Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1682
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον Άκμονα της Υπομονής Κύριον Υμών Ιησούν Χριστόν Empty Παρακλητικός Κανών εις τον Άκμονα της Υπομονής Κύριον Υμών Ιησούν Χριστόν

Την / Το Παρ Μάης 31, 2019 3:23 am
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Παρακλητικός Κανών εις τον Άκμονα της Υπομονής Κύριον Υμών Ιησούν Χριστόν

Ψαλλόμενος εν πάση δσχερεία και θλίψει.

Ποίημα Δρος Χαραλάμπους Μ. Μπούσια

Παρακλητικός Κανών εις τον Άκμονα της Υπομονής Κύριον Υμών Ιησούν Χριστόν Xristo10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, είσάκουσον της προσευχής μου, ένώτισαι την δέησίν μου έν τη άληθεία σου, είσάκουσον μου έν τη δικαιοσύνη σου. Και μή είσέλθης είς κρίσιν μετά τοϋ δούλου σου, ότι ού δικαιωθήσεται ενώπιον σου πας ζών. Ότι κατεδίωξεν ό εχθρός την ψυχήν μου έταπείνωσεν είς γήν τήν ζωήν μου. Έκάθισέ με έν σκοτεινοΐς, ώς νεκρούς αίώνος, και ήκηδίασεν έπ’ εμέ τό πνεύμα μου, έν έμοι έταράχθη ή καρδία μου. Έμνήσθην ήμερων άρχαίων, έμελέτησα έν πάσι τοις έργοις σου, έν ποιήμασι των χειρών σου έμελέτων. Διεπέτασα πρός σε τάς χείράς μου ή ψυχή μου ώς γη άνυδρός σοι. Ταχύ είσάκουσόν μου, Κύριε, έξέλιπε τό πνεΰμά μου. Μή άποστρέψης τό πρόσωπόν σου άπ’ έμοΰ, και όμοιωθήσομαι τοΐς καταβαίνουσιν είς λάκκον. Άκουστόν ποίησόν μοι τό πρωΐ τό έλεός σου, ότι έπΐ σοι ήλπισα. Γνώρισόν μοι, Κύριε, όδόν εν ή πορεύσομαι, ότι πρός σέ ήρα την ψυχήν μου. Έξελοΰ με έκ των εχθρών μου Κύριε, πρός σέ κατέφυγον δίδαξόν με τοΰ ποιεΐν τό θέλημά σου, ότι σύ εί ό Θεός μου. Τό Πνεΰμά σου τό άγαθόν οδηγήσει με έν γή ευθεία ενεκεν τοΰ ονόματος σου, Κύριε, ζήσεις με. Έν τή δικαιοσύνη σου, έξάξεις έκ θλίψεως την ψυχήν μου. Καί έν τω έλέει σου έξολοθρεύσεις τούς έχθρούς μου. Και άπολεΐς πάντας τούς θλίβοντας την ψυχήν μου, ότι έγώ δοΰλός σού εΐμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὀνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

καί τό ἑξῆς:

Ήχος δ΄. Ο υψωθείς εν τω Σταυρώ.

Καθυπομένειν πειρασμούς καθ' εκάστην τους σους οικέτας, την απείθειαν τέκνων γονείς αυτών αξίωσον και άλγη δεινά τους εν κλίναις στένοντας ασθενείας, Χριστέ μου, Ιησού γλυκύτατε, ο στερρώς υπομείνας, της προδοσίας άλγος και Σταυρόν δι' ευσπαγχνίαν και άκραν συμπάθειαν.

Δόξα. Το αυτό. Και νυν. Θεοτόκιον.
Ού σιωπήσομέν ποτέ, Θεοτόκε, τας δυναστείας σου λαλείν οι ανάξιοι. Ει μη γάρ συ προΐστασο πρεσβεύουσα, τις ημάς ερρύσατο εκ τοσούτων κινδύνων; Τις δε διεφύλαξεν έως νυν ελευθέρους; Ούκ αποστώμεν, Δέσποινα, εκ σου. σούς γάρ δούλους σώζεις αεί εκ παντοίων δεινών.


Ψαλμός Ν΄ (50).
Ἐλέησόν με ὁ Θεός κατά τό μέγα ἔλεός σου, καί κατά το πλῆθος τῶν οἰκτιρμῶν σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου, καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι την ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστί διά παντός. Σοί μόνῳ ἥμαρτον, καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα· ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καί νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας· τά ἄδηλα καί τά κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καί καθαρισθήσομαι· πλυνεῖς με, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου, καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου σου, καί τό Πνεῦμα σου τό ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην και τεταπεινωμένην, ὁ Θεός, οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου την Σιών καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν σου μόσχους.

και ο Κανών, ου η ακροστιχίς.
Αρετήν υπομονής δίδαξόν, Ιησού μου. Χαραλάμπη.



Ωδή ά. Ήχος πλ. δ'. Υγράν διοδεύσας.
Αθάνατε Δέσποτα, Ιησού, ο πλούσιος πέλων εν ελέει και οικτιρμοίς πτωχείαν υπέμεινας ως βρέφος, ίνα πλουτίσαις χρηστότητι πένητας.

Ρωγμάς στέγης οίκου εμής ψυχής διόρθωσον, Σώτερ, της αγάπης της σής πηλώ, ο στέγων το σύμπαν εί και στέγην εν Βηθλεέμ ουχ ευρών του τεχθηναί συ.

Επάκουσον δούλου σου, Ιησού, και θέρμανον τάχος την καρδίαν μου την ψυχράν, ο ψύχος εν φάτνη υπομείνας ίνα θερμάναις βροτών την ψυχρότητα.

Θεοτόκιον.
Ταπείνωσιν, Μήτερ, υπομονήν έν βίου ταις ζάλαις, προθυμίαν και αρετήν, αγνή Θεοτόκε, δίδαξόν με το σε λαμπρώς μεγαλύνοντα πάντοτε.


Ώδή γ΄. Ουρανίας αψίδος.
Ηδονών χαμαιζήλων δείον, Χριστέ, δούλους σου πάντας υπερτέρους και ζόφον πόρρω απέλασον παντοειδών συμφορών, ο πειρασμούς υπομείνας εν ερήμω Κύριος ων πάσης κτίσεως.

Νεύσον πάντων προσφύγων ταις προσευχαίς, Κύριε, παύων ξενιτείας το άλγος, ο εις την Αίγυπτον καταφυγών, Ιησού, ως βρέφος και ξενιτείας πόνους ο γευσάμενος, Σώτερ φιλεύσπλαγχνε.

Υψιπέτας αγάπης δούλους τους σούς ποίησον αετούς, ευΐλατε Σώτερ, και καταξίωσον ημάς φιλείν σε αεί, τον προδοθέντα δολίων μαθητού φιλήματι του σου, Θεάνθρωπε.

Θεοτοκίον.
Προστατεύουσα πάντας τους χοϊκούς, Δέσποινα, Κεχαριτωμένη, μη παύση τους καταφεύγοντας τη σή θερμή αρωγή και ταχινή προστασία εν του βίου κλύδωσι και περιστάσεσιν.


Αξίωσον τους πειρασμούς υπομένειν τους καθ' ημέραν σε ως λίθον υπομονής, Χριστέ, τους δοξάζοντας, Παντάναξ και Κύριε Ζωδότα.

Επίβλεψον εν ευμενεία, πανύμνητε Θεοτόκε, επί την εμήν χαλεπήν του σώματος κάκωσιν και ίασαι της ψυχής του το άλγος.


Αίτηση και το Κάθισμα.
Ήχος β'. Πρεσβεία θερμή.

Χριστέ Ιησού, αράς δια του πάθους σου της πάλαι βροτούς ο σώσας του τιμίου σου, υπομένειν αξίωσον τους οικέτας σου ρύμην των θλίψεων και πειρασμούς εχθρού του νοητού ημάς κατατρύχοντας εκάστοτε.


Ωδή δ'. Εισακήκοα Κύριε.
Ο τας ύβρεις δεξάμενος Ιουδαίων ώσπερ επαίνους, Κύριε, Ιησού μου, υβρίζομεν το σον δούλον χαίρειν καταξίωσον.

Μύρα ώσπερ ηδύπνευστα εμπτυσμούς ανόμων ο λογισάμενος, δυσωδίαν εξαφάνισον καταπτύστων λόγων μου και πράξεων.

Ο αδίκως ραπίσματα εν ταις πατειαίς σου ταίς θείαις, Κύριε, δι' ημάς καταδεξάμενος, κρίσεως αδίκου με εξάρπασον.

Θεοτόκιον.
Νεοσσούς, Μητροπάρθενε, ως επισυνάγει υπό τάς πτέρυγας τάς αυτής η όρνις, δέξαι με υπό την σκιάν της προστασίας σου.


Ωδή ε'. Φώτισον υμάς.
Ή των ευσεβών, Ιησού Χριστέ, ομήγυρις υπομένειν ασεβών κολαφισμούς δυσωπεί σε τον δεχθέντα κολαφίσματα.

Σε τους εμπαιγμούς υπομείναντα δι' άφατον. εύσπλαγχνίαν ικετεύω, Ιησού, εμπαιγμούς απίστων φέρειν με ικάνωσον.

Διαμερισμόν, Ιησού, του ιματίου σου υπομείνας αγαθών διανομήν εκζητάν ημίν δικαίως καθυπέδειξας.

Θεοτόκιον.
Ίθυνον ημάς πεφυσιμένου, Δέσποινα, εκ του πλούτου του φθαρτού προς σωστικήν ταπεινώσεως οδόν την θεοβάδιστον.


Ωδή στ'. Την δέησιν.
Ό στέφανον οίμοι, τον ακάνθινον υπομείνας ακλινώς, Ιησού μου, εν κεφαλή ση σεπτή και τιμία, εξ ακανθών των θλιβόντων με λύτρωσαι οικείων, τέκνων και παντός της ψυχής μου πτερά τρώσαι θέλοντος.

Απάλλαξον τους σούς δούλους, Κύριε, χλευασμών, ειρωνειών και γελώτων των άνευ ήθους θελόντων συντρίψαι τους τηρητάς εντολών των αγίων σου, ο Φαρισαίων βδελυρών ταπεινώς υπομείνας τους γέλωτας.

Ξενήκουστον, πως, Παντάναξ Κύριε, Βασιλεύ απάντων βασιλευόντων, περπαιχθείς ενεδύθης κοκκίνην χλαμύδα, ο αφθαρσίαν τους δούλους σου ενδύσας και της ουρανών αξιώσας αυτούς βασιλείας σου.

Θεοτοκίον.
Οδύρομαι και θρηνώ, πανάμωμε Θεοτόκε, εννοών του θανάτου την ώραν και την αδέκαστον κρίσιν του σου Υιού και Θεού ο τρισδύστηνος, εν η των έργων μου καρπών απολαύσειν, αγνή μέλλω, Δέσποινα.


Αξίωσον τους πειρασμούς υπομένειν τους καθ' ημέραν σε ως λίθον υπομονής, Χριστέ, τους δοξάζοντας, Παντάναξ και Κύριε, Ζωοδότα.

Άχραντε, η δια λόγου τον Λόγον ανερμηνεύτως επ' εσχάτων των ημερών τεκούσα δυσώπησον ως έχουσα μητρικήν παρρησίαν.


Αίτησις και το Κάθισμα.
Ήχος β'. Τοις των αιμάτων σου.

Εσταυρωμένε Θεού Λόγε άχραντε, ο υπομείνας ακάνθινον στέφανον, Χριστέ Ιησού μου, αξίωσον ημάς καλώς υπομένειν αείποτε δαιμόνων δεινά πειρατήρια.

Προκείμενον.
Πάντες οι υπομένοντες σε ου μη καταισχυνθώσι, Κύριε.
Στίχος. Σύ εί ο Θεός ο Σωτήρ μου και σε υπέμεινα όλην την ημέραν.

Ευαγγέλιον κατά Ματθαίον. (Κεφ. ι' 16-22).

Είπεν ο Κύριος τοις εαυτού μαθηταίς΄ Ιδού εγώ αποστέλλω υμάς ως πρόβατα εν μέσω λύκων΄ γίνεσθε ούν φρόνιμοι ως οι όφεις και ακέραιοι ως αι περιστεραί. Προσέχετε δε από των ανθρώπων΄ παραδώσουσι γαρ υμάς εις συνέδρια και εν ταις συναγωγαίς αυτών μαστιγώσουσιν υμάς΄ και επί ηγεμόνας δε και βασιλείς αχθήσεσθε ένεκεν εμού εις μαρτύριον αυτοίς και τοις έθνεσιν, όταν δε παραδώσουσιν υμάς, μη μεριμνήσητε πως ή τι λαλήσετε΄ δοθήσεται γαρ υμίν εν εκείνη τη ώρα τι λαλήσετε. Ου γαρ υμείς έστε οι λαλούντες, αλλά το Πνεύμα του πατρός υμών το λαλούν εν υμίν. Παραδώσει δε αδελφός αδελφόν εις θάνατον και πατήρ τέκνον, και επαναστατήσονται τέκνα επί γονείς και θανατώσουσιν αυτούς΄ και έσεθε μισούμενοι υπό πάντων δια το όνομά μου΄ ο δε υπομείνας εις τέλος, ούτος σωθήσεται.

Δόξα.
Πάτερ, Λόγε, Πνεύμα, Τριάς η εν μονάδι, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Και νυν. Θεοτοκίον.
Ταις της Θεοτόκου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.


Στίχος. Ελεήμον, ελέησον με, ο Θεός....
Προσόμοιον.

Ήχος πλ. β'. Όλην αποθέμενοι.

Εμπτυσμούς, ραπίσματα, ύβρεις, κοκκίνην χλαμύδα, στέφανον ακάνθινον, σπόγγον, όξος, κάλαμον, λόγχην, σταύρωσιν, ήλους και θάνατον, ο θανάτου άρχων, Ιησού μου, καθυπέμεινας, ίνα τους δούλους σου απάντας διδάξαις την άφατον υπομονήν εν θλίψεσι βίου και δειναίς περιστάσεσι και καθοδηγήσης προς δόμους παμφαείς των ουρανών τους ακλινώς υπομένοντας πειρασμούς εκάστοτε.

Σώσον, ο Θεός, τον λαόν σου…

Ωδή ζ'. Οι εκ της Ιουδαίας.

Ναζωραίε ωραίε, εν χερσίν, Ιησού μου, ταις παναχράντοις σου ως σκήπτρον ο βαστάσας προς χλευασμόν, Παντάναξ, αταράχως τον κάλαμον, διάλυσόν μου παθών τον τάραχον ανόμων.

Μεταλήψεως, Σώτερ, σων φρικτών μυστηρίων αξίους ποίησον σους αχαρίστους δούλους, μετά χολής ο όξους μεμιγμένου γευσάμενος εν τω Σταυρώ πριν, Χριστέ, τετέλεσται φωνήσαι.

Ελογχεύθης, Χριστέ μου, την αγίαν πλευράν σου ως ανομώτατος υπό των φυλασσόντων στρατιωτών σε, Σώτερ, ίνα της προστασίας σου λόγχη κεντήσαις ημάς τους δοξολογούντας.

Θεοτοκίον.
Ιλαστήριον πάντων των εις σε προστρεχόντων, Θεογεννήτρια, της μετανοίας δείξον οδούς τοις σοις οικέταις τοις πιστώς μεγαλύνουσι των θαυμασίων πληθύν των σων εις αιώνας.


Ωδή η'. Τον Βασιλέα.
Ήλοις των ξύλω ο του Σταυρού, Ιησού μου, Σώτερ, προσηλωθείς, ευσπλαγχνίας σης σαρκός μου πάθη προσήλωσον τω ξύλω.

Σταυρώ, Χριστέ μου, ο κρεμασθείς δι' αγάπην του σου πλάσματος σταύρωσον μίσος συν οργή αδίκω οργίλου σου οικέτου.

Ο σπόγγου οίνου εσμυρνισμένου, Χριστέ μου, Σώτερ, πλήρη γευσάμενος, δίδου γεύσασθαι σώ δούλω τρυφής των οικτιρμών σου.

Θεοτοκίον.
Υπεραγία Παρθένε, κάμψον ψυχής μου γόνυ, όπως Υιού σου το κράτος ταπεινώς δοξάζω εν κατανύξει άκρα.


Ώδή θ'. Κυρίως Θεοτόκον.
Μη έρμαιον εάσης κρίσεως αδίκου τόν σόν οικέτην, ο ών, Σώτερ, δίκαιος, και συκοφάντας μου τάχος μακράν φυγάδευσον.

Ο θάνατον πατήσας και αθανασία επιβραβεύσας βροτοίς, Σώτερ, λύτρωσαι του αιωνίου θανάτου τους σε δοξάζοντας.

Υπομονής αφάτου δείξον εκμαγεία, υπομονής λίθε τίμιε, Κύριε, παιδαγωγούς νουθετούντας τους νέους σήμερον.

Θεοτοκίον.
Χρωτός μου θεραπεία, Κεχαριτωμένη, και ψυχικής ασθενείας μου ίαμα, κυθυπομένειν με άλγη δεινά αξίωσον.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τήν Θεοτόκον τήν ἀειμακάριστον καί παναμώμητον, καί Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ, καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, την ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, την ὄντως Θεοτόκον, σέ μεγαλύνομεν.

και τα παρόντα Μεγαλυνάρια.
Δόξα σοι, κραυγάζω πανευλαβικώς, Ιησού Χριστέ μου, ο ατίμωσιν του Σταυρού υπομείνας χαίρων, ίνα ημίν τον δρόμον υπομονής αφάτου δείξαις τόν δύσβατον.

Δόξα σοι, Θεάνθρωπε Ιησού, πλούσιος ο πέλων έν ελέει και οικτιρμοίς και πτωχός τεχθήναι δεξάμενος έν φάτνη, ίνα πτωχούς πλουτίσαις έν αγαθότητι.

Τους γονείς τα τέκνα παιδαγωγείν έν τη ση παιδεία καταξίωσον, Ιησού, και καθυπομένειν απείθειαν και θράσος αυτών, ο υπομείνας ύβρεις και σταύρωσιν.

Την αγνωμοσύνην σου μαθητού ο καθυπομείνας, παντευλόγητε Ιησού, ευγνωμόνως στρέφειν τα όμματα προς πάντας υμάς τους νουθετούντας, Σώτερ, αξίωσον.

Δίκαιε και πάνσοφε Ιησού, κρίσεως αδίκου απολύτρωσαι τους πιστώς επικαλουμένους σόν όνομα το θείον και δεχομένους κρίσιν σου την αδέκαστον.

Δόξα σοι, προσφύγων σών αρωγών και χειμαζομένων αντιλήπτορι ταχίνω, Ιησού Χριστέ μου, τώ ξενιτείας πείραν ως βρέφος γευσαμένω πόθω κραυγάζομεν.

Πάσαι των Αγγέλων αί στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων ή δωδεκάς, οί Άγιοι πάντες, μετά της Θεοτόκου ποιήσατε πρεσβείαν είς το σωθήναι υμάς.

Το Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

και το Απολυτίκιον.

Ήχος πλ. α'. Τον συνάναρχον Λόγον.

Υπομένειν αξίωσον τους υμνούντάς σε, εσταυρωμένη αγάπη, Σώτερ, Χριστέ Ιησού, χλευασμούς δεινούς και βίου πειρατήρια, ο υπομείνας εμπαιγμούς, ραβδισμούς, κολαφισμούς και κρέμασιν επί ξύλου διά βροτών σωτηρίαν και αγαλλίασιν αιώνιον.

Εκτενής και Απόλυσις, μεθ' ήν ψάλλομεν το εξής:

Ήχος β'. Ότε έκ του Ξύλου.

Σώτερ, Ιησού μου, Λυτρωτά γένους των βροτών έκ θανάτου, ο άκμων υπομονής και καταδεξάμενος Σταυρού ατίμωσιν, υπομένειν αξίωσον προς δόξαν σού θείου και σεπτού ονόματος ημάς τους γέλωτας και τους χλευασμούς των απίστων την ζωήν μη είναι αγήρω και χαράν λεγόντων αδιάπτωτον.

Δέσποινα, πρόσδεξαι τάς δεήσεις των δούλων σου και λύτρωσαι ημάς από πάσης ανάγκης και θλίψεως.

Την πάσαν ελπίδα μου είς σε ανατίθημι, Μήτερ του Θεού, φύλαξόν με υπό την σκέπην σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.


_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης