Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1731
https://www.proseyxi.com

Παρακλητικός Κανών Παναγίας Φανερωμένης Νέας Ηρακλείτσας Νο2 Empty Παρακλητικός Κανών Παναγίας Φανερωμένης Νέας Ηρακλείτσας Νο2

Την / Το Κυρ Απρ 28, 2019 9:09 am
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Παρακλητικός Κανών Παναγίας Φανερωμένης Νέας Ηρακλείτσας Νο2

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Παρακλητικός Κανών Παναγίας Φανερωμένης Νέας Ηρακλείτσας Νο2 Fanero10


Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὸ τροπάριον.

Ἦχος δ'  .’Ο ὑψωθείς ἔν τῷ Σταυρῶ.

Τῆς Ήρακλείτσης ἀρωγόν καί προστάτιν, Φανερωμένην Θεορρήμονα πάντες, τῆς  Θρᾴκης πάλαι καύχημα καί νῦν τιμαλφές, Έλευθερουπόλεως Μητροπόλεως εὖχος, μέλψωμεν ὡς στήριγμα σταθηρόν Μακεδόνων, καί τήν ἰάσεις βλύζουσαν αὑτῆς, σεπτήν εἰκόνα πιστῶς προσκυνήσωμεν.


Δόξα, Καί νϋν.
Οὗ σιωπήσομέν ποτέ, Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἵ ἀνάξιοι  Εἷ μή γάρ σύ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως νϋν ἐλευθέρους; Ούκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοϋ•  σούς γάρ δούλους σῴζεις ἀεί  ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

καί ὅ Κανών, οὗ ἤ Άκροστιχίς•
«Φανερωμένη, Ήρακλείτσαν ἀεί φρουρεῖ. X.»


Ώδή ἀ '. Ύγράν διοδεύσας.

Φρουρός, ἀντιλῆπτορ καί ἀρωγός, ὑπάρχεις, Παρθένε, Ήρακλείτσης τῆς εὐλαβῶς, ἔν κόλποις ἐχούσης τήν μορφήν σου, ὦς Θησαυρόν τιμαλφῆ καί ἀσύλητον.

Ἀγνῇ, Πάίσία, Τατιανή, τριάς τῶν παρθένων, Ήρακλείτσης μοναζουσῶν, ἔν  πύργῳ ἀνεῦρον σήν εἰκόνα, Φανερωμένῃ, θαυμάτων τόν χείμαρρον.

Νϋν πάντες προστρέχοντες εὐλαβῶς, ἔν τη,Ήρακλείτση, προσκυνῆσαι τήν σήν μορφήν, ἀφθόνως τήν βλύζουσαν ’ἰάσεις, Φανερωμένῃ, χαρᾶς ἐμπιμπλάμεθα.

Εἰκόνα τήν Θείαν σου καί σεπτήν, ἔν τῆ, Ήρακλείτση, προσκυνοῦντες πανευλαβῶς, ῥωννύμεθα, Μῆτερ τοϋ Ὑψίστου, Φανερωμένη, καί νόσων ίώμεθα.


Ώδή γ '. Οὐρανίας ἁψῖδος.
Ῥύου πάσης ἀνάγκης, καί συμφορῶν, Δέσποινα, τούς ἔν Ήρακλείτση οἰκοῦντας, καί τούς προστρέχοντας, σήν προσκυνῆσαι μορφήν, Φανερωμένη Παρθένε, εὐσεβεῖς ἀείποτε, Θεογεννήτρια.

Ὡς  φρουρόν ἐπαρχίας, καί ἀσφαλῆ ἔφορον, Έλευθερουπόλεως, Μῆτερ, ἀνευφημοῦμεν σε, καί Ήρακλείτσης θερμήν, Φανερωμένη, προστάτιν, οὐρανόθεν χέουσα, πᾶσι τήν χάριν σου.

Μή  έλλίπης, Παρθένε, τούς εὐλαβεῖς πρόσφυγας, τούς ἔν Ήρακλείτση σκηνοῦντας, κατεαιοπτεύουσα, καί δωρουμένη αὐτοῖς, Φανερωμένη, σήν χάριν, τήν ἐκ τῆς εἰκόνος σου, πᾶσιν ἐκβλύζουσαν.

Ἐκ τοῦ ὕψους σῆς δόξης, ἡμῖν ἀεί βράβευε, Ήρακλείτσης σκέπη, Παρθένε, ἄμφω ὑγίειαν, Φανερωμένη, μορφήν, τοῖς προσκυνοῦσιν ἔν πίστει, σου τήν θαυματόβρυτον, Θεογεννήτρια.


Βοήθησον, τοῖς προσκυνοῦσιν ἔν πίστει τήν σήν εἰκόνα, Ήρακλείτσης σεπτέ φρουρέ, ἔν δίναις καί θλίψεσι, καί βίου ἀνάγκαις, Φανερωμένη.

Ἐπίβλεψον, ἔν εὐμενείᾳ, πανύμνητε  Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.


Αἴτησις καί τό Κάθισμα.
Ἠχός β '. Πρεσβεῖα θερμῆ.

Ἐκ Θρᾴκης εἰκών τῆς Ήρακλείτσης θεία σου, κοσμεῖ καί φρουρεῖ, Φάνερωμένη Δέσποινα, Μακεδόνων γῆν εὔσημον, καί πιστούς ἁγιάζει ἀείποτε, τούς προσκυνοῦντας ταύτην εὐλαβῶς, τήν νάματα βλύζουσαν ἰάσεων.


Ώδή  δ' .  Εἰσακήκοα, Κύριε.
Νΰν προσφύγων οἵ σύλλογοι, τῶν Θρᾳκῶν εἰκόνα σου ἀσπαζόμενοι, ὦ Φανερωμένη, ῥύονται, Ήρακλείτσης εὖχος, περιστάσεων.

Ηρακλείτσα σή χάριτι, σπεύδουσα αἰτεῖται τίιν προστασίαν σου, τήν  ἑτοίμην, Μητροπάρθενε, ὦ Φανερωμένη παντευλόγητε.

Η χαρᾷ τῶν ἔν θλίψεσι, καί τῶν τρυχομένων τό καταφύγιον, πέλεις, Μῆτερ εὐσυμπάθητε, Ήρακλείτσης Νέας παραμύθιον.

Ῥύου πάσης στενώσεως νῦν  Φανερωμένη, τούς προσιόντας σοι, καί πιστῶς ἀνευφημοῦντας σε, Ήρακλείτσης ὄλβε πολυτίμητε.


Ώδή  ἕ '.  Φώτισον ἤμας.
Ἅγνισον τόν νοῦν, καί διόρθωσον νοήματα, θαυμαστῇ Φανερωμένη, τήν μορφήν, εὐλαβῶς ἐν Ήρακλείτση, προσκυνοῦντας σου.

Κοίμισον ἡμῶν, πάθη, Μῆτερ, τά χαμαίζηλα, τῶν πιστῶς, Φανερωμένη, σήν μορφήν, προσκυνούντων Ήρακλείτσαν τήν φυλάττουσαν.

Λῦσον τήν ἀχλύν, δυσθυμίας τῶν ὑμνούντων σε, καί σπευδόντων προσκυνῆσαι σήν μορφήν, τήν σεπτήν ἔν Ήρακλείτση, Μητροπάρθενε.

Ἔχομεν θερμήν, ἀρωγόν σε καί ἀκέστορα, ταχινήν, Φανερωμένη, σήν μορφήν, οἵ πιστῶς ἔν Ήρακλείτση ἀσπαζόμενοι.


Ώδή στ', Τήν δέησιν.
Ιλέωσαι σόν Υἱόν καί Κύριον, τοῖς τρανώς, Φανερωμένη Παρθένε, ὁμολογοῦσι πληθύν σῶν χαρίτων, καί προσκυνοῦσι τήν θείαν εἰκόνα σου, ἐν Ήρακλείτση τήν ἀεί, ἀσθενοῦσιν ἰάσεις παρέχουσαν.

Τόν Ὕψιστον ἐκδυσώπει Τόκον σου, σύν τῷ μάρτυρι Αὑτοῦ Γεωργίῳ, καί Χαραλάμπει τῷ ιεροάθλω, Φανερωμένη, ὑπέρ τῶν προσφύγων σου, ἔν Ήρακλείτση σήν μορφήν, προσκυνούντων, τήν χάριτας βλύζουσαν.

Σόν ἔκτυπον, ὅ ἀνεῦρον, Ἄχραντε, ἔν τῷ τοίχῳ πύργου τῆς Ήρακλείτσας, έντοιχισμένον, ὦ Φανερωμένη, αἱ ἔν αύτω εὐλαβεῖς τρεῖς μονάζουσαι, ἔν Μήτροπόλει νῦν πιστῶς, προσκυνοῦμεν Έλευθερουπόλεως.

Ἀξίωσον τῆς  χαράς τῆς κρείττονος, οὐρανῶν, Φανερωμένη Παρθένε, τῆς Ήρακλείτσης θησαύρισμα μέγα, τούς  προσκυνοῦντας εἰκόνα τήν θείαν σου, ἤνπερ  ἐπέστρεψεν αὑτῇ, τῶν Ἰβήρων  μονῇ ἤ ἐν Άθωνι.


Βοήθησον, τοῖς προσκυνοῦσιν ἐν πίστει τήν σήν εἰκόνα, Ήρακλείτσης σεπτέ φρουρέ, ἐν δίναις καί θλίψεσι, καί βίου ἀνάγκαις, Φανερωμένη.

Ἄχραντε, ἤ διά λόγου τόν Λόγον άνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὦς ἔχουσα μητρικήν παρρησίαν.


Αἴτησις καί τό Κοντάκιον.
Ἦχος  β '.  Tοις τῶν αἱμάτων σου.

Τns Ήρακλείτσης τῆς Νέας ίάτειρα, Φανερωμένη, ὑπάρχεις, Μητρόθεε• διό πιστῶν οἵ χοροί τήν εἰκόνα σου, πανευλαβώς ἐν αὑτῇ άσπαξόμενοι, πανευλαβώς νοσημάτων λυτρούμεθα.


Προκείμενον.
Μνησθήσομαι τοΰ ὀνόματος Σου ἔν  πάσῃ γενεά καί γενεά.
Στίχος. Τό πρόσωπον σου λιτανεύσουσιν οἵ πλούσιοι τού λαοῦ.

Εὐαγγέλιον Ἐκ τοΰ κατά Λουκᾶν (Κεφ. ἀ' 39-49, 56).

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς την Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξί καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός καὶ ἅγιον τὸ ὄνομά Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Τns Φανερωμένης, πρεσβείαις, Ἐλεῆμον  έξάλειψον τά πλήθη, τῶν έμών ἐγκλημάτων.

Καί νῦν.
Ταῖς  τῆς Θεοτόκου, πρεσβείαις,Έλεήμον, έξάλειιμον τά πλήθη, τῶν έμών ἐγκλημάτων.


Προσόμοιον.
Ἦχος πλ. β ' .Ὅλην ἀποθέμενοι.
Στίχος. Ἐλεῆμον, έλέησόν με, ὅ Θεός, κατά τό μέγα ἔλεος Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου έξάλειψον τό ἀνόμημα μου.

Θρᾴκης σεμνολόγημα, Φανερωμένη Παρθένε, Ήρακλείτσης ἔφορε, Μῆτερ εὐσυμπάθητε, χαριτόβρυτε, σκέπε, ἁγίαζε, φύλαττε, εὐλόγει, περιφρούρει καί ἐπόπτευε, ἐξ ὕψους δόξης σου, σε τούς εὐλαβῶς μακαρίζοντας, καί πίστει προσκυνοῦντας σου, ἔκτυπον τό θεῖον καί πάνσεπτον, Κεχαριτωμένη, τηςΈλευθερουπόλεως κρουνέ, ὑπάρχον τῆς Μητροπόλεως, ἰαμάτων ἄφθονε.

Ό Ἱερεύς Σῶσον, ὅ Θεός, τόν λαόν Σου...

Ὠδή ζ '.Οἵ ἐκ της’ίουδαίας.

Νυσταγμόν σοῖς οἰκέταις, προσκυνοῦσιν εἰκόνα, μή δός τήν θείαν σου, ἐν Ήρακλείτση, Μῆτερ, άλλά ἐν ἐγρηγόρσει τήρει τούς καταφεύγοντας, Φανερωμένη, πιστῶς, τῆ σῇ έτιιστασία.

Ἀγλαόμορφε Μήτερ,Ήρακλείτσης προστάτις, Θεογεννήτρια, ἐπάκουσον σῶν δούλων, δεήσεων καί πλῆσον, χαρμονῆς τούς τιμῶντας σε, Φανερωμένη σεμνή, τῆς Ήρακλείτσης γέρας.

Εὐλαβῶν χριστωνύμων, οἱ χοροί σήν  εἰκόνα, τήν χαριτόβρυτον, μετήνεγκον ἐκ Θρᾴκης, εἰς Νέαν Ήρακλείτσαν, ἤν πιστῶς άσπαξόμενοι, Φάνερωμένη, τῶν σῶν, πληρούμεθα χαρίτων.

Ἰβηρῖται πατέρες, τήν ἀγίαν μορφήν σου, ἤν δι’ ἀσφάλειαν, ἐφύλαττον ἔν Μάνδρα, αὑτῶν τῆ περιδόξῳ, Ήρακλείτσης παρέδωκαν, χοροῖς προσφύγων, αὐτῶν, πρός σκέπην, Θεοτόκε.


ᾨδή ἡ '. Τόν Βασιλέα.
Φανερωμένη, τῆς Ήρακλείτσης κοσμῆτορ, σύν στερρῷ Γεωργίῳ καί θείω, Χαραλάμπει ῥύου, ἡμᾶς ἐχθροῦ μανίας.

Ῥανίδας σμῆξον, Φανερωμένη, δακρύων, Ήρακλείτσης πιστῶν μανδηλίῳ, θείων προσευχῶν σου, πρός τόν Μονογενῆ σου.

Όμβρισον πᾶσι, τόν ὑετόν σοϋ ἐλέους, Ήρακλείτσης πιστῶν ἐλεοῦσα, Κεχαριτωμένη, Κυρία Θεοτόκε.

Ὑπέρ τῶν πίστει, ἀσπαζομένων μορφήν σου, τήν σεπτήν, Ήρακλείτσης, προστάτις, ἐκτενῶς δυσώπει, τόν σόν Υἱόν, Παρθένε.


ᾨδή Θ'. Κυρίως Θεοτόκον.
Ῥωννύμενοι σῶ σθένει, οἱ τήν σήν εἰκόνα. ένΉρακλείτση πιστῶς ἀσπαζόμενοι, Φανερωμένη Παρθένε, σε  μακαρίζομεν.

Εύλογημένη Μῆτερ, Ήρακλείτσης φύλαξ, Φανερωμένη, άπάλλαξον θλίψεων, τούς εὐλαβῶς προσκυνοῦντας τό σόν ἐκτύπωμα.

Ἰάτειρα νοσούντων, ἀνιάτων πέλεις, Φανερωμένη, ταχείᾳ, Μητρόθεε, τῆς Ήρακλείτσης ἀκέστορ καί θεραπεύτρια.

Χαρά τῆς Ήρακλείτσης, καί Θρᾳκῶν προσφύγων, Φανερωμένη, θερμόν καταφύγιον, έπιβουλη,ς ῥύου πάντας τού πολεμήτορος.


Ἄξιον ἐστιν ὡς ἀληϑῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τῆν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφϑόρως Θεὸν Λόγον
τεκοῦσαν τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια.
Εὑρόν, Πάίσία, Τατιανή, καί  Άγνίι ἔν πύργῳ, Ήρακλείτσης τήν σήν μορφήν, ἤν προσφύγων δῆμοι, Φανερωμένη, πόθῳ, μετήνεγκον εἰς Νέαν, τούτων μετοίκησιν.

Χαίροις, Ήρακλείτσης ἤ ἀρωγός, χαίροις, τῶν προσφύγων, ἐκ τῆς Θρᾴκης ἤ ταχινῇ, βοηθός καί ῥύστης, σεμνῇ Φανερωμένη, ἐκ βλάβης μισοκάλου, τῶν προστρεχόντων σοι.

Δεῦτε ἀσπασώμεθα εὐλαβῶς, τήν Φανερωμένην, Θεοτόκον ἔν τῷ Ναῶ, Νέας Ήρακλείτσης, τήν βλύζουσαν ἰάσεις, παντί προσερχομένῳ, ταύτῃ ἐκ πίστεως.

Χαῖρε, Μεγαλόχαρη Μαριάμ, Ήρακλείτσης σκέπη, καί έτοιμη καταφυγή, χαίροις, Μακεδόνων, ἰάτειρα ταχίστῃ, καί πάντων ἔν ἀνάγκαις, ῥύστης καί πρόμαχος.

Πρέσβευε Κυρίῳ ὑπέρ ἡμῶν, σοι τῶν προσιόντων, Ήρακλείτσης ἔν Ναῶ, σύν τῷ Χαραλάμπει, τῷ ποταμῷ θαυμάτων, καί θείω Γεωργίῳ, Θεογεννήτρια.

Ελευθερουπόλεωδ ταχινῇ, ὦ Φάνερωμένη, Μητροπόλεως ἀρωγός, καί κοσμήτωρ πέλεις, καί θεῖα παρακλήτωρ, τῆς Ήρακλείτσης στῦλε, ὄντως ἀσάλευτε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἤ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἵς τό σωθῆναι ἡμᾶς.


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καί τό Ἀπολυτίκιον. Ἤχός πλ. ἀ '. Τόν συνάναρχον Λόγον.
Ηρακλείτσης προστάτις, φρουρός καί ἔφορος, ὑπάρχεις, Φανερωμένη, Θρᾳκῶν πιστῶν προσφυγῇ, καί ἁπάντων θλιβομένων παραμύθιον• ὅθεν εἰκόνα σου σεπτήν, προσκυνοῦντες εὐλαβῶς, πληρούμεθα χάριτος σου, τῆς δαψιλοῦς καί κινδύνων, καί πλάνου βλάβης ἐκλυτρούμεθα.


Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν το ἑξῆς

Ἦχος β '. Ὅτε ἐκ τοῦ Ξύλου.

ΝέαςΉρακλείτσης χαρμονή, καί Θρᾳκῶν προσφύγων ἀκέστορ, Φανερωμένη σεμνή, λυπηρῶν ἀπέλασον, ἡμῶν σκοτόμαιναν, τῶν πιστῶς προσιόντων σοι, καί σοΰ δεόμενων• Μῆτερ παντευλόγητε, ἐχθρούς ἐκδίωξον, Άγαρ  τούς ἀνόμους ἐκγόνους, ἐκ τῶν ἐστίων τῶν πατρῴων, τῶν ἡμῶν, ἀγνῇ Θεογεννήτρια.


Δέσποινα, πρόσδεξαι, τάς δεήσεις τῶν δουλῶν σου, καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Τἤν πᾶσαν ἐλπίδα μου, εἵς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό  τήν σκέπην σου.

Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

Δίστιχον.

Χρυσόστομον Ἱεράρχην, σκέπε, γέρας
Ήρακλείτσης, Μῆτερ, Χαραλάμπης ψάλλει.


_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης