Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1766
https://www.proseyxi.com

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Καμαριώτισσαν Σαμοθράκης Empty Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Καμαριώτισσαν Σαμοθράκης

Την / Το Παρ 3 Μάης 2019 - 0:12
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Καμαριώτισσαν Σαμοθράκης

Ποίημα 'Ιερέως Γεωργίου Ι. Γιαλαμά
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Καμαριώτισσαν Σαμοθράκης Kamari10


Εΰλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, είσάκουσον της προσευχής μου, ένώτισαι την δέησίν μου έν τη άληθεία σου, είσάκουσον μου έν τη δικαιοσύνη σου. Και μή είσέλθης είς κρίσιν μετά τοϋ δούλου σου, ότι ού δικαιωθήσεται ενώπιον σου πας ζών. Ότι κατεδίωξεν ό εχθρός την ψυχήν μου έταπείνωσεν είς γήν τήν ζωήν μου. Έκάθισέ με έν σκοτεινοΐς, ώς νεκρούς αίώνος, και ήκηδίασεν έπ’ εμέ τό πνεύμα μου, έν έμοι έταράχθη ή καρδία μου. Έμνήσθην ήμερων άρχαίων, έμελέτησα έν πάσι τοις έργοις σου, έν ποιήμασι των χειρών σου έμελέτων. Διεπέτασα πρός σε τάς χείράς μου ή ψυχή μου ώς γη άνυδρός σοι. Ταχύ είσάκουσόν μου, Κύριε, έξέλιπε τό πνεΰμά μου. Μή άποστρέψης τό πρόσωπόν σου άπ’ έμοΰ, και όμοιωθήσομαι τοΐς καταβαίνουσιν είς λάκκον. Άκουστόν ποίησόν μοι τό πρωΐ τό έλεός σου, ότι έπΐ σοι ήλπισα. Γνώρισόν μοι, Κύριε, όδόν εν ή πορεύσομαι, ότι πρός σέ ήρα την ψυχήν μου. Έξελοΰ με έκ των εχθρών μου Κύριε, πρός σέ κατέφυγον δίδαξόν με τοΰ ποιεΐν τό θέλημά σου, ότι σύ εί ό Θεός μου. Τό Πνεΰμά σου τό άγαθόν οδηγήσει με έν γή ευθεία ενεκεν τοΰ ονόματος σου, Κύριε, ζήσεις με. Έν τή δικαιοσύνη σου, έξάξεις έκ θλίψεως την ψυχήν μου. Καί έν τω έλέει σου έξολοθρεύσεις τούς έχθρούς μου. Και άπολεΐς πάντας τούς θλίβοντας την ψυχήν μου, ότι έγώ δοΰλός σού εΐμι.

]Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὀνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τά Τροπάρια

Ἦχος δ'. Ό ὑψωθείς ἐν τῷ Σταυρῶ.

Τῆ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοί καί ταπεινοῖ, καί προσπέσωμεν ἔν μετανοίᾳ, κράζοντες ἐκ βάθους ψυχῆς Δέσποινα, βοήθησον, ἐφ’ ἡμῖν σπλαγχνισθεῖσα σπεῦσον, ἀπολλύμεθα ὑπό πλήθους πταισμάτων, μή ἀποστρέψῃς σοῦς δούλους κενούς σέ γάρ καί μόνην ἐλπίδα κεκτῄμεθα.

Δόξα...
Τοῦ ἀγίου τῆς ἡμέρας ἤ τοῦ Όσιου Πατρός ἡμῶν Θεοφάνους.

Ὅμοιον.
Τῶν παραδόσεων Κανῶν καί ’Ἐπόπτης, ὅ τῶν εἰκόνων τῶν Ἁγίων προστάτης, τῶν μοναζόντων καύχημα, πτωχῶν ὅ δοτήρ ὧδε ὑπερόριος, ἔν Σαμοθρᾴκῃ τελευτᾷ πλοῦτος χαρισμάτων ὤν καί πηγῇ θαυμασίων καί νοσημάτων ἔστι ἰατρός ὅ Θεοφάνης, ὅ φύλαξ τῆς πίστεως.

Καί νῦν... Εἵς τήν Καμαριώτισσαν. Ὅμοιον.
Τήν ἐπισκέπτριαν ἡμῶν ἀνυμνοῦμεν, τήν θαυματόθρυτον εἰκόνα τιμῶμεν, τάς παρακλήσεις ἄκουσον, ἀγνῇ τῶν πιστῶν, πρόσδεξαι τάς Ἱκεσίας μου, τάς εὐχάς καί τά δάκρυα• αἰτῆσαι πρός Κύριον,  ἀφιέναι πταίσματα καί τήν εἰρήνην δώρησαι ἡμῖν, ἄχρις αἰῶνος, σεπτῇ Καμαριώτισσα.

Ό Ν' (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημα μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιον μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιον Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαι Σε. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσας μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπον Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσιν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὑκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὑκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σίων καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον Σου μόσχους.

Εἶτα: Ό Κανών τῆς Παναγίας τῆς Καμαριωτίσσης,
ού ή Άκροστιχίς" «Υμνώ, μεγαλύνω, Καμαριώτισσαν, Γεώργιος».

Ώδή ἀ'. Ἦχος πλ. δ'. 'Ὑγράν διοδεύσας.

Ὑμνῶ ἐπισκέπτριαν προσφιλῆ, τήν ὑπό ’Ἀγγέλων ὑμνουμένην ἔν οὐρανοῖς τήν ἐπί κυμάτων άφιχθείσαν, τῆς Σαμοθρᾴκης τό θεῖον ἀγλάϊσμα.

Μαρία, ὦ Μῆτερ, χριστιανῶν, τῶν εἰκονομάχων διαφεύγεις τό μοχθηρόν καλῶς κυβερνῶσα σήν εἰκόνα, εἵς Σαμοθρᾴκην ὠθεῖς ἀσφαλέστατα.

Νοσοῦντας ἰᾶται καί τάς ψυχάς, καί τούς ἔν κινδύνοις, διασῴζει καί ναυαγούς σαγήνας πληροῦσα ἁλιέων, τῶν τήν εἰκόνα τιμώντων ἐκ πίστεως.

Ωραίov τό ὄνομα καί γλυκύ, τῆς πολυευσπλάγχνου, τῆς Κυρίας τῶν οὐρανῶν συγγνώμην παράσχου μοι, Παρθένε, τῷ παναθλίου ἱκέτῃ σου, δέομαι.


’Ὠδή γ'. Οὐρανίας ἁψῖδος.
Μεγαλύνω καί ψάλλω, σόν θαυμαστόν όνομα• καί τοϋ παραδόξου σου, Μῆτερ, τῆς ἐπισκέψεως θαυμάτων ὤφθης πηγή, ὅ ἰατήρ νοσημάτων, καί λιμήν σωτήριος, οὖσα, Πανάχραντε.

Ἐκκλησίας ὅ λύχνος, ὅ φωταυγής, Ἄχραντε, τοϋ Θεοῦ καί Λόγου, δοχεῖον τό καθαρώτατον ἤ μόνη ἔν γυναιξί, τῶν ἀρετῶν ἤ ἀκρότης, ἤ μετά τόν Τόκον. Παρθένος ἀμόλυντος.

Γηθοσύνως ὑμνῶ σε. θεοστεφές, Δέσποινα• καί τήν ἱεράν σου εἰκόνα, πίστει ἀσπάζομαι ἔν τῆ ἀγάπῃ τῆ σῇ. ἁμαρτιῶν μου τά πλήθῃ, καί πταισμάτων ἄφεσιν, δίδου τῷ δούλῳ σου.

Ἀποδημίαν οἶδας, τῶν οὐρανῶν ’Ἄνασσα καί τῶν ἀποδήμων ὅ φύλαξ, σύ ἀναδέδειξαι τῶν ἔν θαλάσσῃ καί γῆ, τούς στεναγμούς ἁπαλύνεις, τῶν πιστῶν τό στήριγμα, μόνη, Πανύμνητε.


Διάσωσον, ἀπό κινδύνων τούς δούλους σου, Θεοτόκε, ὅτι πάντες μετά Θεόν, εϊς σέ καταφεύγομεν ὦς ἄῤῤηκτον τεῖχος καί προστασίαν.

Ἐπίβλεψον. ἔν εὐμενείᾳ, Πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.


Αἲτησις καὶ τὸ
Κάθισμα. Ἦχος β'.

Τήν θείαν μορφήν σου, τήν ἱεράν καί παρήγορον ἐδώρησας, ’Ἄχραντε, τήν Καμαριώτισσαν, ἤν προσκυνοῦντες βοώμέν σοι Δέσποινα, λΰτρωσαι ἤμας, καί ἐκ κινδύνων παντοίων καί λοιμῶν, τούς δούλους σου διαφύλαττε.


’Ὠδή δ'. Εἰσακήκοα, Κύριε...
Λαμπροφόρος ἤ ἔλευσις, τῆς σεπτῆς εἰκόνος σου, Καμαριώτισσα• ἀνυμνοῦντες σέ δοξάζομεν. καί ἀσμένως, τό χαῖρε βοώμέν σοι.

Ὑποστᾶσα τήν δίωξιν, Παναγία Πάνσεπτε Καμαριώτισσα• ἔν . τῆ νήσω ἐπεδήμησας, καί προσήνεγκες θεῖον σου Ὄνομα.

Νόες μέλπουσι, Πάναγνε, τῆς φρικτῆς κυήσεως τό μυστήριον προσκυνῶν δε τήν εἰκόνα σου, παρθενίας ὑμνῶ τήν ὡραιότητα.

Ω πανύμνητε Δέσποινα, ταπεινῆς αἰτήσεως μου, εἰσάκουσον ἐκδυσώπησον τόν Κύριον, τοῦ πυρός τῆς γεέννης, ῥυσθῆναι με.


Ώδή ἕ'. Φώτισον ἡμᾶς.
Κύματα δεινά, τήν ψυχήν μου περιελοῦσαν, δι’ ὅ, Παρθένε Μῆτερ, παρακαλώ• τήν σήν γαλήνην, παράσχου μοι, τῷ Ἱκέτῃ σου.

Ἅγιον Θεοῦ, καί ὡραῖον περιβόλαιον, καί παραδείσου κῆπος ὅ ἔν Έδέμ• τάς εὐλογίας παρέχεις, τοῖς δεομένοις σου.

Μήτηρ τοΰ Χριστοῦ, καί Παρθένος ἀναδέδειξαι, συγκυβερνήτις ἄξιος θαλασσῶν καί σωτηρίας ὅ φάρος, Σύ Καμαριώτισσα.

Ἀξιόν ἔστιν, ἀνυμνεῖν τε καί δοξάζειν σε, καί πανοικτίρμονα Υἱόν καί Θεόν, τοῦ παρασχεῖν μοι, τῶν πταισμάτων τήν συγχώρησιν.


Ώδή ς'. Τήν δέησιν έκχεώ
Ῥανίδα μοι τού ἐλέους χάρισαι, τῶν πταισμάτων παριδοῦσα, Παρθένε• τό βδελυρόν τῆς ζωῆς μου γινώσκω, καί τῆς ψυχῆς τά δυσώδη οἰδήματα καί δέομαι τῆς ἀγαθῆς τοΰ βορβόρου τῶν ἔργων μου, ῤΰσαι με.

Ἱκέτευε, ἐκτενῶς πρός Κύριον, καί Αὑτόν παρακαλοῦσα μή παύσῃ ὅτι Μητρός παρακλήσεις ἀκούει, καί τῶν Παθῶν ἀπαλλάττει τούς πταίσαντας καί κράτησόν μου τῆς χειρός τοΰ ῥυσθῆναι με φθορᾶς τόν δείλαιον.

Ὡς ἄριστος, πλοηγός, Πανάχραντε, σήν εἰκόνα κυβερνῶσα ώράθης ὡς λαμπηδών καταυγάζουσα πόντους, καί ὡσεί ναῦς ἔν τῷ ὅρμῳ προσήγγισας καί γέγονας τοῖς πλοηγοῖς, συνοδός, ἀποδήμων τό στήριγμα.

Τήν δέησιν, τῶν πιστῶν σου ἄκουσον, καί γαλήνευσον θαλάσσης τόν σάλον Σύ τάς εύδίας, Παρθένε, χαρίζεις, καί τοΰ πελάγους τόν οὔριον ἄνεμον ἱστίον, οἴαξ πλοηγῶν, σύ πυξίς, σύ καί τρόπις καί ἄγκυρα.


Διάσωσον, ἀπό κινδύνων τούς δούλους σου, Θεοτόκε, ὅτι πάντες μετά Θεόν εἰς σέ καταφεύγομεν, ὦς άρρηκταν τεῖχος καί προστασίαν.

’Ἄχραντε. ἤ διά λόγου τόν Λόγον άνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον ὦς ἔχουσα μητρικήν παρρησίαν.

Μνημόνευσις ὦς εἴθισται. Καί ψάλλεται τό Κοντάκιον
Ἦχος Β'. Αὐτόμελον.

Τήν θείαν μορφήν σου. πανευλαβῶς ἀσπαζόμεθα καί τόν κρατοῦντα Υἱόν σου. ἔν πίστει δοξάζομεν. Μεσίτευσον, Μῆτερ, ὑπέρ ἡμῶν πρός τόν Κύριον καί ταῖς πρεσβείαις, μή διαλίπῃς δεόμενα. Σέ μόνην, μετά Θεόν, προστασίαν κεκτῄμεθα.


Προκείμενον.
Μνησθήσομαι τού ὀνόματος σου ἔν πάσῃ γενεά καί γενεά.
Στίχ. ’Ἄκουσον, Θύγατερ, καί ϊδε, καί κλῖνον τό οϋς σου. καί ἐπιλαθοῦ τού λαοῦ σου, καί τού Οἴκου τού Πατρός σου καί ἐπιθυμήσει ὁ βασιλεύς τού κάλλους σου.

Ἐκ τού κατά Λουκᾶν ἀγίου Εὐαγγελίου, Εὐαγγέλιον (Λουκᾶ A' 39-49,56).

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ ἐπορεύθη εἰς τήν ὀρεινήν μετά σπονδῆς, εἵς πάλιν Ἰούδα καί είσήλ&εν εἵς τόν οἶκον Ζαχαρίου, καί ἠσπάσατο τήν Ελισάβετ. Καί έγένετοῴς ἤκουσεν ἤ Ελισάβετ τόν ἀσπασμόν τῆς Μαρίας,έσκίρτηαε τό βρέφος ἔν τῆ κοιλία αὑτῆς καί ἐπλήσθη Πνεύματος Ἀγίου ἤ Ελισάβετ, καί ἀνεφώνησε φωνή μεγάλη, καί εἶπεν Εὐλογημένη σύ ἔν γυναιξί καί εὐλογημένος ὅ καρπός τῆς κοιλίας σου. Καί πόθεν μοι τοῦτο, ϊνα ἔλθῃ ἤ μήτηρ τοΰ Κυρίου μου πρός με; Ἰδού γάρ, ὦς ἐγένετο ἤ φωνή τοΰ ἀσπασμοῦ σου εἰς τό ὦτα μου, ἐσκίρτησε τό βρέφος ἔν ἀγαλλιάσει ἔν τῆ κοιλία μου. Καί μακαρία ἤ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὑτῇ παρά Κυρίου. Καί εἶπε Μαριάμ Μεγαλύνει ἤ ψυχή μου τόν Κύριον, καί ήγαλλίασε τό πνεῦμα μου ἐπί τῷ Θεῶ τῷ Σωτῆρι μου. "Ὅτι ἐπέβλεψεν ἐπί τήν ταηείνωσιν τῆς δούλης αύτοΰ' ἰδού γάρ ἀπό τοΰ νΰν μακαριοῦσι με πάσαι αἵ γενεαί. Ὅτι ἐποίησε μοι μεγαλεία ὅ Δυνατός καί Ἀγίου τό ὄνομα αύτοΰ. Ἔμεινε δέ Μαριάμ σύν αύτή ώσεί μήνας τρεῖς, καί ὑπέστρεψεν εἵς τόν οἶκον αύτής.

Δόξα σοι, Κύριε, δόξα σοι.

Δόξα.
Πάτερ, Λόγε, Πνεῦμα, Τριάς ἤ ἔν Μονάδι, ἐξάλειψον τά πλήθῃ, τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθῃ, τῶν ἐμῶν ἐγκλημάτων.


Στίχ. Έλέησόν με ὅ Θεός, κατά τo μέγα ἔλεος σου,...
Ἠχός πλ. β'. Προσόμοιον. "Ὀλήν ἀποθέμενοι.

Χαῖρε, ’Ἀειπάρθενε, τῆς Σαμοθρᾴκης τό κλέος, προστασία ἄμαχε. θησαυρέ ἀτίμητε, Καμαριώτισσα τοῖς βροτοῖς πάντοτε δωρεάς παρέχεις, τοῖς νοσοῦσι τά ἰάματα, πηγῇ ἀκένωτος, καί πρός τόν Υἱόν σου μεσίτρια• ’Ἀγγέλων ὑπερέχουσα, καί τῶν οὐρανῶν ἤ βασίλισσα. Θεία εὐλογία, τῶν πίστει προστρεχόντων σοι, Ἀγνῇ, ἔν παρρησία οἶν πρέσβευε, ὑπέρ τῶν ψυχῶν ήμών.

«Σῶσον ὅ Θεός, τόν λαόν σου...».
Κύριε, έλέησον (12κις).

’Ωδή ζ’. Οἵ ἐκ τῆς Ἰουδαίας.

Ἱεράν σου εἰκόνα, ἤν Μῆτερ, ἐδωρήσω, κατασπαζόμεθα Προστάτιν γάρ τῆς νήσου, ταύτην ἔχοντες, πάντες τῷ Τίω σου κραυγάζομεν ὅ τῶν Πατέρων ἡμῶν. Θεός, εὐλογητός εἶ.

Σεβασμίαν εἰκόνα, προσκυνήσωμεν πάντες, τήν θαυματόβρυτον, ἔν πίστει καί ἐλπίδι, καί τήν ἐνδοξοτέραν, ἀνυμνήσωμεν ψάλλοντες• ὅ τῶν Πατέρων ήμών. Θεός, εὐλογητός εἷ.

Σωτηρίας Μεσσίαν, ὄν ἐκύησας, Μῆτερ ἀγνῇ, δυσώπησον τόν "Ἔνα τῆς Τριάδος. Δημιουργόν καί Λόγον, ὄν προσκυνοῦντες ψάλλομεν ὅ τῶν Πατέρων ἡμῶν, Θεός, εὐλογητός εἷ.

Ἀπορρήτως ἀφίκου, ὦς ἠθέλησας, Μῆτερ Θεοχαρίτωτε, καί γέγονας Προστάτις τῆς νήσου διό πάντες τῷ Υίω σου νΰν ψάλλομεν ὅ τῶν Πατέρων ἡμῶν, Θεός, εὐλογητός εἰ.

Ναμάτων θαυμασίων, καταρδεύεις τήν vησov, Θεογεννήτρια• τούς πόνους ἁπαλύνεις, τόν Κύριον πρεσβεύεις δν ὑμνοῦμεν καί ψάλλομεν ὅ τῶν Πατέρων ἡμῶν, Θεός, εὐλογητός εἷ.


Ώδή ἡ'. Τόν βασιλέα τῶν οὐρανῶν.
Γῆς βασιλέα καί οὐρανῶν, τόν Υἱόν σου, ἀνυμνῶ μετ’ ’Ἀγγέλων, Παρθένε• καί δοξολογώ σε, τήν Κεχαριτωμένην.

Ἐνδοξοτέρα ἔν οὐρανοῖς, ἀνεδείχθης, καί αὑτῶν τῶν ’Ἀγγέλων ὑμνοῦμεν καί ὑπερυψοῦμεν τήν μόνην, Θεοτόκον.

Ὡραιοτέρα σύ ἐκ Θεοῦ, έκλεγεΐσα• ὡς Μητέρα Παρθένον, ὑμνοῦμεν καί δοξολογοΰμεν σέ, Κόρη, εἰς αἰῶνας.

Ρεῤῤυπωμένην μου τήν στολήν, τῆς ψυχῆς σύ, ἐκκαθαίρεις, Παρθένε• ὑμνῶ σε, καί δοξολογώ σε, τήν ἄσπιλον Μητέρα.


Ώδή θ'. Κυρίως Θεοτόκον.
Γεραίρω, προσκυνῶ σε, καί καθικετεύω, καί παρακλήσεις ποιοῦμαι σοι, Μῆτερ ἀγνῇ, δοξολογών, Παναγία καί μεγαλύνων σε.

Ἰδοῦσα τάς ὀδύνας, καί τάς ἱκεσίας, μή διακόψῃς πρεσβείας πρός Κύριον καταφυγῇ καί ἐλπίς μου, Θεοχαρίτωτε.

Ὀρθρίζομεν. Παρθένε, καί παρακαλοῦμεν, οἵ Σαμοθρᾴκην οἰκοῦντες, Πανάχραντε, σύν Άσωμάτοις χορείαις, σέ μεγαλύνοντες.

Σωτῆρα, ἔν κινδύνοις, σέ ὁμολογοῦσιν, οἵ διά σοΰ σεσωσμένοι, Παρθένε Ἀγνῇ τήν σήν εἰκόνα τιμῶντες καί μεγαλύνοντες.


Καί εὐθύς
’Ἀξιόν ἔστιν ὦς ἀληθῶς, μακαρίζειν σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί τταναμώμητον, καί μητέρα τοΰ Θεοΰ ήμών. Τήν τιμιωτέραν τῶν Χερουβείμ, καί ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον, σε μεγαλύνομεν.

Τήν ὑψηλοτέραν τῶν οὐρανῶν, καί καθαρωτέραν λαμπηδόνων ἡλιακῶν, τήν λυτρωσαμένην ἡμᾶς ἐκ τῆς κατάρας, τήν Δέσποιναν τοῦ κόσμου, ὕμνοις τιμήσωμεν

Ἀπό τῶν πολλῶν μου ἁμαρτιῶν ἀσθενεῖ τό σῶμα, ἀσθενεῖ μου καί ἡ ψυχή πρός σε καταφεύγω τήν Κεχαριτωμένη ἐλπίς ἀπηλπισμένων, σύ μοι βοήθησον.

Τῆς Καμαριωτίσσης.
Ὑμνῶ ’Ἐπισκέπτην τήν προσφιλῆ, τήν ὑπό ’Ἀγγέλων ὑμνουμένην ἔν ούρανοΐς• τήν ἐπί κυμάτων θαλάσσης άφιχθεΐσαν, τήν Δέσποιναν τοΰ κόσμου, τήν Καμαριώτισσαν.

Ἄσπιλε, ἀμόλυντε καί άγνή, θείαν σου εἰκόνα, επισκέπτιν τήν προσφιλή• τήν διασωθεῖσαν ἐκ τῶν εἰκονομάχων, ἔν πίστει προσκυνοῦντες, σε μεγαλύνομεν.

Ἔχομεν ὑπέρμαχον κραταιάν, τῆς Καμαριωτίσσης, τήν εἰκόνα τήν ἱερόν τήν θαυματουργοῦσαν σημείοις ἀενάως, καί φύλακα τῆς νήσου, κλέος λαμπρότατον.

Εἰς τήν ἐπίσκεψιν τῶν ’Ἀποστόλων.
Χαίρετε, ’Ἀπόστολοι, τοῦ Χριστοῦ, οἵ πνευματοφόροι καί διδάσκαλοι τῶν ἐθνῶν οἵ τήν Σαμοθρᾴκην ἔν ταῖς ὁδοιπορίαις, ποσίν ήμών ἁγίοις, ἐπισκεψάμενοι.

Εἰς τόν "Ὅσιον Θεοφάνην.
Χαίροις ὅ ὑπέρμαχος ἀθλητής, τῶν εἰκονομάχων, αὐστηρότατος ελεγκτής• Σύ τήν Σαμοθρᾴκην πληροῖς ἔν εὐλογίαις, Θεόφανες, πλουσίους, ἔν τῆ κοιμήσει σου.

Εἰς τούς πέντε Νεομάρτυρας (ὑπό Μοναχοῦ ’Ἰακώβου, 1843).
Σαμοθρᾴκης νήσου γόνους λαμπρούς, καί τῆς χώρας Μάκρης, μέγα κλέος τε καί φρουρούς καί τῶν ἀσθενούντων ἰατρούς τε καί ῥύστας, τούς πέντε μεγαλάθλους, ἀνευφημήσωμεν.

Εἵς τούς ἀνωνύμους Νεομάρτυρας.
Μνήμην ἑορτάζομεν ἀθλητῶν, φάλαγγα γενναίων, τῶν ἀξίως ὑπέρ Χριστοῦ, αἵμασι φοινίξαντες τῆ νήσω Σαμοθρᾴκῃ, τήν πίστιν δε Πατέρων, μή ἀρνησάμενοι.

Πᾶσαι τῶν ’Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Άποστόλων ἤ δωδεκάς οἵ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα' τό Τροπάριον τοΰ Ἀγίου τῆς ἡμέρας καί τῆς Παναγίας τῆς Καμαριοτίσσης.

Ἦχος δ'. Πρός τό Κανόνα πίστεως...

Λιμένα εὔδιον, καί λειμῶνα σωτήριον, ἰατρεῖον ἀδάπανον ἀνέδειξας τήν εἰκόνα σου, τῶν ἁλιέων τό εὕρημα διά τοῦτο ὑμνῶ σε, μετ’ ἐγκωμίων τε καί ᾠδῶν, καί θερμῶν παρακλήσεων Μῆτερ τῶν πιστῶν, Καμαριώτισσα• πρέσβευε τῷ σῶ Υἱῷ καί Θεῶ, τοΰ σῶσαι τάς ψυχάς ἡμῶν.


’Ή τό τοῦ πλ. ἀ' ἤχου  Τόν Συνάναρχον Λόγον
Σεβασμίαν εἰκόνα τῆς Θεομήτορος, τήν ἐν θαλάσσῃ ὀφθεῖσαν, ὡς έπισκέπτιν ήμών, προσκυνοῦμεν εὐλαβῶς καί ἀσπαζόμεθα ὅτι ηὐδόκησεν ἐλθεῖν. άπαλλάξαι τῶν δεινῶν καί λΰτρωσιν ἡμῖν δοῦναι καί παρέχειν τήν προστασίαν, καί ἐκ κινδύνων διασῴζειν ἡμᾶς.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν το ἑξῆς

’Ἠχός β'.  Ὅτε ἐκ τοῦ ξύλου.

Πάντων προστατεύεις, Ἀγαθῇ, τῶν καταφευγόντων ἔν πίστει τῆ κραταιᾷ σου χειρί ἄλλην γάρ ούκ ἔχομεν ἁμαρτωλοί πρός Θεόν ἔν κινδύνοις καί θλίψεσιν ἀεί μεσιτείαν, οἵ κατακαμπτόμενοι ὑπό πταισμάτων πολλῶν, Μῆτερ τοΰ Θεοῦ τοΰ Ὑψίστου, ὅθεν σοί προσπίπτομεν ρΰσαι πόσης περιστάσεως τούς δούλους σου.

Πάντων θλιβομένων ἤ χαρά καί ἀδικουμένων προστάτις, καί πενομένων τροφῇ, ξένων τε παράκλησις καί βακτηρία τυφλῶν, ἀσθενοῦν τῶν ἐπίσκεψις, καταπονουμένων σκέπη καί ἀντίληψις καί ὀρφανῶν βοηθός, Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου, σύ ὑπάρχεις' Ἄχραντε, σπεῦσον, δυσωποῦμεν ῥύσασθαι τούς δούλους σου.

Τῆς Καμαριωτίσσης. Ὅμοια.
Ὅτε, τῶν εἰκόνων διωγμός καί εἰκονοκλάσται ἠπείλουν τήν Ἱεράν σου μορφήν, τότε εἰς τήν θάλασσαν ταύτην ἀπέθεντο, πόντους δε διαπλεύσασα, καταλάμπουσα ᾖκεν αὑτῇ καί προσώρμητο νήσῳ ἔν τῆδε ἡμῶν ὅθεν ἐκπληττόμενοι πάντες, χαίροντες ἀνυμνοῦν τό θαῦμα, τῆς σεπτῆς ἐφόδου σου, Πανάμωμε.

Ὤφθη, ἔν θαλάσσῃ, φωτεινῇ καί, ποντοποροῦσα αἰσίως, ἤ ἱερά σου είκών Μῆτερ ἀειπάρθενε, ὦς ναῦς πλησίστιος καί τήν νῆσον κατέλαβες, καί φύλαξ ἐγένου. σκέπη καί κραταίωμα, ὦ Καμαριώτισσα. "Ὅθεν ἀγαλλόμενοι πάντες, πίστει σοι προσᾴδομεν, χαῖρε. τῆ φιλοφρονήσει σου. Πανάχραντε.

Χαῖρε, Καμαριώτισσα σεπτῇ, χαῖρε ἐπισκέπτης ἤ θεῖα, χαῖρε ἐλπίς τῶν πιστῶν χαῖρε θαυματόβρυτος πηγῇ ἀκένωτος σοῖς έκπλύνουσα νάμασι ψυχῶν τε τούς ῥύπους καί σωμάτων τραύματα ἐξυγιαίνουσα ὅθεν εὐσεβάστως βοῶ σοι, χαῖρε τάς ἐλπίδας μου, πάσας ὅτι σοι ἀνέθηκα, Πανάμωμε.


Δέσποινα, πρόσδεξαι τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Τήν πᾶσαν ἐλπίδα μου εἰς σέ ἀνατίθημι, Μήτηρ, τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην σου.



Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.
’Ἀμήν.



_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης