Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1282
https://www.proseyxi.com

Χαιρετισμοί εις τον εν Ἁγίοις Πατέρα ημών Αχίλλιον Ἀρχιεπίσκοπον Λαρίσης τον θαυματουργόν Empty Χαιρετισμοί εις τον εν Ἁγίοις Πατέρα ημών Αχίλλιον Ἀρχιεπίσκοπον Λαρίσης τον θαυματουργόν

Την / Το Πεμ Μάης 30, 2019 9:10 am
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Χαιρετισμοί εις τον εν Ἁγίοις Πατέρα ημών Αχίλλιον Ἀρχιεπίσκοπον Λαρίσης τον θαυματουργόν

Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου
Χαιρετισμοί εις τον εν Ἁγίοις Πατέρα ημών Αχίλλιον Ἀρχιεπίσκοπον Λαρίσης τον θαυματουργόν Agiosa11

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Τῆς Θεσσαλίας τόν ἀστέρα τόν ὑπέρλαμπρον Καί Λαρισαίων τόν ποιμένα τόν ἀνύστακτον Κατά χρέος εὐφημήσωμεν ἐκβοῶντες· Παρρησίαν κεκτημένος πρός τόν Κύριον Ἐκ παντός ἡμᾶς κινδύνου ἐλευθέρωσον Ἵνα κράζωμεν,
χαίροις Πάτερ Ἀχίλλιε.

Ἄγγελος ἐκ τῶν τρόπων, ἐν τῷ κόσμῳ ἐφάνης, Ἀχίλλιε σοφέ Ἱεράρχα· καί νῦν Ἀγγέλων δήμοις συνών, τῶν τῆς Τριάδος ἐντρυφᾷς ἐλλάμψεων, δι’ ὧν πυρσεύειςἅπαντας, τούς ἐκβοῶντάς σοι τοιαῦτα.

Χαῖρε τό ἄστρον τό τῆς Ἑώας
Χαῖρε τό φέγγος τῆς Θεσσαλίας
Χαῖρε τῆς Λαρίσης ποιμήν ἐνθεώτατος
Χαῖρε Ἐκκλησίας φωστήρ τηλαυγέστατος
Χαῖρε κῆρυξ ὁ πολύφωνος τῆς Θεότητος Χριστοῦ
Χαῖρε ξίφος τό ἀμφίστομον τῆς ἀπάτης τοῦ ἐχθροῦ
Χαῖρε ὅτι καθεῖλες τοῦ Ἀρείου τό θράσος
Χαῖρε ὅτι παρέχεις Ὀρθοδόξοις τό κράτος
Χαῖρε ἀστήρ τῆς πίστεως πάμφωτος
Χαῖρε πιστῶν ὁ θεῖος διδάσκαλος
Χαῖρε πολλῶν αὐτουργέ θαυμασίων
Χαῖρε λειμών δωρεῶν οὐρανίων

Χαίροις Πάτερ Ἀχίλλιε.

Βλέμμα τό τῆς ψυχῆς σου, ἐκκαθάρας εἰσέδυς, εἰς γνόφον θεωρίας τῆς ἄνω, καί τά ὑπέρ λόγον μυηθείς, τό τῆς Τριάδος κηρύττεις μυστήριον, Ἀχίλλιε μακάριε, προς ἥν ἔνθους ἀεί κραυγάζεις.

Ἀλληλούϊα.

Γνῶσιν θείαν πλουτήσας, καθαρθείς τῶν προσύλων, καί θείας μετασχών φωταυγείας, ἐναρέτου βίου ὁδηγός, καί εὐσεβείας κῆρυξ ἐχρημάτισας, ἰθύνων φόβῳ κρείττονι, πρός Κύριον τούς ἐκβοῶντας.

Χαῖρε ζωῆς ἁγίας ὁ τύπος
Χαῖρε ἠθῶν ἀμέμπτων ὁ λύχνος
Χαῖρε εὐσεβείας τό θεῖον γεώργιον
Χαῖρε ἀφθαρσίας οὐράνιον ἔσοπτρον
Χαῖρε ὕψος θείων πράξεων, ὡς κρειττόνων ἐραστής
Χαῖρε βάθος θείας χάριτος καί σοφός ὑφηγητής
Χαῖρε ὅτι Κυρίῳ ὁλικῶς ἀνετέθης
Χαῖρε ὅτι τοῦ κόσμου θεοφρόνως ἀπέστης
Χαῖρε ψυχῆς λαμπρύνας τά ὄμματα
Χαῖρε σαρκός νεκρώσας τό φρόνημα
Χαῖρε λαμπρόν ἀπαθείας ταμεῖον
Χαῖρε σεπτῶν χαρισμάτων δοχεῖον

Χαίροις Πάτερ Ἀχίλλιε.

Δύναμιν οὐρανίαν, ἐνδυσάμενος Πάτερ, θαυμάτων αὐτουργός θείων ὤφθης, και
πλημμύραν θείων διδαχῶν, ἐκ τῶν χειλέων πηγάζων Ἀχίλλιε, πολλάς ψυχάς κατήρδευσας, πρός σωτηρίαν ἐκβοώσας.

Ἀλληλούϊα.

Ἔχρισέ σε ἡ χάρις, ἕνεκεν τῶν σῶν τρόπων, καί βίου τοῦ ἁγίου σου Πάτερ, ἀρχιερέα λαοῦ πιστοῦ, καί τῆς Λαρίσης ποιμένα σε δείκνυσιν· ὁσίως γάρ ἐποίμανας, τους ἐκβοῶντάς σοι ἐκ πόθου.

Χαῖρε τό στόμα τῆς ἀληθείας
Χαῖρε ἡ πτῶσις τῆς δυσσεβείας
Χαῖρε Ἀποστόλων τῶν θείων διάδοχος
Χαῖρε χαρισμάτων ἁγίων ἀνάπλεως
Χαῖρε κλῆμα τό κατάκαρπον ἀρετῶν θεοειδῶν
Χαῖρε φοῖνιξ ὁ ὑψίκομος ἀγαθῶν πνευματικῶν
Χαῖρε ὅτι ἐδείχθης αὐτουργός θαυμασίων
Χαῖρε ὅτι ἐκλάμπεις ἐν χορείᾳ Ὁσίων
Χαῖρε εἰκών πλουσίας χρηστότητος
Χαῖρε λαμπτήρ Θεοῦ ἀγαθότητος
Χαῖρε δι’ οὗ Λαρισαῖοι σκιρτῶσι
Χαῖρε πρός ὅν ἐν χαρᾷ ἐκβοῶσι

Χαίροις Πάτερ Ἀχίλλιε.

Ζηλωτής Ἀποστόλων, γεγονώς τῶν Ἁγίων, ἐν λόγοις τε καί πράξεσι θείαις, Ἀποστολικῶς ἱερουργεῖς, τό τοῦ Χριστοῦ Εὐαγγέλιον Ὅσιε, πάντας παιδεύων χάριτι, Θεῷ κραυγάζειν ἐν εὐσεβείᾳ.

Ἀλληλούϊα.

Ἤθροισται ἐν Νικαίᾳ, Πνεύματι τῷ Ἁγίῳ, ἡ Σύνοδος ἡ Πρώτη καί θεία, ἐν ᾗ ὡς ἀστήρ θεολαμπής, ἀναλάμψας Ἀχίλλιε μακάριε, τόν Ἄρειον ἠμαύρωσας, καταπυρσεύων τούς βοῶντας.

Χαῖρε φωτός οὐρανίου πλήρης
Χαῖρε Θεοῦ Τρισηλίου μύστης
Χαῖρε τῆς Συνόδου τῆς Πρώτης συνήγορε
Χαῖρε τῆς Ἀρείου μανίας κατήγορε
Χαῖρε ὅτι ὁμοούσιον ἔφης τόν Υἱόν Πατρί
Χαῖρε ὅτι καταβέβληκας τῆς ἀπάτης την ροπήν
Χαῖρε ὁ θεηγόρος τῆς ἀκτίστου Τριάδος
Χαῖρε ὁ μυστολέκτης τῆς ἀνάρχου Μονάδος
Χαῖρε ἐχθρῶν ὀλέσας τό φρύαγμα
Χαῖρε πιστῶν φωτίσας τό σύστημα
Χαῖρε κρατήρ γλυκασμοῦ ψυχοτρόφου
Χαῖρε δοτήρ δροσισμοῦ θεοσδότου

Χαίροις Πάτερ Ἀχίλλιε.

Θαῦμα μέγα εἰργάσω, τῆς Συνόδου ἐν μέσῳ, Ἀχίλλιε σοφέ Ἱεράρχα· ἔλαιον γάρ
βλύζεις θαυμαστῶς, ἐκ πέτρας ἀνίκμου ἐν θείῳ Πνεύματι, καί ἅπαντας ξέπλησας, τῇ χάριτί σου τούς ἐκβοῶντας.

Ἀλληλούϊα.

Ἴθυνας τόν λαόν σου, πρός νομάς ζωηφόρους, τῶν θείων ἐνταλμάτων θεόφρον,
καί πᾶν ζιζάνιον ἐξ αὐτοῦ, τῇ διδαχῇ σου ἀπέτεμες Ὅσιε· διό σου τήν λαμπρότητα, θαυμάζοντες ἀναβοῶμεν.

Χαῖρε τό κλέος τῆς Θεσσαλίας
Χαῖρε ἡ δόξα τῆς Ἐκκλησίας
Χαῖρε Λαρισαίων φωστήρ οὐρανόφωτος
Χαῖρε Ὀρθοδόξων ἰσχύς θεοδώρητος
Χαῖρε στόμα τό θεόφθογγον διδαγμάτων ἱερῶν
Χαῖρε ὄμμα τό μειλίχιον πλῆρες θείων οἰκτιρμῶν
Χαῖρε ὅτι ἐκ πέτρας ἔλαιον ἀναβλύζεις
Χαῖρε ὅτι σοῖς λόγοις Ἄρειον κατακλύζεις
Χαῖρε Θεοῦ φωνή οὐρανόβροντος
Χαῖρε ἐχθροῦ θεόσοφος ἔλεγχος
Χαῖρε δογμάτων ἁγίων κινύρα
Χαῖρε ναμάτων ἀΰλων πλημμύρα

Χαίροις Πάτερ Ἀχίλλιε.

Κῆρυξ Ὀρθοδοξίας, εὐκλεής χρηματίσας, ἐφίμωσας Ἀρείου τό στόμα, καί ὁμοούσιον τῷ Πατρί, τόν Υἱόν ἀνακηρύττεις Ἀχίλλιε, τόν δι’ ἡμᾶς σαρκωθέντα, ᾧ καί βοᾷς σύν τοῖς Ἀγγέλοις.

Ἀλληλούϊα.


Λάμπων ἐν τῇ Λαρίσῃ, ὡς ποιμήν θεοφόρος, ἀκτῖσιν ἀρετῶν οὐρανίων, οὐ μόνον τήν Θετταλίαν, ἀλλά καί πᾶσαν την Ἐκκλησίαν Ἅγιε, λαμπρύνεις ταῖς σαῖς χάρισι, καί πάντας συγκινεῖς βοᾷν σοι.

Χαῖρε ὁ μέγας ἐν Ἱεράρχαις
Χαῖρε ὁ θεῖος ἐν Ποιμενάρχαις
Χαῖρε Παρακλήτου τό θεῖον κειμήλιον
Χαῖρε Παραδείσου τό ἄνθος τό τίμιον
Χαῖρε στῦλος ὁ ὁλόφωτος Ἐκκλησίας τοῦ Χριστοῦ
Χαῖρε λύχνος ὁ ἀείφωτος τοῦ θεόφρονος λαοῦ
Χαῖρε τῆς Θετταλίας πολυτίμητον γέρας
Χαῖρε τῶν Λαρισαίων θεοστήρικτον κέρας
Χαῖρε πηγή σεπτοῦ ἁγιάσματος
Χαῖρε ἀλκή πιστῶν ἀπροσμάχητος
Χαῖρε δι’ οὗ ἡ ἀσέβεια πίπτει
Χαῖρε δι’ οὗ θεία χάρις ἐκβλύζει

Χαίροις Πάτερ Ἀχίλλιε.

Μέγας ἐν Ἱεράρχαις, ἀληθῶς ἀνεδείχθης, ὡς πλήρης ταπεινώσεως ἄκρας, Ἀχίλλιε Πάτερ θαυμαστέ, καί θαυμάτων δυνάμεις θείῳ Πνεύματι, ἐνεργεῖς τοῖς προστρέχουσι, τῇ σκέπῃ σου καί βοῶσιν.

Ἀλληλούϊα.

Νέον ὡς Μωϋσέα, καί Ἀπόστολον Παῦλον, ἐδέχθη ἡ Ἑλλάς σε παμμάκαρ· πρά-
ξεσι γάρ Εὐαγγελικαῖς, εὐεργετῶν τους ἅπαντας Ἀχίλλιε, τό κήρυγμα τῆς πίστεως,
πᾶσι παρέθου τοῖς βοῶσι.

Χαῖρε ἡ σάλπιγξ τῆς εὐσεβείας
Χαῖρε ἡ λύρα τῆς ἀληθείας
Χαῖρε φυτοκόμε ἠθῶν καθαρότητος
Χαῖρε ριζοτόμε ἁπάσης κακότητος
Χαῖρε χάριν τήν σωτήριον ὁ πηγάζων δαψιλῶς
Χαῖρε Παύλου τά διδάγματα ὁ ἐκφήνας ἐναργῶς
Χαῖρε ὁ ἀσθενοῦντας ἰασάμενος λόγῳ
Χαῖρε πολλούς παιδεύσας τῷ οἰκείῳ σου τρόπῳ
Χαῖρε Θεοῦ θεράπων θερμότατος
Χαῖρε πιστῶν ἀτίνακτος πρόβολος
Χαῖρε δι’ οὗ πᾶσα νόσος ἰᾶται
Χαῖρε ἐν ᾧ θεία χάρις ὁρᾶται

Χαίροις Πάτερ Ἀχίλλιε.

Ξένα θαύματα Πάτερ, ἐνεργῶν καθ’ ἑκάστην, πολλούς προσήγαγες τῷ Κυρίῳ·
ἐντεῦθεν ἐπλήσθη ἡ Ἑλλάς, τῶν ἱερῶν διδαχῶν σου Ἀχίλλιε, καί ἅπαντες ἐδόξαζον, τόν σέ δοξάσαντα βοῶντες.

Ἀλληλούϊα.

Ὅλον σε ὡς κατεῖδον, χάριτος θείας πλήρη, ἠγάσθησαν τόν βίον σου Πάτερ, Κωνσταντῖνος ἄναξ ὁ πιστός, καί οἱ τῆς Συνόδου Πατέρες Ὅσιε· ὡς ἄγγελος ἐφαίνου γάρ, τοῖς μετά πόθου σοι βοῶσι.

Χαῖρε εἰκών Πατέρων ἁγίων
Χαῖρε κανών ποιμένων ὁσίων
Χαῖρε πολιτείας ὁσίας ὑπόδειγμα
Χαῖρε ἀπαθείας ἁγίας θησαύρισμα
Χαῖρε ἄγγελε ἐπίγειε, Ἱερέων καλλονή
Χαῖρε ἄνθρωπε οὐράνιε, Ὀρθοδόξων χαρμονή
Χαῖρε ὅτι παρέχεις τοῖς αἰτοῦσιν ἰάσεις
Χαῖρε ὅτι ἐκτρέπεις τοῦ ἐχθροῦ τάς ἐπάρσεις
Χαῖρε λαμπάς τῶν ἔργων τῆς χάριτος
Χαῖρε ἡμᾶς ἐξαίρων τοῦ χείρονος
Χαῖρε ψυχῶν ὁ καθαίρων τόν ρῦπον
Χαῖρε Θεοῦ ὁ ἐκφαίνων τόν οἶκτον.

Χαίροις Πάτερ Ἀχίλλιε.

Πόλις τῶν Λαρισαίων, ἡ ἁγία σου ποίμνη, Ἀχίλλιε σοφέ Ἱεράρχα, φρουρόν σε κεκτημένη θερμόν, τῇ σῇ σκέπῃ καταφεύγει ἑκάστοτε· ἥν φύλλαττε δεόμεθα, ἐκ πάσης θλίψεως βοῶσαν.

Ἀλληλούϊα.

Ῥήσεις καί νουθεσίας, Πατρικάς ἀπευθύνας, τῇ ποίμνῃ σου σοφέ Ἱεράρχα, μετέστης τῶν τῇδε ἐν χαρᾷ, καί τῷ φωτί τοῦ Κυρίου ἀνέδραμες, Ἀχίλλιε μακάριε, καταπυρσεύων τούς βοῶντας.

Χαῖρε ὁ θεῖος ἱερολόγος
Χαῖρε ἐν ἅπασι θεοφόρος
Χαῖρε ὑποφῆτα δογμάτων τῆς πίστεως
Χαῖρε γεωργία τῶν νόμων τοῦ κρείττονος
Χαῖρε φῶς τό τριλαμπέστατον ὁ δεχόμενος λαμπρῶς
Χαῖρε δόξαν τήν τρισήλιον ὁ ὁρῶν περιφανῶς
Χαῖρε ὅτι προεῖδες τό σόν ἅγιον τέλος
Χαῖρε ὅτι παρέχεις ἡμῖν ἄνωθεν σθένος
Χαῖρε χαρά Λαρίσης καί στέφανος
Χαῖρε πιστῶν ἀκοίμητος ἔφορος
Χαῖρε δι’ οὗ ἐκλυτρούμεθα πόνων
Χαῖρε δι’ οὗ ἐκρυόμεθα στόνων

Χαίροις Πάτερ Ἀχίλλιε.

Σῶμά σου Ἱεράρχα, τό σεπτόν θείοις ὕμνοις, παρέδωκαν ταφῇ τῇ ὁσίᾳ, ἐξ οὗ χάρις ἔρρει κρουνηδόν, ἰαμάτων παντοδαπῶν Ἀχίλλιε, τοῖς πίστει καταφεύγουσι, καί βοῶσιν ἐν εὐλαβείᾳ.

Ἀλληλούϊα.

Τάφῳ ἄγνωστον μένον, ἐν ἐτῶν περιόδοις, τό θεῖόν σου καί πάντιμον σκῆνος, ἀπεκαλύφθη νεύσει Θεοῦ, ὡς θησαυρός πολύτιμος τῇ ποίμνῃ σου, ἁγιασμόν καί ἴασιν, Πάτερ παρέχον τοῖς βοῶσι.

Χαῖρε ἡ κρήνη τῶν ἰαμάτων
Χαῖρε ὁ πλοῦτος τῶν χαρισμάτων
Χαῖρε Ἱεράρχα Χριστοῦ ἱερώτατε
Χαῖρε Ποιμενάρχα ἡμῶν θεοδόξαστε
Χαῖρε σκήνωμα πολύτιμον ἐνεργείας θεϊκῆς
Χαῖρε στήριγμα ἀσάλευτον Ἐκκλησίας τῆς σεπτῆς
Χαῖρε ὅτι παρέστης τῷ Θεῷ μετά δόξης
Χαῖρε ὅτι ἀρήγεις Πατρικῶς τοῖς σοῖς τέκνοις
Χαῖρε Θεοῦ ὁρῶν τήν λαμπρότητα
Χαῖρε παθῶν ἐκπλύνων φαυλότητα
Χαῖρε Χριστοῦ ἱερός παραστάτης
Χαῖρε ἡμῶν βοηθός καί προστάτης.

Χαίροις, Πάτερ Ἀχίλλιε.

Ὕμνοις Πάτερ τιμῶντες, τό σόν ἅγιον σκῆνος, ἐπλήσθημεν δακρύων καί θρήνων, ἡνίκα ἐπελθόντες ἐχθροί, μακράν τοῦτο τῆς σῆς ποίμνης ἀπήγαγον· ἀλλ’ ἀεί δίδου Ἅγιε, ἡμῖν τήν χάριν σου βοῶσιν.

Ἀλληλούϊα.

Φύλαξ ἔσο καί σκέπη, τῇ σῇ ποίμνῃ παμμάκαρ, τῇ πόθῳ σε καί πίστει τιμώσῃ· εἰ γάρ καί ἐστέρηται πάλαι, τοῦ ἱεροῦ σου λειψάνου Ἀχίλλιε, ἀλλ’ οἶκόν σοι περίβλεπτον, ἐδείματο ἀναβοῶσα.

Χαῖρε ὁ σύσκηνος τῶν Ἀγγέλων
Χαῖρε ὡράϊσμα τῶν Πατέρων
Χαῖρε ὁ παρέχων τοῖς πᾶσι βοήθειαν
Χαῖρε ὁ ἐκτρέπων ἐχθροῦ τήν ἐπήρειαν
Χαῖρε σκεῦος χρυσοκόλλητον δωρημάτων ἐκ Θεοῦ
Χαῖρε ἄγγος ἱερόχρυσον πλῆρες θείου φωτισμοῦ
Χαῖρε ὅτι ἰᾶσαι τάς νοσούσας καρδίας
Χαῖρε ὅτι λυτροῦσαι χαλεπῆς ἀθυμίας
Χαῖρε ἡμῶν τό θεῖον προσφύγιον
Χαῖρε πιστῶν στερρόν ἀμυντήριον
Χαῖρε ψυχάς θείῳ φόβῳ ρυθμίζων
Χαῖρε νοός τάς αἰσθήσεις φωτίζων

Χαίροις Πάτερ Ἀχίλλιε.

Χαίρει τῶν Λαρισαίων, ἡ Μητρόπολις Πάτερ, προστάτην σε καί καύχημα μέγα,
πλουτοῦσα Ἀχίλλιε σοφέ, καί πρός Θεόν πρεσβευτήν ἑτοιμότατον, καί τήν ἁγίαν
μνήμην σου, πανηγυρίζουσα κραυγάζει.

Ἀλληλούϊα.

Ψάλλοντές σου τούς ὕμνους, εὐφημοῦμέν σε Πάτερ, ὡς θεῖον Ἐκκλησίας φωστῆρα, καί ἀντιλήπτορα θαυμαστόν, τῆς Λαρισαίων πόλεως Ἀχίλλιε· ᾗ δίδου ὡς φιλότεκνος, τήν εὐλογίαν σου βοώσῃ.

Χαῖρε Λαρίσης ὁ πολιοῦχος
Χαῖρε Ἑλλάδος ὁ λαμπαδοῦχος
Χαῖρε Ἀποστόλων Χριστοῦ ἰσοστάσιε
Χαῖρε θεοφόρων Πατέρων συνάριθμε
Χαῖρε θεία ὑποτύπωσις εὐλαβῶν Ἱεραρχῶν
Χαῖρε πρέσβυς ἡμῶν μέγιστος πρός Χριστόν τόν ἀγαθόν
Χαῖρε τῆς Θεσσαλίας ἐγκαλλώπισμα θεῖον
Χαῖρε τῆς εὐσεβείας εὐωδέστατον κρίνον
Χαῖρε δι’ οὗ παθῶν καθαρθήσομαι
Χαῖρε δι’ οὗ φωτός πληρωθήσομαι
Χαῖρε πιστῶν πρός Θεόν μεσιτεία
Χαῖρε κἀμοῦ ψυχική θυμηδία.

Χαίροις Πάτερ Ἀχίλλιε.

Ὦ θεσπέσιε Πάτερ, Λαρισαίων ἡ δόξα, Ἀχίλλιε Χριστοῦ Ἱεράρχα, δεδεγμένος ἡμῶν τάς φωνάς, τῶν ἐν τῷ βίῳ, δεινῶν περιστάσεων, ἀπάλλαττε δεόμεθα, τούς τιμῶντάς σε καί βοῶντας.

Ἀλληλούϊα.

Καί αὖθις τό Κοντάκιον
Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ

Τῆς Θεσσαλίας τόν ἀστέρα τόν ὑπέρλαμπρον Καί Λαρισαίων τόν ποιμένα τόν ἀνύστακτον Κατά χρέος εὐφημήσωμεν ἐκβοῶντες· Παρρησίαν κεκτημένος πρός τόν Κύριον Ἐκ παντός ἡμᾶς κινδύνου ἐλευθέρωσον
Ἵνα κράζωμεν, χαίροις Πάτερ Ἀχίλλιε.


Δίστιχον.
Ἀχίλλιε χαῖρέ σοι ἐν εὐλαβείᾳ
Γεράσιμος κράζει σοι ὁ ἀνυμνῶν σε.

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης