Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1731
https://www.proseyxi.com

Εγκώμια της Παναγίας Δαμανδρίου Λέσβου Empty Εγκώμια της Παναγίας Δαμανδρίου Λέσβου

Την / Το Πεμ Απρ 18, 2019 10:28 am
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Εγκώμια της Παναγίας Δαμανδρίου Λέσβου



ΕΓΚΩΜΙΑ
Ὧν ἡ ἀκροστιχίς: Ἁγνὴ ἀνυμνείσθω, ἀειπάρθενος Κόρη, ᾄσμασιν ἐνθέοις.

ΣΤΑΣΙΣ Α΄. Ἦχος πλ. α΄. Ἡ ζωὴ ἐν τάφῳ.

Ἀνυμνοῦμεν Κόρη, τὴν σεπτήν Σου μορφήν, καὶ Εἰκόνα Σου τιμῶμεν πανθαύμαστον, ἐν Μονῇ τοῦ Δαμανδρίου οἱ πιστοί.

Γηγενεῖς σκιρτῶσιν, ἀναβαίνοντες νῦν, τὰς βαθμίδας πρὸς ναόν Σου πανύμνητε, κατασπάσασθαι Εἰκόνα ἱεράν.

Νοερῶν συντρέχει, Ἀσωμάτων πληθύς, καὶ πιστῶν τῆς νήσου Λέσβου πανάμωμε, ἡ χορεία πρὸς τὴν θείαν Σου μονήν.

Ἡ ἁγνὴ πῶς τίκτεις, τὸν ζωῆς ἀρχηγόν, τὸν κρατοῦντα ἐν δρακί του τὰ σύμπαντα, ἐν Χερσί Σου πῶς κρατεῖς σεμνοπρεπῶς;

Ἀσματοϋφάντως, εὐσεβῶν ὁ χορός, Δαμανδρίου ἀνυμνοῦμεν τὴν ἔφορον, λιτανεύοντες Εἰκόνα τὴν σεπτήν.

Νικητὰς οὖν Κόρη, ἐκ παθῶν τοὺς πιστούς, τοῦ βελίαρ μηχανὰς ἀφανίζουσα, Σὺ δεικνύεις χαριτόβρυτε Πηγή.

Ὑμνῳδίαις θείαις, καὶ ᾠδαῖς μελιχραῖς, Σοὶ προσάδομεν πιστῶς ὑπερύμνητε, τὴν Εἰκόνα Σου τιμῶντες εὐλαβῶς.

Μοναστῶν χορεῖαι, ἱερέων πληθύς, καὶ φιλέορτον πιστῶν ἅπαν σύστημα, θείοις μέλεσι Παρθένε Σὲ ὑμνεῖ.

Νόσους θεραπεύεις, καὶ πτωχοῖς χορηγεῖς, τὰ πρὸς χρείαν ὦ σεμνὴ θεονύμφευτε, Σῇ ταχείᾳ ἀντιλήψει θαυμαστῶς.

Εὐφραινέσθω πᾶσα, Ὀρθοδόξων πληθύς, νῦν ἀγάλλου νῆσος Λέσβος καὶ χόρευε, εὐφημοῦσα τὴν Μητέρα τοῦ Θεοῦ.

Ἱεροπρεπῶς μέν, καὶ συνάμα σεμνῶς, λιτανεύομεν Εἰκόνα Σου ἄχραντε, αὐγαζόμενοι ταῖς χάρισιν αὐτῆς.

Σῶσον ἐκ κινδύνων, τοὺς δραμόντας πιστῶς, Δαμανδρίου τῇ Μονῇ ἀειπάρθενε, καὶ ἐκ πόθου ὕμνους ᾄδοντας πρὸς Σέ.

Θεοτόκε Μῆτερ, Πολυχνίτου λαός, Σοὶ προστρέχει καὶ Εἰκόνα ἀσπάζεται, ἐξαιτούμενος θαυμάτων Σου κρουνούς.

Ὦ παντάναξ Σῶτερ, Ζωοδότα Χριστέ, ταῖς πρεσβείαις Σῆς Μητρὸς πάντας λύτρωσαι, τοῦ πυρὸς καὶ τῆς γεένης τῆς φρικτῆς.


Δόξα. Τριαδικόν.
Χάριν δὸς καὶ δόξαν, ἡμῖν πᾶσι Τριάς, σωτηρίαν τοῖς πιστῶς προσκυνοῦσί Σε, Πάτερ Λόγε καὶ τὸ Πνεῦμα τὸ εὐθές.
Καὶ νῦν. Θεοτοκίον.
Ἀεννάως Μῆτερ, ἐκδυσώπει Υἱόν, μεθ’ Ἁγίων εὐπροσέκτοις δεήσεσιν, ἵνα σώσῃ πάντας τῆς φθορᾶς.
Καὶ πάλιν τὸ πρῶτον:
Ἀνυμνοῦμεν Κόρη, τὴν σεπτήν Σου μορφήν, καὶ Εἰκόνα Σου τιμῶμεν πανθαύμαστον, ἐν Μονῇ τοῦ Δαμανδρίου οἱ πιστοί.


ΣΤΑΣΙΣ Β΄. Ἦχος πλ. α΄. Ἄξιόν ἐστι.
Ἄξιον ἐστί, μεγαλύνειν Σὲ τὴν Θεοτόκον, τὴν σεμνὴν ἀειμακάριστον Δέσποινα, καὶ ἐλπία σωτηρίας τῶν πιστῶν.

Εἴδομεν πιστοί, πῶς ἡ ἄχραντος κρατεῖ ἀγκάλαις, τοῦ Θεοῦ Πατρὸς Υἱὸν τὸν συνάναρχον, καὶ ἁπάντων Βασιλέα μητρικῶς.

Ἴσμεν ἀφανεῖς, δωρεὰς καὶ δήλους ὦ Παρθένε, ἃς Εἰκών Σου θεία τοῖς γόνυ κλίνουσιν, αὕτη τάχει χορηγεῖ πᾶσι πιστοῖς.

Ἄνασσα βροτῶν, καὶ Ἀγγέλων Σὺ ὑπάρχεις Μῆτερ, εὐσεβῶν κραταίωμα καὶ ὀχύρωμα, ὦ Μητρόθεε Παρθένε Μαριάμ.

Ῥῦσαι τοῦ πυρός, τοῦ ἀσβέστου πάντας Θεοτόκε, τοὺς ὁμολογοῦντας Σὸν μέγα ὄνομα, καὶ ἀπάλλαξον παθῶν φθοροποιῶν.

Θρόνος ὑψηλός, τοῦ Παντάνακτος πέλεις Κυρία, Ὃν ἐν ταῖς χερσί Σου κρατεῖς Θεόνυμφε, τὸν βαστάζοντα τὰ σύμπαντα δρακί.

Ἔρχου πρὸς ἡμᾶς, βοηθὸς ὦ Μῆτερ ἐν ἀνάγκαις, ὅτι γηγενῶν γένος Σὲ μεσίτριαν ἔχει ἔνθερμον, πρεσβεύουσαν Θεῷ.

Νίκας κατ’ ἐχθρῶν, ὁρατῶν δίδου καὶ ἀοράτων, πᾶσι τοῖς πιστοῖς, ὦ Δαμανδριώτισσα, καὶ Σὴν μάνδραν φρούρει ἄτρωτον ἀεί.

Ὅπου γῆς πιστοί, Σὲ ἐπίστανται καλῶς ὡς χάριν, καὶ τὴν Σὴν Εἰκόνα τὴν θαυματόβρυτον, Μητροπάρθενε τιμῶσιν εὐλαβῶς.

Σῶσον μοναστάς, ἱερεῖς καὶ πλῆθος τῆς Σῆς ποίμνης, ἔφορε Μονῆς Σου Δαμανδριώτισσα, καὶ ἐν δίκῃ πρέσβυς πάρεσο ἡμῶν.

Κοίμησιν τὴν Σήν, καὶ Εἰκόνα Σου ὑμνοῦμεν Μῆτερ, τὴν ἐν Δαμανδρίῳ οἰκήσασαν, τῇ βουλήσει τοῦ παντάνακτος Θεοῦ.

Ὄλεθρος σατᾶν, ὁ Σταυρός Σου ζωοδότα Σῶτερ, πέλει καὶ ἐλαύνει μακρὰν τοὺς δαίμονας, καὶ φρουρεῖ ἀκαταπαύστως τοὺς πιστούς.

Ῥῶσιν ὦ σεμνή, καὶ ὑγείαν ἄμφω δίδου πᾶσι, τοῖς προσερχομένοις πιστῶς ἐν μάνδρᾳ Σου, Σὴν Μορφὴν ἀσπαζομένοις ποθητῶς.

Ἡ τῶν Μελαντῶν, μετοχίου Σου καύχησις πέλεις, τῶν πιστῶν ἁγνὴ προστάτις ἀντίληψις, Ὀρθοδόξων σωτηρίας ἡ ἐλπίς.


Δόξα. Τριαδικόν.
Ῥᾶνον ἐφ’ ἡμᾶς, τὸ Σὸν ἔλεος Τριὰς πλουσίως, τοὺς Πατέρα Λόγον καὶ Πνεῦμα Ἅγιον, προσκυνοῦντας καὶ δοξάζοντας πιστῶς.
Καὶ νῦν. Θεοτοκίον.
Ἱεροπρεπῶς, λιτανεύοντες τὴν Σὴν Εἰκόνα, ἅπας ὁ λαὸς νήσου Λέσβου χαίρεται, καὶ δοξάζει Θεοτόκε Σὲ πιστῶς.
Καὶ πάλιν τὸ πρῶτον:
Ἄξιον ἐστί, μεγαλύνειν Σὲ τὴν Θεοτόκον, τὴν σεμνὴν ἀειμακάριστον Δέσποινα, καὶ ἐλπία σωτηρίας τῶν πιστῶν.


ΣΤΑΣΙΣ Γ΄. Ἦχος γ΄. Αἱ γενεαὶ πᾶσαι.
Αἱ γενεαὶ πᾶσαι, μεγαλύνομέν Σε, ἀνύμφευτε Παρθένε.

Σήμερον τιμῶμεν, κοίμησιν τὴν θείαν, Μητρὸς Θεοῦ ἐν ὕμνοις.

Μόνη Σὺ ὑπάρχεις, Μήτηρ τοῦ Ὑψίστου, ἀειπάρθενος Κόρη.

Ἅπασα ἡ Λέσβος, Δαμανδριωτίσσης, τιμᾶ σεπτὴ Εἰκόνα.

Σῶσον Θεοτόκε, τοὺς τὴν Σὴν Εἰκόνα, πιστῶς ἀσπαζομένους.

Ἵλεως τοῖς πᾶσι, Ζωοδότα Σῶτερ, γενοῦ λιταῖς Μητρός Σου.

Νίκας ὦ Παρθένε, δίδου Ὀρθοδόξοις, κατὰ αἱρετιζόντων.

Ἔχει Δαμανδρίου, ἡ Μονὴ Παρθένε, Σὲ ἔφορον καὶ σκέπην.

Νόσων ἀνιάτων, χαλεπῶν παθῶν τε, ἡμᾶς ῥῦσαι ὦ Μῆτερ.

Θλίψεων Παρθένε, δίωξον τὰ νέφη, τῶν Σὲ ὑμνολογούντων.

Ἔρχου βοηθῆσαι, ἡμᾶς ἐκ κινδύνων, ὦ Μῆτερ τοῦ Ὑψίστου.

Ὁ λαὸς Παρθένε, νήσου Λέσβου ὕμνοις, πιστῶς ἀνευφημεῖ Σε.

Ἴοις ῥόδοις μύροις, ῥάνατε Εἰκόνα, τῆς Δαμανδριωτίσσης (γ΄).

Σκέπε Θεοτόκε, γένος τῶν Ἑλλήνων, ἁλώσεως καὶ βλάβης.


Δόξα. Τριαδικόν.
Τριὰς μιᾷ Θεότης, ὕμνον Σοι προσάδει, πιστῶς ἅπασα κτίσις.
Καὶ νῦν. Θεοτοκίον.
Ἰσχυρὰ προστάτις, Μῆτερ Θεοτόκε, σκέπε Σὴν κληρουχίαν.
Καὶ πάλιν τὸ πρῶτον:
Αἱ γενεαὶ πᾶσαι, μεγαλύνομέν Σε, ἀνύμφευτε Παρθένε.

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης