Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1731
https://www.proseyxi.com

Παρακλητικός Κανών είς την Κοίμησιν της Υπεραγίας Δεσποίνης ημών Θεοτόκου και Αειπαρθένου Μαρίας Empty Παρακλητικός Κανών είς την Κοίμησιν της Υπεραγίας Δεσποίνης ημών Θεοτόκου και Αειπαρθένου Μαρίας

Την / Το Τετ Οκτ 24, 2012 6:10 am
Κανών Παρακλητικός Είς την Κοίμησιν της Υπεραγίας Δεσποίνης ημών Θεοτόκου και Αειπαρθένου Μαρίας.

Ποίημα Γερασίμου Μοναχού Μικραγιαννανίτου.
Παρακλητικός Κανών είς την Κοίμησιν της Υπεραγίας Δεσποίνης ημών Θεοτόκου και Αειπαρθένου Μαρίας A_a_co10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, είσάκουσον της προσευχής μου, ένώτισαι την δέησίν μου έν τη άληθεία σου, είσάκουσον μου έν τη δικαιοσύνη σου. Και μή είσέλθης είς κρίσιν μετά τοϋ δούλου σου, ότι ού δικαιωθήσεται ενώπιον σου πας ζών. Ότι κατεδίωξεν ό εχθρός την ψυχήν μου έταπείνωσεν είς γήν τήν ζωήν μου. Έκάθισέ με έν σκοτεινοΐς, ώς νεκρούς αίώνος, και ήκηδίασεν έπ’ εμέ τό πνεύμα μου, έν έμοι έταράχθη ή καρδία μου. Έμνήσθην ήμερων άρχαίων, έμελέτησα έν πάσι τοις έργοις σου, έν ποιήμασι των χειρών σου έμελέτων. Διεπέτασα πρός σε τάς χείράς μου ή ψυχή μου ώς γη άνυδρός σοι. Ταχύ είσάκουσόν μου, Κύριε, έξέλιπε τό πνεΰμά μου. Μή άποστρέψης τό πρόσωπόν σου άπ’ έμοΰ, και όμοιωθήσομαι τοΐς καταβαίνουσιν είς λάκκον. Άκουστόν ποίησόν μοι τό πρωΐ τό έλεός σου, ότι έπΐ σοι ήλπισα. Γνώρισόν μοι, Κύριε, όδόν εν ή πορεύσομαι, ότι πρός σέ ήρα την ψυχήν μου. Έξελοΰ με έκ των εχθρών μου Κύριε, πρός σέ κατέφυγον δίδαξόν με τοΰ ποιεΐν τό θέλημά σου, ότι σύ εί ό Θεός μου. Τό Πνεΰμά σου τό άγαθόν οδηγήσει με έν γή ευθεία ενεκεν τοΰ ονόματος σου, Κύριε, ζήσεις με. Έν τή δικαιοσύνη σου, έξάξεις έκ θλίψεως την ψυχήν μου. Καί έν τω έλέει σου έξολοθρεύσεις τούς έχθρούς μου. Και άπολεΐς πάντας τούς θλίβοντας την ψυχήν μου, ότι έγώ δοΰλός σού εΐμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εῖτα τὰ τροπάρια ταῦτα.

Ἦχος δ΄. Ο ὑψωθείς ἐν τῷ Σταυρῶ.

Τοῦς ἀνυμνοῦντας σου τήν Κοίμησιν Κόρη, δι’ης ἀνῆλθες πρός ζωήν τήν ἀγήρω, καί δεξιόθεν τοῦ Υἱοῦ σου ἕστηκας, σκέπε καί διάσῳζε, ἀπό πάσης ἀνάγκης, χάριν τε καί ἔλεος, καί πταισμάτων τήν λύσιν, ἐξαιτουμένῃ Δέσποινα ἡμῖν, τοῖς προσκυνοῦσι, τήν ἄφραστον δόξαν σου.

Δόξα, καί νῦν. Ὅμοιον.
Ἐκ τῶν περάτων Ἀποστόλων ὁ δῆμος, παραγενόμενος Ἀγνῇ ἐν νεφέλαις, τῷ σῶ οἰκήματι ἀθρόοι ἔσπευσαν ὅθεν καί κηδεύσαντες, τό σόν ἄχραντον σῶμα, ὕμνησαν τῆς δόξης σου, τό ἀπόρρητον ὕψος, ὤν ταῖς πρεσβείαις φύλαττε ἡμᾶς, τούς ἀνυμνοῦντας, τήν θείαν σου Κοίμησιν.

Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.


Καί ὁ Κανών οὗ ἡ ἀκροστιχίς:
Θεογεννήτρια ἡμᾶς σκέποις . Γερασίμου.

ὨΙδή α΄. Ὑγράν διοδεύσας.

Θεόν ἡ τεκοῦσα σωματικῶς, σωμάτων ὀδύνης, καί κινδύνων ἐπιφοράς, ἀπάλλαξον Πάναγνε Παρθένε, τούς ἀνυμνοῦντας τήν θείαν σου Κοίμησιν.

Ἐπήρθης πρός δόξαν τῶν οὐρανῶν, καί ἔλιπες πᾶσι, τήν σήν χάριν τήν μητρικήν, τοῖς πίστει Παρθένε ἀνυμνοῦσι, τήν θαυμαστήν σου καί θείαν Μετάστασιν.

Ὁλόφωτον σκήνωμα τοῦ Θεοῦ, ἤδη μεταστᾶσα, πρός σκηνώματα οὐρανῶν, ουράνωσον πάντων τάς καρδιᾷς, Θεογεννήτορ τῶν πόθῳ τιμώντων σε.

Γαλήνην εἰρήνην καί φωτισμόν, ἡμῖν δίδου Κόρη, τοῖς ὑμνοῦσιν εἰλικρινῶς τήν γῆθεν σου ἄνοδον Παρθένε, ἤν καί Ἀγγέλων δοξάζουσι τάγματα.


Ὠδή γ΄. Οὐρανίας ἁψῖδος.
Ἐκ περάτων συνῆλθον, θεαρχικῶ νεύματι, καί τό σόν ἀκήρατον σῶμα, Ἀγνῇ ἐκήδευσαν, οἱ Μαθηταί τοῦ Χριστοῦ ὤν παρακλήσεσι Κόρη, δίδου ἡμῖν ἅπασι, τήν σήν βοήθειαν.

Νοσημάτων παντοίων καί πειρασμῶν λύτρωσαι, τούς ὑμνολογοῦντας Παρθένε, τήν σήν Μετάστασιν, καί κατακοίμησον, τάς δολερᾶς ἐπιθέσεις, τοῦ δολίου δράκοντος, κατά τῶν δούλων σου.

Νᾶμα ἔνθεον βλύσον, καί γλυκασμόν ἄυλον, οἵα χαριτόβρυτος κρήνῃ, θείας χρηστότητος, τοῖς ἑορτάζουσι, τῆς σής Κοιμήσεως Κόρη, τήν λαμπράν πανήγυριν, καί σε γεραίρουσιν.

Ἡλιόμορφε Κόρη, ἡ τόν Χριστόν τέξασα, τῆς δικαιοσύνης τόν μέγαν, Παρθένε Ἥλιον, τόν ζόφον σκέδασον, τῆς ταλαιπώρου ψυχῆς μου, καί φωτί με λάμπρυνον, τῆς σής λαμπρότητος.

Τήν σεπτήν σου καί θείαν, καί θαυμαστήν Κοίμησιν, ὕμνοις ἱεροῖς εὐφημοῦντες, ἀναβοῶμεν σοι. Έσο ἀκοίμητος, ἡμῖν προστάτις Παρθένε, ἅπασαν κοιμίζουσα, ἐχθρῶν ἐπίθεσιν.


Διάσωσον πάσης ἀνάγκης καί θλίψεως Θεοτόκε, τούς ὑμνοῦντας τήν παναγίαν σου Κοίμησιν, πᾶσι παρέχουσα Κόρη παθῶν τήν λύσιν.

Ἐπίβλεψον ἐν  εὐμενείᾳ, Πανύμνητε  Θεοτόκε, ἐπί  τήν  ἐμήν  χαλεπήν  τοῦ  σώματος  κάκωσιν  καί  ἴασαι  τῆς  ψυχῆς  μου  τό  ἄλγος.


Αἴτησις καί τό Κάθισμα.
Ἦχος β΄. Πρεσβεῖα θερμῇ.

Μετέστης ἐκ γῆς, πρός δόξαν ὑπερκόσμιον, ὡς Μήτηρ Θεοῦ, καί πάντων ὑπερέχουσα, Παρθένε Παναμώμητε διά τοῦτο απαύστως βοῶμεν σοι. Τόν σόν Υἱόν καί Θεόν ἐκτενῶς, δυσώπει ὑπέρ τῶν ἀνυμνούντων σε.


Ὠδή δ΄. Εἰσακήκοα Κύριε.
Ῥῶσιν δίδου καί ἴασιν, τοῖς τετρυχωμένοις νόσοις καί πάθεσι, τοῖς ὑμνοῦσι σου τήν Κοίμησιν, Κεχαριτωμένη Ἀειπάρθενε.

Ἱερῶς ἀνελήλυθας, πρός τά ὑπέρ λόγον θεία σκηνώματα, ἱλασμόν ἡμῖν παρέχουσα, τοῖς δοξολογούσι σου τήν Κοίμησιν.

Ἀποστόλων ὁ θίασος, τῆ σῇ Μεταστάσει Ἀγνῇ συνέδραμε, καί τά θεῖα μεγαλεῖα σου, θεολήπτῳ γλώσσῃ ἐμεγάλυνεν.

Η σκηνή ἡ ἀμόλυντος, τῆς ὑπερφυοῦς τοῦ Λόγου σαρκώσεως, Θεοτόκε Ἀειπάρθενε, πάσης ἀλογίας ἡμᾶς λύτρωσαι.


Ὠδή ε΄. Φώτισον ἡμᾶς.
Μένει σου κενός, τοῦ σου σώματος Πανάχραντε, ὁ σός τάφος καί παρέχει τοῖς πιστοῖς, φωτισμόν ἁγιασμόν καί θεῖον ἔλεος.

Ἄλυπον ζωήν, καί εἰρήνην δίδου ἄτρεπτον, Παντευλόγητε Παρθένε Μαριάμ, τοῖς ὑμνοῦσι σου τήν ἔνδοξον Μετάστασιν.

Σε πρός οὐρανόν, ἀνιοῦσαν τά στρατεύματα, τῶν Ἀγγέλων ἀνευφήμουν ἐν χαρά ὤν λιταῖς ἡμᾶς Παρθένε λύπης λύτρωσαι.

Σύντριψον Ἀγνῇ, τοῦ ἐχθροῦ τά μηχανήματα, ἆ τεκταίνει καθ’ημών διηνεκῶς, Θεοτόκε τῶν ἀνθρώπων καταφύγιον.


ᾨδή στ΄. Τήν δέησιν.
Κυμάτων, καί χαλεπῶν καταιγίδων, τῶν τοῦ βίου ἀπολύτρωσαι Κόρη, τούς ἑορτάζοντας πίστει καί πόθῳ, τήν ἱεράν σου καί θείαν Μετάστασιν, δι’ης ὡς πάντων βασιλίς, εἵς τά ἄνω ἀνῆλθες βασίλεια.

Ἐπέστη, τῶν Ἀποστόλων ὁ δῆμος, ὑπό θείων νεφελῶν τῷ σῶ οἴκῳ, Γεσθημανή δε ἐν τάφῳ Παρθένε, τό σόν ἀκηράτων σῶμα ἐκήδευσαν ὤν ταῖς δεήσεσιν ἡμᾶς, φωτισμοῦ οὐρανίου ἀξίωσον.

Πηγάζει, ἁγιασμόν ὁ σός τάφος, καταθέσει τοῦ ἀχράντου σου σκήνους, καί ἁγιάζει ἀεί Θεοτόκε, τούς προσιόντας αὑτῷ μετά πίστεως διό ἁγίασον καμού, καί ψυχήν καί καρδίαν σή χάριτι.

Ο Λόγος, ὁ τοῦ Πατρός ὤσπερ οἵδε, σαρκωθείς ἐκ τῶν ἀγνῶν σου αἱμάτων, ἀπό τῆς γῆς πρός οὐράνιον δόξαν, σε Θεομῆτορ ἐνδόξως μετέστησεν ὄν καθικέτευε ἀεί, τῶν πταισμάτων διδόναι μοι ἄφεσιν.


Διάσωσον πάσης ἀνάγκης καί θλίψεως Θεοτόκε, τούς ὑμνοῦντας τήν παναγίαν σου Κοίμησιν, πᾶσι παρέχουσα Κόρη παθών τήν λύσιν.

Ἄχραντε ἡ διά λόγου τόν Λόγον ανερμυνεύτος ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἄῤῤηκτον τεῖχος καί προστασίᾳ.


Αἴτησις καί τό Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Τῆ ἀθανάτῳ Κοιμήσει σου Ἄχραντε, ὁ οὐρανός καί ἡ γῆ συναγάλλονται διό καί ἡμᾶς νῦν ἀπάλλαξον, εξ’αθυμίας καί πάσης στενώσεως, ὡς πέλαγος θείας χρηστότητος.


Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχ. Ἄκουσον, Θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν.(Κεφ. α´ 39-49, 56)

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριὰμ ἐπορεύθη εἰς τὴν Ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα• καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς• καὶ ἐπλήσθη Πνεύματος ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν• Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ• Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί• ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατὸς καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν.
Ταῖς τῆς Παναχράντου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.


Στίχ.: Ἐλεῆμον, Ἐλέησον με ὁ Θεός κατά τό μέγα ἔλεος σου…
Προσόμοιον.
Ἦχος πλ, β΄. Ὅλην ἀποθέμενοι.

Γῆθεν ἀνελήλυθας, πρός τήν οὐράνιον δόξαν, ὡς πάντων βασίλισσα, καί δεξιά ἕστηκας τοῦ Παντάνακτος, Φωτισμόν νέμουσα, καί χαράν καί λύσιν, τοῖς τήν θείαν σου Μετάστασιν, ὕμνοις γεραίρουσι, καί πανευλαβῶς ἐκβοῶσι σοι Παρθένε Παναμώμητε, μή ἐλλίπῃς πάντοτε σκέπουσα, καί περιφρουροῦσα, ἐκ πάσης λυπηρᾶς ἐπαγωγῆς, καί νοσημάτων καί θλίψεων, τούς σε μεγαλύνοντας.

Σῶσον ὁ Θεός τόν λαόν σου…

ᾨδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ἱλασμόν ἡμῖν αἴτει, καί παθῶν πολυτρόπων τήν ἀπολύτρωσιν, τοῖς πίστει ἀνυμνοῦσι, τήν Κοίμησιν σου Κόρη, καί θερμῶς ἀνακράζουσι χαῖρε Παρθένε Ἀγνῇ, ἡμῶν ἡ προστασία.

Συναγάλλονται Κόρη, οὐρανός καί γῆ πᾶσα ἐν τῆ Κοιμήσει σου, ἐν ἡ καμού τήν θλῖψιν, διάλυσον Παρθένε, τῆς ψυχῆς ἶνα ψάλλω σοι χαῖρε Ἀγγέλων χαρά, καί τῶν ἀνθρώπων σκέπη.

Γῆθεν ἤρθης ἐν δόξῃ, δεξι’οθεν δε ἔστης τοῦ σου Υἱοῦ καί Θεοῦ διό κάμε Παρθένε, τοῖς δεξιοῖς προβάτοις, συναρίθμησον δέομαι, ἐν ὤρα τῆ φοβερά, τῆς ἀδεκάστου δίκης.

Ἐκ γαστρός σου ἐτέχθη, ὁ τό πάν ουσι’ωσα Λόγος τό πρότερον αὑτόν οὖν ἐκδυσώπει, οἰκτείραι Θεοτόκε, τούς ἐν πίστει κραυγάζοντας Ο τῶν πατέρων ἡμῶν, Θεός εὐλογητός εἷ.


ᾨδή η΄. Τόν βασιλέα.
Ῥῶσιν παράσχου, κατά ψυχή ντε καί σῶμα, τοῖς προσπίπτουσι τῆ ἱερά Εἰκόνι, τῆς Κοιμήσεως σου, Παρθένε Θεοτόκε.

Ἀπό περάτων, Χριστοῦ οἱ μύσται συνῆλθον, τοῦ κηδευσαί σου τό σῶμα Θεοτόκε, μεθ’ών ἀνυμνοῦμεν, τήν θείαν Κοίμησιν σου.

Σκέπασον Κόρη, ἐκ τῶν βελῶν τοῦ δολίου, τούς προστρέχοντας τῆ θαυμαστή σου σκεπῇ, καί δοξολογούντας, τήν θείαν Κοίμησιν σου.

Ἰσχύν μοι δίδου, κατά παθών ὀλεθρίων, καί ἀπάλλαξον πικράς με συνηθείας, Κεχαριτωμένη, τόν σόν οἰκτρόν ἱκέτην.


Ὠδή θ΄. Κυρίως Θεοτόκον.
Μετέστης πρός τά ἄνω, ὡς Μήτηρ Κυρίου, καί ἀνυψοῖς πρός οὐράνιον ἔρωτα, τούς ἀνυμνοῦντας Παρθένε τήν σήν Μετάστασιν.

Ὁλόφωτε Λυχνία, Κεχαριτωμένη, τούς τήν σεπτήν σου γεραίροντας Κοίμησιν, τῷ φωτισμῷ τῆς σής χάριτος καταλάμπρυνον.

Ὑμνοῦμεν σύν Ἀγγέλοις, Κεχαριτωμένη, τήν ἱεράν σου καί θείαν Μετάστασιν, ἐπιβοώμενοι Κόρη τήν σήν βοήθειαν.

Ὑπέρτερον τόν νοῦν μου, δεῖξον Θεοτόκε, χαμαιπετῶν ἐννοιῶν τῆ σῇ χάριτι, καί τῆς μανίας με λύτρωσαι τοῦ ἀλάστορος.


Ἄξιον  ἐστίν ὡς ἀληθῶς, μακαρίζειν  Σε  τήν  Θεοτόκον, τήν  ἀειμακάριστον  καί  παναμώμητον  καί  μητέρα  τοῦ  Θεοῦ  ἡμῶν.  Τήν  τιμιωτέραν  τῶν  Χερουβείμ  καί  ἐνδοξοτέραν  ἀσυγκρίτως  τῶν  Σεραφείμ, τήν  ἀδιαφθόρως  Θεόν  Λόγον  τεκοῦσαν, τήν  ὄντως  Θεοτόκον  Σέ  μεγαλύνομεν.

καί τά παρόντα μεγαλυνάρια
Γῆθεν μετετέθης πρός οὐρανόν, Κεχαριτωμένη, ὡς βασίλισσα τοῦ παντός, καί δεξιά ἔστης, τοῦ σου Υἱοῦ Παρθένε, παρέχουσα τῷ κόσμῳ, τήν εὐλογίαν σου.

Ἀπό τῶν περάτων πάσης τῆς γῆς, συνῆλθον Παρθένε, οἱ Ἀπόστολοι τοῦ Χριστοῦ, Πνεύματος δυνάμει, ὑπό νεφῶν αρρήτως, καί τό σεπτόν σου σῶμα, τάφῳ παρέδωκαν.

Ἄγγελοι καί ἄνθρωποι ἐν ᾠδαῖς, τήν Μετάστασιν σου, ἀνυμνοῦσι Μῆτερ Θεοῦ σύ γάρ τῷ σῶ τόκῳ, συνῆψας παραδόξως, τήν γῆν καί τά οὐράνια, Παναμώμητε.

Ἐν χωρίῳ κόρη Γεσθημανή, τό ζωαρχικόν σου, μετεκόμισαν ἐν χαρά, σῶμα Θεοτόκε, οἱ Μαθηταί Κυρίου, καί ευλαβῶς τῶ τάφῳ, τοῦτο κατέθεντο.

Τήν σήν προστασίαν δίδου ἀεί, τοῖς ὑμνολογοῦσι, τήν σήν Κοίμησιν τήν σεπτήν, Κεχαριτωμένη, Παρθένε Θεοτόκε, πταισμάτων αιτούμενη, ἡμῖν συγχώρησιν.

΄Ως τῆς συμπαθείας θεῖος κρουνός, ἐπίβλεψον Κόρη, οὐρανόθεν νῦν εφ’ημάς, καί εἰρήνην αἴτει, ἡμῖν καί σωτηρίαν, τοῖς ανυμνολογούσι, τήν σήν Μετάστασιν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῇς ἡμῖν σφόδρα, μηδέ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομα Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενής καί ἀπόλυσις μεθ’ην ψάλλομεν τό ἐξῇς:

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντας τούς ὑμνοῦντας εὐλαβῶς, τήν σήν Παναγία Παρθένε, θείαν Μετάστασιν, σῷζε καί ἀπάλλαττε, ἐκ πάσης θλίψεως, καί πταισμάτων συγχώρησιν, καί ἔλεος θεῖον, οἵα Μήτηρ αἴτησαι, παρά Χριστοῦ τοῦ Θεοῦ, πᾶσι τοῖς ἀεί ἀφορῶσι, πρός τήν θερμοτάτην πρεσβείαν, τῆς σῆς ἀγαθότητος Πανύμνητε.

Δέσποινα πρόσδεξαι τάς δεήσεις τῶν δούλων Σου, καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Τήν πᾶσαν ἐλπίδα μου εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον ἡμᾶς ὑπό τήν σκέπην Σου.

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.
’Ἀμήν.

Δίστιχον·

Φέρων τῆ Κοιμήσει σου δέησιν Κόρη.
Τῆν σῆν ἐξαιτοῦμαι Γεράσιμος χάριν.



_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης