Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1361
https://www.proseyxi.com

Παρακλητικός Κανών του Αγίου Ιωσήφ του Μνήστορος Empty Παρακλητικός Κανών του Αγίου Ιωσήφ του Μνήστορος

Την / Το Πεμ Μάης 30, 2019 8:29 am
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Παρακλητικός Κανών του Αγίου Ιωσήφ του Μνήστορος

Καί δευτερευόντως εἰς τούς συνωνυμοῦντας αὐτῷ Ἁγίους.

μ. Μελάνης Μ. Μπούρα

Παρακλητικός Κανών του Αγίου Ιωσήφ του Μνήστορος Ioshmn10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, είσάκουσον της προσευχής μου, ένώτισαι την δέησίν μου έν τη άληθεία σου, είσάκουσον μου έν τη δικαιοσύνη σου. Και μή είσέλθης είς κρίσιν μετά τοϋ δούλου σου, ότι ού δικαιωθήσεται ενώπιον σου πας ζών. Ότι κατεδίωξεν ό εχθρός την ψυχήν μου έταπείνωσεν είς γήν τήν ζωήν μου. Έκάθισέ με έν σκοτεινοΐς, ώς νεκρούς αίώνος, και ήκηδίασεν έπ’ εμέ τό πνεύμα μου, έν έμοι έταράχθη ή καρδία μου. Έμνήσθην ήμερων άρχαίων, έμελέτησα έν πάσι τοις έργοις σου, έν ποιήμασι των χειρών σου έμελέτων. Διεπέτασα πρός σε τάς χείράς μου ή ψυχή μου ώς γη άνυδρός σοι. Ταχύ είσάκουσόν μου, Κύριε, έξέλιπε τό πνεΰμά μου. Μή άποστρέψης τό πρόσωπόν σου άπ’ έμοΰ, και όμοιωθήσομαι τοΐς καταβαίνουσιν είς λάκκον. Άκουστόν ποίησόν μοι τό πρωΐ τό έλεός σου, ότι έπΐ σοι ήλπισα. Γνώρισόν μοι, Κύριε, όδόν εν ή πορεύσομαι, ότι πρός σέ ήρα την ψυχήν μου. Έξελοΰ με έκ των εχθρών μου Κύριε, πρός σέ κατέφυγον δίδαξόν με τοΰ ποιεΐν τό θέλημά σου, ότι σύ εί ό Θεός μου. Τό Πνεΰμά σου τό άγαθόν οδηγήσει με έν γή ευθεία ενεκεν τοΰ ονόματος σου, Κύριε, ζήσεις με. Έν τή δικαιοσύνη σου, έξάξεις έκ θλίψεως την ψυχήν μου. Καί έν τω έλέει σου έξολοθρεύσεις τούς έχθρούς μου. Και άπολεΐς πάντας τούς θλίβοντας την ψυχήν μου, ότι έγώ δοΰλός σού εΐμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὀνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

και τά Τροπάρια


Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.
Τῷ τῇ Παρθένῳ μνηστευθέντι ἀσπίλως, ἵνα φυλάσσῃ τόν Αὐτῆς θεῖον Τόκον, τῷ μυστιπόλῳ Μνήστορι σεμνῷ Ἰωσήφ, κράξωμεν προσψαύοντες τάς αὐτοῦ θείας χεῖρας, αἵ ἐνηγκαλίσαντο, τόν Θεόν βρεφωθέντα, παντός κινδύνου λύπης καί φθορᾶς, τούς σέ καλοῦντας ἀπάλλαξον, Ἅγιε.

Δόξα. Τό  αὐτό. Καί νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄(50)  Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.


Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς:  
ΘΕΙΕ ΜΝΗΣΤΩΡ ΦΥΛΑΤΤΕ ΠΑΡΘΕΝΩΝ ΜΝΗΣΤΡΑ.



ᾨδή α΄. Ἦχος πλ. δ΄. Ὑγράν διοδεύσας.
Θεοῦ σαρκωθέντος ἐπί τῆς γῆς, πατήρ ὡνομάσθης, Ἰωσήφ οἰκονομικῶς, διό τούς υἱούς Θεοῦ γενέσθαι, ἐπιποθοῦντας ἀξίωσον Ἅγιε.

Ἐκάλεσας Πάτερ τόν Ἰωσήφ, ὅς τῆς Αἰγυπτίας, μοχθηρίαν διαφυγών, ἐκλήθη ἀξίως σιτοδότης, ἵνα ἡμᾶς θείου Ἄρτου ἐμπλήσητε.

Ἰσχύν μοι παράσχου ὦ Ἰωσήφ, ἐξ ὅλης ψυχῆς μου διανοίας καί βιοτῆς, Χριστόν τόν Σωτῆρα καί Νυμφίον, καθυπουργεῖν καί λατρεύειν καί γεύεσθαι.

Θεοτοκίον.
Ἐπίβλεψον πάσαις Μῆτερ Ἁγνή, ψυχαῖς μονοτρόπων, λατρευόντων τόν Ἰωσήφ, ὅς Μνήστωρ καί φύλαξ ἀνεδείχθη, Σῆς παρθενίας, Παρθένων ἡ πρόμαχος.


ᾨδή γ΄. Οὐρανίας ἁψίδος.
Μεσιτείας ἁγίας τῆς σῆς τυχεῖν δέομαι, πρός τόν Ἐλεήμονα πάντη Θεόν καί Κύριον, Ὅν προσεκύνησας, μετά Ποιμένων καί Μάγων, βρέφος ἐπωλένιον Χριστόν ὁρώμενος.

Νάρδῳ σμύρνῃ ἀλόῃ ὁ Ἰωσήφ ἔδησε, λίαν εὐσχημόνως τό σῶμα, τοῦ Παντευχνήμονος, τό ὑπό Μνήστορος, ἐντυλιχθέν ἐν σπαργάνοις· ὅθεν καί πλουτίζουσιν ἡμᾶς ἐν χάρισιν.

Ἡμαρτηκότα με δέξαι, ὦ Ἰωσήφ Ἅγιε, ἐκ χαμαιζηλίας τοῦ κόσμου ἐπαναστρέφοντα, καί βίον κρείτονα, ἀξίωσον με ἀνύειν, τόν πενθίμου Σχήματος τρίβους βαδίζοντα.

Θεοτοκίον.
Σωτηρίαν παράσχου, ἡ Ἰησοῦν τέξασα, πᾶσιν ἐκζητοῦσι Παρθένε πταισμάτων ἄφεσιν, καί ἀπολύτρωσιν, ἐκ τῶν δεινῶν καί κινδύνων, ἅ βίος ἐφάμαρτος ἡμῖν ἐπέφερεν.


Διάσωσον, μοναζόντων χορείας ὦ θεῖε Μνήστωρ, ὅτι πάντες πανευλαβῶς πρός σέ καταφεύγουσι, ῥυσθῆναι κινδύνων τῆς ἁμαρτίας.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.


Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Χριστόν πατρικῶς, θερμῶς ἐπροστάτευσας, Ἀγγέλου χρησμόν, τόν ξένον προσδεξάμενος, Ἰωσήφ μακάριε, τῶν Παρθένων φύλαξ καί πρόμαχε, μή διαλίπῃς τοῦ σκέπειν ἡμᾶς, τῶν πλάνου παγίδων ῥυόμενος.


ᾨδή δ΄. Εἰσακήκοα, Κύριε.
Τετρωμένη καρδία σου, μεσσιανικῷ τε πόθῳ ἐδέξατο, τόν Σωτῆρα πάσης κτίσεως, Ὅν οἰκεῖον τῇ ζωῇ μου ποίησον.

Ὁλοθέρμοις δεήσεσιν, Ὁμολογητά Ἰωσήφ τε στήριξον, Ὀρθοδόξων πάντων φρόνημα, τοῦ ὀρθῶς λατρεύειν Υἱόν τέκτονος.

Ῥητορεύουσα γλῶσσα μου, οὐκ ἰσχύει Ἅγιε ἀνυμνῆσαι σου, τήν ταπείνωσιν τήν ἄφατον, δι’ ἧς τούς φιλοῦντας σε ἐμπλούτισον.

Θεοτοκίον.
Φυλαχθεῖσα Πανάμωμε, ἐν τῇ σκέπῃ Ἰωσήφ τοῦ Μνήστορος, προσβολάς ἐχθρῶν διέφυγες, ὅθεν πτέρυξί Σου ἡμᾶς σκέπασον.


ᾨδή ε΄. Φώτισον ἡμᾶς.
Ὕμνους ἐκ ψυχῆς, προσδεχομένους μακάριε, Ἰωσήφ πάσης σκοτώσεως ἁχλύν, διαλύεις φωταυγίᾳ σῆς πατρότητος.

Λάμψιν φωταυγῆ, τοῦ νοός σου τῆς ἐκστάσεως, ὑμνογράφε Ἰωσήφ πᾶσιν ἡμῖν, μεταδίδεις δι’ εὐχῶν τοῦ θείου Μνήστορος.

Ἅγιον σεμνόν, καί ὑπήκοον με ποίησον, Ἰωσήφ· καί γάρ εἰς σέ ὁ Ἰησοῦς, σύν Μητρί παιδίον ἧν ὑποτασσόμενον.

Θεοτοκίον.
Σθένος ψυχικόν, Θεοτόκε μοι χορήγησον, ἵνα τοῦ πενθίμου Σχήματος ἰσχύν, ἐνεργόν κατέχω πάσας τάς ἡμέρας μου.


ᾨδή στ΄. Τήν δέησιν ἐκχεῶ.
Σωθείημεν, σαῖς πρεσβείαις Ἅγιε, ἐν τῷ πλῷ σεπτῆς νηός Ἐκκλησίας, ἐκ πειρασμῶν καθ’ ἡμέραν τοῦ βίου, καί ψυχικῶν προσβολῶν τοῦ ἀλάστορος, ὧν γνώστης ὤν ὦ Ἰωσήφ, ὡς Χριστόν καί ἡμᾶς νῦν προστάτευσον.

Εἰσάκουσον, Ἰωσήφ Ἐπίσκοπε, Ὀρθοδόξων ἐκ ψυχῆς ἀγωνίαν, ὅτι καί νῦν κινδυνεύει ἡ πίστις, ἐκ προσβολῶν δεινοτάτων αἱρέσεων, καί λύτρωσαι πάντας ἡμᾶς, δυσωπῶν Ἰησοῦν σύν τῷ Μνήστορι.

Παγκάκιστον, Ἰωσήφ κατάργησον, τόν δεινόν συκοφαντίας σπορέα, ὅτι ὡραίους καρπούς καταστρέφει, τῶν ἀρετῶν ὅταν ὦσι περκά-ζουσαι· καί γάρ γνωρίζεις ἀληθῶς, τῶν βροτῶν καί δαιμόνων κακόνοιαν.

Θεοτοκίον.
Ἁγίασον, τούς ὑμνοῦντας Δέσποινα, ἑκτενῶς Σήν κραταιάν προστασίαν, καί τόν Σταυρόν Σοῦ Υἱοῦ ἁραμένους, ἀκολουθοῦντας Αὐτοῦ τοῖς προστάγμασι· τούς ζῶντας Εὐαγγελικῶς, ἐραστάς τῶν ἠθῶν βίου κρείττονος.


Διάσωσον, ἀπό κινδύνων ὦ Ἰωσήφ τούς σούς φίλους, ὅτι πάντες ὡς πατέρα Χριστοῦ καταφεύγομεν, τόν ἔχοντα σύν Μητρί παρρησίαν.

Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.


Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τήν προστασίαν Μαρίας ἀνέλαβες, παραλαβών ἐκ Ναοῦ Ταύτην Διίκαιε, ἐκπληρῶν τοῦ Θεοῦ σου τό θέλημα, εἰς Βηθλεέμ Ναζαρέτ τε καί Αἴγυπτον· διό καί ἡμᾶς νῦν προστάτευσον.


Προκείμενον. Δίκαιος ὡς φοίνιξ ἀνθήσει καί ὡσεί κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον ἐκ τοῦ κατά Ματθαῖον (Κεφ. α΄ 18 – 25).

Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν. Μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος Ἁγίου.  Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι, ἐβουλήθη λάθρα ἀπολῦσαι αὐτήν. Ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος Κυρίου κατ᾿ ὄναρ ἐφάνη αὐτῷ λέγων· Ἰωσὴφ υἱὸς Δαυῒδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν Ἁγίου. Τέξεται δὲ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. Τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ρηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον μεθ᾿ ἡμῶν ὁ Θεός. Διεγερθεὶς δὲ ὁ Ἰωσὴφ ἀπὸ τοῦ ὕπνου ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος Κυρίου καὶ παρέλαβε τὴν γυναῖκα αὐτοῦ, καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.

Δόξα.
Ταῖς τοῦ Σοῦ Δικαίου πρεσβείαις, ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.


Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ. Ἐλέησόν με, ὁ Θεός…

Ἰωσήφ μακάριε, τῆς Θεοτόκου ὁ Μνήστωρ, Ἰωσήφ συγκάλεσον, πάντων ὁμωνύμων σου τήν ὁμήγυριν· Ἰωσήφ Πάγκαλον, Ἰωσήφ ψάλλοντα, Ἰωσήφ τε τόν Εὐσχήμονα, σύν δύο Μάρτυσι καί τόν Ἰωσήφ Καλικέλαδον, μετά τοῦ Ἀρχιποίμενος, Ὁμολογητήν τόν Στουδίτην δέ, σύν Ἡγιασμένῳ, τόν νέον Σπηλαιώτην Ιωσήφ, ἵνα ποιήσητε δέησιν, Ἰωσήφ φιλάνθρωποι.


ᾨδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥυπαρότητα βίου, ἀποκάθαρον πάτερ Χριστοῦ ἐπίγειε, ὅς εὗρες ἐν σπηλαίῳ, τήν φάτνην τοῦ δεχθῆναι, Βασιλέα τῆς κτίσεως, τήν τόν Μεσσίαν Χριστόν, ἀποκαραδοκούσης.

Θησαυρόν Ἐκκλησίας, καί πηγήν ἰαμάτων σόν θεῖον σκήνωμα, ἡ Ζάκυνθος κατέχει, σεπτέ Ἡγιασμένε, Ἰωσήφ ἀξιάγαστε, ὅς συμπρεσβεύεις Χριστῷ, ὁμοῦ Δικαίῳ Μύστῃ.

Ἐλεήμονα γνοῦσα, ὦ ψυχή μου Κυρίου σεπτόν θεράποντα, τήν χάριν τοῦ ἐλέους, λαμβάνεις θαυμασίως, ἐν ἀνάγκαις κραυγάζουσα ὦ Ἰωσήφ θαυμαστέ, ἡμῶν μή ἐπιλάθου.

Θεοτοκίον.
Ναυσιπλόως ἱθύνεις, τό πηδάλιον βίου ἐμοῦ Πανάμωμε, ὁμοῦ καί τό ἱστίον, πρός αὔρας οὐρανίους, ἵνα πίστει κραγάζω Σοι· κυβέρνησόν μου Ἁγνή, ψυχήν τρικυμιῶσαν.


ᾨδή η΄. Τόν Βασιλέα.
Ὦ πρεσβειῶν σου, τό δαψιλές ἐπιχέεις, Ἰωσήφ Παρθένου ὁ θεράπων, ἵνα σέ ὑμνοῦμεν, οἱ πάντες εὐγνωμόνως.

Νενεκρωμένος, τῇ διαθέσει ὁ τάλας, ὦ Ἀναχωρητά ἱκετεύω, ἵνα ὥσπερ κύκνος, συμψάλλω σοι ἐν τέλει.

Μεμισημένος, ἐκ κατηγόρων μου πλήθους, ὑπομένων διάγω τόν βίον· ὅθεν Ἰωσήφ σε, βοηθόν ἐπικαλοῦμαι.

Θεοτοκίον.
Νυμφαγωγῆσαι, νύμφας Υἱοῦ Σου ὦ Νύμφη, πρός Αὐτοῦ ἀκήρατον νυμφῶνα, κράζομεν Σοι πόθῳ, ὡς Ἀνυμφεύτῳ Νύμφῃ.


ᾨδή θ΄. Κυρίως Θεοτόκον.
Ἠοῦς ῥοδοδακτύλου, ἡμῶν σωτηρίας, τῆς Μαριάμ ὤφθης τεῖχος ἀκράδαντον· ὅθεν αὐγᾶσαι καρδίας μου ζόφον δέομαι.

Στηρίξατε τούς πάντας, πρός τήν ὁμολογίαν, Ἰωσηφίως ἀμφότεροι Μάρτυρες, τοῦ μαρτυρεῖν καθ’ἑκάστην στερρῶς τόν Κύριον.

Τακείς ἐν ἐρημίαις, εὐχή τε καί ἀσκήσει, ὦ Ἰωσήφ Σπηλαιώτα τοῦ Ἄθωνος, ὑπέρ σῶν φίλων πρεσβεύεις ὁμοῦ τῷ Μνήστορι.

Ῥημάτων ἱκεσίων, οἱ ὁμωνυμοῦντες, τῷ Ἰωσήφ ἐνδεκάριθμοι Ἅγιοι, ἀκουτισθέντες Κυρίῳ, θερμῶς προσάγετε.

Θεοτοκίον.
Ἁγίων Παναγία, ὦ Θεογεννῆτορ, τούς ὑμνητάς Ἰωσήφ καταξίωσον, τῆς Οὐρανῶν Βασιλείας, τοῦ Παντοκράτορος.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

και τα παρόντα Μεγαλυνάρια.

Ὕδωρ τό ἀθάνατον πεπωκώς, πηγήν ζωαρχίας, ψηλαφίσας ὦ Ἰωσήφ, πρῶτος τε λαμβάνεις Θεοῦ υἱοθεσίαν, ὑπό Χριστοῦ ὡς βρέφος, Ὅν υἱοθέτησας.

Δός μοι δεομαί σου ὦ Ἰωσήφ, τήν δοξολογίαν, καθ’ ἑκάστην τοῦ Ἰησοῦ, ἥν καί ἠκουτίσθης ἐν τῷ σπηλαίῳ πρῶτος, Ἀγγέλων ἀνυμνούντων, ξένον μυστήριον.

Φεύγοντά με στήριξον Ἰωσήφ, παθῶν ἐξ Αἰγύπτου, καί Ἠρώδου σαρκός θυμοῦ, ὥσπερ καθωράθης, ὡς φύλαξ φυγαδεύων, Μαρίαν τήν Παρθένον, καί θεῖον νήπιον.

Ἀμφιάσαι δέομαι Ἰωσήφ, χάριν ἐν ἀσκήσει, καί εὐπρέπειαν ἀρετῶν, πάντας  τούς τιμῶντας τήν σήν ἁγίαν μνήμην, τούς στίγματα Χριστοῦ σου, χαρᾷ βαστάζοντας.

Θέλοντά με πόθῳ ἀπό τοῦ νῦν, βίον σταυροφόρον, τοῦ ἐλέσθαι ὦ Ἰωσήφ, γενοῦ μοι Κυρηναῖος, εἰς δρόμον τόν ἁνάντη, ῥυόμενος κινδύνων, ψυχῆς καί σώματος.

Δέξαι με τόν πόθον ὦ Ἰωσήφ, ὅπως τοῦ ὀλίσθου, ἁμαρτίας διαφυγών, ῥύπον ἀποπλύνω ἀμέτρων μου πταισμάτων, πηγαῖς τε τῶν δακρύων, καί δρόσῳ χάριτος.

Πᾶσαι  τῶν  Ἀγγέλων  αἱ  στρατιαί, Πρόδρομε  Κυρίου, Ἀποστόλων  ἡ  δωδεκάς, οἱ  Ἅγιοι  Πάντες  μετά  τῆς  Θεοτόκου, ποιήσατε  πρεσβείαν  εἰς  τό  σωθῆναι  ἡμᾶς.


Τό  Τρισάγιον
Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος
ἀθάνατος, ἐλέησον ἡμᾶς (τρίς).

Δόξα. Καὶ νῦν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.
Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον (γ´). Δόξα. Καὶ νῦν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου
ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

καί  τά  Τροπάρια  ταῦτα.
Ἦχος  πλ. β΄.

Ἐλέησον  ἡμᾶς, Κύριε,  ἐλέησον  ἡμᾶς, πάσης  γάρ  ἀπολογίας  ἀποροῦντες, ταύτην  Σοι  τήν  ἱκεσίαν, ὡς  Δεσπότῃ, οἱ  ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον  ἡμᾶς.

Δόξα.
Κύριε  ἐλέησον  ἡμᾶς, ἐπί  Σοί  γάρ  πεποίθαμεν. Μή  ὀργισθῆς  ἡμῖν  σφόδρα, μηδέ  μνησθῆς  τῶν  ἀνομιῶ  ἡμῶν. Ἀλλ’ ἐπίβλεψον  καί  νῦν  ὡς  εὔσπλαχνος  καί  λύτρωσαι  ἡμᾶς ἐκ  τῶν  ἐχθρῶν  ἡμῶν. Σύ  γάρ  εἶ  Θεός  ἡμῶν  καί  ἡμεῖς  λαός  Σου, πάντες  ἔργα  χειρῶν  Σου  καί  τό  ὄνομά  Σου  ἐπικεκλήμεθα.

Καί  νῦν.
Τῆς εὐσπλαχνίας  τήν  πύλην  ἄνοιξον  ἡμῖν, εὐλογημένη  Θεοτόκε, ἐλπίζοντες  εἰς  Σέ  μή  ἀστοχήσωμεν, ῥυσθείημεν  διά  Σοῦ  τῶν  περιστάσεων· Σύ  γάρ  ἡ  σωτηρία  τοῦ  γένους  τῶν  Χριστιανῶν.

Ἱερέως  Ἀπόλυσις. Πρὸ τοῦ Δι᾿εὐχῶν, ψάλλομεν τὰ παρόντα τροπάρια.

Ἦχος β΄. Ὅτε  ἐκ  τοῦ  ξύλου.

Ἵθυνον εὐθέως Ἰωσήφ, σκάφος μου ζωῆς πρός πορείαν, τῶν θελημάτων Χριστοῦ, θείῳ στηριζόμενα τά τε ἱστία Σταυρῷ· ταῖς δέ αὔραις τοῦ Πνεύματος, ἀεί πρός τά πρόσω, πυρσῷ φωτιζόμενος, σεπτοῦ ἰθύνοντος· ἵνα πρός λιμένα Ἁγίων, ἐγκαθορμιζόμενος ψάλλω, δόξα τῷ Θεῷ μου πάντων ἕνεκεν.

Δέσποινα  πρόσδεξαι,  τάς  δεήσεις  τῶν  δούλων  Σου  καί  λύτρωσαι  ἡμᾶς  ἀπό  πάσης  ἀνάγκης  καί  θλίψεως.

Τήν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με  ὑπό τήν σκέπην Σου.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς  ἐρήμου  πολίτης.
Τῆς ἁγίας Παρθένου θεοφόρον φυλάκτορα, βρέφους Ἰησοῦ τόν πατέρα, ἐπί τῆς γῆς ἀνυμνήσωμεν τόν κρυφιομύστην Ἰωσήφ, σκεπάσαντα σεμνῶς τήν Μαριάμ, ἀπορίαν ξένου τόκου ὑπερφυοῦς, ἐν θάμβει αὐτῷ βοῶντες δόξα τοῖς μυστηρίοις Σου Σοφέ, δόξα τῇ εὐσπλαχνίᾳ Σου, δόξα τῷ φυλάσσοντι παντί, Παρθένων τό εὔοδον.


Δι ᾿ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς.
Ἀμήν.

Στίχοι·
Ἰωσήφ ὦ Μνήστωρ, Παρθένου θεράπον, Μελάνης δέησιν ἱκέσιον δέχου.
Ἰωσήφ θειώτατε, Παρθένων φύλαξ, δέξαι Μελάνης ὑπέρ Ἰωσηφίνης ἱκέτην.

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης