Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1731
https://www.proseyxi.com

Παρακλητικός κανών είς των Όσιον Νήφωνα Επίσκοπον Κωνσταντιανής Empty Παρακλητικός κανών είς των Όσιον Νήφωνα Επίσκοπον Κωνσταντιανής

Την / Το Τρι Οκτ 23, 2012 6:12 am
Φήμη μηνύματος : 100% (2 ψήφοι)
Παρακλητικός κανών είς των Όσιον Νήφωνα Επίσκοπον Κωνσταντιανής.

Ποίημα Αθανασίου Ιερομονάχου Σιμωνοπετρίτου
Παρακλητικός κανών είς των Όσιον Νήφωνα Επίσκοπον Κωνσταντιανής Nifon10

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα άναγινώσκοντες τόν ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησιν μου ἐν τῆ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῆ δικαιοσύνη σοῦ καί μή εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἐπ' ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου μή ἀποστρέψῃς τό πρόσωπον σου ἀπ' ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοί ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μοῦ ἐξελοῦ μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μοῦ τό πνεῦμα σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματος σου, Κύριε, ζήσεις μέ, ἐν τῆ δικαιοσύνη σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος σου εἰμι.

Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος Β'. Πάντα τά ἔθνη ἐκύκλωσαν με, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὑτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος Γ'. Παρά Κυρίου ἐγένετο αὕτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.

Τῆς μετανοίας τόν θερμόν ὑποφήτην, καί νηπτικῆς διαγωγῆς τόν ἐργάτην, ἐν ἐπισκόποις ἄριστον καί μέγαν ἀσκητήν, Νήφωνα προβάλλομεν, πρός σε Κύριε πρέσβυν, ὅπως ἁμαρτήματα, τά ἡμῶν ἐξαλείψῃς, καί ἐγκαινίσεις Πνεῦμα σου εὐθεῖς, εἵς ἀρραβῶνα, καί μέθεξιν δόξης σου.

Δόξα. Και νύν. Θεοτόκιον.
Οὐ σιωπήσωμεν πότε Θεοτόκε, τάς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμή γάρ Σύ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὑκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοῦς γάρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημα μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιον μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιον Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαι Σε. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσας μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπον Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσιν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὑκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὑκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σίων καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον Σου μόσχους.

μεθ’ὄν ὁ κανών, οὗ ἡ ακροστοιχίς:
Μετάνοιαν, Νήφων, δίδου ἡμῖν εὐχαῖς σου. Ἀθανάσιος

Ὠδή α΄ ΄Ηχος πλ΄ δ΄.  ΄Υγράν διοδεύσας.

Μετάνοιαν δίδου Νήφων ἡμῖν, εὐχαῖς σου ἁγίαις, καί γνησίαν επιστροφήν,προς θεῖον Δεσπότην καί Πατέρα, ὤσπερ καί σύ ολοψῦχως ἐπέστρεψας.

Ἐχθρός ὁ παμπόνηρος προβολαῖς, ἀεί τήν καρδίαν, πάτερ θεῖε μου ἀπαιτῇ, διό σοι προσφεύγων ἀνακράζω, ταῖς ἱκεσίαις σου τοῦτον κατάργησον.

Τόν πλοῦτον ἐσκόρπισα αμελώς,ψυχής μου ὦ Πάτερ, καί πτωχεύω ἐξ ἀρετῶν, διό μετανοίᾳ επιστρέψαι,προς τόν Δεσπότην με πάλιν ἀξίωσον,

Θεοτόκιον
Ἁγνεία ψυχῆς σου Μῆτερ σεμνῇ, ἐγένου δοχεῖον, τῆς Θεότητος καί Υἱόν, ἔτεκες ἁγνείας τόν προστάτην, Ω παραστήσαις ἁγνόν με πρεσβείαις σου.


Ὠδή γ'. Οὐρανίας ἁψῖδος.
Νικητής ἀναδειχθῇς, κατά παθών τίμιος, Νήφων μετ΄αγώνας μυρίους, λαβῶν ἀπάθειαν, εὐχήν καί νῆψιν τε, ἀσκήσας πάτερ εμπόνως, ὅθεν ἱκετεύω σε, παθῶν με ὕψωσον.

΄Οτε πνεῦμα δειλίας, τήν σήν ψυχήν είληφε,τοτε ἡ Ἀγία παρθένος, Νήφων εστήριξεν,ιλαρώ βλέμματι, ὦ κάμε ἴδοι ἐπεύχου, καί καταδίωξαι μου δειλίαν ἄτολμον.

Ἱερός Πρωτομάρτυς, ἐταστικῶς ἤλεγξεν, ὅτε παρεδόθης τῆ ὕβρει, σε Νήφων ὅσιε, διό αἰτοῦμαι σε, ὕβρεως πάσης καθάραι, λογισμόν καί στόμα μου, εἰς Θεοῦ αἴνεσιν.

Θεοτόκιον.
Ἀχωρήτου ἡ χώρα, χωρητικόν ποίησον, μόνον τοῦ Υἱοῦ σου Παρθένε, νοῦν μου τόν ἄστατον, αποδιώκουσα,τους νοερούς ὁδοστάτας, τούς καταλῃστεύοντας, πᾶσαν μου ὕπαρξιν.


Διάσωσον, ἀπό κινδύνων τούς δούλους σου πάτερ θεῖε, καί προστάτης γενοῦ τῶν ψυχῶν ἡμῶν, ἀπάθειαν, χαριζόμενος ταῖς εὐχαῖς σου.

Ἐπίβλεψον, ἐν εὐμενεία Πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.


Αἴτησις καί τό Κάθισμα.
Ἦχος β.Πρεσβεία θερμῇ.

Ἐκ πείρας μαθῶν, πταισμάτων τό ἔμπικρον, καί θείας ζωῆς, γλυκύτητα Ἅγιε, τῶν μέν πρώτων φύλαξον πάτερ Νήφων πρεσβείαις σου, τῆς δε δευτέρας ἡμᾶς, ταχύ ἀξίωσον.


Ὠδή δ'. Εἰσακήκοα, Κύριε.
Νηπτικῇ ἐργασία σου, Πάτερ τά βαθέα ἔγνως τῆς Χάριτος, νήψειν ὅθεν καταξίωσον, πάντας αἰτουμένους ἱκεσίας σου.

Ναζωραίου ἡ δύναμις, φοβερᾷ ὑπάρχει Νήφων τοῖς δαίμοσι, ἤν μοι ὅπλον απροσμάχητον, δώρησαι παλαίοντι τρισόλβιε.

Η τῆς κώρου ἀπόθεσις, γέγονε σοι πάτερ σαρκός ἀνάπαυσις, διό ἄγγελος μοι φάνηθι, ἔν καιρῶ πολέμου ἀπαθέστατε.

Θεοτόκιον
Φαιδροτάτη παράκλησις, πέφυκεν ἡ κλῆσις σου Παναμώμητε, τοῖς ἔν πνεύματι παλαίουσι, διά τήν ἀγάπην θείου Τέκνου σου.


Ὠδή ε'. Φώτισον ἡμᾶς.
Ὤλεσας ἐχθροῦ, τάς ἐνέδρας παμμακάριστε, διά νηστείας καί τῆς δίψης τε, καλῶ διδύμῳ, ὦ ὁπλίσαις  οὐδενίαν μου.

Νοῦν τόν καθαρόν, ὁ Σατάν ταράξαι θέλων σου, δι’απιστίας Πάτερ ὥρμησεν, ἤν τοῦ πολέμου, μή τήν πεῖραν ἐπιτρέψῃς μοι.

Δύναμιν λαβῶν, τοῦ Κυρίου ἐποφθέντος σοι, χαράς ἐπλήσθης ἁγιώτατε, ἤν χάρισαι μοι ὡς ἐφόδιον ἰσόβιον.

Θεοτόκιον
Ἰθῦνον Ἀγνῇ, τάς πορείας μου πρός Κύριον, ὅτι σαλεύομαι ὡς νήπιον, καί κινδυνεύω, ἐμπεσεῖν εἵς ᾄδου πέταυρα.


Ὠδή στ. Τήν δέησιν ἐκχέω.
Δυσκόλως, στυλοβατούμεν Ἅγιε, ὡς ἐδείχθη σοι φρικτῇ ὀπτασία, ἀλλά Χριστοῦ, δυναμοῦντος καρδίαν, καί δωρουμένου πιστοῖς τήν διάκρισιν, πετάννυμεν ὡς ἀετοί, μεθ’ων τάξον κάμε τόν ταλαίπωρον.

Οὐαί μοι, τῷ ταπεινῶ ἐκραύγαζες, καί ἐλάμβανες ἰσχύν ἐκ Κυρίου, Νήφων σοφέ, ταπεινούμενος σφόδρα, καί ἐφελκύων Αὑτοῦ τήν ἐπίβλεψιν ἀξίωσον κάμε βοῶ, ταπεινοῦσθαι ἐξ ὅλης καρδίας μου.

Ὑπέρλαμπρος, κατησπάσθη Χάρις σε, ὡς τόν ἄσωτον πατήρ ἠγκαλίσθη, καί νοητῷ, θεῖος ἄγγελος μύρω, κατακενῶσας φιάλην κατέχριστε ῥανίδα δός οὖν ἐξ αὑτοῦ, καί ἡμῖν Νήφων οὖσιν ἔν πάθεσι.

Θεοτόκιον.
Ἡμάρτηκα, τῷ Θεῶ μου Δέσποινα, καί οὗ παύομαι Αὑτῷ ἁμαρτάνειν σε δυσωπῶ, ὡς ἰσχύουσα πάντα, δῆσον τούς πόδας ψυχῆς τῆς ἀθλίας μου, καί κράτησον με τῆς φορᾶς, ὁδηγούσης εἵς ὄλεθρον Πάναγνε.


Διάσωσον, ἀπό κινδύνων τούς δούλους σου Πάτερ θεῖε, καί προστάτης γενοῦ τῶν ψυχῶν ἡμῶν, ἀπάθειαν, χαριτόμενος ταῖς εὐχαῖς σου.

΄Αχραντε, ἡ διά λόγου τόν Λόγον ανερμηνεύτως, επ’εσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.


Αἴτησις καί τό Κοντάκιον.
Ἦχος β'. Προστασία τῶν χριστιανῶν.

Ὡς παθῶν ἐκ τῆς πείρας κατέμαθες, πάτερ Νήφων πως δεῖ ἀναστρέφεσθαι, τούς ποθοῦντας, εὑρεῖν αἰώνιον ζωήν, διό, δίδαξον ἡμᾶς, νήψεως τε καί εὐχῆς, τάς ὀδούς ἁγιώτατε ὅπως συγκεκραμένοι, Πνε΄ματι τῷ Ἁγίῳ, ὀφθῶμεν οἴκοι τῷ Θεῶ, εὐωδίας καί χάριτος.


Προκείμενον.
Οἱ ἱερεῖς σου Κύριε, ἐνδύσονται δικαιοσύνην, καί οἱ ὅσιοι σου αγαλλιάσονται.
Στιχ. Ἀκούσατε ταύτᾳ πάντα τά ἔθνη.

Εὐαγγέλιον Ἐκ τοῦ κατά Ματθαίον(κεφ ε', 14-19)

Εἶπεν ὁ κύριος τοῖς ἑαυτοῦ μαθηταῖς Ὑμεῖς ἔστε τό φῶς τοῦ κόσμου οὗ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη.Ουδέ καίουσι λύχνον καί τιθέασιν αὑτόν ὑπό τόν μόδιον, αλλ’επί τήν λυχνίαν, καί λάμπει πᾶσι τοῖς ἐν τῆ οικία.Ούτω λαμψάτω τό φώς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως εἰδῶσιν ὑμῶν τά καλά ἔργα καί δοξάσωσι τόν Πατέρα ὑμῶν τόν ἐν τοῖς ουρανοίς.Μή νομίσητε ὅτι ἦλθον καταλῦσαι τόν νόμον ἤ τούς προφήτας ούκ ἦλθον καταλύσαι, ἀλλά πληρώσαι. Ἀμήν γάρ λέγω ὑμῖν, ἐῷς ἀν παρέλθην\ ὁ οὐρανός καί ἡ γῆ, ἰῶτα ἔν ἡ μία κεραία οὐ μή παρέλθῃ ἀπό τοῦ νόμου ἕως ἀν πάντα γένηται. Ὅς ἐάν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καί διδάξῃ οὕτω τούς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἔν τῆ βασιλεία τῶν οὐρανῶν ὅς δ’αν ποιήσῃ καί διδάξῃ, ούτς μέγας κληθήσεται ἐν τῆ βασιλεία τῶν οὐρανῶν.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίῳ Πνεύματι
Ταῖς τοῦ Ἱεράρχου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν καί ἀεί καί εἵς τούς αἰῶνας τῶν αἰώνων ἀμήν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.


Στίχ. Ελεησόν με ὁ Θεός, κατά τό μέγα ἐλεός σου….
Εἶτα τό Προσόμοιον.
Ἦχος πλ. β'. Ὀλήν ἀποθέμενοι.

Πάσας τάς δυνάμεις σου, ψυχῆς ὑπέζευξας πάτερ, τῷ Χριστῷ ὡς πρότερον, ταύτας κατηχρείωσας ἔν τοῖς πάθεσιν ἆς καί κατελάμπρυνας, δάκρυσι καί πόνοις, ἑκουσίοις τρισμακάριστε, διό ἠξίωσαι, θείων δωρεῶν ὑπέρ ἔννοιαν, γενόμενος τοῖς πταίουσιν, ὡς κάμοι εὐέλπιστον στήριγμα Νήφων ἱεράρχα, μετάνοιαν καί ἦθος πενθικόν, δός τοῖς τιμῶσι τήν μνήμην σου, εἵς ζωήν αἰώνιον.

Σῶσον, ὁ Θεός, τόν λαόν σου….

Ὠδή ζ. Οἱ ἐκ τῆς Ἰουδαίας.

Μέχρις ᾄδου τόν νοῦν σου, κατεβίβαζες Πάτερ αυτομεμφόμενος, ἱλάσθητι μοι λέγων, Δεσπότῃ ὡς τελώνης, ἀποτέμνων τήν οίσηιν, ἦς κεφαλήν εξ’εμού, συντρῖψαι ἱκετεύω.

Ἱερῶς παρεστάναι, τῷ ναῶ τοῦ Κυρίου ἀεί ἐδίδασκες, καί θεία κατανύξει, εὐχάς ἀποδιδόναι, τούς πιστούς Νήφων ἔλεγες, ὅθεν εὐλόγει ἡμᾶς, Θεῶ εὔχεσθαι οὕτως.

Νοερῶς εἶδες Πάτερ, τήν παγκόσμιον κρίσιν καί σφόδρα ἔφριξας, διό παρακαλῶ σε, τήν μνήμην ταύτηνς ἔχειν, πρό ὀμμάτων μου χάρισαι, ἶνα ἐκφύγω τό πῦρ, γεένης τῆς ἀσβέστου.

Θεοτοκίον.
Ἔλαιον σου ὁ νήφων, ὡς ἀλέξημα Μῆτερ δαιμόνων εὒρατο, δίο παρακαλοῦμεν, ἐλαίῳ, πρεσβειῶν σου, τάς ψυχάς χρῖε πάντοτε, τῶν σεβομένων Ἀγνῇ, τήν θείαν σου λοχείαν.


Ὠδή ἡ . Τόν Βασιλέα.
Ὑπό τούς πόδας, τῶν ἀδελφῶν ἔχειν Πάτερ, ἐμαυτόν ἀξίωσον εὐχαῖς σου, ὅπως μοι σκηνώσῃ, τό Πνεῦμα τοῦ Κυρίου.

Χριστοῦ σημεῖον, ἀκαταμάχητον ἔχων, κατ’εχθρών ὦ Νήφων κατενίκας, ὦ με σημειώσαις, διά παντός τοῦ βίου.

Αψηλαφήτως, τόν Ἰησοῦ ἐψηλάφεις, ἐξεσίαις σου ὦ Νήφων θεωρίαις, ὤν καταξιώσαις, ἡμᾶς ὀφθαλμιῶντας.

Θεοτόκιον
Ἱερωτάτη, καί σωσικόσμῳ Θυσία, προσεγγίζειν με ἀξίωσον Παρθένε, καθαρᾷ καρδία, ὡς εἶδε θεῖος Νήφων.


Ὠδή θ'. Κυρίως Θεοτόκον.
Σταυρῶ σε καθ’εκάστην, Δέσποτα Χριστέ μου, ταῖς ἁμαρτίαις ἠλῶ ὁ ἀχάριστος, Νήφωνος ὅθεν πρεσβεῖαις, μή ἀπορρίψῃς με.

Σωφρόνισον με Πάτερ, καί ἀξίωσον με, πτεροῖς καινότητος βίου τήν θάλλασαν, διαπερᾶσαι καί φθάσαι, εἵς πόλιν ἄσειστον.

Οὐδέν ἀπέκρυψε σου , ώνσερ θεῖε Νήφων,  ὁ Ἰησοῦς ἐπαξίως ἡτοίμασεν, ἐν Βασιλεία τῆ ἄνω, ἦς με ἀξίωσον.

Ὑπόστρεψον ψυχή μου, διά μετανοίας, πρός τόν καλόν σου Πατέρα ὡς  τάχιστα, ἔχεις γάρ θεῖον προστάτην, τόν μέγαν Νήφωνα.

Θεοτοκίον.
Ἀξίωσον Παρθένε, ἐν ἐσχάτη ὤρα, τῆ τοῦ θανάτου ἰδεῖν σου τό πρόσωπον, καί μετασχεῖν Βασιλείας, σύν θείω Νήφωνι.


Καί εὐθύς, τό.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Εἶτα τά παρόντα Μεγαλυνάρια,
Νήφωνα τόν μέγαν ἐν ἀσκηταῖς, καί ἐν ἱεράρχαις, τόν φωστῆρα τόν θεαυγή, ὕμνοις θεσπεσίοις τιμήσωμεν ὦς πρέπει, Χριστοῦ γάρ ὄντως πέλει,  θεῖον εἰκόνισμα.

΄Εθραυσάς δαιμόνων μύλας σοφῶς, διά μετανοίας, ἱεράρχα θαυματουργέ, καί Ἀγγέλων Νήφων, κατηύφρανας τά πλήθη, τῷ ἐξαισίῳ βίῳ, καί τῆ ἀσκήσει σου.

Πρέσβευε Κύρίω διά παντός, ἱεράρχα Νήφων, δοῦναι νῆψιν καί προσευχήν, τοῖς θαυμάζουσι σου, τήν θείαν πολιτείαν, καί ἐξαιτοῦσι Πάτερ, τήν μεσιτείαν σου.

Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου,   Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἵς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β΄. ΄Οτε ἐκ τοῦ ξύλου.

Δεῦτε τόν ποιμένα τόν καλόν, Νήφωνα τόν θεῖον λαβόντες, ὤσπερ ὑπόδειγμα, μετανοίας δράμωμεν καί ἐπιστρέψωμεν, πρός Χριστόν τόν φιλάνθρωπον ᾳιτούντες τήν Χάριν, ἤν κατηναλώσαμεν ποικίλοις πταίσμασιν,όπως ἐνδυθέντες καί αὖθις, τῆς υἱοθεσίας χιτῶνα, αἰωνίαν εὕρωμεν ἀνάπαυσιν.
   
Δέσποινα πρόσδεξαι, τάς δέησις τῶν δούλων σου, καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Τήν πᾶσαν ἐλπίδα μου, εἵς σε ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον με ὑπό τήν σκέπην σου.


Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.
’Ἀμήν.

* * *

Στίχοι ἱκετικοί.

Νῆψιν εὐκτικήν δός μοι ἐν μετανοίᾳ,
Νήφων ἀσκητά, ἐν ἐπισκόποις μέγα.






Έχει επεξεργασθεί από τον/την Γιώργος στις Κυρ Δεκ 01, 2019 2:10 pm, 10 φορές συνολικά

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
eleni
eleni
Poster
Αριθμός μηνυμάτων : 109

Παρακλητικός κανών είς των Όσιον Νήφωνα Επίσκοπον Κωνσταντιανής Empty Απ: Παρακλητικός κανών είς των Όσιον Νήφωνα Επίσκοπον Κωνσταντιανής

Την / Το Τετ Οκτ 24, 2012 3:36 pm
DIAVASTE TON VIO TOU AN THELETE AKSIZI T KOPO !!!EMENA ME SYGINISE POLU !!!!!!! VOITHIA MAS K MEGALI H XARI TOY!!!!!!!!!
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1731
https://www.proseyxi.com

Παρακλητικός κανών είς των Όσιον Νήφωνα Επίσκοπον Κωνσταντιανής Empty Απ: Παρακλητικός κανών είς των Όσιον Νήφωνα Επίσκοπον Κωνσταντιανής

Την / Το Πεμ Οκτ 25, 2012 7:29 am
Τον έχω διαβάσει ελένη, όπως ένοιωσες εσύ έτσι ένοιωσα και εγώ. Είναι Άγιος πολύ δυνατός και να τον επικαλούμαστε πάντα.
Να μεσητεύει στον ΙΗΣΟΥ ΧΡΙΣΤΟ μας και να μας βοηθάει πάντα.


ΑΓΙΕ ΜΟΥ ΝΗΦΩΝΑ ΓΛΥΚΕ
ΜΕΓΑΛΟ ΤΟ ΟΝΟΜΑ ΣΟΥ,
ΣΥ ΠΟΥ ΑΓΑΠΗΣΕΣ ΧΡΙΣΤΟ
ΜΕΣΑ ΑΠΟ ΤΗΝ ΚΑΡΔΙΑ ΣΟΥ,
ΒΟΗΘΑ ΜΑΣ, ΜΕΣΙΤΕΥΕ, ΓΙΑ ΜΑΣ
ΤΩΡΑ ΤΑ ΠΑΙΔΙΑ ΣΟΥ

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης