Μοιραστείτε
Πήγαινε κάτω
Νηφωνας
Νηφωνας
ΤeamOwner
ΤeamOwner
Αριθμός μηνυμάτων : 40

Εγκώμια του Αγίου Μεγαλομάρτυρος Παντελεήμονος Empty Εγκώμια του Αγίου Μεγαλομάρτυρος Παντελεήμονος

Την / Το Κυρ Μάης 26, 2019 11:08 am
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Εγκώμια του Αγίου Μεγαλομάρτυρος Παντελεήμονος

Δρ Χαραλάμπους Μ. Μπούσια

Εγκώμια του Αγίου Μεγαλομάρτυρος Παντελεήμονος Pantel11

Στάσις α´. Ἦχος πλ. α´. Ἡ ζωὴ ἐν τάφῳ.
Ἀκροστιχίς·  ΙΑΤΗΡ ΘΕΙΟΣ ΠΑΝΤΕΛΕΗΜΟΝ ΩΦΘΗΣ.

Ἰατὴρ θεόφρον, τὴν σὴν μνήμην φαιδρῶς, ἐν ψαλμοῖς δαβιτικοῖς καταστέφομεν, εὐσταλές, Παντελεῆμον, ἀθλητά.

Ἀσωμάτων δῆμοι, καὶ Μαρτύρων χοροὶ , ἐν μοναῖς, Παντελεῆμον, σὲ, ὄλβιε, οὐράνιοις προσεδέξαντο λαμπρῶς.

Τὸν τοῦ Εὐστοργίου, καὶ Εὐβούλης υἱὸν, Ἐκκλησίας τε φωστῆρα ἀείφωτον, φιλεόρτων μακαρίσωμεν χοροί.

Ἤστραψας ἐμφάσει, ἠθικῆς βιοτῆς, καὶ στεῤῥοῦ, Παντελεῆμον, φρονήματος, ἐν χθονὶ Νικομήδειας ἱερῷ.

Ῥήμασι τοῦ θείου, διδασκάλου, σοφέ, Ἑρμολάου ὑπακούσας προέκρινας, τοῦ Χριστοῦ, Παντελεῆμον, τὴν ὁδόν.

Θαυμαστὸς ἐφάνης, ἰατὴρ τῶν πιστῶν, Εὐφροσύνου τοῦ πανσόφου γενόμενος, μαθητής, Παντελεῆμον, εὐκλεής.

Ἐκ θανάτου πάλαι, νεανίαν, κλεινέ, τὸν δηχθέντα ὑπ᾿ ἐχίδνης ἀνέστησας, ἐπικλήσει τοῦ Σωτῆρος καὶ Θεοῦ.

Ἴσχυσας συντρῖψαι, τὰς ὀρδάς τοῦ ἐχθροῦ, τῇ δυνάμει, ἀθλοφόρε, τῆς πίστεως, καὶ εὐχαῖς τοῦ Ἑρμολάου τοῦ σεπτοῦ.

Ὁ Θεὸς τῶν ὅλων, πολιοῦχον θερμόν, ἀρωγὸν Νικομηδέων καὶ καύχημα, σὲ περίδοξον ἀνέδειξε, σοφέ.

Στεφανίτης ὤφθης, γεραρὲ ἀθλητά, διελθὼν διὰ πυρός τε καὶ ὕδατος, καὶ τεινόμενος φρικτῶς ἐν τῷ τροχῷ.

Προσελθὼν τυφλός τις, Παντολέον, πρὸς σὲ, τῆς ἰάσεως τὰ γέρα ἀπείληφεν, ἀνύμνων τὸν σὲ δοξάσαντα Θεόν.

Ἀθλητῶν ἀκρότης, ἐν σταδίῳ Χριστὸν, παῤῥησίᾳ ὡμολόγησας ἄριστα, καὶ βασάνων καθυπέμεινας πληθύν.

Νίκης ἦρας γέρας, κατ᾿ ἀπίστων ἐχθρῶν, θαυμαστὲ Παντελεῆμον, καὶ ἤθλησας, μὴ φοβούμενος αὐτῶν τὰς ἀπειλάς.

Τῶν τυράννων θράσος, οὐ κατέβαλε σέ, ἀλλ᾿ ὑπήνεγκας μολύβδου τὰ βράσματα, ὥσπερ δρόσον καὶ ἐξ ὕψους ὑετόν.

Ἐν σταδίῳ χαίρων, καθυπέστης δεινά, ἀλλ᾿ ἀσάλευτος τῇ πίστει παρέμεινας, τὸν Χριστόν, Παντελεῆμον, ἀνυμνῶν.

Λάμψας ὥσπερ σέλας, θαυμασίοις πολλοῖς, οἰκουμένην κατεφώτισας ἅπασαν, ἰατρὲ Παντελεῆμον ταχινέ.

Ἔχων παῤῥησίαν, πρὸς Θεὸν ἀληθῶς, καθικέτευε Αὐτὸν σῶσαι ἅπαντας, τοὺς γεραίροντας, θεόφρον, σὴν θανήν.

Ἤθλησας νομίμως, καὶ λαμπάδων τὸ πῦρ, καθυπέμεινας δυνάμει τοῦ Κτίσαντος, τοῦ κρατύναντὸς σε, μάκαρ, ἐν δεινοῖς.

Μιμητὴς ὑπῆρξες, τοῦ Σωτῆρος Χριστοῦ, καὶ τὴν χάριν παρ᾿ Αὐτοῦ κομισάμενος, θεραπεύεις πᾶσαν νόσον, Ἀθλητά.

Ὁ Θεὸς σοὶ ὤφθη, ἐν μορφῇ τοῦ σοφοῦ, Ἐρμολάου καὶ στεῤῥῶς ἐνεθάῤῥυνε, σὲ κλεινὲ Παντελεῆμον ἐν δεινοῖς.

Νάματα προχέεις, ἰαμάτων πολλῶν,τοῖς ἐν ὕμνοις μελωδούσι σὴν ἄθλησιν, ἰατρὲ Παντελεῆμον χοϊκοῖς.

Ὡς Μαρτύρων κλέος, καὶ βολὶς ἰατρὼν, ἀπὸ πάσης ῥῦσαι ἅπαντας, Ἅγιε, συμφοράς, Παντελεῆμον, τοὺς πιστούς.

Φέγγος ἀριστείας, καὶ θαυμάτων πηγὴ, ἀνεδείχθης τοῦ Χριστοῦ, Μάρτυς ἔνδοξε· διὸ στέφομεν σὲ ὕμνοις καὶ ᾠδαῖς.

Θραύσας παλαμναίου, τὴν ἰσχὺν ὀχετοῖς, τῶν αἱμάτων σου τῶν θείων, τρισόλβιε, ἐμεγάλυνας τὸ κράτος τοῦ Θεοῦ.

Δόξα. Τριαδικόν.
Ἥλιε φωσφόρε, Παναγία Τριάς, σὺν Πατρί τε καὶ Υἱῷ, Πνεῦμα Ἅγιον, σῶσον πάντας τοὺς τιμῶντάς Σε πιστῶς.

Καὶ νῦν. Θεοτοκίον.
Σέμνωμα Μαρτύρων, Θεοτόκε Ἁγνή, τοῦ ἐχθροῦ τοῦ δυσμενοῦς τὴν ἐπήρειαν, ταῖς πρεσβείαις Σου ἐκδίωξον ταχύ.

Στάσις β΄. Ἦχος πλ. β´. Ἄξιόν ἐστιν.
Ἀκροστιχίς. ΑΞΙΟΝ ΥΜΝΕΙ Ν ΣΕ, Ω ΠΑΝΤΕΛΕΗΜΟΝ.

Ἄξιόν ἐστι, καταστέφειν τὸν λαμπρὸν φωστῆρα, τὸν Παντελεήμονα, ᾄσμασι, καὶ εὐήχοις μελῳδίαις ἱεραῖς.

Ξένων ποταμὸς, ἐνυπάρχεις, ὦ Παντελεῆμον, θαυμασίων θεῖόν τε πέλαγος, καὶ ἰάσεων ἀείῤῥοος πηγή.

Ἴθυνας τὸν νοῦν, ἐκ νεότητος πρὸς τὸν Σωτῆρα, μαθητής, θεόφρον, γενόμενος, Μάρτυς θεῖε, Ἑρμολάου τοῦ σοφοῦ.

Ὄμβρισον ἡμῖν, χάριν ἄφθονον, Παντελεῆμον, ταῖς σαῖς ἀσιγήτοις δεήσεσι, πρὸς τὸν Κτίστην καὶ φιλάνθρωπον Θεόν.

Νέκρωσον ἡμῶν, ἅπαν φρόνημα, Παντελεῆμον, γεηρὸν τῶν πίστει τιμώντων σε, καὶ ὑμνούντων σου σκαμμάτων τὴν πληθύν.

Ὕμνοις ἱεροῖς, εὐφημήσωμεν τὸ τῆς Εὐβούλης, καὶ τοῦ Εὐστοργίου ἐκβλάστημα, τὸ κοσμῆσαν Ἐκκλησίαν τοῦ Χριστοῦ.

Μέμνησο ἡμῶν, τῶν φαιδρῶς σὴν μνήμην ἐκτελούντων, καὶ μεγαλυνόντων σὴν ἄθλησιν, τὴν σεπτήν, Παντελεῆμον γεραρέ.

Νόσους ζοφεράς, ἐκδιώκεις καὶ ἰᾷ παντοίας, ἀσθενείας πίστεως χάριτι, ἰατρὲ Παντελεῆμον εὐλαβές.

Ἔχεις πρὸς Θεόν, παῤῥησίαν, ὦ Παντελεῆμον, ἀσινεῖς τηρεῖν τοὺς προστρέχοντας, τῇ σῇ σκέπῃ ἐκ βελῶν τοῦ δυσμενοῦς.

Ἰατὴρ ψυχῶν, καὶ σωμάτων ὤφθης, ἐλεῆμον Μάρτυς, πᾶσαν ἀῤῥωστίαν ἰώμενος, τοῖς ζητοῦσι τὴν θερμὴν σου ἀρωγήν.

Νεῦσον ταῖς ἡμῶν, ἱκεσίαις, στεφανῖτα Μάρτυς, παύων τῶν παθῶν τὰ ὁρμήματα, καὶ δωρούμενος εἰρήνην τοῖς πιστοῖς.

Στῦλος ἀκλινής, τῆς Νικομηδέων Ἐκκλησίας, καὶ φωστὴρ αὐτῆς ἐκλαμπρότατος, ἀνεδείχθης, στεφηφόρε Ἀθλητά.

Ἔχων τὴν μορφήν, τοῦ σεπτοῦ πρεσβύτου Ἑρμολάου, σοί  Παντελεῆμον, ὁ Κύριος, Ἰησοῦς ἐνεφανίσθη ἐν δεινοῖς.

Ὡς φωτὸς πηγήν, ἐθεώρει σε, Παντελεῆμον, καὶ ὡς τοῦ Θεοῦ φίλον γνήσιον, ὁ τυφλὸς ὁ ἀναβλέψας ὑπὸ σοῦ.

Πλοῦτον γονικόν, διεμοίρασας, Παντελεῆμον, τοῖς πτωχοῖς πόθων πλοῦτον ἄσυλον, θησαυρίσαι, θαυμαστέ, ἐν οὐρανοῖς.

Ἄνθος μυριστόν· ἀνεφάνης τῆς Νικομηδείας· καὶ θαυμάτων δένδρον πολύκλωνον· ἀθλητὰ σοφὲ καὶ ἰαματικέ.

Νύκτα ζοφεράν, ἀγνωσίας τοῦ πατρός σου, μάκαρ, ὦ Παντελεῆμον, ἐδίωξας, μεταστρέψας ἅπαν φρόνημα αὐτοῦ.

Τὴν σὴν κεφαλήν, ἀποτέμνων, ὦ Παντελεῆμον, ὁ ἐχθρὸς ἀντὶ ὄμβρων αἵματος, γάλα εἶδεν ἀναβλύζον θαυμαστῶς.

Ἐπικαλεσθείς, τοῦ Χριστοῦ τὸ ὄνομα ἰάσω, τὸν τυφλὸν δυνάμει τῆς πίστεως, θαυμαστὲ Παντελεῆμον ἰατρέ.

Λάμψον μοι τὸ φῶς, τῆς σῆς ἐνάρετου πολιτείας, καὶ τῶν θαυμασίων σου, Ἅγιε, ὅπως ᾄδω σοῦ τοὺς ἄθλους εὐλαβῶς.

Εὕρομεν σαφῶς, σὲ ὡς θεῖον ῥύστην καὶ προστάτην, ἐν δεινοῖς ταχὺ καταφεύγοντες, ταῖς πρεσβείαις σου, παμμάκαρ, πρὸς Θεόν.

Ἤθλησας στεῤῥῶς, καὶ Μαρτύρων ἠριθμήθης νέφει, τῆς Νικομήδειας ὡράϊσμα, καὶ πιστῶν, Παντελεῆμον, θησαυρέ.

Μνήμην ἱεράν, τῶν σεπτῶν σοῦ ἄγοντες ἀγώνων, τὸν σὲ ἐνισχύσαντα Κύριον, μεγαλύνομεν ἀπαύστως, Ἀθλητά.

Δόξα. Τριαδικόν.
Οὐ Τριὰς κλεινή, σιωπῶ γεραίρειν Σου τὸ κράτος, Πάτερ, Λόγε, Πνεῦμα πανάγιον, εἰς αἰῶνα ἐκ μυχίων τῆς ψυχῆς.

Καὶ νῦν. Θεοτοκίον.
Νίκας κατ᾿ ἐχθρῶν, τοῖς Σοῖς δούλοις δώρησαι, Παρθένε, τοῖς Σὲ ἀσιγήτως δοξάζουσιν, ὡς μητέρα τοῦ Κυρίου καὶ Θεοῦ.

Στάσις γ΄. Ἦχος πλ. α´. Αἱ γενεαὶ πᾶσαι.
Ἀκροστιχίς ΑΣΜΑΣΙ ΣΤΕΦΩΜΕΝ ΠΑΝΤΕΛΕΗΜΟΝΑ.

Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σε, κλεινὲ Παντελεῆμον.

Στεφάνοις ἀφθαρσίας, σὲ ἤμειψεν, θεόφρον, Χριστός, ὁ πάντων Κτίστης.

Μητρός, Παντελεῆμον, ἠγάπησας τὴν πίστιν, μισήσας τὴν πατρῴαν.

Ἀνέτειλας ὡς ἄστρον, Παντελεῆμον θεῖε, ἐν τῇ Νικομηδείᾳ.

Σταγόσι σου αἱμάτων, ἡγίασας τὴν χθόνα, τῆς σῆς σεπτῆς πατρίδος.

Ἰάσεων ὑπάρχεις, Παντελεῆμον μάκαρ, ἀδάπανον ταμεῖον.

Σωτήριον σὲ ὅπλον, κεκτήμεθα καὶ ῥάβδον, Παντελεῆμον θεῖε.

Τυφλόν σοι προσελθόντα, ἰάσω τῇ δυνάμει, Χριστοῦ, Παντελεῆμον.

Εὐβούλης γόνος θεῖος, ὕπηρξας, Ἀθλοφόρε, Χριστὸν τῆς σεβομένης.

Φωτοειδὴς ἐπώφθης, ἀστὴρ ψυχὰς αὐγάζων, πιστῶν, Παντελεῆμον.

Οὐρανοφρόνως, Μάρτυς, διήνυσας τὸν βίον, ἀγωνισθεὶς νομίμως.

Μετὰ Θεὸν σὲ ῥύστην, θερμόν, Παντελεῆμον, κεκτήμεθα ἐκ πόνων.

Ἐλπὶς πασχόντων πέλεις, ἐξ ἀνιάτων νόσων, Παντελεῆμον Μάρτυς.

Ναὸς Θεοῦ ἐδείχθης, πανάσπιλος καὶ σκεῦος, σεπτέ, τοῦ Παρακλήτου.

Περιχαρῶς ὑπέδυς, τοῦ μαρτυρίου τρίβους, στεῤῥὲ Παντελεῆμον.

Ἀξίως ἐδιδάχθης, τὴν πίστιν, Ἀθλοφόρε, παρὰ τοῦ Ἑρμολάου.

Νεκρὸν τὸν ὑπ’ ἐχίδνης, πληγέντα, θεοφόρε, ἀνέστησας εὐχαῖς σου.

Τῶν παρανόμων θράσος, κατέβαλες τῷ σθένει, τῷ σῷ, Παντελεῆμον.

Ἐξεπαιδεύθης, μάκαρ, ἰατρικῇ τῇ τέχνῃ, παρὰ τοῦ Εὐφροσύνου.

Λαμπρῶς ἐπιτελοῦντες, τὴν σήν, θεόφρον, μνήμην, αἰτούμεθα εὐχάς σου.

Ἐλέησον καὶ σῶσον, ἐκ θλίψεων τοὺς πίστει, ὑμνοὺντάς σε, τρισμάκαρ.

Ηὐπρέπισας αἱμάτων, ῥοαῖς σου Ἐκκλησίαν, Χριστοῦ, Παντελεῆμον.

Μισήσας τὰ τοῦ κόσμου, ἐδώρησας σὸν πλοῦτον, πτωχοῖς, Παντελεῆμον.

Οὐ παύσω ἀνυμνεῖν σου, κλυνὲ Παντελεῆμον, τοὺς ἄθλους εἰς αἰῶνας.

Δόξα. Τριαδικόν.
Νοσοῦντά με, Τριάς μου, Πατήρ, Υἱὲ καὶ Πνεῦμα, θεράπευσον ἐν τάχει.

Καὶ νῦν. Θεοτοκίον.
Ἀνήροτε Παρθένε, ἐλέησον τὸν κόσμον, λιταῖς τοῦ Ἀθλοφόρου.

Εὐλογητάρια
Εὐλογητὸς εἰ Κύριε, δίδαξόν με, Σὸν Μάρτυρα ὑμνῆσαι.
Τῶν Ἀγγέλων τοὺς δήμους, κατηγλάϊσας, μάκαρ, σῇ σοφῇ πολιτείᾳ, ἀρετῇ τε καὶ τόλμῃ, θεῖε Παντελεῆμον, Μάρτυς συμπαθές, ἰατρῶν ὡράϊσμα, καὶ ἀκέστορ πάντων πιστῶν θερμότατε.

Εὐλογητὸς εἰ Κύριε, δίδαξόν με, Σὸν Μάρτυρα ὑμνῆσαι.
Τί ὡς μύρα ἰαμάτων χεύματα, ἰατρέ, πᾶσιν ἐκχέεις; Φιλεόρτων οἱ χοροὶ κραυγάζουσιν ἐξιστάμενοι τῷ ἀθλοφόρῳ· Μάρτυς κραταιέ, μὴ παύσῃ δεόμενος, ὑπὲρ πάντων εὐφημούντων σὴν ἄθλησιν.

Εὐλογητὸς εἰ Κύριε, δίδαξόν με, Σὸν Μάρτυρα ὑμνῆσαι.
Λίαν φαιδρῶς ἀθλητῶν τοῖς σκάμμασι προσεχώρησας, Παντελεῆμον, ἰατρὲ πανευσεβές· διὸ καὶ ἠξιώθης ἄπειρα τελεῖν θαύματα, Ἀνάργυρε, τοῖς ἐκ βάθους ψυχῆς ὑμνολογοῦσί σε.

Εὐλογητὸς εἰ Κύριε, δίδαξόν με, Σὸν Μάρτυρα ὑμνῆσαι.
Μυροφόρων τὸ χρέος οἱ πιστοὶ ἐκτελοῦντες ὕμνοις ῥαίνουσι, Παντελεῆμον, καὶ ᾠδαῖς ἱεραῖς ἀντὶ σμύρνης καὶ νάρδου τὴν φωτοειδῆ καὶ πάντιμον μνήμην σου, ἐκζητοῦντες τὴν θερμὴν μεσιτείαν σου.

Δόξα. Τριαδικόν.
Εὐλαβῶς προσκυνοῦντες τὴν Ἁγίαν Τριάδα, ἀνακράζομεν σῶσον, Πάτερ Ἄναρχε, Λόγε καὶ Πανάγιον Πνεῦμα, πάντας τοὺς πιστοὺς τοὺς ἐν ὕμνοις μέλποντας, Ἅγιος, Ἅγιος, Ἅγιος εἷ, Κύριε.

Καὶ νῦν. Θεοτοκίον.
Τὸν συνάναρχον Λόγον συλλαβοῦσα, Παρθένε, ἀνηρότως ἐν χρόνῳ, τὴν ἡμῶν σωτηρίαν ἀπεκύησας, Κόρη, σκεῦος ἐκλογῆς τοῦ Θεοῦ καὶ ηὔφρανας γηγενῶν τοὺς χοροὺς τοὺς Σὲ γεραίροντας.


Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα Σοι ὁ Θεός (γ΄).
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης