Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1361
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον εν Ἁγίοις Πατέρα ημών Αχίλλιον Ἀρχιεπίσκοπον Λαρίσης τόν θαυματουργόν Empty Παρακλητικός Κανών εις τον εν Ἁγίοις Πατέρα ημών Αχίλλιον Ἀρχιεπίσκοπον Λαρίσης τόν θαυματουργόν

Την / Το Πεμ Μάης 30, 2019 9:25 am
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Παρακλητικός Κανών εις τον εν Ἁγίοις Πατέρα ημών Αχίλλιον Ἀρχιεπίσκοπον Λαρίσης τόν θαυματουργόν

Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου
Παρακλητικός Κανών εις τον εν Ἁγίοις Πατέρα ημών Αχίλλιον Ἀρχιεπίσκοπον Λαρίσης τόν θαυματουργόν Agiosa11

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, είσάκουσον της προσευχής μου, ένώτισαι την δέησίν μου έν τη άληθεία σου, είσάκουσον μου έν τη δικαιοσύνη σου. Και μή είσέλθης είς κρίσιν μετά τοϋ δούλου σου, δτι ού δικαιωθήσεται ενώπιον σου πας ζών. Ότι κατεδίωξεν ό εχθρός την ψυχήν μου έταπείνωσεν είς γήν τήν ζωήν μου. Έκάθισέ με έν σκοτεινοΐς, ώς νεκρούς αίώνος, και ήκηδίασεν έπ’ εμέ τό πνεύμα μου, έν έμοι έταράχθη ή καρδία μου. Έμνήσθην ήμερων άρχαίων, έμελέτησα έν πάσι τοις έργοις σου, έν ποιήμασι των χειρών σου έμελέτων. Διεπέτασα πρός σε τάς χείράς μου ή ψυχή μου ώς γη άνυδρός σοι. Ταχύ είσάκουσόν μου, Κύριε, έξέλιπε τό πνεΰμά μου. Μή άποστρέψης τό πρόσωπόν σου άπ’ έμοΰ, και όμοιωθήσομαι τοΐς καταβαίνουσιν είς λάκκον. Άκουστόν ποίησόν μοι τό πρωΐ τό έλεός σου, ότι έπΐ σοι ήλπισα. Γνώρισόν μοι, Κύριε, όδόν εν ή πορεύσομαι, ότι πρός σέ ήρα την ψυχήν μου. Έξελοΰ με έκ των εχθρών μου Κύριε, πρός σέ κατέφυγον δίδαξόν με τοΰ ποιεΐν τό θέλημά σου, ότι σύ εί ό Θεός μου. Τό Πνεΰμά σου τό άγαθόν οδηγήσει με έν γή ευθεία ενεκεν τοΰ ονόματος σου, Κύριε, ζήσεις με. Έν τή δικαιοσύνη σου, έξάξεις έκ θλίψεως την ψυχήν μου. Καί έν τω έλέει σου έξολοθρεύσεις τούς έχθρούς μου. Και άπολεΐς πάντας τούς θλίβοντας την ψυχήν μου, ότι έγώ δοΰλός σού εΐμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὀνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

καί τό ἑξῆς:
Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ

Ὡς Ἱεράρχης τοῦ Χριστοῦ Θεοφόρος, και τῆς Λαρίσης εὐκλεής ποιμενάρχης, Ἀρχιερεῦ Ἀχίλλιε μακάριε, πάσης ἡμᾶς λύτρωσαι, ἐπηρείας καί βλάβης, νόσων τε και θλίψεων, καί πικρῶν συμπτωμάτων, ταῖς πρός Θεόν πρεσβείαις σου σοφέ, ὡς ἀντιλήπτωρ, ἡμῶν συμπαθέστατος.

Ἀπολυτίκιον Ἁγίου Ἀχιλλίου
Ποίημα Μητροπολίτου Λαρίσης Δωροθέου Κοτταρᾶ, Μετέπειτα Ἀρχιεπισκόπου Ἀθηνῶν καί πάσης Ἑλλάδος


Δόξα Πατρί...
Χαίρει ἔχουσα ἡ Θεσσαλία, σέ ἀκοίμητον φρουρόν προστάτην, καί τῆς Λαρίσης ἡ πόλις ἀδάμαντα, ἡ ἐκκλησία τήν εὔηχον σάλπιγγα, τό τοῦ Υἱοῦ ὁμοούσιον κηρύξασα· Πάτερ Ἅγιε Ἱεράρχα Ἀχίλλιε, Χριστόν τόν Θεόν ἱκέτευε, δωρήσασθαι εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

Καί νῦν...
Οὐ σιωπήσομέν ποτε Θεοτόκε τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμή γάρ σύ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο, ἐκ τοσούτων κινδύνων; τίς δέ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός Ν΄ (50).
Ἐλέησόν με ὁ Θεός κατά τό μέγα ἔλεός σου, καί κατά το πλῆθος τῶν οἰκτιρμῶν σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου, καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι την ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστί διά παντός. Σοί μόνῳ ἥμαρτον, καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα· ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καί νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας· τά ἄδηλα καί τά κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καί καθαρισθήσομαι· πλυνεῖς με, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου, καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου σου, καί τό Πνεῦμα σου τό ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην και τεταπεινωμένην, ὁ Θεός, οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου την Σιών καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν σου μόσχους.

Ἡ ἀκροστιχίς.
«Δίδου σήν χάριν ἡμῖν ὦ Πάτερ. Γερασίμου».


Ὠδή α΄. Ἦχος πλ. δ΄. Ὑγράν διοδεύσας.

Δοχεῖον τῆς χάριτος τοῦ Θεοῦ, χαρίτωσον Πάτερ, τάς καρδίας καί τάς ψυχάς, τῶν πίστει καί πόθῳ προσιόντων, τῇ σῇ πρεσβείᾳ παμμάκαρ Ἀχίλλιε.

Ἰάσεις πηγάζων παντοδαπάς, ἰάτρευσον Πάτερ, τούς τρωθέντας βέλει δεινῷ, παθῶν ἐπηρείᾳ τοῦ Βελίαρ, καί πᾶσιν αἴτει Ἀχίλλιε ἄφεσιν.

Διάρας τάς χεῖράς σου νοερῶς, εὐλόγησον Πάτερ, τούς ἑστῶτας πανευλαβῶς, παμμάκαρ τῇ θείᾳ σου Εἰκόνι, καί πᾶσι δίδου χαράν τήν οὐράνιον.

Θεοτοκίον.
Ὁλόφωτον σκήνωμα τοῦ Θεοῦ, Κεχαριτωμένη, Παντευλόγητε Μαριάμ, παθῶν μου διάλυσον τόν ζόφον, καί μετανοίας φωτί με καταύγασον.


Ὠδή γ΄. Οὑρανίας ἁψῖδος.
Ὑπερήφανον ὄφιν, τόν καθ’ ἡμῶν αἴροντα, γλῶσσαν ἰοβόλον κακίας, σύντριψον Ἅγιε, τῇ ἀντιλήψει σου, καί πρός τάς τρίβους Κυρίου, τάς ψυχάς Ἀχίλλιε, ἡμῶν ὁδήγησον.

Σέ προστάτην καί ρύστην, καί βοηθόν ἕτοιμον, πάντες Λαρισαῖοι πλουτοῦντες, θερμῶς βοῶμέν σοι· Σκέπε Ἀχίλλιε, πάσης δεινῆς δυσπραγίας, τήν κληρονομίαν σου, ὡς συμπαθέστατος.

Ἡ ἀκένωτος χάρις, ἥν ἐκ Θεοῦ κέκτησαι, βρύει ἐκ τοῦ θείου ναοῦ σου, ὡς ὕδωρ ἄφθαρτον, καταδροσίζουσα, τάς φλεγομένας καρδίας, πάθεσι καί θλίψεσι, Πάτερ Ἀχίλλιε.

Θεοτοκίον.
Νεκρωθείς τῇ κακίᾳ, ὡς ὑπαχθείς Ἄχραντε, πάσαις τοῦ ἐχθροῦ ἐπηρείαις, πίστει κραυγάζω σοι· Ζωῆς ὡς τέξασα, τόν ἀρχηγόν Θεοτόκε, τήν ψυχήν μου ζώωσον, τῇ σῇ χρηστότητι.


Διάσωσον πάσης ἀνάγκης Ἀχίλλιε Ἱεράρχα, τούς ἐν πίστει τῇ σῇ πρεσβείᾳ προστρέχοντας, καί τῶν πταισμάτων την ἄφεσιν ἡμῖν αἴτει.

Ἐπίβλεψον ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου το ἄλγος.


Αἴτησις καί τό Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Πρεσβείαν τήν σήν, ὡς ἰσχυρόν προπύργιον, πλουτοῦντες ἀεί, ῥαδίως ἀποτρέπομεν, τά καθ’ ἡμῶν βουλεύματα, τοῦ δεινοῦ κοσμοκράτορος Ἅγιε, οὗ τῆς μανίας λύτρωσαι ἡμᾶς. Ἀχίλλιε Πάτερ ἱερώτατε.


Ὠδή δ΄. Εἰσακήκοα Κύριε.
Χαρμονήν δίδου Ἅγιε, τοῖς κεκρατημένοις λύπαις καί πάθεσιν, ὡς χαρᾶς τῆς θείας μέτοχος, καί τοῖς ἐν ἀνάγκαις ἀπολύτρωσιν.

Ἀοράτως ἐπίβλεψον, ἐπί τούς ἑστῶτας πιστῶς Ἀχίλλιε, τῇ Εἰκόνι σου μακάριε, και παράσχου τούτοις τά αἰτήματα.

Ῥῶσιν αἴτει καί ἴασιν, τοῖς ἐν ἀσθενείαις καί περιστάσεσι, καί πταισμάτων τήν συγχώρησιν, τοῖς σέ μακαρίζουσιν Ἀχίλλιε.

Θεοτοκίον.
Ἰατρόν ἡ κυήσασα, καί Σωτῆρα πάντων Χριστόν τόν Κύριον, σωτηρίας με ἀξίωσον, Κεχαριτωμένη Μητροπάρθενε.


Ὠδή ε΄. Φώτισον ἡμᾶς.
Νέκρωσον σοφέ, τῶν παθῶν τήν ἐπανάστασιν, καί εἰρήνην καί γαλήνην εὐσταθῆ, ἐν τῷ βίῳ ἡμῖν δίδου Πάτερ Ὅσιε.

Ἡμεροφαής, ὡς ἀστήρ λάμπων τοῖς θαύμασι, πάντα ζόφον καί ὁμίχλη ἐξ ἡμῶν, ἀπελαύνεις δυσχερῶν Πάτερ Ἀχίλλιε.

Μέγας ἀρωγός, Λαρισαίων πέλων Ἅγιε, ἐκ μεγάλων καί πικρῶν ἐπηρειῶν, τήν σήν πόλιν ἀπαλλάττεις τῇ πρεσβείᾳ σου.

Θεοτοκίον.
Ἴασαι Ἁγνή, τῆς ψυχῆς μου δεινά τραύματα, καί χορήγει μοι μετάνοιαν θερμήν, ὡς ἄν εὕρω τῶν παθῶν τήν ἀπολύτρωσιν.


Ὠδή στ΄. Τήν δέησιν.
Ναόν σου, τόν ἱερόν κεκτημένοι, ὡς ἀχείμαστον καί ἄκλυστον ὅρμον, πάσης δεινῆς τρικυμίας ἐν βίῳ, τούτῳ προστρέχοντες τάχος λυτρούμεθα. Ἀχίλλιε θαυματουργέ, καί γαλήνης τῆς θείας πληρούμεθα.

Ὡς μέγας, ἐν προστασίαις ὑπάρχων, μη ἐλλείπῃς συμπαθῶς προστατεύων, τῶν εὐλαβῶς προσιόντων σοι Πάτερ, καί την θερμήν αἰτούντων βοήθειαν, Ἀχίλλιε θαυματουργέ, ἥν ἀεί ἡμῖν δίδου τοῖς τέκνοις σου.

Προστάτην σε, καί θερμόν πολιοῦχον, κεκτημένη Λαρισαίων ἡ πόλις, τῇ σῇ προστρέχει ἀεί ἀντιλήψει, καί εὐλαβῶς ἐκβοᾷ σοι Ἀχίλλιε. Σκέπε καί φύλαττε τήν σήν, κληρουχίαν ἐκ θλίψεων Ἅγιε.

Θεοτοκίον.
Ἀφράστως, τόν Ποιητήν τῶν ἁπάντων, τετοκυῖα μετά σώματος Κόρη, σωματικῶν ὀδυνῶν με καί πόνων, καί ψυχικῆς συνοχῆς ἀπολύτρωσαι, τόν καταφεύγοντα
θερμῶς, Θεοτόκε τῇ σῇ ἀγαθότητι.


Διάσωσον πάσης ἀνάγκης Ἀχίλλιε Ἱεράρχα, τούς ἐν πίστει τῇ σῇ πρεσβείᾳ προστρέχοντας, καί τῶν πταισμάτων την ἄφεσιν ἡμῖν αἴτει.

Ἄχραντε ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικήν παῤῥησίαν.


Αἴτησις καί τό Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Τῇ προστασίᾳ σου Ἅγιε σπεύδοντες, πειρατηρίων παντοίων λυτρούμεθα, καί χάριτος θείας πληρούμεθα, καί ψυχικῆς εὐφροσύνης Ἀχίλλιε· διό σέ ἀπαύστως γεραίρομεν.

Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στίχ. Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται...
Εὐαγγέλιον. Κατά Ἰωάννην.

Εἶπεν ὁ Κύριος πρός τούς ἐληλυθότας πρός αὐτόν Ἰουδαίους· Ἀμήν ἀμήν λέγω ὑμῖν. Ὁ μή εἰσερχόμενος διά τῆς θύρας εἰς τήν αὐλήν τῶν προβάτων, ἀλλά ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστί και ληστής· ὁ δέ εἰσερχόμενος διά τῆς θύρας, ποιμήν ἐστι τῶν προβάτων. Τούτῳ ὁ θυρωρός ἀνοίγει, καί τά πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καί τά ἴδια πρόβατα καλεῖ κατ’ ὄνομα, καί ἐξάγει αὐτά. Καί ὅταν τά ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καί τά πρόβατα ἀκολουθεῖ, ὅτι οἴδασι τήν φωνήν αὐτοῦ. Ἀλλοτρίῳ δε οὐ μή ἀκολουθήσωσιν, ἀλλά φεύξονται ἀπ’ αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τήν φωνήν. Ταύτην τήν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἐκεῖνοι δέ οὐκ ἔγνωσαν, τίνα ἦν ἅ ἐλάλει αὐτοῖς. Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς· Ἀμήν ἀμήν λέγω ὑμῖν, ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. Πάντες ὅσοι ἦλθον πρό ἐμοῦ, κλέπται εἰσί καί λησταί· ἀλλ’ οὐκ ἤκουσαν αὐτῶν τά πρόβατα. Ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται· καί εἰσελεύσεται, και ἐξελεύσεται, καί νομήν εὑρήσει.


Δόξα. Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις, Έλεήμον, έξάλειψον τά πλήθη, των έμών εγκλημάτων.

Καί νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Έλεήμον, έξάλειψον τά πλήθη, των έμών εγκλημάτων.


Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στίχ. Ἐλέησόν με ὁ Θεός κατά τό μέγα ἔλεός σου...

Χάριν εἰσδεξάμενος, τήν τῶν θαυμάτων πλουσίων, ἱερέ Ἀχίλλιε, ὡς θεράπων γνήσιος τοῦ Παντάνακτος, τῶν παθῶν Ἅγιε, λύεις τάς ὀδύνας, καί δαιμόνων τήν ἐπήρειαν, διώκεις πάντοτε, ταῖς σαῖς μυστικαῖς ἐπισκέψεσι, καί ἴασιν καί λύτρωσιν καί χαράν βραβεύεις τοῖς χρήζουσιν· ὅθέν σοι βοῶμεν· Μή παύσῃ προστατεύειν ἐκτενῶς, τῶν ἐκζητούντων ἑκάστοτε, την θερμήν πρεσβείαν σου.

Ο Ιερεύς: Σώσον ο Θεός τον λαόν σου…
Κύριε, έλέησον (12κις).


Ὠδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Τῇ ἁγίᾳ σορῷ σου, Λαρισαίων ἡ πόλις πάλαι ἠγάλλετο· νῦν δέ τῷ σῷ πανσέπτῳ, καί ἐγκαυχωμένη, Ἱεράρχα Ἀχίλλιε, κομίζεται ἐξ αὐτοῦ, ἁγιασμόν καί χάριν.

Ἐν κινδύνοις σε ῥύστην, καί βαρείαις ἐν νόσοις ταχύν ἀκέστορα, κατέχοντές σε Πάτερ, παντοίων συμπτωμάτων, θλιβερῶν ἐκλυτρούμεθα, καί εὐχαρίστους ᾠδάς, προσάγομέν σοι πόθῳ.

Ῥοῦν παθῶν ἀκαθάρτων, ἀποξήρανον Πάτερ τόν κατακλύζοντα, ψυχήν μου τήν ἀθλίαν, θερμῇ σου προστασίᾳ, Ἱεράρχα Ἀχίλλιε, καί νάμασι μυστικοῖς, κατάρδευσον τόν νοῦν μου.

Θεοτοκίον.
Γεωργόν τῶν ἁπάντων, ἀνηρότως ὡς ῥάβδος θεία βλαστήσασα, ἀρότρῳ πρεσβειῶν σου, γεώργησον τόν νοῦν μου, Θεοτόκε Πανύμνητε, καρποφορεῖν νουνεχῶς, καρπούς τῆς μετανοίας.


Ὠδή η΄. Τόν Βασιλέα.
Ἔπιδε Πάτερ, ἐν ἱλαρῷ ὄμματί σου, τους προσπίπτοντας τῇ θείᾳ σου Εἰκόνι, καί παράσχου τούτοις, τάς πατρικάς σου δόσεις.

Ῥείθροις ἀΰλοις, τῶν ἱερῶν πρεσβειῶν σου, σβέσον Ἅγιε παθῶν ἡμῶν τήν φλόγα, ἵνα σε τιμῶμεν, Ἀχίλλιε παμμάκαρ.

Ἄγρυπνος φύλαξ, τῶν Λαρισαίων ὑπάρχων, ἀποδίωκε ἐκ τούτων Ἱεράρχα, πᾶσαν δυσπραγίαν, καί βλάβην καί μανίαν.

Θεοτοκίον.
Σαρκός μου παῦσον, τάς χαλεπάς ἀρρωστίας, καί ἀπέλασον τόν ζόφον τῆς ψυχῆς μου, ἡ τό φῶς τεκοῦσα, τό ἄδυτον Παρθένε.


Ὠδή θ΄. Κυρίως Θεοτόκον.
Ἰσχύν τοῖς ἀσθενοῦσι, καί ἴασιν δίδου, και τεθλιμμένοις χαράν καί παράκλησιν, τῇ συμπαθεῖ προστασίᾳ σου ἱερώτατε.

Μεγάλων χαρισμάτων, ἔμπλεως ὑπάρχων, μεγάλων πόνων καί θλίψεων λύτρωσαι, τήν σέ γεραίρουσαν πόλιν Πάτερ Ἀχίλλιε.

Ὁ μέγας Λαρισαίων, ἔφορος καί ρύστης, τάς ἱκεσίους φωνάς δέχου πάντοτε, τῶν προστρεχόντων τῇ σκέπῃ σου ὦ Ἀχίλλιε.

Θεοτοκίον.
Ὑπέραγνε Μαρία, ἐναγῆ με ὄντα, λόγοις καί ἔργοις καί πράξεσι κάθαρον, καί καθαρᾶς πολιτείας ἐργάτην δεῖξόν με.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τήν Θεοτόκον τήν ἀειμακάριστον καί παναμώμητον, καί Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ, καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, την ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, την ὄντως Θεοτόκον, σέ μεγαλύνομεν.

και τα παρόντα Μεγαλυνάρια.

Χαίροις Λαρισαίων λαμπρός φωστήρ, και θερμός προστάτης, Ἱεράρχα θαυματουργέ· χαίροις ὁ παρέχων, βοήθειαν ἐν πᾶσιν, Ἀχίλλιε τρισμάκαρ, τοῖς προσιοῦσί σοι.

Ὤφθης εὐσεβείας μυσταγωγός, καί Ὀρθοδοξίας ἀρραγέστατος προμαχών· σύ γάρ Ἱεράρχα, Τριάδα τήν ἁγίαν, ὁμότιμον κηρύττεις, καί ὁμοούσιον.

Θαύμασιν ἐκλάμψας περιφανῶς, ἤλασας τάς νόσους, καί δαιμόνων πᾶσαν ἰσχύν· ὅθεν σοι βοῶμεν. Ἀχίλλιε παμμάκαρ· Δίδου ἡμῖν ἀπαύστως, τήν σήν βοήθειαν.

Λόγῳ σου τῷ θείῳ τήν βδελυκτήν, αἵρεσιν Ἀρείου, κατεβρόντησας ἀληθῶς, τόν Υἱόν καί Λόγον, Πατρός τοῦ Προανάρχου, κηρύξας ὦ Ἀχίλλιε, ὁμοούσιον.

Ὥσπερ πάλαι ἔβλυσας θαυμαστῶς, ἔλαιον ἐκ πέτρας, Ἱεράρχα θαυματουργέ, οὕτως ἡμῖν βλῦσον, λιταῖς σου πρός τον Κτίστην, τοῦ θεϊκοῦ ἐλέους, Πάτερ τά ῥεύματα.

Πίστει τῇ Εἰκόνι σου τῇ σεπτῇ, προσπίπτοντες Πάτερ, ἐκβοῶμέν σοι ἐκ ψυχῆς. Πάσης ἐπηρείας, καί βλάβης ἀνωτέρους, ἡμᾶς ἀεί συντήρει, θεῖε Ἀχίλλιε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τό σωθῆναι ἡμᾶς.


Τό τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

Τροπάρια,
ἐκτενής καί ἀπόλυσις, μεθ’ ἥν

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντας τούς προστρέχοντας πιστῶς, τῇ συμπαθεστάτῃ σου σκέπῃ Πάτερ Ἀχίλλιε, πάσης ἀπολύτρωσαι, ὀργῆς καί θλίψεως, εὐφροσύνην δωρούμενος, ὑγείαν και ῥῶσιν, ψυχῆς τε καί σώματος, καί πᾶν σωτήριον· σύ γάρ ὡς θεράπων Κυρίου, πάντοτε πληθοῖς τάς αἰτήσεις, τῶν ἐν εὐλαβείᾳ προσιόντων σοι.

Ἦχος πλ. δ΄.
Δέσποινα, πρόσδεξαι τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Ἦχος β΄.
Τήν πᾶσαν ἐλπίδα μου εἰς σέ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ· φύλαξόν με ὑπό τήν
σκέπην σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

Δίστιχον.
Ἀχίλλιε δέησιν πρόσδεξαι τήνδε
Ἥν σοι Γεράσιμος ἐν πίστει προσάγει.

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης