασιν οὑκ ἔχουσι περί τῆς ἁμαρτίας αὐτῶν.  Ὁ ἐμέ μισῶν καί τόν πατέρα μου μισεῖ.  Εἰ τά ἔργα μή ἐποίησα ἐν αὐτοῖς ἅ οὐδείς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὑκ εἶχον· νῦν δέ καί ἑωράκασι καί μεμισήκασι καί ἐμέ καί τόν πατέρα μου.  Ἀλλ' ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν, ὅτι ἐμίσησαν με δωρεάν.  Ὅταν δέ ἔλθῃ ὁ Παράκλητος ὅν ἐγώ πέμψω ὑμῖν παρά τοῦ πατρός, τό Πνεῦμα τῆς ἀληθείας ὅ παρά τοῦ πατρός ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περί ἐμοῦ·  Καί ὑμεῖς δέ μαρτυρεῖτε, ὅτι ἀπ' ἀρχῆς μετ' ἐμοῦ ἐστε. Ταῦτα λελάληκα ὑμῖν ἵνα μή σκανδαλισθῆτε. Ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ' ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ.


Δόξα .
Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.



Στίχ. ᾿Ελέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Ἅγιοι πανθαύμαστοι, πάσης τῆς Θρᾴκης προστάται, γηγενεῖς αὐτόχθονες, καί πατρίδων ἄλλων, λαμπρᾷ βλαστήματα, Ἀσκηταί ἔνδοξοι μάρτυρες Κυρίου, Βασιλέων ἡ ὁμήγυρις, θυτῶν ὁ θίασος, καί Ἀρχιερέων συνάθροσις γυναῖκες ἀξιάγαστοι, πάντες τῷ Κυρίῳ δουλεύσαντες πρεσβείαις ἁγίαις, ὡς σχόντες παρρησίαν πρός Χριστόν, ὑπέρ ἡμῶν ἱκετεύσατε, τυχεῖν τά ὠφέλημα.

Σῶσον ὁ Θεός τόν λαό σου.

Ώδη ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.

Τῶν παθών τήν μανίαν, ἡδονῶν ψυχοκτόνων τάς ἐφαμάρτους ὁρμᾷς, σαρκός ἐπαναστάσεις, βροτῶν τῶν ταλαιπώρων, οἱ τῆς Θρᾴκης ἐπώνυμοι, ταῖς ἐνεργείαις ὑμῶν, συστείλατε συντόνως.

Ὤσπερ ἄσωτοι ὦμεν, κερατίοις ἀλόγων ἡδυπαθείας ῥοπῶν, ἐσθίοντες οἱ πάντες, ὦ ἅγιοι τῆς Θρᾴκης, διό χεῖρας ἐκτείνατε, πρός σωτηρίαν ἡμῶν, ταχέως θεοφόροι.

Νικολάου Δασίου, Γαβριήλ στεφανίτου, καί Ἐπισκόπου ὁμοῦ, Στεφάνου ἀθλοφόρου, καί τοῦ Ἀγαθαγγέλου, ταῖς πρεσβείες ἐλπίζομεν, ἀποφυγεῖν οἱ, πιστοῖ, πυρός ἀκατασβέστου.

Θεοτόκιον
Ἀπορεῖ πᾶσα κτίσῃς, Θεοτόκε Παρθένε, τῶν γηγενῶν ἡ χαρά, πως τέτοκας τόν Κτίστην, ἀνάνδρως καί ασπόρως, καί Παρθένος διέμεινας, διό ὑμνοῦμεν στερρῶς, καί σε καί τόν Υἱόν σου.


Ὠδή ἡ’. Τόν Βασιλέα.
Γαύρων δαιμόνων, τάς πονηρᾶς ἐπιθέσεις, ἐναντίον τῶν Θρᾳκῶν σημειοφόροι, ταῖς πρός τόν Δεσπότην, σκεδάσατε πρεσβείαις.

Ἴαμα ἔστιν, ἀρρωστημάτων παντοῖον, ἡ ἐπίκλησις ὑμῶν τῶν Θεοφόρων, Θρᾴκης γάρ εὐάνδρου, τυγχάνετε προστάται.

Ὡς παραστάται, πολλῶν ἀνθρώπων τῆς Θρᾴκης, μή ὀκνεῖτε προστατεύοντες απαύστως, τούτους ἐκ σκανδάλων, τοῦ βίου πολυστρόφων.

Θεοτόκιον
Νύν ἐν τῆ Θρᾴκη, μετά τῶν ἄλλων ἁγίων, Ἀειπάρθενε βοήθει τούς ὑμνοῦντας, ἐν πολλῇ ἀγάπη, καί πίστει τόν Υἱόν σου.


Ὠδή θ’. Κυρίως Θεοτόκον.
Ἰόν τῆς ἀθεΐας, παύσατε τελέως, ἐκ τῆς νεότητος ἅγιοι ἔνδοξοι, καί πρός τά κρείττω τούς νέους, ἤμεις ἰθύνατε.

Ὡς ἔχοντες μεγίστην, ἅγιοι Πατέρες, πρός τόν Χριστόν παρρησίαν πρεσβεύσατε, ὑπέρ λαοῦ καί τοῦ κλήρου, τῆς Θρᾴκης πάντοτε.

Η Θρᾴκη πᾶσα μέλπει, τούς αὑτῆς ἁγίους, καί ἐκζητεῖ ἐξ αὑτῶν τήν βοήθειαν, τόν φωτισμόν καί ὑγείαν, ψυχῆς καί σώματος.

Θεοτόκιον
Λιμήν θαλαττευόντων, ἐν τῷ βίῳ μῆτερ, τῷ πολυφρόντιδι φάνηθι χάριτι, καί προστασίᾳ καί σκέπει τῆ σῇ Θεόνυμφε.


Τό Ἄξιον ἐστι καί τά παρόντα Μεγαλυνάρια.
Χαίροις ἡ τῆς Θρᾴκης παρεμβολή, Μάρτυρες Κυρίου, Ἱεράρχαι καί Βασιλεῖς, ὁσίων τό πλῆθος, γυναίων ἡ χορεία, οἱ τόν Χριστόν ενθέως, ὑπηρετήσαντες.

Καί τά παρόντα μεγαλυνάρια,
Στάχυ καί Αμπλία σύν Ἀπελλῆ, Μᾶρκε θεοφόρε, οἱ Ἀπόστολοι τοῦ Χριστοῦ, τῆς Θρᾴκης άπασης ἐπόπται καί προστάται, Χριστοῦ τῆς ἀληθείας, τά θεῖα στόματα.

Γεώργιοι πλεῖστοι οἱ ἀθληταί, Νικόλαε Δῆμε, Ἀθανάσιε Μιχαήλ, καί πληθῦς μαρτύρων, γνωστῶν καί ἀνωνύμων, ὑπέρ τῆς Θρᾴκης πάντες, νυνί πρεσβεύσατε.
Ἰωάννη ἅγιε Βασιλεῦ, σύν τῷ Ἰουστίνῳ, καί τῷ Λέοντι τῷ τρανῶ, Βασιλεῖς Κυρίου, θεόφρονες ἐν πᾶσι, ὑπέρ ἡμῶν απαύστως, καθικετεύσατε.

Δεῦτε τήν χορείαν τῶν ἀσκητῶν, καί τῶν οσίαθλων, τήν παράταξην οἱ πιστοί, τιμήσωμεν ὕμνοις, καί ταῖς ᾠδαῖς συμφώνως, αὐτοί γάρ ἐν τῆ Θρᾴκη, ὡς ἄστρα ἔλαμψαν.

Πατριάρχαι ἅγιοι τοῦ Χριστοῦ, Ἐπίσκοποι θείοι, καί ὁ θίασος τῶν θυτῶν, οἱ τό γένος σχόντες, ἐκ Θρᾴκης τῆς εὐάνδρου, μή παύσητε πρεσβείαις, αὑτήν φυλάττοντες.

Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἤ δωδεκάς, οἵ ἅγιοι Πάντες, μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἵς τό σωθῆναι ἡμᾶς.


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καί τό Ἀπολυτίκιον τῶν Ἁγίων
Τῆς ἐρήμου πολίτης. Ἦχος ἀ’.

Τῶν ἁγίων τῆς Θρᾴκης πολυάρθμον σύλλογον, ἐπαινετικῶς ἀνυμνοῦμεν βιοτήν ἀξιέραστον, τά ἔργα καί σημεῖα θαυμαστά, καί πίστιν τήν Ὀρθόδοξον ὁμοῦ, τά μαρτύρια καί ἄθλους πολυειδεῖς, κραυγάζοντες ομοφώνως΄Δόξα τῷ ἀναδείξαντι ὑμᾶς, δόξα τῷ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι δι’ ἡμῶν, πᾶσιν ἰάματα.

Εἶτα ἐκτενής καί ἀπόλυσις, μεθ’ ἤν τό παρόν Προσόμοιον.

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν.

Δεῦτε πολυάριθμον χορόν, τῶν σεπτῶν ἁγίων τῆς Θρᾴκης, τούς θείους μάρτυρας, τούς ὁσίους Γέροντας, γυναίων συλλόγου, Πατριάρχας θεόφρονας, σεμνούς Ἐπισκόπους, ἀνάκτων τόν ὅμιλον, γνωστούς καί ἄλλους τε, δεῦτε ἱκετεύσωμεν πάντες, τήν ἡμῶν πατρίδα φρουρῆσαι, ἐκ τῶν ἀδοκήτων περιστάσεων.

Δέσποινα πρόσδεξαι τάς δεήσεις τῶν δούλων Σου, καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Τήν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου.


Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.
’Ἀμήν.



_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης