Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1731
https://www.proseyxi.com

Παρακλητικός κανών εις τον Άγιον Ιερομάρτυρα και Ισαπόστολον Κοσμάν τον Αιτωλόν  Empty Παρακλητικός κανών εις τον Άγιον Ιερομάρτυρα και Ισαπόστολον Κοσμάν τον Αιτωλόν

Την / Το Τετ Απρ 17, 2019 8:20 am
Παρακλητικός κανών εις τον Άγιον Ιερομάρτυρα και Ισαπόστολον Κοσμάν τον Αιτωλόν

Ποίημα Γερασίμου μοναχού Μικραγιαννανίτου

Παρακλητικός κανών εις τον Άγιον Ιερομάρτυρα και Ισαπόστολον Κοσμάν τον Αιτωλόν  Kosmas10
Εορτάζετε 24 Αυγούστου.


Εὒλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὸ τροπάριον.

Ἦχος δ΄. Ο ὑψωθείς ἐν τῷ Σταυρῶ.

Ὡς ζηλωτῆς τῶν ἱερῶν Ἀποστόλων, τόν φωτισμόν τοῦ Παρακλήτου ἐδέξω, καί εὐσεβείας κῆρυξ ὤφθης ένθεος• ὅθεν ἡμᾶς στήριξον, θεμελίῳ τῷ θείῳ, Ὀρθοδόξου πίστεως, καί δογμάτων ἁγίων, Ἱερομάρτυς ἔνδοξε Κοσμᾶν, πταισμάτων λύσιν, ἡμῖν ἐξαιτούμενος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμεν ποτέ, Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. ειμή γάρ σύ προΐστασο πρεσβεύουσα, τις ἡμᾶς ἐρρύσατο, ἐκ τοσούτων κινδύνων; τις δε διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὑκ ἀποστῶμεν Δέσποινα ἐκ σου. σούς γάρ δούλους σῴζεις ἀεί ἐκ παντοίων δεινῶν.


Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανών

Ὠδή α΄. Ἦχος πλ. δ΄. Ὑγράν διοδεύσας.

Κοσμήσας ταῖς θείαις σου διδαχαῖς, πιστῶν τάς καρδίας, Ἰσαπόστολε θαυμαστέ, ἡμᾶς τῶν παθῶν τῆς ἀκοσμἴας, ταῖς πρός Θεόν ἱκεσίαις σου λύτρωσαι.

Ο λόγῳ ἁγίῳ διδακτικῷ, πιστῶν τάς καρδίας, ὁδηγήσας πρός τόν Χριστόν, ἴθυνον ἡμᾶς Κοσμά θεόφρον, πρός ἀρετῆς τήν τελείαν ἐπίδοσιν.

Σοφία ἐκλάμπων πνευματικῇ, τοῦ Εὐαγγελίου, κῆρυξ ὤφθης θεοειδής, ἐν ὦ πολιτεύεσθαι ἀξίως, Πάτερ Κοσμᾶ ἡμᾶς πάντας συνέτισον.

Μή φλέξας νηδύν σου τήν καθαράν, Θεός σωματοῦτε, ἐξ αἱμάτων σου τῶν ἀγνῶν· ὦ πρέσβευε μόνη Θεοτόκε, κατοικτειρήσαι τούς σε μακαρίζοντας.


Ὠδή ζ'. Οὐρανίας ἁψῖδος.
Ἀποστόλων τόν ζῆλον, πεπλουτηκώς Ὅσιε· ὅθεν ἐκκαθαίρεις καρδίας, θείω κηρύγματι• καί νῦν ἐκρίζωσον, τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, πάντα τά ζιζάνια, ταῖς ἱκεσίαις σου.

Κοσμηθείς ἐν τῷ Ἄθω, ταῖς νοῦν λάμψεσι, πάσῃ τῆ Ἑλλάδι ἐκλάμπεις, τό φώς τῆς πίστεως, δι' οὐ ἀπέλασον, αἱρετικῶν σκοτομήνῃ, ἀπειλοῦσαν Ἅγιε, ἡμῖν τόν ὄλεθρον.

Ο δυνάμει τοῦ λόγου, καί διδαχῶν χάρισι, πλείστους ἐκ βυθοῦ ἀφαρπάσας, τῆς ματαιότητος, ἡμᾶς ἐξάρπασον, ὡς Ἰσαπόστολος μέγας, Πάτερ ἐκ τοῦ φάρυγγος, δεινῶν δοκήσεων.

Σαρκοφόρον τεκοῦσα, τόν τοῦ πατρός αἴτιον Κόρη ἐν μιᾷ ὑποστάσει, δυσί δε φύσεσιν, αὑτόν ἱκέτευε, τά τῆς σαρκός ἡμῶν πάθῃ, θανατῶσαι Ἄχραντε, πλούτῳ χρηστότητος.


Διάσωσον Ἱερομάρτυς ἐκ πάσης ἡμᾶς ἀνάγκης, τούς τιμῶντας ὡς Ἰσαπόστολον θεῖον σε, Κοσμά παμμάκαρ λιταῖς σου πρός τόν Σωτῆρα.

Ἐπίβλεψον ἐν εὐμενεία πανύμνητε θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.


Αἴτησις καί τό Κάθισμα.
Ἦχος β'. Πρεσβεῖα θερμή.

Ο λόγος ὁ σός, ὡς δρόσος ἐπουράνιος, αυχμώσαις ψυχαῖς ἐδείχθη Θείω Πνεύματι· ἀλλ' ὦ Κοσμά θεόσοφε, τάς καρδίας ἡμῶν καταδρόσισον, τῆ ἐπομβρίᾳ τῶν σῶν διδαχῶν, παθῶν φλεγομένας ἐν τοῖς ἄνθραξι.


Ὠδή δ'. Εἰσακήκοα Κύριε...
Μαθητῆς ὡς θεόσοφος, τοῦ Εὐαγγελίου Πάτερ τῆς χάριτος, τάς ψυχάς ἡμῶν χαρίτωσον, τῆ διδασκαλία τῶν χειλέων σου.

Ἐκ κινδύνων καί θλίψεων, καί πολυειδῶν ἡμᾶς περιστάσεων, Ἰσαπόστολε μακάριε, ταῖς σαῖς προστασίαις ἐλευθέρωσον.

Ἱλασμόν ἡμῖν αἴτησαι, καί παραπτωμάτων τήν λύσιν Ἅγιε, καί εἰρήνην καί ὁμόνοιαν, τοῖς εἰλικρινῶς σε μακαρίζουσι.

Η Θεόν σωματώσασα, καί μετά τόν τόκον ἄφθορος μείνασα, ὡς πρό τόκου Ἀειπάρθενε, ἐκ φθορᾶς ἁπάσης ἡμᾶς λύτρωσαι.


Ὠδή ἕ'. Φώτισον ἡμᾶς.
Μέγας ἀληθῶς, ὡς διδάσκαλος τῆς . πίστεως, ἀπό πάσης φληναφίας καί στροφῆς, τῶν δεινῶν δοκησισόφων ἡμᾶς λύτρωσαι.

Ἀνωθεν ἀεί, Ἰσαπόστολε περίσκεπε, ἐξ αἱρέσεων δεινῶν καί χαλεπῶν, τοῦ Χριστοῦ τήν Ἐκκλησίαν ταῖς πρεσβεῖαις σου.

Στόμα τοῦ Θεοῦ, γεγονώς Κοσμά μακάριε, μελετᾶν ἡμᾶς τά λόγια Θεοῦ, δίδου σύνεσιν καί φρόνησιν τοῦ σῴζεσθαι.

Θρόνος τοῦ Θεοῦ, ἀνεδείχθης Μητροπάρθενε, ὤσπερ βρέφος τοῦτον φέρουσα χερσίν, ὀν δυσώπει ἐλεήσαι τάς ψυχάς ἡμῶν.


Ὠδή στ'. Τήν δέησιν.
Εἰς ἅπασαν, τήν Ἑλλάδα ἐξῆλθεν, ὁ σωτήριος σου λόγος τρισμάκαρ, Εὐαγγελίου γάρ σάλπιγξ εδείχθης• ὅθεν ὠσί τῶν ψυχῶν ἡμῶν σάλπισον, Κοσμά τόν φόβον τοῦ Θεοῦ, ὡς ἀν βίον θεάρεστον ζήσωμεν.

Ἰάσεις, καί ζῶν τελῶν θεηγόρε, καί μετά τό σόν μακάριον τέλος• ὅθεν ἡμῶν τήν νοσοῦσαν καρδίαν, καί τά τοῦ σώματος ἄλγη ιάτρευσον, Κοσμά Ἀπόστολε Χριστοῦ, τῆ δοθείσῃ σοι ἄνωθεν χάριτι.

Ὡς ἔχων, πρός τόν Χριστόν παρρησίαν, Ἰσαπόστολε Κοσμά θεοφόρε, μή διαλίπῃς ἀπαύστως πρεσβεύειν, καινοφανέσι διδάγμασιν Ὅσιε, μή προσανέχεις τούς πιστούς, ἀλλ' ἐκ τούτων ταχέως μακρύνεσθαι.

Λυχνία, χρυσοειδής ἀνεδείχθης, τό ἀπαύγασμα Πατρός ὡς τεκοῦσα, ἐν ὁμοιώματι Κόρη ἀνθρώπων, τήν ἀνθρωπίνην οὐσίαν ῥυόμενον, ἐκ τῆς κατάρας τοῦ Ἀδάμ διά τοῦτο ὑμνοῦμεν σε Δέσποινα.


Διάσωσον Ἱερομάρτυς ἐκ πάσης ἡμᾶς ἀνάγκης, τούς τιμῶντας ὡς Ἰσαπόστολον θεῖον σε, Κοσμά παμμάκαρ λιταῖς σου πρός τόν Σωτῆρα.

Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ανερμηνεύτως ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.

Αἴτησις καί τό Κοντάκιον.
Ἦχος β'. Τοῖς τῶν αἱμάτων σου.

Ἱεροκῆρυξ Κοσμά Ἰσαπόστολε, τῆς Ἐκκλησίας θεμέλιε ἄρρηκτε, τῆ πέτρα τῆς πίστεως στήριξον, σαλευομένας καρδίας ταῖς θλίψεσιν, αἰτούμενος πᾶσι θεῖον ἔλεος.

Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὑτοῦ...
Στίχ. Θαυμαστός ὁ Θεός ἐν τοῖς Ἁγίοις αὑτοῦ...

Εὐαγγέλιον. Ἐκ τοῦ κατά Ματθαῖον. (Κεφ.ί' 1, 5-8)

Τῷ καιρῶ ἐκείνῳ, προσκαλεσάμενος ὁ Ἰησοῦς τούς δώδεκα μαθητάς αὑτοῦ, ἔδωκεν αὑτοῖς ἐξουσίαν κατά πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὑτά, καί θεραπεύειν πᾶσαν νόσον καί πᾶσαν μαλακίαν. Τούτους ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὑτοῖς λέγων· Εἰς ὀδόν ἐθνῶν μή ἀπέλθητε καί εἰς πόλιν Σαμαρειτῶν μή εισέλθητε• πορεύεσθε δε μᾶλλον πρός τά πρόβατα τά ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δε κηρύσσετε λέγοντες ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπρούς καθαρίζετε, νεκρούς ἐγείρετε, δαιμόνια ἐκβάλλετε· δωρεάν ἐλάβετε, δωρεάν δότε.

Δόξα.
Ταῖς τοῦ σου Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.


Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Κόσμος ἐνθεώτατος, τῆς Ἐκκλησίας ἐδείχθης, Κοσμά Ἰσαπόστολε, καί ταύτην ἐκόσμησας θείω λόγῳ σου· ὦ καί νῦν φώτισον, ἡμῶν τάς καρδίας, ἐναρέτως πολιτεύεσθαι, καί ἅπαν σκάνδαλον, ἐκ τοῦ πονηροῦ ἀποτρέπεσθαι, ἐμμένειν ἀσαλεύτους δε, θείαις καί σεπταῖς παραδόσεσι, ταῖς τῶν θεηγόρων, Πατέρων ἶνα εὕρωμεν ζωήν, τήν αἰωνίζουσαν Ἅγιε, θείαις ἱκεσίαις σου.


Σῶσον, ὁ Θεός, τόν λαόν σου...

Ὠδή ζ'. Οἱ ἐκ τῆς Ἰουδαίας.

Οὐρανόθεν τήν κλῆσιν, δεδεγμένος κηρύττεις τό Εὐαγγέλιον· αὑτοῦ τάς θείας ῥήσεις, καί τήν διδασκαλίαν, ἐκπληροῦν ενδυνάμωσον, τῶν εὐσεβῶν τάς ψυχάς, Κοσμά Πνευματοφόρε.

Γεωργήσας πανσόφως, τῷ ἀρότρῳ τοῦ λόγου ψυχῶν τήν ἄρουραν, βλαστάνειν τάς καρδίας, ἡμῶν τόν θεῖον φόβον, καταξίωσον Ἅγιε, τῆ γεωργία Κοσμά, τῶν θείων διδαχῶν σου.

Ὤσπερ τρόπαιον θεῖον, τόν Σταυρόν τοῦ Κυρίου ἵδρυες Όσιε• διό σταυροῦν τήν σάρκα, καί ζῆν ζωήν ἀγίαν, ἐν Χριστῷ ενδυνάμωσον, ταῖς πρός Θεόν σου εὐχαῖς, ἡμᾶς Κοσμά τρισμάκαρ.

Γνώμην ἔμφρονα δίδου, καί κατάνυξιν Κόρη καί νοῦν θεόφρονα, τοῖς πίστει ἀφορῶσι, πρός τήν σεπτήν σου σκέπην, Θεοτόκε Πανάμωμε, καί τῶν πταισμάτων Ἀγνῇ, τήν λύσιν ἡμῖν αἴτει.


Ὠδή ἡ'. Τόν Βασιλέα.
Εύρέ σε Πάτερ, ἡ τοῦ Χριστοῦ Ἐκκλησία, θεῖον στήριγμα ἐν χρόνοις τῆς δουλείας, ψυχάς τῆς δουλείας, λυτρούμενον τῆς πλάνης.

Ῥύπων κακίας, καί μολυσμῶν ἁμαρτίας, ἀποκάθαρον τῶν πρεσβειῶν σου ῥείθροις, Κοσμά θεηγόρε, ἡμῶν τάς διανοίας.

Αἱρετιζόντων, καινοφανῶν τήν ἀπάτην, ἐξαφάνισον τήν ἀπειλοῦσαν Πάτερ, πᾶσαν κατακλύζειν, Χριστοῦ τήν Ἐκκλησίαν.

Σκέπη ὑπάρχεις, καί καταφύγιον μέγα, Ἀειπάρθενε Χριστιανῶν τοῦ γένους· ὅθεν ἡμᾶς σκέπε, ἐκ πάσης ἐπηρείας.


Ὠδή θ'. Κυρίως Θεοτόκον..
Ἰσχύν ἡμῖν παράσχου, κατά πάσης πλάνης, καί ἁμαρτίας Κοσμά Ἰσαπόστολε, καί πειρασμῶν πολυτρόπων τήν ἀπολύτρωσιν.

Μαρτύρων τῷ στεφάνῳ, ὡς Ἱερομάρτυς, κεκοσμημένος Κοσμά Ἰσαπόστολε, τῶν ἀρετῶν ταῖς ἰδέαις ἡμᾶς στεφάνωσον.

Ο νέος Ἐκκλησίας, λύχνος τε καί στῦλος, Ὀρθοδοξίας τῆ βάσει ἐδραίωσον, τῶν εὐσεβῶν τάς καρδίας Κοσμά μακάριε.

Ὑπέραγνε Μαρία, μόνη Θεοτόκε, τήν ἐν ἐμοί ἀθυμίαν ἀπέλασον, καί εὐφροσύνης τῆς θείας με Κόρη πλήρωσον.


Ἄξιον ἐστιν ὡς ἀληθῶς μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ, καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως, Θεόν Λόγον τεκοῦσαν. τήν ὄντως Θεοτόκον, Σε μεγαλύνομεν.


Καί τά Μεγαλυνάρια.
Χαίροις Ἀποστόλων ὁ μιμητής, καί Εὐαγγελίου, θεηγόρος ὑφηγητής· χαίροις σεμνοῦ βίου, διδάσκαλος ὁ θεῖος, Κοσμά Πνευματοφόρε, στόμα τῆς χάριτος.

Ὄργανον τοῦ Πνεύματος γεγονώς, σεαυτόν καθάρας, δι' ἀσκήσεως ἱεράς, ἐν Ὄρει τοῦ Ἄθω, ἐξῆλθες θεία νεύσει, καί χάριτος τόν λόγον πᾶσιν ἐκήρυξας.

Ὡς Παύλος Πάτερ περιελθών, πόλεις καί χωρία, ταῖς καρδίαις τῶν εὐσεβῶν, πίστεως τήν φλόγα, ἀνῆψας τάς ἀγίας, καί ἔφλεξας τῆς πλάνης, ἅπαν ζιζάνιον.

Χαίροις Αἰτωλίας Θεῖος βλαστός, Άθωνος ὁ φοίνιξ, ὁ κατάκαρπος καί σεπτός• χαίροις εὐσεβείας, ὁ θεῖος ὑποφήτης, ἐν ἔργω τε καί λόγῳ, Κοσμά μακάριε.

Ἤνυσας τούς δρόμους τούς συνεχεῖς, ὑπέρ σωτηρίας, τοῦ πλησίον Πάτερ Κοσμά, καί τό δι' ἀγχόνης, στερρῶς ἐνέγκας τέλος, μαρτυρικάς εὐκλείας λαμπρῶς ἠξίωσαι.

Πάσης ἐπηρείας ὀδυνηρᾶς, καί κενοφωνίας, ἐν τῆ πίστει ψυχοβλαβοῦς, ἄτρωτον συντηρεῖ, Χριστοῦ τήν Ἐκκλησίαν, Κοσμά ταῖς σαῖς πρεσβείαις πρός τόν Φιλάνθρωπον.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον
Ἦχος δ'. Ταχύ προκατάλαβε.

ὨΙδαῖς εὐφημήσωμεν, τόν εὐκλεῶς τοῖς χοροῖς, Μαρτύρων εμπρέψαντα, θυτῶν τε καί ἀσκητῶν, Κοσμᾶν τόν ἀοίδιμον, σήμερον συνελθόντες τῆ σεπτῇ αὑτοῦ μνήμη· νέμει γάρ τάς ἰάσεις, τοῖς πιστῶς προσιοῦσιν, ὡς ἔχων παρρησίαν πρός Χριστόν, ὡς Ἰσαπόστολος.

Ἀπολυτίκιον.
Ἦχος β'. Θείας πίστεως.

Θείας πίστεως, διδασκαλία, κατεκόσμησας, τήν Ἐκκλησίαν, ζηλωτῆς τῶν Ἀποστόλων γενόμενος· καί κατασπείρας τά θεία διδάγματα, μαρτυρικῶς τόν ἀγῶνα ἐτέλεσας. Κοσμά ἔνδοξε, Χριστόν τόν Θεόν ἱκέτευε, δωρήσασθαι ἡμῖν τό μέγα ἔλεος.

Ἐκτενής καί ἀπόλυσις, μεθ' ἤν ψάλλομεν τό ἐξῇς:

Ἦχος β'. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντας τούς προστρέχοντας πιστῶς, τῆ σῇ πρός Χριστόν μεσιτείᾳ, Κοσμά μακάριε, πάσης ἀπολύτρωσαι, ὀργῆς καί θλίψεως, καί πταισμάτων συγχώρησιν, δοθῆναι δυσώπει, καί βίου διόρθωσιν, καί θεῖον ἔλεος, ὅπως ἐναρέτοις ἐν ἔργοις, ζήσαντες ζωῆς τῆς ἀλήκτου, μετά τέλος μετοίχει γενώμεθα.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχῶν τῶν 'Αγίων Πατέρων ἠμῶν.
Κύριε Ίησοῦ Χριστέ ό Θεός ἠμῶν έλέησον ἠμᾶς.
’Αμήν.







Πηγή

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης