Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1433
https://www.proseyxi.com

Χαιρετισμοί του Όσίου και Θεοφόρον Πατέρα ημών Αντώνιον τον Μέγαν Empty Χαιρετισμοί του Όσίου και Θεοφόρον Πατέρα ημών Αντώνιον τον Μέγαν

Την / Το Σαβ Μάης 25, 2019 12:49 pm
Χαιρετισμοί του Όσίου και Θεοφόρον Πατέρα ημών Αντώνιον τον Μέγαν

Δρ Χαραλάμπους Μ. Μπούσιας

Χαιρετισμοί του Όσίου και Θεοφόρον Πατέρα ημών Αντώνιον τον Μέγαν Agiosa10

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τῆς Θηβαΐδος οἰκιστὴν τὸν ἐνθεώτατον, σεπτῶν Πατέρων κορυφήν ἐγκωμιάσωμεν, ὁσιότητος πολύτιμον μαργαρίτην, καὶ δογμάτων τῶν ὀρθῶν ἡμῶν τῆς πίστεως, ὑποφήτην ἀρετῆς ὡς θεῖον σκήνωμα, πόθῳ κράζοντες·
Χαίροις, μάκαρ Ἀντώνιε.

Ἄγγελε σαρκοφόρε, Θηβαΐδος κοσμῆτορ, Ἀντώνιε, χαρίτων δοχεῖον (ἐκ γ΄ ) θεϊκῶν διαυγές, ἐκτενῶς τὸν Χριστὸν δυσώπει, τοῖς πιστοῖς ἅπασι βραβεῦσαι θεῖον ἔλεος, βοῶσί σοι ἐν εὐλαβείᾳ·

Χαῖρε, Αἰγύπτου ὁ θεῖος γόνος·
χαῖρε,  ἐνθέου πυρσὸς ἀγῶνος.
Χαῖρε, ἐρημίας ὡραῖος διάκοσμος·
χαῖρε,  εὐσεβείας ὁ μέγας διδάσκαλος.
Χαῖρε, κρήνη ἡ ἀστείρευτος Ὀρθοδόξων διδαχῶν·
χαῖρε,  σμίλη ἀγαθότητος καὶ σεπτῶν νουθεσιῶν.
Χαῖρε, τῆς ἰσαγγέλου βιοτῆς ὑφηγῆτορ·
χαῖρε,  τῆς Χριστωνύμου κοινωνίας κοσμῆτορ.
Χαῖρε, κανὼν νηστείας καὶ νήψεως·
χαῖρε,  εἰκὼν λαμπρὰ ὁσιότητος.
Χαῖρε, λαμπτὴρ τοῦ Ὑψίστου ἀγάπης·
χαῖρε,  σβεστὴρ τῶν αἱρέσεων πλάνης·

Χαίροις, μάκαρ Ἀντώνιε.

Βλάστημα τῆς Αἰγύπτου, ὡς ὑψίκομος φοῖνιξ, πολύφορον καρπὸν ἀπαθείας καὶ ζωῆς ἰσαγγέλου Χριστῷ, τῷ δωρεοδότῃ Ἰησοῦ ἤνεγκας, Ἀντώνιε τρισμέγιστε, ἀεὶ νυχθημερὸν ὁ ψάλλων·

Ἀλληλούϊα.

Γλεῦκος θεοσοφίας ἐναπέσταξας, Πάτερ Ἀντώνιε, ὡς βότρυς ὡραῖος ἀγωγῆς ἀκραιφνοῦς καὶ σεμνῆς ἐν Χριστοῦ ἀμπέλῳ, ἀσκητῶν πρόβολε, ὁ μένων ὅπερ ἅπασι ἐκίρνας τοῖς πιστῶς βοῶσι·
Χαῖρε, ἐπίκλυσις εὐσεβείας·
χαῖρε,  ἐπίτασις ἐγκρατείας.
Χαῖρε, ἀκτησίας θεόγλυπτον ἄγαλμα·
χαῖρε,  ἐρημίας θεόσδοτον σέμνωμα.
Χαῖρε, ἔαρ πανευφρόσυνον ἀγωγῆς ἀσκητικῆς·
χαῖρε,  νέκταρ τὸ ἡδύγευστον ἀρετῆς μοναδικῆς.
Χαῖρε, ὁ τῶν προσύλων καὶ φθαρτῶν ὑπερόπτης·
χαῖρε,  ὁ τῶν ἀζύγων παμφαέστατος δείκτης
Χαῖρε, χαρίτων θείων ἀνάκτορον·
χαῖρε,  καμάτων ξένων ὀσφράδιον.
Χαῖρε, ἑσμοῦ δαιμονίων ὀλέτης·
χαῖρε,  λαοῦ Ὀρθοδόξου προστάτης.

Χαίροις, μάκαρ Ἀντώνιε.

Δύναμιν οὐρανόθεν δεδεγμένος ἐκ χρόνων νεότητος τῆς σῆς, τὰ τοῦ κόσμου ἐγκατέλιπες, Πάτερ, τερπνὰ καὶ εὐχῇ σχολάζων δαψιλῶς εἵλκυσας, Ἀντώνιε, τοῦ Πνεύματος  τὴν χάριν, ὁ Θεῷ κραυγάζων·

Ἀλληλούϊα.

Ἔλαμψας ἐν Αἰγύπτῳ, ὡς ἀστὴρ φωτοφόρος, νοός σου φυλακῆς καὶ σαρκός σου κατατήξεως μαρμαρυγαῖς, πολιστὰ ἐρήμου θεαυγές, Ὅσιε Ἀντώνιε, καὶ ζόφωσιν διέλυσας παθῶν βοώντων·

Χαῖρε, τὸν Κτίστην ὁ ἀγαπήσας·
χαῖρε,  τὴν χάριν ὁ προσελκύσας.
Χαῖρε, μονοτρόπων τὸ ψάλμα τὸ εὔηχον·
χαῖρε,  τῶν Ὁσίων Πατέρων τὸ κύμινον.
Χαῖρε, ὅτι δαίμονος κατεπάτησας ὀφρύν·
χαῖρε,  ὅτι κλύδωνος τῶν παθῶν ὤφθης λιμήν.
Χαῖρε, ὁ ὑψιπέτης ἀετὸς καὶ ἐχέφρων·
χαῖρε,  ὁ ποδηγέτης ἀσκητῶν πρὸς τὸν πόλον.
Χαῖρε, εἰδὼς σαρκὸς τὴν φθαρτότητα·
χαῖρε,  φωτὸς ἀδύτου ἀμάρυγμα.
Χαῖρε, Χριστοῦ ἀγαπήσεως τέττιξ·
χαῖρε,  Αὐτοῦ συμπαθείας ἡ σάλπιγξ.

Χαίροις, μάκαρ Ἀντώνιε.

Ζέουσαν πίστιν ἔχων καὶ ἀγάπην πρὸς πάντας, προσηύχου τῷ Κυρίῳ ἀπαύστως καὶ ἐπτέρου τὸν νοῦν πρὸς Αὐτόν, σὲ ἐπευλογοῦντα δαψιλῶς ἄνωθεν, Ἀγγέλων ἰσοστάσιε, ὁ ψάλλων εὐχαρίστῳ γλώσσῃ·

Ἀλληλούϊα.

ᾜσχυνας σῇ ἀσκήσει, προσευχῇ νυχθημέρῳ, νηστείᾳ, ταπεινώσει καὶ νήψει, τὸν ἀρχέκακον, Πάτερ, Σατάν, οὗ τὴν κάραν πόνοις σου σεπτοῖς, Ἅγιε Ἀντώνιε, συνέτριψας καὶ ἔπιθες πιστοὺς βοᾶν σοι·

Χαῖρε, τὸ τέμπλον τῆς ἐρημίας·
χαῖρε,  τὸ βάθρον ἀοργησίας.
Χαῖρε, ὁ πλησίθεος βράχος ἀσκήσεως·
χαῖρε,  ὁ μελίῤῥυτος ὕμνος συνέσεως.
Χαῖρε, στόμα σου πρὸς αἴνεσιν ὁ πλατύνας τοῦ Θεοῦ·
χαῖρε,  χείλη σου πρὸς στήριξιν ὁ ἀνοίξας τοῦ λαοῦ.
Χαῖρε, νάπη χαρίτων εὐθαλὴς οὐρανίων·
χαῖρε,  χλεύη δαιμόνων ἀληθῶς βροτοκτόνων.
Χαῖρε, πηγὴ κιρνῶσα ἰάματα·
χαῖρε,  στακτὴ εὐφραίνουσα σύμπαντα.
Χαῖρε, πολλῶν βοηθὸς πενομένων·
χαῖρε,  πιστῶν ἀρωγὸς τρυχομένων·

Χαίροις,  μάκαρ Ἀντώνιε.

Θάμβος σοῦ τῆς εὐκλείας κατιδεῖν ἐν τῷ πόλῳ, οὐ δύναμαι, Ἀντώνιε σῶφρον, φωτομόρφων Ἀγγέλων Θεοῦ, ὡς τῆς δόξης ἴσος καὶ χαρᾶς μέτοχος· διόπερ ἐξιστάμενος δοξάζω τὸν Θεὸν καυγάζων·

Ἀλληλούϊα.

Ἴθυνας βήματά σου Θηβαΐδος πρὸς βάθη, Ἀντώνιε, θηρσὶ συνοικῆσαι καὶ δοξάσαι Θεὸν σοῖς στεῤῥοῖς πόνοις, θεοφόρε ἀσκητά, μέγιστε ἐρημιτῶν· διόπερ σε τιμῶντες εὐθαρσῶς βοῶμεν·

Χαῖρε, ἡ παῦσις ἀντικειμένου·
χαῖρε,  ἡ λάμψις φωτὸς ἀδύτου.
Χαῖρε, ὁ μονάζων στρουθὸς ἐπὶ δώματος·
χαῖρε,  ὁ ὀμβρίζων ῥανίδας χρηστότητος.
Χαῖρε, ὅτι εὐηρέστησας τῷ Θεῷ σῇ ἀγωγῇ·
χαῖρε,  ὅτι ἀπεμώρανας τὸν ἐχθρὸν σῇ προσευχῇ.
Χαῖρε, ὁ τῶν Ἀγγέλων ἁμιλλώμενος δόξῃ·
χαῖρε,  ὁ τῶν ἀστέρων ὑπερέχων τῇ λάμψει.
Χαῖρε, ὀρθῶν δογμάτων ἡ ἔκφρασις·
χαῖρε,  λαμπρῶν ἀγώνων ἡ ἔλλαμψις.
Χαῖρε, σεπτὸς Θηβαΐδος οἰκήτωρ·
χαῖρε,  θερμὸς εὐσεβῶν παρακλήτωρ·

Χαίροις, μάκαρ Ἀντώνιε.

Κάρον, κραιπάλην, νάρκην, νυσταγμόν τε καὶ ὕπνον οὐκ ἔδωκας σεπτοῖς σου βλεφάροις, ἀλλὰ πάντοτε σὺ γρηγορῶν πρὸς ἐπάλξεις ἤρθης νοητάς, Ὅσιε Ἀντώνιε, τὸν Κύριον δοξάσαι, ᾯ ἀεὶ ἐβόας·

Ἀλληλούϊα.

Λῆρον αἱρετιζόντων καὶ αὐτῶν φληναφίας, Ἀντώνιε, πανσόφων σου λόγων καὶ ὀρθῶν σου δογμάτων φωτί,  ἀσκητὰ ἐρήμου παμφαές, ἔλυσας, ὁ εὐσεβῶν τὰ στόματα ἀνοίγων σοι βοῆσαι ταῦτα·

Χαῖρε, δογμάτων ὀρθῶν τὸ ἕρκος·
χαῖρε,  Πατέρων Ὁσίων εὖχος.
Χαῖρε, τῆς Τριάδος σεπτὸν οἰκητήριον·
χαῖρε,  ἐκλογάδος Χριστοῦ φυλακτήριον.
Χαῖρε, κλίνη πορφυρόστρωτος ἀρετῶν παντοδαπῶν·
χαῖρε,  κρήνη ἡ πολύῤῥυτος συμπαθείας εὐσεβῶν.
Χαῖρε, καῦμα ἐρήμου ἀκλινῶς ὑπομείνας·
χαῖρε,  ξένα τῇ θείᾳ ἀρωγῇ ὁ ποιήσας.
Χαῖρε, εὐχῆς ταμεῖον ἀσύλητον·
χαῖρε,  πολλῆς ἀγάπης κειμήλιον.
Χαῖρε, ὀρθῶν διδαγμάτων τὸ στόμα·
χαῖρε,  σεπτῶν μονοτρόπων τὸ στέμμα·

Χαίροις, μάκαρ Ἀντώνιε.

Μάκτρῳ σῆς προστασίας ἀποσμήχεις ταχέως τὰ δάκρυα τῶν σοὶ προσφευγόντων καὶ τιμώντων ἐν ὕμνοις φαιδροῖς σοῦ τὴν θείαν μνήμην, ἀσκητῶν μέγιστε, Ἀντώνιε, τὸν Ὕψιστον ὁ μέλπων ἀκλινῶς καὶ κράζων·

Ἀλληλούϊα.

Νέκταρος διδαχῶν σου ὑπερσόφων τρυγῶντες, Ἀντώνιε, χοροὶ μαθητῶν σου, σὲ ἀνύμνουν ὡς τοῦ Ἠλιοὺ καὶ σεπτοῦ Προδρόμου, Πάτερ, ἑπόμενον καὶ πίστει σοι ἐκραύγαζον, ἰσάγγελε, φωναῖς αἰσίαις·

Χαῖρε, διδάσκαλος μονοτρόπων·
χαῖρε,  συνόμιλος τῶν Ἀγγέλων.
Χαῖρε, ὑφηγῆτορ Χριστοῦ ἀγαπήσεως·
χαῖρε,  ἀντιλῆπτορ πιστῶν ὁμηγύρεως.
Χαῖρε, λύχνος παμφαέστατος ἀρετῆς ἀσκητικῆς·
χαῖρε,  φάρος τηλαυγέστατος ἐνεργείας θεϊκῆς.
Χαῖρε, ὅτι κλεΐζεις τὰς τοῦ πόλου χορείας·
χαῖρε,  ὅτι εὐφραίνεις τῶν πιστῶν τὰς καρδίας.
Χαῖρε, Χριστοῦ ἀγάπης κειμήλιον·
χαῖρε,  ἐχθροῦ δεινὸν ὀλετήριον.
Χαῖρε, λαμπρὸς τῆς Αἰγύπτου κοσμήτωρ·
χαῖρε,  σεπτὸς Θηβαΐδος οἰκήτωρ·

Χαίροις, μάκαρ Ἀντώνιε.

Ξένων ἀγώνων πρῶτος ἐν ἐρήμῳ ἐπώφθης, Ἀντώνιε, ὁ ξένοις σφραγίσας θαυμασίοις τὴν σὴν βιοτὴν τοῦ Θεοῦ δυνάμει, ἀσκητὰ πάνσοφε· διό σε μακαρίζοντες βοῶμεν εὐχαρίστῳ γλώσσῃ·

Ἀλληλούϊα.

Ὄρχαμος μονοτρόπων τῆς ἐρήμου ἐδείχθης,  Ἀντώνιε, Ὁσίων Πατέρων ἀκρεμὼν καὶ δογμάτων ὀρθῶν κορυφή· διόπερ τὴν σεπτὴν μνήμην σου τιμῶντες ἀνακράζομεν φωναῖς μελισταγέσι ταῦτα·

Χαῖρε, εὐχῆς μυροβόλον ἴον·
χαῖρε,  σιγῆς πανευῶδες κρίνον.
Χαῖρε, γῆς Νειλῴας βλαστὸς ὁ θειότατος·
χαῖρε,  εὐωδίας Χριστοῦ στήλη πάμφωτος.
Χαῖρε, μέγιστος ἐν σκάμμασι τῶν Ὁσίων ἀσκητῶν·
χαῖρε,  τίμιος ἐν τάγμασι τῶν σεπτῶν ἐρημιτῶν.
Χαῖρε, τῶν ἀσκουμένων θεαρέστως λαμπρότης·
χαῖρε,  ὀρθοφρονούντων Χριστωνύμων φαιδρότης.
Χαῖρε, ἐρήμου ἔνδροσος ὄασις·
χαῖρε,  ἀφθόνου χάριτος ἔνδειξις.
Χαῖρε, Ὁσίων πατέρων πυξίον·
χαῖρε,  ἀόκνων καμάτων δοχεῖον.

Χαίροις, μάκαρ Ἀντώνιε.

Πάγας τοῦ μισοκάλου κατεπάτησας σθένει Χριστοῦ τοῦ ἀναστάντος ἐκ τάφου καὶ ἰσχύσαντός σε ἀκλινῶς διανῦσαι τρίβον τὴν στενήν, Ὅσιε Ἀντώνιε, ἐν βίῳ σου ἀπαύστως τῷ Θεῷ κραυγάζων·

Ἀλληλούϊα.

Ῥεύμασι σῶν δακρύων καὶ τιμίων  ἱδρώτων, ἐπίανας ἐρήμου τὴν χθόνα, πρὸς ἐξάνθησιν ἴων τερπνῶν, φοιτητῶν σεπτῶν σου, θαυμαστὲ Ὅσιε, Ἀντώνιε τρισόλβιε, τῶν σοὶ ἀναβοώντων ταῦτα·

Χαῖρε, ἡ βρύσις τῶν ἰαμάτων·
χαῖρε,  ἡ ψαῦσις τῶν αἰωνίων.
Χαῖρε, ποταμὸς ὁ πολύῤῥυτος νήψεως·
χαῖρε,  φωτεινὸς ὁδοδείκτης θεώσεως.
Χαῖρε, ῥεῖθρον ἀγαθότητος καὶ κανὼν ὑπομονῆς·
χαῖρε,  βάθρον ὁσιότητος καὶ ταμεῖον προσευχῆς.
Χαῖρε, ὁ διασώσας τὴν εἰκόνα Κυρίου·
χαῖρε,  ὁ καταστείλας τὰς ὀρέξεις σαρκίου.
Χαῖρε, ἀζύγων θεῖος διδάκαλος.
χαῖρε,  θαυμάτων ἄφθονος χείμαῤῥος.
Χαῖρε, Ὑψίστου χαρίτων τὸ νᾶμα·
χαῖρε,  ἐχθίστου ἀπάτης τὸ τραῦμα.

Χαίροις, μάκαρ Ἀντώνιε.

Σύμμορφε τῶν ἀΰλων τοῦ Ὑψίστου Ἀγγέλων, Ἀντώνιε, ὁ σάρκα νεκρώσας ἀνενδότῳ ἀσκήσει καὶ νοῦν ὁ πτερώσας πίστει πρὸς Θεόν, πρόσδεξαι ἡμῶν λιτὰς τῶν ᾄσμασιν εὐτάκτοις πρὸς Αὐτὸν βοώντων·

Ἀλληλούϊα.

Τρίβωνα ἐνεδύσω εὐτελῆ μονοτρόπων, Ἀντώνιε, ὁ τρόποις ἀπλάστοις θριαμβεύσας δεινὸν πτερνιστὴν τῶν βροτῶν καὶ πνίξας ὀχετοῖς, ἔνθεε, αὐτὸν σεπτῶν ἱδρώτων σου· διό σοι ἐκβοῶμεν πόθῳ·

Χαῖρε, ἀστὴρ βιοτῆς ὁσίας·
χαῖρε,  πρηστὴρ τῆς ἐχθροῦ κακίας.
Χαῖρε, ὁ συντρίψας τὸν πλάνον ἀσκήσει σου·
χαῖρε,  ὁ εὐφράνας τὸν Κτίστην συνέσει σου.
Χαῖρε, ὅτι ἠκολούθησας τῇ εὐθείᾳ ἀτραπῷ·
χαῖρε,  ὅτι εὐηρέστησας σῇ ἀσκήσει τῷ Θεῷ.
Χαῖρε, τῶν μονοτρόπων ὑφηγῆτορ καὶ κλέος·
χαῖρε,  τεθεωμένων ἀσκητῶν θεῖος ὄλβος.
Χαῖρε, ἐχθροῦ ὁ πύκτης ὁ ἄριστος·
χαῖρε,  αὐτοῦ ὁ μέγας ἀντίπαλος.
Χαῖρε, ἀγώνων στεῤῥῶν θεία λύρα·
χαῖρε,  καμάτων ἀσκήσεως ἅρπα·

Χαίροις, μάκαρ Ἀντώνιε.

Ὕμνοις μελισταγέσι καταστέφομεν μνήμην, Ἀντώνιε, τὴν σὴν καὶ αἰνοῦντες σὴν θεάρεστον διαγωγὴν ἐν τῇ Θηβαΐδι, εὐλαβῶς σπεύδομεν δοξάσαι τὸν Παντάνακτα, ᾯ κράζομεν ἐν κατανύξει·

Ἀλληλούϊα.

Φαίνεις πάσῃ τῇ κτίσει ἀστραπαῖς σῶν ἀγώνων πρὸς θέωσιν, Ἀντώνιε πάνυ, καὶ ἀχλὺν διαλύεις παθῶν τῶν ἡμῶν ἀκτῖσιν ἀρωγῆς θείας σου, σοφέ, καὶ ἀντιλήψεως, ἀεὶ τῶν εὐλαβῶς φωνούντων·

Χαῖρε, πτωχείας Χριστοῦ ὁ τύπος·
χαῖρε,  σοφίας Αὐτοῦ ὁ στῦλος.
Χαῖρε, ὁ φανὸς τοῦ σαρκίου νεκρώσεως·
χαῖρε,  ὁ λαμπρὸς ὑφηγῆτορ θεώσεως.
Χαῖρε, σάλπισμα σωτήριον τῆς ἀγήρω βιοτῆς·
χαῖρε,  καύχημα περίβλεπτον ἰσαγγέλου ἀγωγῆς.
Χαῖρε, ὁ καταυγάσας Θηβαΐδος τὰ πλάτη·
χαῖρε,  ὁ ὡραΐσας ἀσκουμένων τὰ πλήθη.
Χαῖρε, στεῤῥῶν καμάτων ἡ ἔνδειξις·
χαῖρε,  πολλῶν πιπτόντων ἀνόρθωσις·
Χαῖρε, τριστάτης πατέρων ἐρήμου·
χαῖρε,  ἀγάπης πυρσὸς τοῦ Ὑψίστου·

Χαίροις, μάκαρ Ἀντώνιε.

Χαῖρε, τῆς Θηβαΐδος πολιστὰ καὶ Ἀγγέλων συνόμιλε, Ἀντώνιε μάκαρ, ὁ εὐχόμενος καὶ γρηγορῶν καὶ ἀπαύστως νήφων, ἀσκητῶν πρόβολε, βοῶντες πίστει ψάλλομεν τῷ θείῳ τοῦ Ὑψίστου Λόγῳ·

Ἀλληλούϊα.

Ψάλλομέν σου τοὺς πόνους, οὕς, Ἀντώνιε, ἔτλης ἐν πόλεσι καὶ ἐν ἐρημίαις τῆς Αἰγύπτου, πρὸς τῶν ὁρατῶν καὶ τῶν ἀοράτων, ἀσκητὰ ἔνθεε, δεινῶν ἐχθρῶν ἐξόντωσιν καὶ κράζομεν φωναῖς εὐήχοις·

Χαῖρε, ὀρόδαμνος εὐσεβείας·
χαῖρε,  διδάσκαλος σωτηρίας.
Χαῖρε, πολιστὴς Θηβαΐδος ὁ αἴθριος·
χαῖρε,  οἰκιστὴς Παραδείσου ὁ πάγκαλος.
Χαῖρε, λόγοις ὑπερσόφοις σου ὁ διδάξας πᾶσαν γῆν·
χαῖρε,  πόνοις νυχθημέροις σου ὁ λαμπρύνας σὴν ψυχήν.
Χαῖρε, ἐν τῇ ἀγάπῃ τοῦ Θεοῦ ὁ ἑδραῖος
χαῖρε,  ἐν τῇ ἀσκήσει τῇ σεπτῇ εἰρηναῖος.
Χαῖρε, παγὶς δολίων αἱρέσεων·
χαῖρε,  πυξὶς τῶν θείων ἐπάλξεων.
Χαῖρε, πιστῶν τρυχομένων προστάτης·
χαῖρε,  ἡμῶν ἐν δεινοῖς παραστάτης.

Χαίροις, μάκαρ Ἀντώνιε.

Ὦ χαρίτων δοχεῖον, τῶν Ὁσίων Πατέρων, Ἀντώνιε, κοσμήτωρ ἐρήμου, (ἐκ γ΄ ) μὴ ἐλλείπῃς Χριστὸν δυσωπῶν ὑπὲρ Χριστωνύμων, εὐλαβῶς πάντοτε ὑμνούντων σὰ παλαίσματα καὶ ὕμνοις καὶ ψαλμοῖς βοώντων·

Ἀλληλούϊα.

Καὶ αὖθις τὸ Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τῆς Θηβαΐδος οἰκιστὴν τὸν ἐνθεώτατον, σεπτῶν Πατέρων κορυφήν, ἐγκωμιάσωμεν, ὁσιότητος πολύτιμον μαργαρίτην, καὶ δογμάτων τῶν ὀρθῶν ἡμῶν τῆς πίστεως, ὑποφήτην ἀρετῆς ὡς θεῖον σκήνωμα, πόθῳ κράζοντες·


Χαίροις, μάκαρ Ἀντώνιε.

Δίστιχον.
Χαῖρε, Ἀντώνιε, ᾖσε Χαραλάμπης
σὺν Παντελεήμονι λογιωτάτῳ.

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης