Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1731
https://www.proseyxi.com

Παρακλητικός Κανών Παναγίας Φανερωμένης Νέας Ηρακλείτσας Νο1 Empty Παρακλητικός Κανών Παναγίας Φανερωμένης Νέας Ηρακλείτσας Νο1

Την / Το Κυρ Απρ 28, 2019 9:09 am
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Παρακλητικός Κανών Παναγίας Φανερωμένης Νέας Ηρακλείτσας Νο1

Ποίημα Πορφυρίου Μοναχοϋ Σιμωνοπετρίτου

Παρακλητικός Κανών Παναγίας Φανερωμένης Νέας Ηρακλείτσας Νο1 Fanero10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὸ τροπάριον.

Ἀπολυτίκιον Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ἀπό μακρόθεν προσελθόντες, Παρθένε, καί οἵ ἐγγύς ἔν ταπεινώσει καρδιᾷς προσπίπτομεν ἔν δάκρυσιν, πανάμωμε, ἔχοντες παράκλησιν τρικυμίαις τοῦ βίου τήν σεπτήν εἰκόνα Σου τήν ἐκ Θρᾴκης ἐλθοῦσαν ἔν Ήρακλείτση κώμη προσφυῶς καί πάντας, Μῆτερ φρουροῦσα τῆ σκέπη Σου.

Δόξα.
Ἐν τῷ ναῶ σου προσελθόντες σπουδαίως μεγαλομάρτυς τοϋ Χριστοῦ καί προστάτα τῆσδε τῆς κώμης, ἅγιε Γεώργιε, σκέπε καί περίσῳζε τοῦς τιμῶντας σε μάκαρ, καί τῆς Θεομήτορος τήν εἰκόνα προθύμως ἔν κατανύξει σπεύδειν προσκυνεῖν ἔν Ήρακλείτση τῆ κώμη τήν σήμερον.

Καί νῦν. Θεοτοκίον.
Οὖ σιωπήσωμεν ποτέ Θεοτόκε, τάς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμή γάρ Σύ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὑκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σούς γάρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.


Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Καί εὐθύς ὁ Κανών, οὐ ἡ ακροστοιχις:
«Σθένος παρακλήσεως παράσχου, Θεοτόκε. Πορφύριος»

Ώδή ἀ '. Ἦχος πλ. δ' '. Ὑγράν διοδεύσας.

Σωρείαν θαυμάτων σου ἐξειπεῖν προτίθεμαι, Μήτερ• φωτισμόν μοι ὅθεν, Ἀγνῇ, παράσχου καί λύσιν τῶν πταισμάτων ἐκ τοῦ Υἱοῦ σου, Παρθένε χορήγησον.

Θαυμάξει νῦν πᾶσα βροτῶν ψυχή τῆ σή ἀντιλήψει καί ταχείᾳ σου ἀρωγή, δι’ ὤν Θεοτόκε, θεραπεύεις τῶν προστρεχόντων σοι πάντα τά τραύματα.

Ελάχιστος σπεύδω, Μῆτερ, κἀγώ πολλαῖς άσωτείαις καί ἀθέσμοις ἐν λογισμοῖς ταράττων τόν βίον μου, Παρθένε, ἀλλ’ ὡς λιμένα σε εὗρον σωτήριον.

Νυστάξω Παρθένε, καί ῥαθύμῳ ἐκφεύγων ἐκθύμως πᾶσαν ἄσκησιν ἀρετῆς καί κλείω τά ὦτα τῆς καρδίας• ἄλλα θαρρῶν, ὦς Μητρί, ἀναστήσομαι.


Ὠδή γ '. Οὐρανίας ἁψῖδος.
Ο ἀχρεῖος σου δοῦλος ἔν συμφοραῖς τήκομαι καί ἔν τρικυμίᾳ, Παρθένε, καταποντίξομαι, ἀλλ’ ὦς σανίδα σε κρατῶν ἔν πόθῳ ἐλπίζω τοϋ εὑρεῖν καί ἄνεσιν καί ἀπολύτρωσιν.

Σελασφόρος ἤ μνήμη τοϋ σοϋ ὀνόματος πέφυκεν, ὤσπερ καταιγίδι φυγούσῃ ἥλιος ἔρχεται, ὅθεν τό Χαῖρε σοι βοῶ ἐκ μέσης καρδίας, Χαῖρε, Θεονύμφευτε Ἤλιον τέξασα.

Παρειμένους τούς πόδας ἔχων, Θεοτόκε, πρός σέ κατέφυγον, ὤσπερ παράλυτος πρός κολυμβήθραν τήν νέαν Σιλωάμ τῆς χάριτος ἔν τῷ τεμένει σου.

Απειράνδρως τεκοῦσα Λόγον τόν προάναρχον σάρκα φορέσαντα ἐκ τῶν αίμάτων σου, καρδιακάς ἀμαυρώσεις αἵματος θεράπευσον τῶν προστρεχόντων σοι.


Διάσωσον, Θεοκυήτορ Παρθένε, Ήρακλείτση τῷ ναῶ σου ἐλθόντας καί πόθῳ πολλῷ τήν εἰκόνα σου σέβοντας.

Ἐπίβλεψον ἔν εύμενεία πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.


Αῖτησις καἲ το Κάθισμα.
Ἤxoς β '. Τά ἄνω ζητῶν.

Προστάτις δεινῶν καί ταμεῖον τῆς χάριτος, φρουροῦσα δεινῶν λαόν καί κώμην, Ἄχραντε. Ἐκτενῶς βοώμέν σοι, Ήρακλείτσης καύχημα καί σέμνωμα, καί ἀσθενείας λύτρωσαι, Ἀγνῇ, τούς προσελθόντας πίστει τῷ τεμένει σου.


Ὠδή δ' . Εἰσακήκοα, Κύριε.
Ῥυπαραῖς ἁμαρτίαις βορβορώδεις ἔν τῷ βίῳ μου, σοι προστρέχω, ἰνᾷ πλύνῃς με ὀχετοῖς δακρύων, θεονύμφευτε.

Απαλάττεΐς, Πανάμωμε, πάσης ἀθυμίας καί ἀσθενείας με. Τήν χαράν γάρ ἀπεκύησας, ὅθεν χαρμοσύνως σοι προστρέχομεν.

Κατατρύχομαι πόνοΐς σώματος δεινοῖς ὑπάρχων τρισάθλιος. Ἀλλ’ ἐλπίζων τῆ πρεσβεῖα σου ἔρχομαι Ἱκέτης τῆ εἰκόνι σου.

Λυτρουμένῃ τόν κόσμον, τέξασα Θεόν τόν ἄναρχον, βουλήματι γεννηθέντα, τοῦτον πρέσβευε, ἰνᾷ ὅ Πατήρ ἔν Πνεύματι σώσῃ με.


Ώδη ἕ '. Φώτισον ήμάς.
Ἦλθε πρός ἡμᾶς διά πλοίου ἐκ τοΰ Άθωνος ἤ εἰκόνα σου, Παρθένε Ἁγνῇ, ὅθεν πρός ὅρμον Παραδείσου πάντας ἰθῦνον.

Σόφισον τόν νοῦν τῶν ὑμνούντων σε, πανάμωμε, λογισμούς φωτί τῷ νοητῷ, ἀποκαθαίρουσα καί διδάσκουσα τά πρέποντα.

Ἔσβεσας, Ἀγνῇ, φρυγανώδη ἁμαρτήματα καί διέσωσας πρός κόλπον γαληνόν τούς προφωνοῦντας σοι τό Χαῖρε, Ἀειπάρθενε.

Ω τῶν ὑπέρ νοῦν θαυμασίων σου, Θεόνυμφε, ἐν τεμένει Γεωργίου προσφυῶς παρισταμένῃ ὦς Χριστόν ἤ γεωργήσασα.


Ώδή ς'. Τήν δέησιν.
Σεσάλευται ἤ καρδία μου τρόμῳ ἐννοῦσα τάς νοητάς ἐπιθέσεις τῶν φθονερῶς πολεμούντων δαιμόνων, ἰνᾷ ἁρπάσωσιν ἄρνας τῆς ποίμνης σου καί πνίξωσιν ἁμαρτιῶν τῷ βορβόρῳ ἕξ ὤν με ἐξάρπασον.

Πεπλήρωται χαρμοσΰνως βοῶσα ἤ πληθῦς τῶν ἐκ σοῦ σεσωσμένων ἐκ τῶν παθῶν καί ποικίλων, Παρθένε, ἀρρωστημάτων ψύχῃς τε καί σώματος καί ψάλλουσι χαρμονικῶς γηθοσύνως ᾠδάς παρακλήσεως.

Αγάλλoμαι ἐκφυγῶν τάς παγίδας περιστάσεων, Παρθένε, τοῦ βίου καί τάς πολλάς ἀκανθώδεις μερίμνας, ἆς καταφλέγει ὅ πόθος σου, Δέσποινα ὁσάκις ἀν ἔν προσευχή δεηθῶ τῆ ἅγια εἰκόνι σου.

Ῥομφαία σου ἀκατάβλητος, Μῆτερ, καταβάλλει νοητάς ἐπιθέσεις καί νοεράν ἔν καρδίαις εἰσβάλλει τήν σήν ἐνθύμησιν, ὅταν τά τέκνα σου δεινῶν ὁρῶσιν ἀπειλάς, ὤν ταχέως αὑτῶν με ἀπάλλαξον.


Διάσωσον ἀπό κινδύνων τούς δούλους σου, Θεοτόκε, ὅτι πάντες μετά Θεόν εἰς σέ καταφεύγομεν, ὦς ἄρρηκτον τεῖχος καί προστασίαν.

Αχραvτε, ἤ διά λόγου τόν Λόγον άνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ήμερων τεκοῦσα δυσώπησον ὦς ἔχουσα μητρικήν παρρησίαν.


Αἲτησις καὶ τὸ Κοντάκιον.
Ἦχος δ'. Προστασία φοβερά.

Προστασία κραταιά, ἀκαταίσχυντος καί ἐλπίς πρός Χριστόν ἀπαράτρεπτος Σύ ὑπάρχεις, προσδεχομένη πάντας τούς πρός σέ. Δι’ δ' σπεῦσον νοητώς παρακαλοῦσα ἔν χαρά τάς ψυχάς τῶν βοώντων σου ἤλθομεν γάρ, Παρθένε, ταύτην Σου τήν εἰκόνα προκυνοῦντες καί λέγοντες ἤ χαρμονή Χριστιανῶν, μή ἐπιλαθοῦ τῶν τιμώντων σε.

Προκείμενον
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχ. Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. α΄ 39-49, 56).

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς την Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξί καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός καὶ ἅγιον τὸ ὄνομά Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Πάτερ, Λόγε, Πνεῦμα Τρἲας ἡ ἐν μοάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καί νϋν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.


’Ἠχός πλ. β '. Ὅλην ἀποθέμενοι.
Ἐλεῆμον, έλέησόν με ὅ Θεός...

Ὅλον ἐκ νεότητος ἀνατεθέντα σοι, Κόρη, μητρικαῖς δεήσεσι, σπεῦσον οὖν καί σῶσον με ἐκ τού κλύδωνος. Κύματα πνίγει με, φέρων ἀπέκαμνον πολεμεῖν τούς πολεμοῦντας με, σάρκα καί κόσμος γάρ σύν Σατάν ὁρμοῦσι καί θλίβουσι τήν ταπεινήν καρδίαν μου, θλίψει δέ πολλή, καταβάλλουσιν. Ὅθεν, Θεοτόκε, τῆ θεία σου εἰκόνι προσδραμών, ἐν Ήρακλείτση βοήθει μοι, τόν ἀχρεῖον δοῦλον σου.

Οὐδείς προστρέχων ἐπί σοί κατῃσχυμμένος ἀπό σου ἐκπορεύεται, ἀγνῇ Παρθένε Θεοτόκε• ἀλλ’ αἰτεῖται τήν χάριν καί λαμβάνει τό δώρημα πρός τό συμφέρον τῆς αἰτήσεως.

Μεταβολῇ τῶν θλιβομένων, ἀπαλλαγῇ τῶν ἀσθενούντων ὑπάρχουσα, Θεοτόκε Παρθένε, σῷζε πόλιν καί λαόν, τῶν πολεμουμένων ἤ εἰρήνη, τῶν χειμαζομένων ἤ γαληνῇ, ἤ μόνη προστασίᾳ τῶν πιστῶν.


Ώδή ζ'. ΟΙ ἐκ της’Ιουδαίας.
Ανυστάκτως πρεσβεύεις πρός τόν ποιητήν, υἱόν σου καί Κύριον, ὅπως ῥυσθῶσι πάντες ἐκ φθοράς καί θανάτου οἱ πιστῶς, Ἀειπάρθενε, τῆ, θεία καί θαυματουργῶ καταφεύγουσι ταύτῃ εἰκόνι σου.

Σωτηρίαν ποθοῦντες ἐκ προγόνων, Παρθένε, σοί καταφεύγομεν, ώδ τέκνα πρός μητέρα, τόν’Άχραντον σου τόκον προσκυνοῦντες καί λέγοντες• ὅ τῶν πατέρων ἡμῶν Θεός εὐλογητός εἷ.

Χαρισμάτων πλουσίων ἀπολαύοντες πάντοτε, Δέσποινα, ναόν ἐν τῆ πατρίδι ἀνήγειρον τῷ πάλαι ἐκ προγόνων οἵ πρόκριτοι. Ὅθεν ὦς τέκνα αὑτῶν τόν Κύριον ὑμνοῦμεν.

Ο ἀήρ καί τό ὕδωρ ἀφροσύνη άνθρώπων ἰδού μεμόλυνται, άλλά σύ, Θετοτόκε, τεκοῦσα τόν Σωτῆρα, ταῦτα καθάρισον, ϊνα βοῶμεν Χριστῷ ὅ Θεός εὐλογητός εἷ.


’Ὠδή η'.Τον βασιλέα.
Ὑμνολογοῦντες τάς ἀπείρους σου,Μήτερ, δωρεάς παρακαλοῦμεν ἔν φόβῳ καί ὑπερυψοῦμεν τόν ἄφραστον σου τόκον.

Θεραπευθέντες νοσημάτων παντοίων τήν εἰκόνα σου νῦν περικυκλοῦμεν καί ὑπερυψοῦμεν τόν τόκον σου, Παρθένε.

Εὐχαριστοῦμεν ἐκ καρδίας βοῶντες, Θεοτόκε, ᾠδάς ἱκετηρίους καί ὑπερυψοῦμεν τάς θείας δωρεᾶς σου.

Ὁμολογοῦμεν ἔν συνειδήσει βοῶντες ἀκαταπαύστως τό Χαῖρε σοι, Μαρία, Χαῖρε, Θεοτόκε, Ἀγνῇ εὐλογημένῃ.


Ὠδή  ἡ'. Κυρίως Θεοτόκον.
Τραφέντες ἐκ πατέρων τοῖς σοῖς, Θεοκυήτορ, τερατουργίαις, Παρθένε, βοῶμεν τανῦν, ὤσπερ τῷ πάλαι ἐκεῖ νοῖς ἡμῖν βοήθησον.

Οὐσίαις ψυχοφθόροις ἤ νέα γενεά σου ἐκ κακοβούλων ἀνθρώπων λυμαίνεται δαιμονικῶν οὖν παγίδων ρϋσαί με, Ἄχραντε.

Καρδίας ἀσθενούσης, νόσων δε πολυτρόπως νῦν κατατήκομαι, Κόρη,r ὅ ἄθλιος. Καρδιακοῖς οὖν δακρύοις σβέσον τούς ῥύπους μου.

Ἐλεύθερον, Παρθένε, πάσας ἐπάρειας τόν ὑμνητήν σου δαιμόνων ἀπάλλαξον καί βασκανίας τά βέλη ταχέως σύντριψον.


Ἀξιόν ἔστιν ὡς ἀληθῶς μακαρίξειν σέ τήν Θεοτόκον τήν ἀειμακάριστον καί παναμώμητον, καί Μητέρα τοϋ Θεοΰ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ, καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον, σέ μεγαλύνομεν.

Kαιi εὐθύς τά Μεγαλυνάρια.
Πάντες τιροσφοιτώμεν εἰλικρινῶς τῷ σεπτῷ τεμένει Γεωργίου καί ἐν σπουδῇ, σπεύδομεν κυκλοῦντες τήν θείαν σου εἰκόνα ἔν Ήρακλείτση ἰνᾷ ἐλέους τύχωμεν.

Ὅλην τήν κακόνοιαν τοῦ ἐχθροῦ στρέψον, Θεοτόκε, ἐναντίων δαιμονικῶν πράξεων λυτροῦσα τόν σέ παρακαλοῦντα ἕξ ὅλης τῆς καρδίας, ψυχῇ καί πνεύματι.

Ῥεύματα ύδάτων φθοροποιῶν καί μεμολυσμένων ἀποκάθαρον συμφοράς, ἰνᾷ μετατρέψης ταχύ εἰς εὐλογίαν ὑπέρ ἡμαρτηκότος λαοῦ σου, Πάναγνε.

Φεύγει πᾶσα πλάνη δαιμονική τῆ, σῆ έπικλήσει• οὗ γάρ δύναται ὅ ἀκούειν, Παρθένε, τήν σήν ἀγίαν κλῆσιν, ἤν ἀνυμνοῦσι κύκλῳ ἀγγέλων τάγματα.

Ὕμνους σοι, Παρθένε, ἀναφωνεῖ κλήρos καί λαός σου συνελθόντες εἰλικρινῶς ἔν τῷδε τεμένει μάρτυρος Γεωργίου ἔν Νέα Ήρακλείτση καί σέ γεραίρομεν.

Ῥῶσιν καχεξίας ἀποσοβεῖ ἤ θεία σου  κλῆσις καί πάν νόσημα ἀτονεῖ τῆ θεῖα εἰκόνι σου προσκλαιόντων, Κόρη, καί σέ παρακαλούντων τέκνων σου, Ἄσπιλε.

Ἱερεῖ ἐκ πόθου  σου ζωηροῦ θείαν ἱκεσίαν ἐκτελοῦντι δίδου, Ἀγνῇ, πάντα τῆς καρδίας αἰτήματα, Παρθένε, Θωμᾶ τῷ σῶ λευΐτῃ, ἰνᾷ δοξάξη σε.

Ὅσους τῷ τεμένει σου εὐλαβῶς νῦν φιλοξενούνται καί εἰκόνα θαυματουργόν τῆς Μόνης Θεοτόκου, Γεώργιε κυκλοῦσι, Χρίστου μεγαλομάρτυς, φύλαττε πάντοτε.

Σέ παρακαλοῦμεν εἰλικρινῶς, Γεώργιε μάρτυς, σύν τοῖς ἄλλοις θαυματουργοῖς, ποιήσατε χορείαν ίκετικώς καί πάντας πιστούς εἵς σωτηρίαν καθοδηγήσατε.

Πᾶσαι τῶν ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου Ἀποστόλων ἤ δωδεκάς, οἵ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἵς τό σωθῆναι ήμάς

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, ἐν δε τῆ προσκυνήσει τῆς θαυματουργοῦ ἀγίας εἰκόνος τῆς Θεοτόκου λέγομεν τά παρόντα

Ἦχος β΄ . Ὅτε ἐκ τοῦ Ξύλου σε.

Σπεῦσον, Θεοτόκε, νοερῶς, ἐκ τοῦ οὐρανίου σου θρόνου, Παντοβασίλισσα, ἴδε γάρ τά τέκνα σου, παρακαλοῦντα θερμῶς καί εἰκόνι προσπίπτοντα ἔν τῆ  Ήρακλείτση νέα κώμη, Δέσποινα, ὤσπερ ποτέ παλαιά, ῥῦσαι πάσης βλάβης, ἀνάγκης, τούς ἔν ὁμονοίᾳ βοῶντας καί δεινῶν παντοίων ἐλευθέρωσον.

Βλέψον εὐμενείᾳ μητρική, μῆτερ τοϋ  Ἀχράντου Δεσπότου, νΰν πρός τά τέκνα σου.Έχομεν ἐλπίδα γάρ καί μή, ἐκπέσωμεν, ὅτι σπεύδεις ἑκάστοτε καί φέρεις αἰτήσεις πρός  Ἐκεῖνον, Δέσποινα τῶν δεομένων σου. Ἀδελφός γάρ πρεσβύτερος, παθών ὑπέρ γένους τῶν ἀνθρώπων πάντοτε Ἰδίω αἵματι σῴζει ἐκ παντοίων κινδύνων τούς προσκαλουμένους Σε, Πανάμωμε.

Καί κατά τήν τάξιν τοϋ Ἀγίου Ὄρους, προστίθεμεν καί τά παρόντα.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.



Ἐν τῆ Μονῇ τοῦ θείου Μυροβλύτου Σίμωνος
τέκνον Πορφύριος ἀχρεῖος χαῖρε σοι κράξει
εἰκόνι Ήρακλείτσης Θωμᾶ αἰτήσει
εὐλαβεστάτου πρεσβυτέρου
1η μηνός Δεκεμβρίου ἐλθόντος.


_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης