Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1571
https://www.proseyxi.com

Παρακλητικός Κανών εις το Όσιο Παίσιο τον Αγιορείτη Empty Παρακλητικός Κανών εις το Όσιο Παίσιο τον Αγιορείτη

Την / Το Σαβ Απρ 13, 2019 7:00 am
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Παρακλητικός Κανών εις το Όσιο Παίσιο τον Αγιορείτη


Ποίημα του Σεβασμιωτάτου Μητροπολίτου Εδέσσης Ιωήλ.

Παρακλητικός Κανών εις το Όσιο Παίσιο τον Αγιορείτη Paisio10


Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.


Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν Ἀθωνίτην θεοφόρον Πατέρα, τὸν ἐν τοῖς χρόνοις τοῖς ἐσχάτοις φανέντα, τὸν ἐκ Φαράσων ἅγιον Παΐσιον, δεῦτε οἱ ἐν θλίψεσιν, ἱκετεύσωμεν πάντες, ὅπως διαφύγωμεν, ταῖς αὐτοῦ ἱκεσίαις, τοῦ βίου πάσας τὰς ἐπιφοράς, οὗτος γὰρ ἔσχε, χαρίσματα πάμπολλα.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Δέχου πάτερ Παΐσιε, ἡμῶν αἰτήσεις. Ἰωήλ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Δοχεῖον χαρίτων ἀναδειχθείς, Παΐσιε πάτερ, μὴ ἐλλείπῃς ταῖς σαῖς εὐχαῖς, ἡμῖν παρασχὼν ὡς ἐλεήμων, τὰ τῆς ψυχῆς καὶ τοῦ σώματος πρόσφορα.

Ἐσχάτως ὡς ἄγγελος τοῦ Χριστοῦ, ὀφθεὶς τὰς καρδίας, ἱκετῶν σου τῶν εὐλαβῶν, ἀνάπαυσον πάτερ καὶ παράσχου, τὸ ἀγαθὸν τῆς εἰρήνης πρεσβείαις σου.

Χοροὶ μοναζόντων καὶ κοσμικῶν, πρὸς σὲ ὁμοφώνως, ἀτενίζουσι τὸν σεμνόν, αἰτούμενοι πάτερ τὴν σὴν χάριν, ἵνα τὸ θράσος τοῦ δράκοντος θραύσωσι.

Θεοτοκίον
Ὁ κτίσεως πάσης δημιουργός, ἐκ σοῦ τῆς Παρθένου, ἐδανείσθη ὑπερφυῶς, τὴν σάρκα τὴν σὴν διὸ μὴ παύσῃ, τοῦτον ἁγνὴ ὑπὲρ πάντων λιτάζουσα.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὑπανοῖξαί μοι θέλω, ταῖς σαῖς εὐχαῖς ἅγιε, πύλην παραδείσου τὴν θείαν, Χριστὸς ὁ Κύριος· διὸ πρὸς σὲ τὸν σεμνόν, ἀντιβολῶ καὶ κραυγάζω, σπεῦσον βοηθῆσαί με, πάτερ Παΐσιε.

Πατρικῇ σου φροντίδι, καὶ ἀρωγῇ σκέπασον, νέων τὴν παράταξιν πάτερ, ἐκ τῆς συγχύσεως, τῶν λογισμῶν τοῦ νοός, καὶ τῶν παθῶν τυραννίδος, ὅπως ἂν πορεύωνται, τρίβον σωτήριον.

Ἀσωτεύσας θεόφρον, ἐν πονηροῖς πάθεσι, καὶ ἐκδαπανήσας τὸν πλοῦτον, τῆς θείας χάριτος, γυμνὸς περίκειμαι, καὶ ἱκετεύω λιταῖς σου, τὴν στολὴν τοῦ Πνεύματος, ἔνδυσον πάλιν με.

Θεοτοκίον
Τὴν σὴν ἔχω εἰκόνα, ὡς χαρμονὴν Πάναγνε, καὶ παραμυθίαν γενναίαν, ἐν βίῳ πάντοτε· διὸ καὶ ἵσταμαι, πρὸ τῆς ἁγίας μορφῆς σου, καὶ αἰτοῦμαι ἄχραντε, τὴν σὴν ἀντίληψιν.

Διάσωσον, Γέρον Παΐσιε ταῖς ἁγίαις λιταῖς σου, τοὺς αἰτοῦντας σεμνοπρεπῶς τὴν σὴν δύναμιν, καὶ δώρησαι τὴν σὴν χάριν ἑκάστῳ.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Φαράσων βλαστός, καὶ Ἄθωνος τὸ κλέϊσμα, ὑπάρχων σεπτέ, Παΐσιε πανάρετε, ψυχῆς τε καὶ τοῦ σώματος, τὰ ποικίλα νοσήματα ἴασαι, καὶ τὴν πληθὺν δαιμόνων ἀφ' ἡμῶν, ἀπέλασον τάχιστα ἰσχύϊ σου.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἐπωδύνως τὴν στένωσιν, φέρω τῆς δειλίας, καὶ ἐκφοβίσματα· διὸ πάτερ διασκέδασον, ταῖς πρὸς τὸν Δεσπότην ἱκεσίαις σου.

Ῥυπαραῖς καταστάσεσι, τοῦ Θεοῦ τὴν μνήμην, μάκαρ ἀπώλεσα, διὸ δός μοι σὴν βοήθειαν, ὅπως ἀναστῶ ἐκ τῶν πτωμάτων μου.

Παρεδόθην ταῖς θλίψεσι, καὶ στενοχωρίαις πολλαῖς Παΐσιε· διὸ χάρισαι πρεσβείαις, τὴν ἐντός μου ὅσιε εἰρήνευσιν.

Θεοτοκίον
Ἀπωλείας τὸν αἴτιον, καὶ τοῦ ψεύδους Μῆτερ μέγαν συνήγορον, τὸν μισάνθρωπον διάβολον, καὶ πειράζοντά με ἐξουθένωσον.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἵνα τῆς ψυχῆς, τῆς ἐμῆς τὸ ἄχθος ἅγιε, ταῖς λιταῖς σου ἀπαλείψῃς παντελῶς, ἱκετεύω σε ἐν πίστει θεοστήρικτε.

Στήριγμα στεῤῥόν, καὶ ἀσπὶς ἀκαταμάχητος, κληρικῶν καὶ μοναζόντων ταῖς εὐχαῖς, ἀναδείχθητι πρὸς Κύριον Παΐσιε.

Ἴσος παλαιῶν, ἀσκητῶν φανεὶς Παΐσιε, σοὶ ἐδόθη χαρισμάτων ἡ πληθύς· διὸ ἴασαι τὰ ἕλκη τῶν ψυχῶν ἡμῶν.

Θεοτοκίον
Ἔχουσα ἡ γῆ, σὲ προστάτιδα θεόνυμφε, προσδοκᾷ τὴν εἰρηναίαν βιότην, καὶ δεινῶν ἐπισυμβάσεων περάτωσιν.

ᾨδὴ στ΄. Τὴν δέησιν.

Ἡδύτητα, τῶν σῶν λόγων ὅσιε, οἱ συνόντες σοι ἐν ὄρει Ἁγίῳ, διατηροῦντες πρὸς σὲ ἐκ καρδίας, καθικετεύουσι Πάτερ Παΐσιε, ταῖς σαῖς λιταῖς τὰς ἐκτροπάς, διανοίας αὐτῶν ἐπανόρθωσον.

Μιμνήσκοντες, τῶν πολλῶν χαρίτων σου, ἐν πολλῇ πρὸς σὲ ἀγάπῃ βοῶμεν, ἐξ ἀναγκῶν καὶ παντοίων κινδύνων, καὶ ψυχικῶν ἀλγηδόνων Παΐσιε, ἐπισκοπῇ σου κραταιᾷ, τοὺς ὑμνητάς σου προστάτευσον πάντοτε.

Ὡς ἄγγελος, ἐκ τοῦ ὄρους Ἄθωνος, ἐν τῇ μάνδρᾳ Σουρωτῆς καταφθάνεις, μοναζουσῶν τὸν χορὸν διδαχαῖς σου, τῆς εὐσεβείας ἀλείπτης γενόμενος· διὸ καὶ νῦν πάντας ἡμᾶς, πρὸς τὰ κρείττω ὁδήγησον ὅσιε.

Θεοτοκίον
Νοσούντων, καὶ τῶν στενόντων Παρθένε, ἀναδείχθητι ἰάτειρα θεία, καὶ ἀνιάτων παθῶν ταῖς λιταῖς σου, θεραπευτὴς τῆς ψυχῆς καὶ τοῦ σώματος, γενοῦ θεόνυμφε ἁγνή, τῶν ἀνυμνούντων σε ᾄσμασι δούλων σου.

Διάσωσον, Γέρον Παΐσιε ταῖς ἁγίαις λιταῖς σου, τοὺς αἰτοῦντας σεμνοπρεπῶς τὴν σὴν δύναμιν, καὶ δώρησαι τὴν σὴν χάριν ἑκάστῳ.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τῶν μοναστῶν καὶ μιγάδων διδάσκαλον, καὶ τῶν ἐν κόσμῳ πιστῶν ἀντιλήπτορα, καὶ ἀσθενούντων ὀξέως ἀκέστορα, σὲ θεοφόρε Παΐσιε ἔχομεν· διὸ καὶ ζητοῦμεν τὴν χάριν σου.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν (στ΄ 17-23).

Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο· καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ' αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Δόξα πατρί...
Ταῖς τοῦ σοῦ Ὁσίου πεσβείες ελεήμων εξάλειψων τα πλήθη των εμών εγκλημάτων
Καὶ νῦν...
Ταῖς τῆς Θεοτόκου πεσβείες ελεήμων εξάλειψων τα πλήθη των εμών εγκλημάτων

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Ὅσιε Παΐσιε, τοῦ Ὄρους Ἄθωνος κλέος, Σουρωτῆς τὸ καύχημα, καὶ Φαράσων γόνος ὁ εὐσυμπάθητος, ἀληθῶς γέγονας, ἐν ἐσχάτοις χρόνοις, διὰ τοῦτο καὶ βοῶμέν σοι, πάσης στενώσεως, καὶ τῶν ἀδοκήτων συμβάσεων, τῆς λύμης τῶν αἱρέσεων, καὶ ἐπηρειῶν τοῦ ἀλάστορος, ἀνιάτων νόσων, ἡμᾶς τοὺς σὲ τιμῶντας εὐλαβῶς, μὴ διαλείπῃς πρεσβείαις σου, συντηρῶν ἑκάστοτε.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀλγηνῶν νοσημάτων, καὶ δαιμόνων μανίας, καὶ περιστάσεων, τοῦ βίου πολυτρόπων, καὶ πάσης κακουργίας, θεοφόρε Παΐσιε, τῶν κακοτρόπων ἡμᾶς, ἐκλύτρωσαι λιταῖς σου.

Ἰατρείας σωμάτων, καὶ ψυχῆς θεραπείας, ὤφθης Παΐσιε, θεράπων ταῖς εὐχαῖς σου· διὸ τοῖς ἐθισμένοις, ἰοφόροις σκευάσμασι, μὴ διαλείπῃς ἀεί, παρέχων τὴν ὑγείαν.

Τὴν νεότητα πᾶσαν, ἐκ τοῦ λάκκου ἀγνοίας, καὶ ἀθεότητος, καὶ πάσης ἀναρχίας, Παΐσιε παμμάκαρ, ταῖς λιταῖς σου ἐξάγαγε, σὺ γὰρ ἐκτήσω σεμνέ, μεγίστην παῤῥησίαν.

Θεοτοκίον
Ἡδυμόλπως Παρθένε, φοβερὰ προστασία, ἀκαταμάχητε, ὑμνῶ σου τὴν εἰκόνα, τὴν ὄντως θεσπεσίαν, ἣν ἐπ' ὤμων ἐκράτησε, Παΐσιος ὁ σεμνός, ὁ δοῦλός σου Μαρία.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Στήριξον πάτερ, ἱκετηρίαις πολλαῖς σου, τοὺς ἐν πάθεσι πληγέντας ἀνιάτοις, ἐκ τῆς λευχαιμίας, καὶ τοῦ πικροῦ καρκίνου.

Ἐσμὸν δειλίας, καὶ τῆς φοβίας σῇ ῥώμῃ, ἀπομάκρυνον ἐκ τῶν ἱκετευόντων, σὲ σημειοφόρε, Παΐσιε θεόφρον.

Ἰῷ πορνείας, καὶ ἁμαρτάδων ἀθέσμων, τῆς νεότητος τὰ πλήθη παραπαίει· ὅθεν χεῖρα τούτοις, παράσχου θεοφόρε.

Θεοτοκίον
Σεσαρκωμένος, ἐκ τῆς ἁγίας γαστρός σου, ὁ φιλάνθρωπος Δεσπότης καὶ Υἱός σου, Δέσποινα ἐξῆλθε, τοῦ σῶσαι τοὺς ἀνθρώπους.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰδοὺ ἐν εὐλαβείᾳ, τείνοντες τὰς χεῖρας, καθικετεύομεν πάντες Παΐσιε, μὴ διαλείπῃς φροντίζων ἡμᾶς ἑκάστοτε.

Ὡσεὶ τροφὸς καὶ μήτηρ, τοὺς σὲ ἀνυμνοῦντας, ἐν ταῖς ἀνάγκαις τοῦ βίου Παΐσιε, ἀεὶ παράσχου θεόφρον αὐτοῖς τὰ χρήσιμα.

Ἡ Σουρωτὴ καὶ Ἄθως, καὶ πᾶσα Ἐκκλησία, ἐπικαλεῖταί σε πάτερ Παΐσιε, ὅπως σωφρόνως τὴν τρίβον Χριστοῦ βαδίσωμεν.

Θεοτοκίον
Λοιμοῦ λιμοῦ καὶ ἄλλων, δεινῶν ἐν τῇ Ἑλλάδι,ταῖς σαῖς πρεσβείαις ἐλπίζομεν τάχιστα, ἀπαλλαγῆναι ταχέως σεπτὲ Παΐσιε.

Μεγαλυνάρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Χαίροις τῶν Φαράσων θεῖος βλαστός, Ἄθωνος τοῦ Ὄρους περιάκουστος ἀσκητής, χαίροις τῆς Ἑλλάδος ὁ φωτιστὴς ὁ νέος, Παΐσιε τῶν νέων μέγιστε σύμμαχε.

Χαίροις ὁ διδάσκαλος Σουρωτῆς, τοῦ Σιναίου ὄρους ὁ σεμνότατος ἀσκητής, χαίροις ἐν Κονίτσῃ τῶν συμπατριωτῶν σου, κατοίκων ὄντως τύπος πάτερ πρὸς μίμησιν.

Ἄνδρας καὶ γυναῖκας ναρκομανεῖς, καὶ πληθὺν ἀνθρώπων, δαιμονώντων ταῖς σαῖς λιταῖς, καὶ τοὺς ἀσθενοῦντας, πολυειδῶς θεόφρον, Παΐσιε μὴ παύσῃ, σώζων ἑκάστοτε.

Μοναζόντων ὅσιε τὸν χορόν, ταῖς ἱκετηρίαις, πρὸς Δεσπότην διηνεκῶς, ὅσιε βοήθει, ὡς παῤῥησίαν ἔχων, Παΐσιε μεγίστην, θεομακάριστε.

Ἔχοντες ὡς μέγιστον θησαυρόν, τὸν σὸν τάφον πάτερ, ἀρυόμεθα οἱ πιστοί, δύναμιν καὶ θάρσος, ἐν τοῖς δεινοῖς τοῦ βίου, Παΐσιε παμμάκαρ, ἄνερ τῆς χάριτος.

Πάτερ ὁσιώτατε τοὺς βροτούς, τοὺς ὑμνολογοῦντας, πολιτείαν σου τὴν σεπτήν, τῇ ἐπισκοπῇ σου, προστάτευσον ἐκ βλάβης, βελίαρ τοῦ ἀρχαίου, τοῦ πολεμήτορος.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.


Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια:
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Πάθη τὰ δυσώδη τῆς ψυχῆς, καὶ τὰ ἀνομήματα πάντα, τὰς ἀῤῥωστίας σαρκός, καὶ τὰ ἐνεργήματα, πολυειδῶν φοβιῶν, τῆς δειλίας τὴν βάσανον, καὶ πάσης ἀνάγκης, ἄγχος καὶ δυνάστευσιν, καὶ τοῦ ἐλθεῖν τὰ κακά, ὅσιε Παΐσιε σπεῦσον, ταῖς πρὸς τὸν Χριστὸν ἱκεσίαις, παῦσαι ἀπὸ πάντων τῶν ὑμνούντων σε.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ εὐχῶν.



Πηγή

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης