Μοιραστείτε
Πήγαινε κάτω
Νηφωνας
Νηφωνας
ΤeamOwner
ΤeamOwner
Αριθμός μηνυμάτων : 40

Παρακλητικός Κανών εις τον Όσιον και Θεοφόρον Πατέρα ημών Ἰωάννην τον Κουκουζέλην Empty Παρακλητικός Κανών εις τον Όσιον και Θεοφόρον Πατέρα ημών Ἰωάννην τον Κουκουζέλην

Την / Το Σαβ Μαρ 09, 2019 8:50 am
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Παρακλητικός Κανών εις τον Όσιον και Θεοφόρον Πατέρα ημών Ἰωάννην τον Κουκουζέλην

Ποίημα Δρος Θ., Στυλιανοῦ Μακρῆ,  Πρωτοπρεσβυτέρου τοῦ Οἰκουμενικοῦ Θρόνου
Παρακλητικός Κανών εις τον Όσιον και Θεοφόρον Πατέρα ημών Ἰωάννην τον Κουκουζέλην Iioann10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ παρόντα τροπάρια

Ἧχος δ΄. Ὁ Ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τὸν τοῦ Κυρίου ὑμνητὴν Ἰωάννην, τὸν Κουκουζέλην γεραρῶμεν ἐν πόθῳ, οὗτὸς γαρ μέγας ὅσιος ἐφάνη Αὑτοῦ, τοῖς ἐν Ἄθω ὡς ὁμότροπος, μονασταῖς ἐν παλαίσμασιν, καὶ ἀγγέλων τάξεσιν, κατὰ τὴν ὑμνωδίαν, ἁμιλλητὴρ σαφῶς ὡς ἀηδών, τοῦ ἀθλοθέτου, Χριστοῦ ὁ μακάριος.

Δόξα. Ἦχος γ΄ . Θείας πίστεως.
Ὡς μυρίπνοον μετεφυτεύθης, εἰς Παράδεισον ἄνθος θεόφρον, ἐκ τοῦ Ἄθω Ἰωάννη μακάριε, τὴν εὐωδίαν ἐκπέμπον τοῦ Πνεύματος, τοῖς ἀνυμνοῦσί σε πόθῳ καὶ κράζουσι· Πάτερ ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμεν ποτὲ Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ὑμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων, τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σώζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ψάλλομεν τὸν παρόντα κανόνα, οὗ ἡ ἀκροστιχίς:
ΤΟΥΣ ΔΟΞΑΖΟΝΤΑΣ ΣΕ ΑΝΤΙΔΟΞΑΣΟΝ ΚΥΡΙΕ. Σ(τυλιανοῦ)

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Τὸν μέγαν ἐν Ἄθω συναθλητήν, ὁσίοις πατρᾶσιν, Ἰωάννην τὸν θαυμαστόν, δεῦτε μακαρίσωμεν πρεσβείαν, ὑπὲρ ἡμῶν τὴν ἐκείνου αἰτούμενοι.

Ὁ ὕμνοις εὐφράνας ὦτα Χριστοῦ, τούτοις μὴ ἐλλίπῃς, τὰς δεήσεις ἐπιμειγνύς, τὰς ὑπὲρ ἡμῶν τῶν ἱκετῶν σου, καὶ ὑμνητῶν Ἰωάννη μακάριε.

Ὑμνήτωρ Κυρίου καὶ τῆς Μητρός, Αὑτοῦ τῆς Παρθένου, καὶ ἁγίων πάντων φανείς, πάτερ Ἰωάννη δίδαξόν με, πῶς δεῖ με ψάλλειν Χριστῷ τῷ Δεσπότῃ μου.

Θεοτοκίον.
Σωσίβροτος πέλουσα κιβωτός, ῥῦσαί με παθῶν μου, τῶν καθάπερ κατακλυσμός, καταποντιζόντων με Παρθένε, εἰς ἁμαρτίας ἀπέλπιδα ἄβυσσον.


ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Δαπανήσας ἀσώτως, εἰς ἡδονὰς ἅγιε, τὴν ἐμοὶ δοθεῖσαν πατρῷαν, ἀγάπην κράζω σοι, εἰς ἑαυτὸν τοῦ ἐλθεῖν, καὶ ἐπιστρέψαι εἰς οἶκον, τοῦ Θεοῦ βοήθησον, τῷ ὑμνολόγῳ σου.

Ὁ φυγὼν βασιλέως, ψυχοβλαβῆ ἔπαινον, καὶ καταφυγὼν ἐν τῷ Ἄθω, βόσκειν ἐρίφια, πρέσβευε πάτερ Χριστῷ, μὴ εἰς μερίδα ἐρίφων, ἀλλ’ ἐν δεξιᾷ Αὑτοῦ, συναριθμῆσαί με.

Ξενωθεὶς τῶν ῥεόντων, καὶ χθαμαλῶν ὅσιε, πάτερ τὸν Χριστὸν ᾠκειώθης, καὶ τὸν Παράδεισον, ᾤκησας οὕτως σεμνέ, οὗπερ τυχεῖν Ἰωάννη, διὰ τῆς πρεσβείας σου, κἀμὲ ἀξίωσον.

Θεοτοκίον.
Ἀλλαξάμενος βρῶσιν, τὴν ἀληθῆ Δέσποινα, ἀντὶ ἡδονῆς πινακίου, λιμῷ ἀπόλλυμαι, διὸ ψιχίοις ἐκ σοῦ, πίπτουσι θείου ἐλέους, σπεύδω ὡς κυνάριον, τοῦ χορτασθῆναί με.


Διάσωσον, ἐκ πειρασμῶν τοὺς ἱκέτας σου Ἰωάννη, Κουκουζέλη ταῖς πρὸς Θεὸν λιταῖς σου ἰώμενος, ψυχῶν ἀῤῥωστίας τε καὶ σωμάτων.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αἴτησις καὶ τὸ Κάθισμα
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.

Ἐν Ἄθω καλῶς, ἀθλήσας ταπεινώσει σου, καθεῖλες ὀφρύν, τὴν ἐπηρμένην δαίμονος, καὶ ὡς νίκης ἔπαθλον, ἀφθαρσίας ἔλαβες στέφανον, παρὰ ἀνάκτων Ἄνακτος Χριστοῦ, σεμνὲ Ἰωάννη ἀξιάγαστε.


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ζωπυρῆσαι μετάνοιαν, ζωηρῷ σπινθῆρι τοῦ θείου ἔρωτος, συνδραμὼν πάτερ βοήθει μοι, ἵνα καύσω πάθη τὰ φλογόεντα.

Ὁρμισθῆναι εἰς εὔδιον, οἰκτιρμῶν λιμένα τοῦ Ζωοδότου μου, καθοδήγησόν με ἅγιε, οἰακοστροφίᾳ τῆς καρδίας μου.

Νηχομένους ἐν θλίψεσι, τοὺς ἐν τῶ πελάγει τῆς ἀπογνώσεως, τοῦ πνιγῆναι κινδυνεύοντας, Ἰωάννη σῷζε ταῖς πρεσβείαις σου.

Θεοτοκίον.
Τὸν ταφρεύοντα βάραθρον, ἀπωλείας κόσμῳ ἀντικωλύσασα, τῆς ἀνθρώπων ἐπιμέλησαι, σωτηρίας πάντων Ἀειπάρθενε.


ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἄρδευσον ἐμήν, τὴν καρδίαν ὥσπερ ἄρουραν, καθάρσεώς μου δάκρυσιν ἀγαθέ, πρὸς ἀρετῶν εὐκαρπίαν καὶ δρέψιν ἅγιε.

Σέλατος Χριστοῦ, ἀνεσπέρου τὰς ἀκτίνας μοι, διὰ πρεσβείας ἔλλαμψον ὡς ἀστήρ, ἐν οὐρανίῳ θεότιμε στερεώματι.

Σκέδασον ἐμοῦ, τοὺς ἀκαίρους καὶ ἀτάκτους τε, καὶ ἀκαθάρτους ἅγιε λογισμούς, τοὺς τὴν καρδίαν μου πάτερ καταμολύνοντας.

Θεοτοκίον.
Ἔρεβος Ἁγνή, φιληδόνου ἁμαρτίας μου, κατακαλύπτον Πάναγνε τὴν ψυχήν, τοῦ σὲ ἱκέτου διάλυσον Ἀειπάρθενε.


ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἀκέσιμον, ἰοβόλου δήγματος, τοῦ ἐχθραίνοντός με ὄφεως πάτερ, ὡς ἰατρὸς ἐν πρεσβείαις θεράπων, παρασκευάσας μακάριε φάρμακον, εἰς ῥῶσιν δός μοι τοῦ πιεῖν, καὶ ὑγείαν ψυχῆς τε καὶ σώματος.

Νεμέσεως, καὶ δικαίας κρίσεως, ἐπ’ ἐμὲ καὶ καταδίκης βεβαίας, ἔρχεται ὥρα διὸ καὶ νῦν σπεύδω, τῆς συνηγόρου σου ὑπερασπίσεως, τυχεῖν ἐν βήματι κριτοῦ, ἀδεκάστου θεόφρον αἰτήσασθαι.

Τῷ Πνεύματι, δίδαξόν με πάντιμε, πῶς στοιχῆσαι τῷ Ἁγίῳ ὡς μέγας, ὑφηγητὴς Ἰωάννη καὶ ἵστωρ, τῆς θεωρίας καὶ πράξεως ἄριστος, περὶ τὰ θεῖά τε σοφός, καὶ διδάσκαλος ὄντως πολύπειρος.

Θεοτοκίον.
Ἰάτρευσον, τὸ νοσοῦν σαρκίον μου, καὶ ψυχήν μου ἀσθενοῦσαν Παρθένε, μετασκευάζουσα τὴν ἀῤῥωστίαν, εἰς εὐῤῥωστίαν Σεμνὴ καὶ ἐγείρουσα, ἀπὸ κακώσεως στρωμνῆς, τὸν ἐκ σοῦ τὴν ὑγείαν προσμένοντα.


Διάσωσον, ἐκ πειρασμῶν τοὺς ἱκέτας σου Ἰωάννη, Κουκουζέλη ταῖς πρὸς Θεὸν λιταῖς σου ἰώμενος, ψυχῶν ἀῤῥωστίας τε καὶ σωμάτων.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αἴτησις καὶ τὸ Κοντάκιον
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Τὴν τοῦ Πατρὸς ἐνυπόστατον δύναμιν, Πατροφαῆ Θεὸν Λόγον καὶ ἔνσαρκον, Σοφίαν Χριστὸν ὁσιώτατε, ὡς ἀηδὼν γλυκυτάτῃ σου ἅγιε, φωνῇ Ἰωάννη ἐξύμνησας.


Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου καὶ τὸ Προκείμενον·
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου Αὑτοῦ.
Στίχος: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον τῶν ὁσίων.

Δόξα.
Ταῖς τοῦ σοῦ ὁσίου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Εἶτα τὸ παρὸν τροπάριον.
Ἦχος  πλ. β΄. Ὅλην ἀποθέμενοι.

Ὅτε εἰς τὴν χεῖρά σου, παρὰ Μητρὸς τῆς Παρθένου, ἔλαβες τὸ νόμισμα, τὸ χρυσοῦν οὐκ ἔκρυψας, εἰς γῆν ἔνδοξε, ἀλλ’ εὐθὺς ἔσπευσας, πολυπλασιάσαι, τοῦτο πάτερ καὶ ἀπέδωκας, αὖθις ὡς φρόνιμος, δοῦλος κἀγαθὸς τῷ Δεσπότῃ σου, διὸ καὶ σὲ κατέστησεν, Οὗτος ἐπιστάτην βαθύπλουτον, μάκαρ Ἰωάννη, ἐπὶ πολλῶν χαρίτων καὶ Αὑτοῦ, τῆς Βασιλείας αἰώνιον, κληρονόμον ὅσιε.

Σῶσον, ὁ Θεός, τὸν λαόν Σου
Ἐλέει καὶ οἰκτιρμοῖς

ᾨδὴ ζ ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Δεδοικὼς μὴ τὸν Κτίστην, τοῦ παντὸς παροργίσω καὶ ἀπολέσω ψυχήν, διὰ τὰ πταίσματά μου, προστρέχω Ἰωάννη, ἐπὶ σοὶ ἐκδεχόμενος, διὰ πρεσβείας τῆς σῆς, ἐμὴν τὴν σωτηρίαν.

Οἰκτιρμῶν καὶ ἐλέους, τοὺς κρουνοὺς ἄνοιξόν μοι τοῦ Ἰησοῦ λιπαρῶν, ὡς ἄν με κατακλύσῃ, καθάρσεως ὁ θεῖος, ὑετὸς καὶ ἀφέσεως, ἀμπλακημάτων πολλῶν, θεόφρον Ἰωάννη.

Ξηραλοίφει με πάτερ, προσπαλαῖσαι ἀσάρκοις ἐπιθυμοῦντα ἐχθροῖς, καὶ ἐν τῷ παγκρατίῳ, τοῦ πνεύματος ἐκείνων, κρατιστεύσαντα δεῖξόν με, ὡς παιδοτρίβης πιστῶν, ἀοίδιμε ὑπάρχων.

Θεοτοκίον.
Ἀκροθίνιον πάντων, τῶν ἁγίων ὑπάρχεις τὰ δευτερεῖα Ἁγνή, κατέχουσα Τριάδος, βροτῶν τε τα πρωτεῖα, ὡς τεκοῦσα τὸν Κύριον, ᾯ ἐλεῆσαι ἡμᾶς, πρεσβεύουσα μὴ παύσῃ.


ᾨδὴ η΄. Τὸν Βασιλέα.
Σβέσον τὴν φλόγα, καθικετεύω σε πάτερ, φιληδόνων παθῶν μου ὀμβρίῳ, ὕδατι θαυμάτων, τῶν σῶν καὶ χάριτός σου.

Ὁ ὡραΐσας, δι’ ἀρετῶν τὴν ψυχήν σου, τὴν δυσείμονα πάτερ μορφήν μου, πρέσβευε Κυρίῳ, πταισμάτων ἀπεκδῦσαι.

Νουθέτησόν με, ὑποδεικνύς Ἰωάννη, Κουκουζέλη ὁδὸν μετανοίας, καὶ εὐθεῖαν τρίβον, τῆς νήψεως θεόφρον.

Θεοτοκίον.
Καθεύδοντά με, ἔγειρον Μῆτερ ἐξ ὕπνου, ἁμαρτίας πρὸς δοξολογίαν, τοῦ ἐκ σοῦ τεχθέντος, Παρθένε Θεοτόκε.


ᾨδὴ θ ΄. Κυρίως Θεοτόκον.
Ὑπὲρ τῶν σὲ ὑμνούντων, πάτερ Ἰωάννη, καθικετεύων ἀεὶ μὴ ἐλλίπῃς Χριστόν, τὸν παρεχόμενον κόσμῳ τὸ μέγα ἔλεος.

Ῥυπαίνων καθ’ ἑκάστην, ὅσιε ἡμέραν, ἐν ἁμαρτίαις ποικίλαις στολὴν τῆς ψυχῆς, ἐκδυσωπῶ σε πρεσβεύειν Χριστῷ καθᾶραί με.

Ἰστάμενος τρισμάκαρ, θύραζε καὶ κρούων, ὥσπερ ἐπαίτης σοὶ κράζω ἐμοὶ τῷ πτωχῷ, θύραν ἐλεημοσύνης εὐθέως ἄνοιξον.

Δόξα. Τριαδικόν.
Ἐνοίκησόν μοι Πάτερ, Ἄναρχε Θεέ μου, σὺν Πνεύματί Σου Ἁγίῳ καὶ Λόγῳ Υἱῷ, κατὰ τὴν ἄκτιστον χάριν οὐ καθ’ ὑπόστασιν.

Καὶ νῦν.
Σωτῆρα ἡ τεκοῦσα, σῶσόν με Παρθένε, ἐπικρατοῦντα δεικνῦσά με φαύλων παθῶν, ὅτι εἰς σὲ ἀνεθέμην πᾶσαν ἐλπίδα μου.


Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαῖροις μελῳδίας ὁ λειτουργός, χαίροις Ἰωάννη, Κουκουζέλη ὁ τὸν Χριστόν, τέρπων καὶ δοξάζων, σὺν ταῖς ἐπουρανίαις, χορείαις ἀσωμάτων, αἷς συνημμίλησαι.

Χαίροις ὑμνογράφων ὀ βοηθός, μελουργῶν τὸ κλέος, χαίροις ᾆσμα τριαδικόν, χαίροις προσῳδία, Πατρὸς Ἐπουρανίου, χαίροις ὁ αἶνος Λόγου, καὶ Θείου Πνεύματος.

Χαίροις Ἄθω σέβας καὶ μοναστῶν, ἰθυντὴρ καὶ πρέσβυς, ἐν Κυρίῳ τῶν νηπτικῶς, ὅσιε ἀθλούντων, χαίροις ὁ ἀντιλήπτωρ, θεόφρον Ἰωάννη, τῶν ὑμνητόρων σου.

Μέλεσιν ἐνθέοις καὶ λογικοῖς, τὸν ἀδιαιρέτως, μελιζόμενον τοῖς πιστοῖς, πάτερ Θεὸν Λόγον, ἐξύμνησας δοξάζων, ὑφ’ Οὗ ἀντεδοξάσθης, ἐνδόξως ἅγιε.

Νήψει καὶ νηστείᾳ καὶ προσευχῇ, τῷ ἁγιωνύμῳ, ὄρει δέδωκας ἐπὶ σοί, ὅσιε καυχᾶσθαι, καὶ τὴν θεοπρεπῆ σου, κηρύττειν πολιτείαν, ἐν κόσμῳ πάντοτε.

Φύλαττε καὶ σκέπε τὸ ἱερόν, παρεκκλήσιόν σου, Ἰωάννη σὺν τῷ σεπτῷ, Ναῷ τοῦ ἁγίου, καὶ θείου Ἀλεξάνδρου, ἐν τῇ Ἀλεξανδρείᾳ, πόλει ἀοίδιμε.

Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ παρὸν Ἀπολυτίκιον. Ἦχος γ΄ . Θείας πίστεως.
Ὡς μυρίπνοον μετεφυτεύθης, εἰς Παράδεισον ἄνθος θεόφρον, ἐκ τοῦ Ἄθω Ἰωάννη μακάριε, τὴν εὐωδίαν ἐκπέμπον τοῦ Πνεύματος, τοῖς ἀνυμνοῦσί σε πόθῳ καὶ κράζουσι· Πάτερ ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Εἶτα ἐκτενὴς καὶ ἐν τῇ ἀπολύσει τὸ παρόν

Ἦχος  β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Πάσας τῆς σαρκὸς τὰς ἡδονάς, καὶ τὴν ματαιότητα κόσμου ὡς ἀπωσάμενος, πάτερ ἀξιάγαστε ψυχὴν ἀνέωσας, καὶ δυσί σου ταῖς πτέρυγξιν, ἐπέπτω ἀδείμως, πρὸς τὰ ἐπουράνια, ὡς ἄλλος ἄγγελος, ὄντως τοῦ Θεοῦ Ὃν μὴ παύσῃ, θεῖε Κουκουζέλη πρεσβεύειν, ὑπὲρ τῶν ὑμνούντων σε ἑκάστοτε.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τὴν σκέπην σου.


Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς.

Δίστιχον.

Ἀσμένως τῷ ὑμνήσαντι σὲ πάτερ Ἰωάννη
χρυσοῦν ἀντίδος τάλαντον τὸ τῆς ὑμνογραφίας.







Πηγή
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης