Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1766
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον Δεσπότη Χριστόν Υπέρ των μαθητών των υποκειμένων εις εξετάσεις Empty Παρακλητικός Κανών εις τον Δεσπότη Χριστόν Υπέρ των μαθητών των υποκειμένων εις εξετάσεις

Την / Το Τετ Μάης 22, 2019 1:12 am
Παρακλητικός Κανών εις τον Δεσπότη Χριστόν Υπέρ των μαθητών των υποκειμένων εις εξετάσεις

Ποίημα Αρχιμανδρίτου Ίωήλ Φραγκάκου.

Παρακλητικός Κανών εις τον Δεσπότη Χριστόν Υπέρ των μαθητών των υποκειμένων εις εξετάσεις Jesusc10

Εὐλογήσαντος τοϋ ἱερέως ἀρχόμεθα άναγινώσκοντες τόν ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησιν μου ἔν τῆ άληθεία σου, εἰσάκουσον μου ἔν τῆ δικαιοσύνη σου. Καί μή εἰσέλθῃς εἵς κρίσιν μετά τοϋ δούλου σου, δτι οὗ δικαιωθήσεται ἐνώπιον σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὅ ἐχθρός τήν ψυχήν μου ἐταπείνωσεν εἵς γῆν τήν ζωήν μου. Ἐκάθισε με ἔν σκοτεινοῖς, ὦς νεκρούς αἰῶνος, καί ήκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἔν έμοι ἐταράχθη ἤ καρδία μου. Ἐμνήσθην ήμερων ἀρχαίων, ἐμελέτησα ἔν πᾶσι τοῖς ἔργοις σου, ἔν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σε τάς χείράς μου ἤ ψυχή μου ὦς γῆ ἄνυδρος σοι. Ταχύ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μή ἀποστρέψῃς τό πρόσωπον σου ἀπ’ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἵς λάκκον. Ἀκουστόν ποίησόν μοι τό πρωΐ τό έλεός σου, ὅτι ἐπί σοι ἤλπισα. Γνώρισον μοι, Κύριε, όδόν ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρός σέ κατέφυγον δίδαξόν με τοΰ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἷ ὅ Θεός μου. Τό Πνεῦμα σου τό ἀγαθόν ὁδηγήσει με ἔν γῆ εὐθείᾳ ἕνεκεν τοΰ ὀνόματος σου, Κύριε, ζήσεις με. Ἔν τῆ δικαιοσύνη σου, έξάξεις ἐκ θλίψεως τήν ψυχήν μου. Καί ἔν τῷ έλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί άπολεΐς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος σοῦ εΐμι.

Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἀ'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος Β'. Πάντα τά ἔθνη ἐκύκλωσαν με, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὑτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος Γ'. Παρά Κυρίου ἐγένετο αὕτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὀ Τροπάριo

Ἦχος δ'. Ὅ ὑψωθείς ἔν τῷ Σταυρῶ.

Ὡς άγαθόδωρος Δεσπότης Χριστέ μου, καί χορηγός τῶν ὑπέρ νοῦν χαρισμάτων, Σοφία τοϋ σέ Φύσαντος ἀπέραντος, δώρησαι τοῖς δούλοις σου, μαθηταῖς τήν σήν ῥῶσιν, ϊνα τήν ἐξέτασιν, καί τήν πᾶσαν παιδείαν, ἔν τῆ ἑκάστου Κύριε σχολή, ἔν ἐπιστήμῃ καί γνώσει ποιήσωσι.

Δόξα. Ὅμοιον Καί νῦν. Θεοτοκίον
Οὗ σιωπήσωμεν ποτέ Θεοτόκε, τάς δυναστείας σου λαλεῖν ὁΐ ἀνάξιον εΐμή γάρ σύ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο, ἐκ τοσούτων κινδύνων; τίς δέ διεφύλαξεν, ἕως νϋν ἐλευθέρους; ούκ ἀποστῶμεν Δέσποινα ἐκ σοΰ· σούς γάρ δούλους σῴζεις, ἀεί ἐκ παντοίων δεινῶν.

Ὅ Ν' (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημα μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιον μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιον Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαι Σε. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσας μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπον Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσιν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὑκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὑκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σίων καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον Σου μόσχους.

Καί ὅ κανών οὗ ἤ ἀκροστιχίς
«Χάριν δός τοχς σπουδασταῖς Κύριε. Ίωήλ»

’ᾨδή 'α'. Ἦχος πλ. δ'. Ὑγράν διοδεύσας.

Χαρίτωσον Δέσποτα Ἰησοῦ, τόν νοῦν τῶν σῶν νέων, τού εἰδέναι τό θαυμαστόν, καί θεῖον σου θέλημα ἔν πᾶσι, τοῖς ἐπιγείοις αύτών ἀγωνίσμασι.

Απαύστως Πανάγαθε Ἰησοῦ, όδήγει τούς νέους, πρός τόν δίαυλον ἀρετῆς, τά νέφη σκεδάζων ἀγνωσίας, ἐκ τοΰ νόος καί ψυχῆς αύτών τάχιστα.

Ῥωσθείς τῆ δυνάμει σου Ἰησοῦ, χορός σπουδαζόντων, τήν ἐξέτασιν τήν δεινήν, ἐλπίζει ῥᾳδίως προσπελάσαι, εἷ καί σοφίσεις αύτών τήν διάνοιαν.

Θεοτοκίον
Ἰσχύς σπουδαζόντων καί ἀρωγῇ, ὑπάρχουσα ὄντως, μή παρίδῃς τάς εὐλαβεῖς, αἰτήσεις αύτών πρός ἀριστείαν,
ἔν τοῖς μαθήμασι μῆτερ πανύμνητε.


’ᾨδή γ'. Οὐρανίας ἁψῖδος.
Νυσταγμόν ἀμελείας, θεοπρεπῶς Δέσποτα, ἄπωσον ἐκ τῶν ὑπό κρίσιν, σπουδῶν τεκνίων σου, καί τούτοις χάρισαι, τόν φωτισμόν τῆς καρδίας, τοϋ νόος τήν κάθαρσιν, καί τήν ἐγρήγορσιν.

Δειλαιότητος ῥῦσαι, τούς ἐπί σέ βλέποντας, νέους καί νεάνιδας πάσας, τῆς Ἐκκλησίας σου, κατά τήν νόμιμον, τῶν μαθημάτων κατ’ ἔτος, κρίσιν καί ἐξέτασιν, Χριστέ γλυκύτατε.

Οἰκτιρμοῖς οὐρανίοις, νεανικόν ὅμιλον, τῶν πολυπληθῶν σπουδαζόντων, Σῶτερ ένίσχυσον, ὦς ἄν τόν τάραχον, τῶν ψυχικῶν ἀλγηδόνων, καί σωμάτων κάματον, διασκεδάσωσι.

Θεοτοκίον
Σωτείρᾳ μου Παρθένε, ἔν χαλεπαῖς κρίσεσι, φάνηθι ἐμοῖ τῷ σῶ τέκνῳ, νυνί σπουδάζοντι, καί δός πρεσβείαις σου, ἐπιτυχῶς διαπλεῦσαι, μαθημάτων πέλαγος, τό πολυκύμαντον.


Διάσωσον, ὦ Πολυέλεε Σῶτερ πάντας, ἐκ τῶν σκανδάλων τῶν μαθημάτων τούς δούλους σου, τούς ἐπ’ ἐλπίδι κρειττόνων ἐσπουδακότας.

Ἐπίβλεψον ἔν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν τού σώματος κάκωσιν, καί Ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.


Αἴτησις, καί τό Κάθισμα.
Ἦχος β'. Πρεσβεία Θερμή.

’Ἀνδρείας πνοήν, καί γνῶσιν ἀκαταίσχυντον, καί θάρσος ψυχῆς, καί γνώμης τήν ὀρθότητα, τῆ νεολαία Κύριε, τῷ άπείρω μή παύσῃ έλέει σου, ἔν τοῖς καιροῖς τῆς κρίσεως διδούς, τῶν μαθημάτων αύτών ὦς φιλάνθρωπος.


Ώδή δ'. Εἰσακήκοα Κύριε.
Τόν καιρόν τῆς ἐτάσεως, τῶν ὑποψηφίων πρός τά ἱδρύματα, τά ἀνώτατα καί Λύκεια, κούφισον Χριστέ μου ἐνεργείαις σου.

Ὁ ἐχθρός ὅ παμπόνηρος, τήν μαθητιῶσαν ὀχλεῖ νεότητα, ἀλλά τούτου τά φρυάγματα, σύντριψον Χριστέ μου τῷ σῶ νεύματι.

Ἰοβόλα νοήματα, καί ψυχοβλαβῆ Χριστέ ἀποσόβησον, ἀκηδίας ἐκ τῶν δούλων σου, τῶν ὑποψηφίων πρός ἐξέτασιν.

Θεοτοκίον
Σωτηρίας ἤ πρόξενος, ἀνεδείχθης μῆτερ Χριστόν τόν πάνσοφον, ἤ τεκοῦσα τήν νεότητα, τήν μαθητιῶσαν περιφρούρησον.


Ώδή ἕ'. Φώτισον ἡμᾶς.
Σόφισον Χριστέ, ἀοράτως τάς νεάνιδας, καί τούς νέους ταῖς βολαῖς τῶν ἀστραπῶν, τῆς Θεότητος τῆς σής κατά τήν ἔτασιν.

Πρόθυμον σπουδήν, πρός μελέτην καί έμπέδωσιν, τῆ νεότητι χορήγησον Χριστέ, ὦς πηγῇ τῶν δωρεῶν ἤ ἀνεξάντλητος.

Όμβρισον Χριστέ, τάς ῥανίδας τῆς σοφίας σου, ἔν τῆ γῆ τῆ ἀγαθῇ τῶν μαθητῶν, ϊνα γένηται καρπός αύτοΐς σωτήριος.

Θεοτοκίον
Ὕψωσον τόν νοῦν, μαθητῶν έξαπογνώσεως, πρό τοΰ χρόνου τῆς ἐτάσεως ἀγνῇ, τῶν κρειττόνων μαθημάτων ταῖς πρεσβείαις σου.


Ὢδή στ'. Τήν δέησιν.
Διόρθωσον, Ἰησοῦ μου πάνσοφε, τήν διάνοιαν τῶν νέων ἀνθρώπων, τῶν πρός τήν κρείττονα Σῶτερ παιδείαν,
ὑποψηφίων ἐκ πάσης στενώσεως, καί ἐκ παγίδων χαλεπῶν, τῆς συγχύσεως, ζάλης καί θλίψεως.

Ἀπέλασον, ταχινῶς τά σκάνδαλα, τά κωλύοντα τήν εἴσοδον Σῶτερ, πρός τάς σχολάς τῆς βροτείου σοφίας, τῶν εὐελπίδων ἀνθρώπων καί πρόφθασον, τάς θλιβερᾶς ἐπιπλοκάς, ἔν τῷ χρόνῳ αὐτῶν τῆς παιδεύσεως.

Συνέσεως, τῷ φωτί καταύγασον, τήν φιλόυλον χορείαν τῶν νέων, ἔν τῷ έμμένειν στερρῶς Ἰησοῦ μου, εἵς τήν ἐκμάθησιν πάσης τῆς γνώσεως, τῆς δυναμένης πρός Σχολάς, εὐχερῶς ὁδηγῆσαι τάς κρείττονας.

Θεοτοκίον
Τόν τόκον σου, εύραμένη πρόπαλαι, ἔν τῷ μέσῳ τῶν σοφῶν διδασκάλων, ἐπερωτῶντα αὑτούς ἔν φρονήσει, μή διαλίπῃς νυνί ἱκετεύουσα, ὑπέρ τῶν νέων Μαριάμ, τῶν ζητούντων τήν γνῶσιν τήν ἔμφρονα.


Διάσωσον, ὦ Πολυέλεε Σῶτερ πάντας, ἐκ τῶν σκανδάλων τῶν μαθημάτων τούς δούλους σου, τούς ἐπ’ ἐλπίδι κρειττόνων ἐσπουδακότας.

Ἄχραντε ἤ διά λόγου τόν Λόγον άνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυ- σώπησον, ὦς ἔχουσα μητρικήν παρρησίαν.


Αἴτησις καί τό Κοντάκιον.
Ἦχος β'. Τοῖς τῶν αἱμάτων σου ῥείθροις.

Τοϋ Προανάρχου Πατρός συναΐδιος, καί ἤ Σοφία αὐτοῦ ἤ Παντέλειος, τῶν σπουδαστῶν τήν χορείαν προστάτευσον, ἐκ φρενοβλάβης καί πάσης κακώσεως, καί πλάνης τοῦ πλάνου ἀλάστορος.


Προκείμενον.
Αλεύσατε τῷ Κυρίῳ ἔν φόβῳ καί άγαλλιάσθε αύτω ἔν τρόμῳ.
Στίχος. Δράξασθε παιδείας μήποτε όργισ&ϋ Κύριος.

Εὐαγγέλιον έκ τοῦ κατά Λουκᾶν (κεφ. 6', 41-52).

Τῷ καιρῶ ἐκείνῳ ἐπορεύοντο οἱ γονεῖς τοϋ Ἰησοῦ κατ’ ἔτος εἰς Ἱερουσαλήμ τῆ έορτή τοῦ Πάσχα. Καί ὅτε ἐγένετο ἐτῶν δώδεκαᾴναβάντων αὑτῶν εἵς Ἱεροσόλυμα κατά τό ἔθος τῆς ἑορτῆς καί τελειωσάντων τάς ημέρας,έν τῷ ύποστρέφεχν αὑτούς ύπέμεινεν Ἰησοῦς ὅ παῖς ἔν Ἱερουσαλήμ καί ούκ ἔγνω ’Ιωσήφ καί ἤ μήτηρ αύτοϋ. Νομίσαντες δε αὑτόν ἔν τῆ συνοδεία εἷναι, ἦλθον ἡμέρας ὀδόν καί ἀνεζήτουν αὑτόν ἔν τοῖς συγγενέσι καί ἔν τοῖς γνωστοῖς· καί μή εὑρόντες αὑτόν ὑπέστρεψαν εἰς Ἱερουσαλήμ ζητοῦντες αὑτόν. Καί ἐγένετο μεθ’ ἡμέρας τρεῖς εὑρόν αύτόν ἔν τῷ Ἱερῷ καθεζόμενον ἔν μέσῳ τῶν διδασκάλων καί ἀκούοντα καί ἐπερωτῶντα αύτούς ἐξίσταντο δέ πάντες οἱ ἀκούοντες αὐτοῦ ἐπί τῆ συνέσει καί ταῖς ἀποκρίσεσιν αὐτοῦ. Καί ἰδόντες αὐτόν ἐξεπλάγησαν, καί πρός  αὐτόν ἤ μήτηρ αὐτοῦ εἶπε· Τέκνον, τί ἐποίησας ἡμῖν οὕτως; Ἰδού ὅ πατήρ σου ; κἀγώ ὀδυνώμενοι ἐζητοῦμεν σε. Καί εἶπε πρός αύτούς· Τί ὅτι ἐζητεῖτε με; Ούκ ᾔδειτε ὅτι ἔν τοῖς τοΰ πατρός μου δεῖ εἷναι με; Καί αὐτοί οὗ συνῆκαν τό ῥῆμα ὅ ἐλάλησε αὐτοῖς. Καί κατέβη μετ’ αὑτῶν καί ἦλθεν εἵς Ναζαρέτ, καί ἤν ὑποτασσόμενος αύτοίς. Καί ἤ μήτηρ αὐτοῦ διετῆ ῥεῖ πάντα τά ῥήματα ταϋτα ἔν τῆ καρδία αὑτῆς. Καί Ἰησοῦς προέκοπτε σοφία καί ἡλικίᾳ καί χάριτι παρά Θεῶ καί άνθρώποις.

Δόξα.
Πάτερ Λόγε Πνεῦμα Τριάς ἤ ἔν Μονάδι ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νΰν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις ἐλεῆμον ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.


Προσόμοιον.
Ἦχος πλ. β'. Ὅλην ἀποθέμενοι.
Ἐλεῆμον έλέησόν με ὅ Θεός...

Γνῶσιν τήν ψευδώνυμον, καί μωρολόγων ἀπάτην, τοῦ νόος τήν τύφωσιν, φιλοσόφων καύχησιν τήν ἀδόκιμον, ἀπρεπῆ ῥήματα, καί Σατάν ἰδέας, ἀθεΐας τά διδάγματα, Χριστέ διάλυσον, ἐκ τῶν καρδιῶν τῶν τεκνίων σου, τῶν πίστει προσκυνούντων σε, καί ἐξαιτουμένων βοήθειαν, ἶνα εύθυπόρως, τήν τρίβον βαδιοῦνται τήν στενήν, τῆς ἐπιστήμης καί πίστεως, Κύριε μακρόθυμε.

Σῶσον ὅ Θεός τόν λαόν σου....

Ώδή ζ'. Oi ἐκ τῆς Ἰουδαίας.

Ἀνεπίληπτον βίον, παιδευμάτων τήν γνῶσιν, σεμνοπρεπῆ ἀγωγήν, ἀγάπην πρός πλησίον, εὐθύτητα ἔν τρόποις, καί διάνοιαν ἄμεμπτον, οἵ μαθηταί παρά Σοῦ, αἰτοῦσιν Ἰησοῦ μου.

Ἰσχυρούς Ἰησοῦ μου, ἔν τῷ ἤθει καί γνώσει, τῶν φοιτητῶν τόν χορόν, τῆ θεία σου δυνάμει, ἔν κρίσει μαθημάτων, εὐμενῶς σύ κατάστησον, ἶνα τοῦ βίου καλῶς, διέλθωσι τούς χρόνους.

Συστροφάς διανοίας, κωλυούσας ἀλόγως τῶν μαθητῶν πλοκήν, ἀνάπτυξιν Χριστέ μου, ἐν τῆ ὤρα ἐξετάσεως, τῶν νεαρῶν μαθητῶν, διάλυσον ταχέως.

Θεοτόκιον
Κραταιᾷ προστασία, Θεοτόκε Παρθένε, τῶν μαθητῶν ἀληθῶς, ὑπάρχεις ταῖς εὐχαῖς σου, καί τῶν αὑτῶν τοκέων, παραμύθιον ἄριστον, ὅθεν μή παύσῃ ποτέ, αὑτούς ἐπευλογοῦσα.


Ὢδή η΄. Τόν Βασιλέα.
Ὑπό τήν σκέπην,  τῶν οἰκτιρμῶν σου ἐλπίζει, ἤ χορεία σπουδαζόντων τάς εἰσόδους, πρός σχολάς ποιήσαι, τῆς γνώσεως Χριστέ μου.

Ρερυπωμένοι, ἁμαρτιῶν ταῖς κηλῖσιν, ἐπί σε ἐπεστηρίχθημεν Σωτήρ μου, μή ἐάσῃς μόνα, τῶν μαθητῶν τά πλήθη.

Ἰδόντες πάντες, τῶν δωρεῶν σου τό πλῆθος, ἱκετεύομεν ὑπέρ τῆς νεολαίας, τῆς ἐπί τά κρείττω, θελούσης ἀναβῆναι.

Θεοτοκίον.
Ἐπιμονῆς τε, ἔν τοῖς μαθήμασι Κόρη,  χρείαν ἔχουσι νεάνιδες καί νέοι, ὄθεν ταῖς λιταῖς σου, αὐτοῖς παράσχου ταῦτα.


Ώδή θ'. Κυρίως Θεοτόκον.
Ἰδεῖν τῆς νεολαίας, Σῶτερ ἀγωνίαν, τῶν ἐξετάσεων πάντες δεόμεθα, καί παρασχεῖν τήν ἐλπίδα, αὑτῇ Φιλάνθρωπε.

Ὦς πάλαι τῷ Εὐνούχῳ, διά τοῦ Φιλίππου, τήν ἀληθῇ ἑρμηνείαν ἐδώρησας, οὕτω καί νῦν τήν μελέτην, τοῖς νέοις χάρισαι.

Ἤ πᾶσα νεολαία, προσδοκᾷ Χριστέ μου, ἐπιτυχίας κομῖσαι ὠφέλειαν, ἐκ τῶν ποικίλων ἀγώνων, αὑτῆς τῆ ῥώμη σου.

Θεοτοκίον.
Λαλήσαι εἰς τά ὦτα, μαθητῶν καί νέων, τά ἀκριβῆ καί τά ἄριστα Πάναγνε, κατά τήν ὤραν αἰτοῦμεν, τῶν ἐξετάσεων.


’Ἀξιόν ἔστιν ὦς ἀληθῶς, μακαρίζειν σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί τταναμώμητον, καί μητέρα τοΰ Θεοΰ ήμών. Τήν τιμιωτέραν τῶν Χερουβείμ, καί ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον, σε μεγαλύνομεν.

καί τά παρόντα Μεγαλυνάρια.
Σῶτερ Ἰησοῦ μου, πάρεσο νῦν, καί δίδου τήν ῥῶσιν, καί τήν γνῶσιν τήν ἀληθῇ, τῆ μαθητιώσῃ, σεμνῇ σου νεολαία, ἶνα τάς ἐξετάσεις, ποιήσῃ ἄριστα.

Ἄγχος τῆς καρδίας τό χαλεπόν, συνοχήν τήν ἔσω, τῶν δυνάμεων τῆς ψυχῆς, τήν ἀπελπισίαν, Χριστέ τῆς νεολαίας, ἀπέλασον ἔν ὤρα, τῶν ἐξετάσεων.

Ἄνωθεν παράσχου τοῖς μαθηταῖς, τοῖς ἁμιλλωμένοις, τήν σήν χάριν καί ἀρωγήν, ΐνα ἐπαξίως, ἀνοίξωσι τάς πύλας, τοῦ Πανεπιστημίου, Χριστέ γλυκύτατε.

Πᾶσι τοῖς γονεῦσι τῶν μαθητῶν, καί τοῖς διδασκάλοις, ἱερεῦσι πνευματικοῖς, πόρισον πλουσίως, τῆς προσευχῆς τό δῶρον, ὑπέρ τῆς νεολαίας, Χριστέ μου πάνσοφε.

Μέμνησο τῶν δούλων σου μαθητῶν, τῶν έταζομένων, Ἰησοῦ μου παμβασιλεῦ, ἔν τῆ ἀναπτύξει, τῆς γνώσεως ἑκάστου, καί δός κατά τήν χρείαν, αὐτῶν τά πρόσφορα.

Ἅγιοι πανένδοξοι ἀθληταῖς, ’Ἀπόστολοι θείοι, Ιεράρχες θεοειδεῖς, Μῆτερ τοῦ Δεσπότου, πρεσβεύετε Κυρίῳ, ὑπέρ ἐπιτυχίας, τῶν νέων πάντοτε.

Πᾶσαι τῶν ’Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἤ δωδεκάς οἵ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καί τό παρόν ἀπολυτίκιον.’ Ἦχος πλ. δ'.
Εὐλογητός εἷ Χριστέ ὅ Θεός ἡμῶν, ὅ πανσόφους τούς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τό Πνεῦμα τό Ἅγιον, καί δι’ αὐτῶν τήν οἰκουμένην σαγηνεύσας, Φιλάνθρωπε δόξα σοι.

Εἶτα ἤ συνήθης ἐκτενής καί ἔν ταῖς αἰτήσεσι καί ἤ παροῦσα.

Ἔτι δεόμεθα ὑπέρ ἐπιτυχίας καί ἀριστεύσεως τῶν μαθητῶν, σπουδαστῶν καί νέων ἔν ταῖς ἐξετάσεσιν αύτών καί ὑπέρ τού ἐλθεῖν Κύριον τόν Θεόν βοηθόν ἔν ταῖς προσπαθείαις καί τοῖς άγώσιν αύτών.

Εἶτα τήν παροῦσαν εὐχήν

Τοῦ Κυρίου δεηθῶμεν.
Κύριε Ἰησοῦ Χριστέ, Υἱέ καί Λόγε τοῦ Θεοῦ τοῦ ζῶντος, ἤ Σοφία τοῦ ἀνάρχου Πατρός, ἤ πηγή καί ὅ χορηγός τῆς γνῶσέως, ὅ πανσόφως δημιουργήσας τά ὄντα καί τόν ἄνθρωπον, ὅ τούς ἀγραμμάτους ἁλιεῖς σοφίσας καί αὐτούς μαθητάς Σου καί ’Ἀποστόλους καί κήρυκας τοῦ Εὐαγγελίου Σου ἔν τῆ οἰκουμένη ἀναδείξας, ὅ δούς τοῖς μάρτυσι καί τοῖς ἁγίοις Σου λόγον ἀγαθόν ἔν ἀνοίξει τοῦ στόματος αὐτῶν, ὅ εἰδώς ἕκαστον ἐκ κοιλίας τῆς μητρός αὐτοῦ, ὅ κατευθύνων ὀρθῶς πρός τό συμφέρον ἑκάστου τήν διάνοιαν τῶν ἀνθρώπων, ὅ Κύριος καί Θεός ἡμῶν, ἔπιδε ἰλεῷ Σου ὄμματι ἐπί τήν χορείαν τῶν μαθητῶν τῶν προσιόντων εἰς τήν κατ’ ἔτος ἐξέτασιν τῶν μαθημάτων αὐτῶν καί προσδοκώντων τήν προαγωγήν αὐτῶν καί τήν εἴσοδον ἔν ταῖς κρείττοσι σχολαῖς καί ένίσχυσον αὑτούς. Ἀπέλασον ἀπ’ αὑτῶν πᾶσαν κακόνοιαν, ἀγνωσίαν, ῥαθυμίαν τε καί ἀπόγνωσιν. Φώτισον αὑτῶν τόν νοῦν εἵς τό εἰδέναι ἕκαστος τήν ὀρθότητα τῶν σκέψεων καί τῶν γραφομένων αὐτοῦ ἔν ταῖς έξετάσεσιν.Άνάδειξον, Κύριε, πάντας τούς ὑποψηφίους διά τάς ἀνωτέρας καί ἀνωτάτας Σχολάς ἀξίους τοῦ θελήματος Σου καί ἐργάτας τῶν ἐντολῶν Σου. Ὅτι σύ εΐ τῶν νέων ὅ πιστός φίλος καί ὅ ἀδελφός πάντων τῶν ἀνθρώπων τῶν ἐλπιζόντων ἐπί τό ἔλεος Σου καί σοί τήν δόξαν ἀναπέμπομεν σύν τῷ ἀνάρχῳ σου Πατρί καί τῷ Παναγίῳ καί ζωοποιῶ Σου Πνεύματι νῦν καί ἀεί καί εἵς τούς αἰῶνας τῶν αἰώνων. ’Ἀμήν.

Ἀπόλυσις καί τό παρόν Προσόμοιον.

’Ἠχός β'.  Ὅτε ἐκ τοῦ ξύλου...

Πάνσοφε Χριστέ μου Ἰησοῦ, ἡ πηγῇ τῆς ὄντως σοφίας, τούς μαθητεύοντας, φώτισον δεόμεθα, ταῖς ἐνεργείας σου ὅπως ἔχωσιν ἅπαντες, ἐν τῆ ἐξετάσει, νοῦν ὀξύν καί γρήγορον, εἰς τό συγγράψασθαι, πάσας τά ὀρθάς ἀποκρίσεις, ἐν ταῖς ἐρωτήσεσι Σῶτερ, ταῖς ὑποκειμέναις αὑτοῖς πάντοτε.


Δέσποινα, πρόσδεξαι τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Τήν πᾶσαν ἐλπίδα μου εἰς σέ ἀνατίθημι, Μήτηρ, τοΰ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην σου.



Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν ἐλέησον ἡμᾶς.
Ἀμήν.




_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης