Μοιραστείτε
Πήγαινε κάτω
Νηφωνας
Νηφωνας
ΤeamOwner
ΤeamOwner
Αριθμός μηνυμάτων : 40

Παρακλητικός Κανών εις τους Αγίους Τρείς Νέους Ιεράρχες Empty Παρακλητικός Κανών εις τους Αγίους Τρείς Νέους Ιεράρχες

Την / Το Παρ Μαρ 16, 2018 1:04 pm
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Παρακλητικός Κανών εις τους Αγίους Τρείς Νέους Ιεράρχες Φωτίου του Μεγάλου, Γρηγορίου του Παλαμά, Μάρκου του Ευγενικού.

Ποίημα Γερασίμου μοναχού Μικραγιαννανίτου
Παρακλητικός Κανών εις τους Αγίους Τρείς Νέους Ιεράρχες Normal10


Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ.

Ὡς Ἱεράρχαι εὐκλεεῖς τῆς Τριάδος, καὶ Ὀρθοδόξων ὁδηγοὶ καὶ προστάται, πάσης ἀνάγκης ῥύσασθε καὶ θλίψεως, Φώτιε μακάριε, καὶ Γρηγόριε θεῖε, καὶ Μᾶρκε θεόσοφε, ταῖς ὑμῶν ἱκεσίαις, τοὺς τῇ πρεσβείᾳ σπεύδοντας ὑμῶν, ὡς παρρησίαν, πλουτοῦντες πρὸς Κύριον.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σώζει ἀεὶ ἐκ παντοίων δεινῶν.


Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.


Ὁ Κανὼν, οὗ ἡ ἀκροστιχίς·
Σῷζε ἡμᾶς τριὰς τῶν Πατέρων. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Σοφίᾳ ἐκλάμψαντες θεϊκῇ, πάσης σοφιστείας, καὶ ἀπάτης τοῦ δυσμενοῦς, Φώτιε Γρηγόριε καὶ Μᾶρκε, ἀεὶ λυτροῦσθε ἡμᾶς ἱκετεύομεν.

Ὡς πάντων προστάται καὶ ὁδηγοί, Φώτιε καὶ Μᾶρκε, καὶ Γρηγόριε θαυμαστέ, πρὸς τρίβους ἡμᾶς δικαιοσύνης, ἐξ ἀνοδίας παθῶν κατευθύνατε.

Ζωῆς ἐναρέτου μυσταγωγοί, Ἅγιοι Πατέρες, ὡς τοῦ Πνεύματος θησαυροί, ἡμᾶς πολιτεύεσθαι ἀμέμπτως, ἐνδυναμώσατε πάντας δεόμεθα.

Θεοτοκίον.
Ἐτέχθη αἱμάτων Σου ἐξ ἁγνῶν, ὁ ἄναρχος Λόγος, ἀλογίας τῆς τῶν παθῶν, λυτρούμενος Ἄχραντε Παρθένε, τοὺς ὀρθοδόξως ὑμνοῦντας τὴν δόξαν Σου.


ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἡ τριὰς ἡ ἁγία, οἱ τῶν πιστῶν ἔφοροι, Φώτιε Γρηγόριε Μᾶρκε, ἡμῶν προΐστασθε, ἐν πάσαις θλίψεσι, λύοντες πᾶσαν ὁμίχλην, πόνων καὶ κακώσεων ὑμῶν δεήσεσι.

Μυστηρίων ἁγίων, μυσταγωγοὶ ἔνθεοι, Φώτιε Γρηγόριε Μᾶρκε, μυσταγωγήσατε, βίου λαμπρότητος, τὰς μυστικὰς ἀναβάσεις, τοὺς ὑμῶν τῇ χάριτι, πίστει προστρέχοντες

Ἀκλινεῖς διαμένειν, καὶ ἀῤῥαγεῖς πάντοτε, τῆς Ὀρθοδοξίας τῇ πέτρᾳ δύναμιν δίδοσθε, Ἅγιε Φώτιε, σὺν Γρηγορίῳ καὶ Μάρκῳ, τοῖς θερμῶς προστρέχουσιν, ὑμῖν ἑκάστοτε.

Θεοτοκίον.
Σαρκωθεὶς ἀποῤῥήτως, ὁ τοῦ παντὸς αἴτιος, ἐκ τῶν Σῶν ἀχράντων αἱμάτων, δι’ ἀγαθότητα, κόσμον ἐνέπλασεν, ἐκ τῆς ἀρχαίας κατάρας, Μῆτερ Ἀειπάρθενε· ὅθεν ὑμνοῦμέν Σε.


Διάσωσον, Ἱεραρχῶν θεοφόρων τριὰς ἁγία, ἀπὸ πάσης ἐπιφορᾶς καὶ κακώσεως, τοὺς προσιόντας τῇ θείᾳ ὑμῶν πρεσβείᾳ.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αῖτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμῇ.

Προστάται ἡμῶν, καὶ θεῖοι ἀντιλήπτορες, ὡς μύσται Χριστοῦ, καὶ Ἱεράρχαι Ὅσιοι, Γρηγόριε καὶ Φώτιε, σὺν τῷ Μάρκῳ Χριστὸν ἱκετεύσατε, διδόναι τὸν θεῖον ἱλασμόν, καὶ λύσιν πταισμάτων καὶ κακώσεων.


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τὰς αἱρέσεις συντρίψατε, τὰς καινοφανεῖς Πατέρες τρισάριθμοι, καὶ τῆς λύμης τούτων ῥύσασθε, τοὺς ὑμῖν ἐν πίστει καταφεύγοντας.

Ῥῶσιν δίδοσθε πάντοτε, τὴν κατὰ ψυχὴν καὶ σῶμα μακάριοι, τοῖς αἰτοῦσι μετὰ πίστεως, τὴν ὑμῶν ἀντίληψιν ἑκάστοτε.

Ἱεράρχαι θεόληπτοι, Φώτιε παμμάκαρ, Μᾶρκε, Γρηγόριε, γρηγορεῖν ἡμᾶς σθενώσατε, ἐν ταῖς ἐντολαῖς τοῦ Παντοκράτορος.

Θεοτοκίον.
Ἀεπάρθενε Δέσποινα, τὴν ἐσκοτισμένην ψυχήν μου πάθεσι, τῇ Σῇ χάριτι καταύγασον, καὶ ἐχθροῦ μανίας μὲ ἐξάρπασον.


ᾨδή ε΄. Φώτισον ἡμᾶς.
Σκέπη ἀσφαλής, ἡμῖν ἔσεσθαι δεόμεθα, Πάτερ Φώτιε καὶ Μᾶρκε ἱερέ, καὶ Γρηγόριε, ῥυόμενοι τῶν θλίψεων.

Τὰς ἐπιβουλάς, καθ’ ἡμῶν πάσης αἱρέσεως, ἀποτρέψατε δεήσεσιν ὑμῶν, Ἱεράρχαι τῆς Τριάδος οἱ τρισμέγιστοι.

Ὡς πλήρεις φωτός, Πάτερ Φώτιε θεσπέσιε, καὶ Γρηγόριε καὶ Μᾶρκε οἱ κλεινοί, σκοτασμοῦ ἁμαρτιῶν ἡμᾶς λυτρώσασθε.

Θεοτοκίον.
Νέκρωσον Ἁγνή, τῆς σαρκός μου τὰ φρονήματα, καὶ πρὸς τρῖβον τῆς ἐν πνεύματι ζωῆς, καθοδήγησόν με, Κόρη, ἱκετεύω Σε.


ᾨδὴ στ´. Τὴν δέησιν ἐκχεῶ.
Πατέρων, ἡ τρισαυγὴς συστοιχία, Πάτερ Φώτιε Γρηγόριε Μᾶρκε, τὴν Παναγίαν Τριάδα ἀπαύστως, ἐκδυσωπεῖτε εὑρεῖν ἡμᾶς ἔλεος, καὶ λύτρωσιν δυσχερειῶν, καὶ πταισμάτων πολλῶν τὴν συγχώρησιν.

Ἀγγέλων, χοροστασίαις συνόντες, ἐν ὑψίστοις Ἱεράρχαι Κυρίου, τοὺς ἐπὶ γῆς τὴν ὑμῶν πολιτείαν, ἀνευφημοῦντας κινδύνων λυτρώσασθε, καὶ τῶν σκανδάλων τοῦ ἐχθροῦ, τὰς ψυχὰς ἡμῶν ῥύσασθε Ἅγιοι.

Τῆς λύμης, τῆς ἐκ Δυσμῶν προϊούσης, τῶν αἱρέσεων ἐκεῖθεν Πατέρες, τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν ἁγίαν, Φώτιε θεῖε καὶ Μᾶρκε Γρηγόριε, τηρήσατε διὰ παντός, ταῖς ὑμῶν ἱκεσίαις ἀλώβητον.

Θεοτοκίον.
Ἐπλήσθῃ, πολλῶν κακῶν ἡ ζωή μου, ἐξ ἀμέτρων Θεοτόκε πταισμάτων, διὸ τῇ Σῇ καταφεύγω πρεσβείᾳ, ἵνα ῥυσθῶ τῆς εὑρούσης με θλίψεως· Σὺ οὗν μὲ λύτρωσαι Ἁγνή, τῆς πικρᾶς συνοχῆς καὶ κακώσεως.


Διάσωσον, Ἱεραρχῶν θεοφόρων τριὰς ἁγία, ἀπὸ πάσης ἐπιφορᾶς καὶ κακώσεως, τοὺς προσιόντας τῇ θείᾳ ὑμῶν πρεσβείᾳ.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αῖτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Ταῖς τῶν αἱμάτων σου.

Ὡς Ἱεράρχαι Χριστοῦ ἐνθεώτατοι, καὶ οἰκονόμοι τῆς χάριτος πάνσοφοι, σὺν Μάρκῳ Γρηγόριε Φώτιε, τῶν ἐν τῷ βίῳ δεινῶν περιστάσεων, ἀτρώτους ἡμᾶς διασῴζετε.

Προκείμενον
Οἱ Ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καί οἱ Ὅσιοί Σου ἀγαλλιάσει ἀγαλλιάσονται.
Στ. Καυχήσονται Ὅσιοι ἐν δόξῃ καί ἀγαλλιάσονται ἐπί τῶν κοιτῶν αὐτῶν.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ματθαῖον.

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. Οὐ δύναται πόλις κρυβῆναι, ἐπάνω ὄρους κειμένη· οὐδὲ καίουσι λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ’ ἐπὶ τὴν λυχνίαν καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ. Οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Μὴ νομίσητε ὅτι ᾖλθον καταλῦσαι τὸν Νόμον ἤ τοὺς Προφήτας· οὐκ ᾖλθον καταλῦσαι, ἀλλά πληρῶσαι. Ἀμὴν γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῇ, ἰῶτα ἕν ἤ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται. Ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτω τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ Βασιλείᾳ τῶν Οὐρανῶν· ὅς δ᾿ ἄν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ Βασιλείᾳ τῶν Οὐρανῶν.


Δόξα.
Ταῖς τῶν Διδασκάλων πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.

Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.


Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Δῆμος ὁ τρισάριθμος, Ἱεραρχῶν θεηγόρων, Φώτιε πανθαύμαστε, Μᾶρκε καὶ Γρηγόριε, ἱερώτατοι, πολλαπλῶν θλίψεων, καὶ παντοίων πόνων, ἀσινεῖς διατηρήσατε, ἡμᾶς δεόμεθα, ταῖς ὑμῶν θερμαῖς ἀντιλήψεσι, καὶ πᾶσαν ἀποτρέψατε, καθ᾿ ἡμῶν βουλὴν τὴν ὀλέθριον, τῶν αἱρετιζόντων, ὡς τῆς Ὀρθοδοξίας ὁδηγοί, καὶ πρεσβευταὶ ἡμῶν μέγιστοι, πρὸς Χριστὸν μακάριοι.


ᾨδὴ ζ. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥείθροις θείων ναμάτων, ἐκ πηγῶν αἰωνίων ἡμᾶς ἀρδεύσατε, ὑμῶν ταῖς ἱκεσίαις, πρὸς θείαν γεωργίαν, τῶν καρπῶν τῶν τῆς πίστεως, Γρηγόριε θαυμαστέ, καὶ Φώτιε καὶ Μᾶρκε.

Ὡς πολλὴν παῤῥησίαν, πρὸς Χριστὸν κεκτημένοι Πατέρες Ὅσιοι, ἄπαυστως δυσωπεῖτε, ἐν ὤρᾳ τῆς ἀνάγκης, τοῦ εὑρεῖν ἡμᾶς ἔλεος, καὶ λύτρωσιν τῶν δεινῶν, καὶ θείαν εὐφροσύνην.

Νοῦν θεόφρονα δίδου, καὶ εὐθείαν καρδίαν καὶ βίον ἄλυπον, τριὰς ἡγιασμένη, Ἱεραρχῶν Ἁγίων, τοῖς θερμῶς καταφεύγουσι, τῇ προστασίᾳ ὑμῶν, Πατέρες θεοφόροι.

Θεοτοκίον.
Γεωργὸν τῶν ἁπάντων, ἀνηρότως Παρθένε κυοφορήσασα, καρποὺς τῆς μετανοίας, ἐνίσχυσάν με Κόρη, γεωργεῖν μετὰ πίστεως, ἵνα τῆς ἄνω ζωῆς, μετὰ τὸ τέλος τύχω.


ᾨδή η΄. Τόν Βασιλέα.
Ἐκ πάσης βλάβης, ἡμᾶς τηρεῖτε ἀτρώτους, Πάτερ Φώτιε Γρηγόριε καὶ Μᾶρκε, ὡς πολλὴν θεόθεν, λαβόντες θείαν χάριν.

Ῥάβδῳ ἁγίᾳ, ὑμῶν σοφῆς ποιμανσίας, θεῖε Φώτιε Γρηγόριε καὶ Μᾶρκε, ἡμᾶς ὁδηγεῖτε, πρὸς τρίβους σωτηρίας.

Ἄνωθεν δότε, τὴν πατρικὴν εὐλογίαν, ἡμῖν Φώτιε Γρηγόριε καὶ Μᾶρκε, τοῖς ὑπερυψοῦσι, Χριστὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.
Σῶσόν με Κόρη, τῆς τοῦ Βελίαρ μανίας, ὡς κυήσασα τὴν πάντων σωτηρία, ἵνα Σὲ δοξάζω, Ὑπερδεδοξασμένη.


ᾨδή θ΄. Κυρίως Θεοτόκον.
Ἰσχὺν κατὰ τῆς πλάνης, Ἅγιοι Πατέρες, ἡμῖν αἰτεῖσθε καὶ χάριν καὶ ἔλεος, ὡς Ὀρθοδόξων προστάται καὶ θεῖοι ἔφοροι.

Μὴ παύσησθε φρουροῦντες, Ἅγιοι Πατέρες, τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν δεόμεθα, ἀπὸ παντοίας ἀνάγκης καὶ περιστάσεως.

Οἱ τρεῖς θεῖοι Ποιμένες, Φὼτιε παμμάκαρ, καὶ Μᾶρκε ἅμα καὶ Πάτερ Γρηγόριε, ἡμῖν ἀεὶ ἱλεοῦσθε Χριστὸν τὸν Κύριον.

Θεοτοκίον.
Ὑφάψασα τὴν φλόγα, ἐν ἐμοὶ Παρθένε, τῆς τοῦ Υἱοῦ Σου ἀγάπης κατάφλεξον, τῆς ἁμαρτίας τὴν ὅλην ἐκ τῆς καρδίας μου.


Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίρετε Πατέρες θεοειδεῖς, Φώτιε καὶ Μᾶρκε, καὶ Γρηγόριε ἱερέ, τῆς Ὀρθοδοξίας, πολύφωτοι ἀστέρες, καὶ Ἐκκλησίας στῦλοι, οἱ ἀῤῥαγέστατοι.

Φῶς ἔκλαμπεις Φώτιε νοητόν, γρήγορσιν παρέχεις, Γρηγόριε Ἱερέ, καὶ πιστοὺς ἐγείρεις, πρὸς εὐσεβείας πόνους, ὦ Μᾶρκε θεοφόρε, ἡμῶν ἀντίληψις.

Λόγοις τε καὶ δόγμασιν ἱεροῖς, τὴν Λατίνων πλάνην, διελέγχετε εὐσθενῶς, Φώτιε θεόφρον, Γρηγόριε καὶ Μᾶρκε, ἐξ ἧς ἡμᾶς ἀτρώτους διαφυλάξατε.

Πάσῃς ἡμᾶς ῥύσασθε ἀπειλῇς, ἐκ δοκησισόφων, καὶ ποικίλων αἱρετικῶν, Ὅσιοι Πατέρες, ἐν ἀσαλεύτῳ πέτρᾳ, ἡμᾶς διατηροῦντες, τῆς θείας πίστεως.

Χαίρει Ἐκκλησία ἡ τοῦ Χριστοῦ, ὑμᾶς νυμφοστόλους, κεκτημένη καὶ ὁδηγούς, Φώτιε καὶ Μᾶρκε, ὁμοῦ σὺν Γρηγορίῳ, καὶ μέλπει τοὺς ἀγῶνας, ὑμῶν ἑκάστοτε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Στίφος τῶν τριῶν Ἱεραρχῶν, τῆς Ὑπερουσίου Τριάδος, θεῖοι θεράποντες, Φώτιε πανθαύμαστε, Μᾶρκε μακάριε, καὶ Γρηγόριε πάνσοφε, ἡμῶν τὰς δεήσεις, δέξασθε ὡς συμπαθέστατοι, πάσης δὲ ἀνάγκης καὶ λύπης, ῥύσασθε καὶ πάσης μανίας, τοὺς ὑμῶν τῇ σκέπῃ καταφεύγοντας.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

Δίστιχον.

Ἱκέσιον δέησιν τριὰς Πατέρων,
Γερασίμου πρόσδεξαι ἐν συμπάθειᾳ.
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης