Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1731
https://www.proseyxi.com

Παρακλητικός Κανών των Οσίων Παισίου Αγιορείτου και Αρσενίου του Καππαδόκου Empty Παρακλητικός Κανών των Οσίων Παισίου Αγιορείτου και Αρσενίου του Καππαδόκου

Την / Το Παρ Μάης 24, 2019 12:33 pm
Φήμη μηνύματος : 100% (1 ψήφοι)
ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΤΩΝ ΟΣΙΩΝ ΠΑΪΣΙΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ ΚΑΙ ΑΡΣΕΝΙΟΥ ΤΟΥ ΚΑΠΠΑΔΟΚΟΥ

Ἡ παροῦσα Ἀκολουθία ἔχει ἐρανησθῆ, διὰ τὰς ἀνάγκας τῆς ἐνορίας ἡμῶν, ἐκ τῶν Παρακλητικῶν Κανόνων τῆς Ἱερᾶς Μονῆς Ἰωάννου τοῦ Θεολόγου Σουρωτῆς, τοῦ π. Ἀθανασίου Σημονοπετρίτου
καὶ τοῦ Σεβ. Μητροπολίτου Ἐδέσσης κ. Ἰωήλ.

Παρακλητικός Κανών των Οσίων Παισίου Αγιορείτου και Αρσενίου του Καππαδόκου Paisio11

Ὁ ἱερεύς· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ ἀναγνώστης· Ἀμήν.

(Ἀπόντος τοῦ ἱερέως λέγομεν· Εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.  
Ἢ τὸ Δι᾽ εὐχῶν...)

Ψαλμὸς ΡΜΒ´ (142)

Κύριε, είσάκουσον της προσευχής μου, ένώτισαι την δέησίν μου έν τη άληθεία σου, είσάκουσον μου έν τη δικαιοσύνη σου. Και μή είσέλθης είς κρίσιν μετά τοϋ δούλου σου, ότι ού δικαιωθήσεται ενώπιον σου πας ζών. Ότι κατεδίωξεν ό εχθρός την ψυχήν μου έταπείνωσεν είς γήν τήν ζωήν μου. Έκάθισέ με έν σκοτεινοΐς, ώς νεκρούς αίώνος, και ήκηδίασεν έπ’ εμέ τό πνεύμα μου, έν έμοι έταράχθη ή καρδία μου. Έμνήσθην ήμερων άρχαίων, έμελέτησα έν πάσι τοις έργοις σου, έν ποιήμασι των χειρών σου έμελέτων. Διεπέτασα πρός σε τάς χείράς μου ή ψυχή μου ώς γη άνυδρός σοι. Ταχύ είσάκουσόν μου, Κύριε, έξέλιπε τό πνεΰμά μου. Μή άποστρέψης τό πρόσωπόν σου άπ’ έμοΰ, και όμοιωθήσομαι τοΐς καταβαίνουσιν είς λάκκον. Άκουστόν ποίησόν μοι τό πρωΐ τό έλεός σου, ότι έπΐ σοι ήλπισα. Γνώρισόν μοι, Κύριε, όδόν εν ή πορεύσομαι, ότι πρός σέ ήρα την ψυχήν μου. Έξελοΰ με έκ των εχθρών μου Κύριε, πρός σέ κατέφυγον δίδαξόν με τοΰ ποιεΐν τό θέλημά σου, ότι σύ εί ό Θεός μου. Τό Πνεΰμά σου τό άγαθόν οδηγήσει με έν γή ευθεία ενεκεν τοΰ ονόματος σου, Κύριε, ζήσεις με. Έν τή δικαιοσύνη σου, έξάξεις έκ θλίψεως την ψυχήν μου. Καί έν τω έλέει σου έξολοθρεύσεις τούς έχθρούς μου. Και άπολεΐς πάντας τούς θλίβοντας την ψυχήν μου, ότι έγώ δοΰλός σού εΐμι.

Καὶ εὐθὺς ψάλλομεν τὸ Θεὸς Κύριος,
μετὰ τῶν στίχων αὐτοῦ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ παρόντα τροπάρια.

Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τὸν ἐραστὴν τῆς ἱερᾶς ἡσυχίας καὶ μιμητὴν τῆς τοῦ Θεοῦ εὐσπλαγχνίας, Παΐσιον τὸν ὅσιον ὑμνήσωμεν· οὗτος
γὰρ ἐν Ἄθωνι καὶ Σινᾶ καὶ Στομίῳ ζήσας ὥσπερ ἄσαρκος, ἐκλογῆς ὤφθη σκεῦος· καὶ νῦν προστάτης καὶ χειραγωγὸς πάντων ὑπάρχει καὶ πρέσβυς πρὸς Κύριον.

Δόξα.
Ἦχος ὁ αὐτός.
Θεολαμπέστατε Ἀρσένιε πάτερ, Καππαδοκίας εὐωδέστατον ἄνθος, καὶ Ἐκκλησίας μέγιστε εὐχέτα πρὸς Χριστόν, ὕψωσον τὰς χεῑράς σου καὶ κατάγαγε χάριν, τοῦ ἁγίου Πνεύματος, εἰς ψυχὰς αἰτουμένων, τὴν πατρικὴν καὶ
ζῶσάν σου εὐχήν, καὶ προσκυνούντων, σὰ πάνσεπτα λείψανα.

Καὶ νῦν.Θεοτοκίον.
Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς
ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.


Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Καὶ ἀρχόμεθα τοῦ Κανόνος τῶν Ἁγίων.

Ἦχος πλ. δ´. ᾨδὴ α´. Ὑγρὰν διοδεύσας.

Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἐλέους τοῦ θείου ὁ μιμητής, Παΐσιε πάτερ, ὡς ἠλέεις διηνεκῶς, τοῖς πᾶσι γενόμενος τὰ πάντα, νῦν ταῖς πρεσβείαις σου πρόφθασον ἅπαντας.

Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Δοχεῖον χαρίτων ἀναδειχθείς, Παΐσιε πάτερ, μὴ ἐλλείπῃς ταῖς σαῖς εὐχαῖς, ἡμῖν παρασχὼν ὡς ἐλεήμων, τὰ τῆς
ψυχῆς καὶ τοῦ σώματος πρόσφορα.

Δόξα.
Συνέσει κεκόσμησαι ἐκ παιδός, γενόμενος οἶκος, χαρισμάτων τῶν θεϊκῶν, ὧν δεῖξον Ἀρσένιε μετόχους, καὶ τοὺς πιστῶς σε αἰτοῦντας ἑκάστοτε.

Καὶ νῦν. Θεοτοκίον.
Παντάνασσα Μῆτερ τοῦ Λυτρωτοῦ, νέφη τὰ ζοφώδη τῶν κινδύνων καὶ πειρασμῶν ταχέως διάλυσον καὶ σκέπε ὡς
φωτοφόρος νεφέλη τὴν ποίμνην σου.


ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Νοσημάτων ὡς πάλαι πολυειδῶν ὅσιε, πλείστους ἐλυτρώσω ἐντεύξει τῇ πρὸς τὸν Κύριον, οὕτως ἀπάλλαξον ἡμᾶς
παθῶν ἀκαθάρτων, καὶ πάσης κακώσεως, πάτερ Ἀρσένιε.

Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Μεγαλύνας ἐν βίῳ τὸν τοῦ παντὸς Κύριον, εὔκλειαν μεγίστην ἐκτήσω, πάτερ Ἀρσένιε· ὅθεν ἐκλύτρωσαι ἡμᾶς
μεγάλων κινδύνων καὶ τῶν ἐπιθέσεων τοῦ παναλάστορος.

Δόξα.
Λαμπρυνθεὶς τῇ καρδίᾳ ἀσκητικοῖς πόνοις σου καὶ καταλαμφθεὶς διανοίᾳ φέγγει τῆς Χάριτος, φῶς ὅλος γέγονας· ὅθεν ἐκ ζόφου πταισμάτων ῥῦσαί με πρεσβείαις σου, πάτερ Παΐσιε.

Καὶ νῦν. Θεοτοκίον.
Χαρμονή, εὐφροσύνη καὶ γλυκασμὸς πέφυκας, Μήτηρ τῆς χαρᾶς γενομένη, θεογεννήτρια· ὅθεν θλιβόμενος, πρὸς
σὲ ἀεὶ καταφεύγω, τὴν θερμὴν παράκλησιν καὶ προστασίαν μου.


Ἐπάκουσον τῶν σὲ καλούντων, Παΐσιε θεοφόρε, χαριζόμενος συμπαθῶς αὐτῶν τὰ αἰτήματα, ὡς ἔχων πρὸς Κύριον
παῤῥησίαν.

Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου
τὸ ἄλγος.

Αἴτησις ὑπὸ τοῦ ἱερέως καὶ εὐθὺς ὁ λαὸς τὸ Κάθισμα τοῦ ἁγίου Ἀρσενίου.

Ἦχος β´. Πρεσβεία θερμή.

Κλοιῷ τῶν παθῶν, Ἀρσένιε βαρούμενοι, φωνὴν ἰσχυρὰν ἀφίεμέν σοι λέγοντες· τὰς ψυχὰς καὶ τὰ σώματα ἴασαι,
καὶ ἐνδυνάμωσον ἡμᾶς ὁδὸν τοῦ Κυρίου πορεύεσθαι.


ᾨδὴ δ´. Εἰσακήκοα, Κύριε.
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Νὺξ πικρᾶς ἀπογνώσεως τὴν ἐμὴν καρδίαν δεινῶς ἐκάλυψε· σὺ δὲ φῶς καὶ ἀγαλλίασις, ὅσιε Παΐσιε, ἐφάνης μοι.

Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Παρεδόθην ταῖς θλίψεσι, καὶ στενοχωρίαις πολλαῖς Παΐσιε, διὸ χάρισαι πρεσβείαις σου, τὴν ἐντός μου ὅσιε εἰρήνευσιν.

Δόξα.
Δαιμονῶντας ὡς ἔσωσας ἐκ τῆς δυναστείας τοῦ πολεμήτορος, οὕτω λύτρωσαι, Ἀρσένιε, καὶ ἡμᾶς τῶν τούτου
ἐπιθέσεων.

Καὶ νῦν. Θεοτοκίον.
Ἀπαθείας λαμπρότητι σκεύος καθαρώτατον ὤφθης, Πάναγνε· ὅθεν κάθαρον τοὺς δούλους σου μολυσμοῦ σαρκός τε καὶ τοῦ πνεύματος.


ᾨδὴ ε´. Φώτισον ἡμᾶς.
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Σκέπασον ἡμᾶς ταῖς πρεσβείαις σου Ἀρσένιε, ὡς τῶν Φαράσων κώμην ἔσκεπες, ταῖς μυστικαῖς σου ἀγωγαῖς καὶ
ἄθλοις πνεύματος.

Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἄσκησιν ἁγνὴν ἀγαπᾶν ἡμᾶς ἀξίωσον, δι᾿ ἧς παθῶν ψυχὴ καθαίρεται καὶ τῷ Κυρίῳ ὁμοιοῦται ὦ Ἀρσένιε.

Δόξα.
Τεῖχός μοι γενοῦ σωτηρίας, πάτερ Παΐσιε, ἐν παντὶ καιρῷ καὶ τόπῳ ἀβλαβῆ ὡς προστάτης μου καλὸς διαφυλάττων με.

Καὶ νῦν. Θεοτοκίον.
Βήματι φρικτῷ τοῦ Υἱοῦ σου, μητροπάρθενε, ὅτε μέλλω παραστῆναι, δυσωπῶ, δεξιᾶς χειρός με κράτησον καὶ
σῶσόν με.


ᾨδὴ Ϛ´. Τὴν δέησιν.
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἡδύτητα, τῶν σῶν λόγων ὅσιε, οἱ συνόντες σοι ἐν ὄρει Ἁγίῳ, διατηροῦντες πρὸς σὲ ἐκ καρδίας, καθικετεύουσι πάτερ Παΐσιε, ταῖς σαῖς λιταῖς τὰς ἐκτροπάς, διανοίας αὐτῶν ἐπανόρθωσον.

Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Μιμνήσκοντες, τῶν πολλῶν χαρίτων σου, ἐν πολλῇ πρὸς σὲ ἀγάπῃ βοῶμεν, ἐξ ἀναγκῶν καὶ παντοίων κινδύνων,
καὶ ψυχικῶν ἀλγηδόνων Παΐσιε, ἐπισκοπῇ σου κραταιᾷ, τοὺς ὑμνητάς σου προστάτευσον πάντοτε.

Δόξα.
Ὡδήγησας λογικά σου πρόβατα πρὸς Χριστὸν ἐν τοῖς Φαράσοις θεόφρον, λόγοις σεπτοῖς καὶ τῷ θείῳ σου
βίῳ, ὥσπερ κηρὸς ἐξ ἀγάπης τηκόμενος, ὁδήγησον οὖν καὶ ἡμᾶς πρὸς αὐτὸν πλανωμένους Ἀρσένιε.

Καὶ νῦν.
Θεοτοκίον.
Ὁ ἔμψυχος τοῦ Θεοῦ Παράδεισος, τὸ σεπτὸν τῆς εὐωδίας δοχεῖον, τῆς τῶν παθῶν δυσωδίας με ῥῦσαι καὶ ἀρετῶν
οἰκητήριον δεῖξόν με· σὺ γὰρ χαρίτων ἡ πηγὴ καὶ αἰτία ὑπάρχεις, πανάμωμε.


Διάσωσον ταῖς σαῖς πρεσβείαις Ἀρσένιε θεοφόρε, ἀπὸ πάσης ἐπιφορᾶς καὶ κακώσεως τοὺς τῇ θερμῇ σου
προστρέχοντας προστασίᾳ.

Ἀχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αἴτησις ὑπὸ τοῦ ἱερέως
καὶ εὐθὺς ὁ λαὸς τὸ Κοντάκιον τοῦ ἁγίου Παϊσίου.

Ἦχος β´. Προστασία τῶν Χριστιανῶν.

Ὑπομένων ὑπέμεινας τὸν Κύριον ἐν ἀσθενείαις τελειωθείς, Πάτερ ὅσιε· νῦν δὲ πόνων πολυειδῶν ἀνάπαυσιν εὑρών, ἄριστος ὤφθης ἰατρὸς παθῶν καὶ νόσων χαλεπῶν τῆς ψυχῆς καὶ τοῦ σώματος, βρύων παραμυθίαν καὶ ἄμισθον ἰατρείαν τοῖς καταφεύγουσιν εἰς σέ, πολυθαύμαστε Παΐσιε.

Προκείμενον
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ. (δὶς)
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.

Ὁ ἱερεύς· Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι
ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου
Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν.
Ὁ λαός· Κύριε, ἐλέησον (γ´).
Ὁ ἱερεύς· Σοφία· ὀρθοὶ ἀκούσωμεν του
ἁγίου Εὐαγγελίου.
Εἰρήνη πᾶσι.
Ὁ λαός· Καὶ τῷ πνεύματί σου.
Ὁ ἱερεύς· Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου
Εὐαγγελίου τὸ ἀνάγνωσμα.
Πρόσχωμεν.
Ὁ λαός· Δόξα σοι, Κύριε, δόξα σοι.

Ὁ ἱερεὺς τὸ ΕΥΑΓΓΕΛΙΟΝ (Λουκ. 6:17-23)

Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ  πάσης τῆς Ἰουδαίας καὶ Ἰερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ὑπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς
τοὺς μαθητὰς αὐτοῦ, ἔλεγεν· «Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσιν καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ».

Ὁ λαός· Δόξα σοι, Κύριε, δόξα σοι.
Δόξα.
Ἦχος β´.
Ταῖς τῶν σῶν Ὁσίων πρεσβείαις, ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.

Ὅλος συνεχόμενος ἐν ἀπορίᾳ μεγίστῃ, κρημνισθεὶς εἰς βάραθρον δεινῆς ἀπογνώσεως καὶ ζοφώσεως, ὅσιε Παΐσιε,
σὲ καθικετεύω, τὴν ὁδὸν τῆς ἀναβάσεως δεῖξον παρέχων μοι κλίμακα πρὸς φῶς τὴνἀνάγουσαν, ταπείνωσιν, μετάνοιαν, πίστιν καὶ ἐλπίδα πρὸς Κύριον, ὅπως εἰς τὸ ὕψος ἀγάπης ἀναβὰς πνευματικῆς ἀγαλλιάσεως γένωμαι οὐρανίου μέτοχος.

Ἦχος ὁ αὐτός.
Ἥλιε χριστόφωτε, Καππαδοκῶν θεία δόξα, ἀσκητῶν ἀγλάϊσμα, ἱερέων καύχημα, πηγὴ ἄφθονος θαυμασίων ὅσιε,
τῷ Χριστῷ πρεσβεύων μὴ ἐλλείπῃς ὑπὲρ δούλων σου, τὴν ἱκεσίαν σου αἰτουμένων πάτερ Ἀρσένιε· παθῶν ψυχῶν καὶ σώματος ἱλαρῶς ἡμᾶς ἀξιώμενος· ὅπως σῶν λειψάνων τὴν θήκην προσκυνῶμεν εὐλαβῶς καὶ εὐγνωμόνως δοξάζομεν σὲ τὸνν θαυμαστώσαντα.

Ὁ ἱερεύς· Σῶσον, ὁ Θεός, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου…
Ὁ λαὸς τὸ Κύριε, ἐλέησον (ιβ´), ὁ ἱερεὺς τὴν ἐκφώνησιν· Ἐλέει, καὶ οἰκτιρμοῖς, καὶ ψάλλομεν τὰς λοιπὰς ᾠδὰς τοῦ Κανόνος.


ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας

Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Χρῆμα ἔχων καὶ πλοῦτον τὴν ἀδάπανον χάριν τοῦ θείου Πνεύματος, ἑκάστω διεδίδως, ὡς φρόνιμος Κυρίου
οἰκονόμος Ἀρσένιε, ἥν καὶ ἡμῖν δωρεὰν παράσχοις φιλανθρώπως.

Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ὑψηλὰ ἔργα πράττων, σεαυτὸν ἐταπείνους πάτερ Ἀρσένιε, τὴν δόξαν τῷ Κυρίῳ διδοὺς ὡς ταπεινόφρων, ὅθεν δί-
δου ταπείνωσιν ἐπαιρομένοις πολλὰ ἡμῖν κατὰ Ὑψίστου.

Δόξα.
Στενὰ πάντα μοι ὄντως καὶ δεινὰ καὶ ἐπώδυνα, πάτερ Παΐσιε· ἀλλὰ θαῤῥῶν τῷ σθένει τῶν θείων πρεσβειῶν σου, πρὸς τὴν σκέπην σου ἔδραμον· σὺ γὰρ ἐν τάχει θαυμαστῶς ἐκ πάντων διασῴζεις.

Καὶ νῦν. Θεοτοκίον.
Νοῦν, ψυχὴν καὶ καρδίαν πρὸς σὲ αἴρω, τὴν κόσμου μόνην βοήθειαν, καὶ πίστει ἀνακράζω· Κινδύνων πολυτρόπων
τῶν κυκλούντων με λύτρωσαι τῇ μητρικῇ σου, Ἁγνή, πρὸς Κύριον πρεσβείᾳ.


ᾨδὴ η´. Τὸν Βασιλέα.
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ὑπὲρ τοῦ ἔθνους πρὸς τὸν Σωτῆρα ὡς πρέσβυς στῆθι, ὅσιε Παΐσιε, πρεσβεύων ἐξ ἐχθρῶν παντοίων λυτροῦσθαι
εἰς αἰῶνας.

Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἑσμὸν δειλίας, καὶ τῆς φοβίας σῇ ῥώμῃ, ἀπομάκρυνον ἐκ τῶν ἱκετευόντων, σὲ σημειοφόρε, Παΐσιε θεόφρον.

Δόξα.
Παίδων μητέρας τὰς στειρευούσας, εὐχαῖς σου ὡς Ἀρσένιε πάτερ ἀποδείκνυς, οὕτω ἀκαρπούσας ψυχὰς δεῖξον
ἐγκάρπους.

Καὶ νῦν. Θεοτοκίον.
Ἁγνὴ Παρθένε, ὅσα κἂν βούλῃ ἰσχύεις, ὡς τεκοῦσα τὸν ἁπάντων Βασιλέα· ὅθεν σε ὑμνοῦμεν ἀεὶ ἐν σοὶ θαῤῥοῦντες.


ᾨδὴ θ´. Κυρίως Θεοτόκον.
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Θεράπευσον τὰ πάθη, τῇ τῶν σῶν λειψάνων ἀνεκφοιτήτῳ Ἀρσένιε χάριτι, πάντων τῶν πίστει τιμώντων τὴν θείαν
μνήμην σου.

Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ὁμοῦ σὺν Παϊσίῳ τῷ ἐκμιμητῇ σου, Χριστὸν ἱκέτευε πάτερ Ἀρσένιε, ὅπως ὑμῶν ὁδηγίαις, τοῦτον δοξάσωμεν.

Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἰδοὺ ἐν εὐλαβείᾳ, τείνοντες τὰς χεῖρας, καθικετεύομεν πάντες Παΐσιε, μὴ διαλείπῃς φροντίζων ἡμᾶς ἑκάστοτε.

Δόξα.
Νῦν ἔτυχον ὁ τάλας θείας βοηθείας, ὅτε ἠσπάσθην θερμῶς τὴν εἰκόνα σου, ὦ θεοδόξαστε πάτερ ἡμῶν Παΐσιε.

Καὶ νῦν. Θεοτοκίον.
Νῦν φθάσαντα εἰς τέλος τῆς δεήσεώς μου, ἀξίωσόν με, πανύμνητε Δέσποινα, εὐχαριστεῖν καὶ δοξάζειν καὶ
μακαρίζειν σε.


Καὶ εὐθὺς ψάλλομεν τὸ Ἄξιόν ἐστι καὶ τὰ μεγαλυνάρια.
Καὶ θυμιᾷ ὁ ἱερεὺς τὸ θυσιαστήριον καὶ τὸν λαόν, ὡς ἔθος ἐστί.
Μεγαλυνάρια

Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ
ἡμῶν.Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.


Τοῦ ἁγίου Παϊσίου
Χαίροις ἡσυχίας ὁ ἐραστὴς καὶ τῆς εὐσπαγχνίας τοῦ Κυρίου ὁ μιμητής· θείας γὰρ ἀγάπης πληρούμενος ἐδόθης
Θεῷ καὶ τοῖς ἀνθρώποις, πάτερ Παΐσιε.

Χαίροις τῆς ἀγάπης θεῖος κρουνὸς καὶ τῆς συμπαθείας ἀνεξάντλητος ποταμός, χαίροις ὁ θεράπων ψυχῶν τε καὶ
σωμάτων καὶ ὁ προστάτης πάντων, πάτερ Παΐσιε.

Πάτερ, τὴν Παρθένον ἑωρακὼς πολλάκις ἐν βίῳ ἀνεβόας ἐξεστηκώς· Μῆτερ τοῦ Θεοῦ μου, Παντάνασσα Μαρία, τῇ σκέπῃ σῶν πτερύγων σκέπε τὸν κόσμον σου.

Πρόσωπον πρὸς πρόσωπον νῦν ὁρῶν τὸν ὡραῖον κάλλει παρὰ πάντας υἱοὺς βροτῶν, Χριστὸν τὸν Σωτῆρα ὑπὲρ
ἡμῶν δυσώπει συγχώρησιν πταισμάτων ἡμῖν δωρήσασθαι.

Τοῦ ἁγίου Ἀρσενίου
Χαίροις τῶν Ὁσίων ὁ κοινωνὸς διὰ πολιτείας καὶ ἀσκήσεως ἱερᾶς· χαίροις μοναζόντων καὶ ἱερέων κλέος,
Καππαδοκίας δόξα, πάτερ Ἀρσένιε.

Χαίροις Καππαδόκα θαυματουργέ, παλαιῶν Πατέρων κατὰ πάντα ὁ μιμητής, χαῖρε καὶ προσδέχου αἰτήσεις
τῶν ἐκ πόθου, Ἀρσένιε, τιμώντων σὰ θεῖα λείψανα.

Πόνοις ἐναρέτου πάτερ ζωῆς, σεαυτὸν καθάρας φρονημάτων τῶν γεηρῶν, ἐκ Θεοῦ ἐδέξω τὴν χάριν τῶν θαυμάτων, Ἀρσένιε, ἐκφαίνων πᾶσι τὰ κρείττονα.

Ὅπου ἡ σὴ μνήμη πανευλαβῶς ἄγεται τρισμάκαρ, δὸς τὴν χάριν σου ἐμφανῶς, πάθη ἀφανίζων, Ἀρσένιε, σωμάτων, καὶ τὴν Χριστοῦ εἰρήνην ψυχαῖς δωρούμενος.

Ἀμφοτέρων τῶν ἁγίων
Ἐσχηκὼς διάδοχον ἀρετῶν, ὅν ὡς βρέφος Πάτερ ἀνεγέννησας ἐν Χριστῷ, τοῦτον καὶ συμπρέσβυν παράλαβε παμμάκαρ, τὸ μέγα κλέος Ἄθω, θείον Παΐσιον.

Ἁγίων Καππαδόκων σεπτὴ δυάς, Παΐσιε πάτερ καὶ Ἀρσένιε ἱερέ, ῥύσασθε κινδύνων τοὺς πίστει ἐκζητούτας
ὑμῶν τὴν προστασίαν, τὴν ἀπροσμάχητον.

Τὰ μεγαλυνάρια τῶν ἁγίων τοῦ ναοῦ
καὶ τῆς ἡμέρας. Εἶτα·

Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, ἀποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι πάντες μετὰ τῆς Θεοτόκου,
ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.


Εἶτα ὁ ἀναγνώστης τὸ Τρισάγιον·

Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος
ἀθάνατος, ἐλέησον ἡμᾶς (τρίς).

Δόξα. Καὶ νῦν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.
Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον (γ´). Δόξα. Καὶ νῦν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου
ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὁ ἱερεὺς τὴν ἐκφώνησιν· Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου
Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ λαός· Ἀμήν.

Καὶ ψάλλομεν τὰ τροπάρια Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ἢ τὰ Ἀπολυτίκια·
Ἀπολυτίκιον ἁγίου Παϊσίου.

Ἦχος πλ.α´. Τὸν συνάναρχον Λόγον.

Τῆς ἐνθέου ἀγάπης τὸ πῦρ δεξάμενος, ὑπερβαλλούσῃ ἀσκήσει ἐδόθης ὅλος Θεῷ καὶ παράκλησις πολλῶν ἀνθρώπων γέγονας, λόγοις θείοις νουθετῶν, προσευχαῖς θαυματουργῶν, Παΐσιε θεοφόρε· καὶ νῦν πρεσβεύεις ἀπαύστως ὑπέρ παντός τοῦ κόσμου, ὅσιε.

Δόξα.
Ἀπολυτίκιον ἁγίου Ἀρσενίου.

Ἦχος γ´. Θείας πίστεως.

Βίον ἔνθεον, καλῶς ἀνύσας, σκεῦος τίμιον τοῦ Παρακλήτου, ἀνεδείχθης θεοφόρε Ἀρσένιε, καὶ τῶν θαυμάτων τὴν
χάριν δεξάμενος, πᾶσι παρέχεις ταχεῖαν βοήθειαν, Πάτερ Ὅσιε Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον. Ἦχος α´.
Τῇ πρεσβείᾳ, Κύριε, πάντων τῶν ἁγίων καὶ τῆς Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἡμῖν καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος
οἰκτίρμων.

Ὁ ἱερεὺς τὴν ἐκτενῆ, καὶ μνημονεύσας τὰ ὀνόματα ὑπὲρ ὧν ἡ παράκλησις γίνεται, ποιεῖ τὴν ἀπόλυσιν.
Πρὸ τοῦ Δι᾿εὐχῶν, ψάλλομεν τὰ παρόντα τροπάρια.

Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.

Σπεῦσον, ἐπιφάνηθι ἡμῖν τοῖς ἐν στεναγμοῖς καὶ δακρύοις ἐπιζητοῦσι θερμῶς, ἅγιε Παΐσιε, τὴν μεσιτείαν σου, καὶ
παράσχου τὴν ἴασιν ψυχῶν καὶ σωμάτων, πᾶσαν δὲ ἐπίνοιαν δαιμόνων σύντριψον· ἵνα εὐχαρίστῳ καρδίᾳ σὲ τιμῶμεν, ὅσιε Πάτερ, καὶ τὸν σὲ δοξάσαντα δοξάζωμεν.

Ἦχος ὁ αὐτός.
Πάθεσι βαρούμενοι πολλοῖς, σὲ παρακαλοῦμεν θεόφρον πάτερ Ἀρσένιε, ἴασαι νοσήματα καὶ ἄλγη σώματος, τῆς ψυχῆς δὲ θεράπευσον ἀσθένειαν πᾶσαν, καὶ γονεῖς ἀνάδειξον τοὺς τοῦτο θέλοντας· σὲ γὰρ ὁ Δεσπότης τῷ κόσμῳ μέγαν ἐχαρίσατο πρέσβυν καὶ θαυματουργίαις σε ἐτίμησε.

Ἦχος πλ. δ´.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Ἦχος β´.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.



Ὁ ἱερεύς· Δι ᾿ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς.

Ὁ λαός· Ἀμήν.



Πηγή

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης