Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1765
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον Ένδοξον Αρχιστράτηγον Μιχαήλ τον Προστάτην του Αιγαίου Πελάγους Empty Παρακλητικός Κανών εις τον Ένδοξον Αρχιστράτηγον Μιχαήλ τον Προστάτην του Αιγαίου Πελάγους

Την / Το Παρ Μάης 31, 2019 8:43 pm
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Παρακλητικός Κανών εις τον Ένδοξον Αρχιστράτηγον Μιχαήλ τον Προστάτην του Αιγαίου Πελάγους

Δρος Χαραλάμπους Μ. Μπούσια
Μεγάλου Ὑμνογράφου τῆς τῶν Ἀλεξανδρέων Ἐκκλησίας

Παρακλητικός Κανών εις τον Ένδοξον Αρχιστράτηγον Μιχαήλ τον Προστάτην του Αιγαίου Πελάγους Arxagg10

Εὐλογήσαντος τοϋ ἱερέως ἀρχόμεθα άναγινώσκοντες τόν ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησιν μου ἔν τῆ άληθεία σου, εἰσάκουσον μου ἔν τῆ δικαιοσύνη σου. Καί μή εἰσέλθῃς εἵς κρίσιν μετά τοϋ δούλου σου, ὅτι οὗ δικαιωθήσεται ἐνώπιον σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὅ ἐχθρός τήν ψυχήν μου ἐταπείνωσεν εἵς γῆν τήν ζωήν μου. Ἐκάθισε με ἔν σκοτεινοῖς, ὦς νεκρούς αἰῶνος, καί ήκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἔν έμοι ἐταράχθη ἤ καρδία μου. Ἐμνήσθην ήμερων ἀρχαίων, ἐμελέτησα ἔν πᾶσι τοῖς ἔργοις σου, ἔν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σε τάς χείράς μου ἤ ψυχή μου ὦς γῆ ἄνυδρος σοι. Ταχύ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μή ἀποστρέψῃς τό πρόσωπον σου ἀπ’ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἵς λάκκον. Ἀκουστόν ποίησόν μοι τό πρωΐ τό έλεός σου, ὅτι ἐπί σοι ἤλπισα. Γνώρισον μοι, Κύριε, όδόν ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρός σέ κατέφυγον δίδαξόν με τοΰ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἷ ὅ Θεός μου. Τό Πνεῦμα σου τό ἀγαθόν ὁδηγήσει με ἔν γῆ εὐθείᾳ ἕνεκεν τοΰ ὀνόματος σου, Κύριε, ζήσεις με. Ἔν τῆ δικαιοσύνη σου, έξάξεις ἐκ θλίψεως τήν ψυχήν μου. Καί ἔν τῷ έλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί άπολεΐς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος σοῦ εΐμι.

Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἀ'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος Β'. Πάντα τά ἔθνη ἐκύκλωσαν με, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὑτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος Γ'. Παρά Κυρίου ἐγένετο αὕτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

καί τό ἑξῆς:

Ἦχος δ΄ . Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.

Προτεταμένον ὁ τό ξίφος σου ἔχων πρός συντριμμόν τῶν ἐπιβούλων πελάγους Αἰγαίου, Ἀρχιστράτηγε σεπτέ, Μιχαήλ, νήσους περιπόλευε τάς αὐτοῦ καθ’ ἑκάστην πίστει προσφευγούσας σοι ἐν κινδύνοις καί ῥύου Ἄγαρ υἱῶν ἐκδήλου ἀπειλῆς τούς ὡς προστάτην ταχύν σε γεραίροντας.

Δόξα. Τό αὐτό. Καί νῦν. Θεοτοκίον.
Οὗ σιωπήσομέν ποτέ, Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μή γάρ σύ προΐστασο πρεσβεύουσα, τις ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τις δε διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Ούκ ἀποστῶμεν, Δέσποινα, ἐκ σου. σούς γάρ δούλους σῴζεις ἀεί ἐκ παντοίων δεινῶν.


Εἶτα ὁ Ν΄ (50)  Ψαλμός
Ἐλέησόν με ὁ Θεός κατά τό μέγα ἔλεός σου, καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου, ἐξάλειψον τό ἀνόμημα μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου, καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιον μου ἐστί διά παντός. Σοί μόνῳ ἥμαρτον, καί τό πονηρόν ἐνώπιον σου ἐποίησα· ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καί νικήσῃς ἐν τῷ κρίνεσθαι σε. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας· τά ἄδηλα καί τά κρύφια τῆς σοφίας σου ἐδήλωσας μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καί καθαρισθήσομαι· πλυνεῖς με, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπον σου ἀπό τῶν ἁμαρτιῶν μου, καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου σου, καί τό Πνεῦμα σου τό ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσιν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὑκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καί τεταπεινωμένην, ὁ Θεός, οὑκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τήν Σίων καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον σου μόσχους.

καί ὁ Κανῶν, οὗ ἡ ἀκροστιχίς·
" Μιχαήλ Ἀρχιστράτηγε, Αἰγαῖον σκέπε. Χ. Μ'. "

Ὢδή α΄. Ἦχος πλ. δ΄. Ὑγράν διοδεύσας.

Μή παύσῃ Αἰγαῖον περιπολῶν, φρουρῶν καί φυλάττων ἐκ δολίου ἐπιβουλῆς ἐχθροῦ, Πρωτοστάτα τῶν Ἀγγέλων, φωτολαμπές Μιχαήλ, Ἀρχιστράτηγε.

Ἰσχύϊ σου σύντριψον, Μιχαήλ, ἐχθρούς ἐπιβούλους τοῦ Αἰγαίου πανευλαβῶς προστρέχοντας χάριτι σου θείᾳ καί ἀρραγεῖ ἐν δεινοῖς προστασίᾳ σου.

Χαρᾶς πλῆσον δήμους Χριστιανῶν τῶν νήσων Αἰγαίου, Ἀρχιστράτηγε Μιχαήλ, ἐκ θλίψεων τάχος ἀπαλλάσσων αὐτούς καί λύπης, σεπτέ Μεγαλόχαρε.

Θεοτοκίον.
Ἀπέλασον, Ἄχραντε, τάς ὀρδάς ἐχθρῶν τοῦ Αἰγαίου, ὅπερ σκέπεις, Μῆτερ Θεοῦ, καί παῦσον αὐτοῦ τάς τρικυμίας ῥάβδῳ τῆς σῆς προστασίας, πανύμνητε.


Ὢδή γ΄. Οὐρανίας ἁψῖδος.
Ἡ τῶν νήσων Αἰγαίου καταφυγῇ ἄγρυπνος, ῥύου, Μιχαήλ Ταξιάρχα, πάντας στενώσεων ἐν Μανταμάδῳ πιστῶς καί Πανορμίτῃ καί Θάσῳ προσκυνοῦντας χάριν σου θείαν, Ἀρχάγγελε.

Λυπηρῶν τήν ὁμίχλην τῶν εὐσεβῶν σκέδασον ἀστραπαῖς τῆς σῆς παρουσίας, Ἄρχον φωτόλαμπρε, Νενήτων φωταγωγέ, Καγιανίου ἀκέστορ, Μιχαήλ, καί ἔφορε Σύμης ἀνύστακτε.

Ἀρχιστράτηγε, πᾶσι, Χαλκιδικῆς πρόμαχε, Μανταμάδου φύλαξ, Εὐβοίας φερωνυμούσης σοι κώμης φρουρέ, Μιχαήλ, καί τοῦ Αἰγαίου πελάγους ἀντιλῆπτορ ἄγρυπνε, δεῖξον τήν χάριν σου.

Θεοτοκίον.
Ῥῦσαι νήσους Αἰγαίου ἐπιβουλῆς, Δέσποινα, καί τάς κώμας τάς παρακτίους τούτου, Πανάχραντε, τῆς τοῦ ἐχθροῦ, ῥυπτικαῖς πρός τόν Υἱόν σου πρεσβείαις ἄμετρον παρέχοντα δούλοις σου ἔλεος.


Ἀρχάγγελε, ὁ περισκέπων Αἰγαίου πελάγους νήσους ἐπιβούλων ἐχθρῶν ὀρδάς σῇ χάριτι σύντριψον ταχύ, Μιχαήλ, εὐσεβῶν προστάτα.

Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.


Αἴτησις καί τό Κάθισμα.
Ἦχος β΄. Πρεσβεῖα θερμῇ.

Λαμπρέ Μιχαήλ, τῶν Νόων Ἀρχιστράτηγε τῶν ἐν οὐρανοῖς δοξολογούντων Κύριον, ὡς Αἰγαίου πρόμαχον σέ ὑμνοῦντες, ῥύστην καί στήριγμα σέ δυσωποῦμεν· Ῥῦσαι συμφορῶν καί βλάβης ἐχθροῦ πιστούς, Ἀρχάγγελε.


Ὢδή δ΄. Εἰσακήκοα, Κύριε.
Χρηστοήθειαν δίδαξον, Μιχαήλ Στρατάρχα, τούς σοί προστρέχοντας καί λαμπρῶς σε μακαρίζοντας ὡς Αἰγαίου φύλακα θεόσδοτον.

Ἴσθι νήσων ὑπέρμαχος τοῦ Αἰγαίου, ἔνδοξε Ἀρχιστράτηγε, Μιχαήλ, οὗπερ Χριστώνυμον δῆμον ἐφορᾷς ὑψόθεν πάντοτε.

Σθένει θείῳ σου ἴσχυσον οἰκιστάς Αἰγαίου ἐχθρόν τόν βέβηλον θριαμβεῦσαι καί ἐπίβουλον τῆς αὐτοῦ γαλήνης, Ἀρχιστράτηγε.

Θεοτοκίον.
Τῶν βροτῶν τά συστήματα ἡ ἐλευθερώσασα διά Τόκου σου ἐκ φθορᾶς, Θεογεννήτρια, λύτρωσαι ἡμᾶς ἐχθρῶν δουλώσεως.


Ὢδή ε΄. Φώτισον ἡμᾶς.
Ῥεῖθρα, Μιχαήλ, τῶν δακρύων τῶν προσφύγων σου, Ἀρχιστράτηγε, ἀπόσμηξον ταχύ μανδηλίῳ τῆς ἀόκνου προστασίας σου.

Ἄνωθεν ἐχθρούς ξίφει θείας προστασίας σου ἀπομάκρυνον ταχέως, Μιχαήλ, ἐξ Αἰγαίου, οὗ προστάτης πέλεις ἄγρυπνος.

Τείχισον ἡμᾶς, Μιχαήλ, τῇ ἀντιλήψει σου καί ἑτοίμῃ ἐν κινδύνοις ἀρωγῇ τούς οἰκήτορας Αἰγαίου, Ἀρχιστράτηγε.

Θεοτοκίον.
Ἡ τῶν εὐσεβῶν ἀντιλήπτωρ καί ὀλέτειρα, Θεοτόκε, τῶν ἐχθρῶν ἡμῶν, ταχύ ῥῦσαι βλάβης τοῦ Αἰγαίου τούς οἰκήτορας.


Ὢδή στ΄. Τήν δέησιν.
Γαυρίαμα, Μιχαήλ Ἀρχάγγελε, ἐπιβούλων τοῦ Αἰγαίου πελάγους προτεταμένῳ σου σύντριψον ξίφει καί τήν αὐτῶν ἐπηρμένην ταπείνωσον ὀφρύν ἰσχύϊ σου, λαμπρέ Ταξιάρχα τῶν ἄνω Δυνάμεων.

Ἐπάκουσον τῶν καταφευγόντων σοι Μιχαήλ, ἐν συμφοραῖς καί κινδύνοις, Χαλκιδικῆς, Μανταμάδου, Εὐβοίας, Νενήτων, Θάσου, Μεστῶν, Ῥόδου ἔφορε Καγιανίου καί Μονῆς Πανορμίτου ἐπόπτα καί πρόμαχε.

Ἀπέλασον τάχος τόν ἐπίβουλον, Μιχαήλ, ἐχθρόν Αἰγαίου πελάγους, καί ὥσπερ ὕδωρ ἐχώνευσας ξένως ἐν Κολοσσαῖς ποταμοῦ καί διέσωσας ἐκ πλημμυρίδος σόν Ναόν, οὕτω ῥῦσαι ἡμᾶς πάσης θλίψεως.

Θεοτοκίον.
Ἱλέωσαι σόν Υἱόν καί Κύριον τοῖς οἰκοῦσιν ἐν Αἰγαίου ταῖς νήσοις καί παρακτίοις ἐδαφοῖς, Παρθένε, καταφυγή εὐσεβῶν ἀκαταίσχυντε, Θεογεννῆτορ ἀγαθῇ, ἱλαστήριον πάντων προσφύγων σου.


Ἀρχάγγελε, ὁ περισκέπων Αἰγαίου πελάγους νήσους ἐπιβούλων ἐχθρῶν ὀρδάς σῇ χάριτι σύντριψον ταχύ, Μιχαήλ, εὐσεβῶν προστάτα.

Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον ὡς ἔχουσα μητρικήν παρρησίαν.


Αἲτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Περιπολεύων Αἰγαῖον ὡς ἄγρυπνος αὐτοῦ φρουρός, Μιχαήλ Ἀρχιστράτηγε, τούς ἐπιβούλους αὐτοῦ ἀπομάκρυνον ἐχθρούς τῷ ξίφει τῆς σῆς γενναιότητος καί ἐναργοῦς πρός πιστούς ἀντιλήψεως.


Προκείμενον.
Ἦχος β΄. Ὁ ποιῶν τούς Ἀγγέλους Αὐτοῦ πνεύματα καί τούς λειτουργούς Αὐτοῦ πυρός φλόγα.
Στίχος. Εὐλόγει ἡ ψυχή μου τόν Κύριον, Κύριε ὁ Θεός μου, ἐμεγαλύνθης σφόδρα.

Εὐαγγέλιον κατά Λουκᾶν (Κεφ. ι΄ 16 -21 ).

Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει, καί ὁ ἀθετῶν ὑμᾶς ἐμέ ἀθετεῖ· ὁ δέ ἐμέ ἀθετῶν ἀθετεῖ τόν ἀποστείλαντα με. Ὑπέστρεψαν δέ οἱ ἑβδομήκοντα μετά χαρᾶς λέγοντες· Κύριε, καί τά δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματι σου.  Εἶπε δέ αὐτοῖς· ἐθεώρουν τόν σατανᾶν ὡς ἀστραπήν ἐκ τοῦ οὐρανοῦ πεσόντα.  Ἰδού δίδωμι ὑμῖν τήν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καί σκορπίων καί ἐπί πᾶσαν τήν δύναμιν τοῦ ἐχθροῦ, καί οὐδέν ὑμᾶς οὐ μή ἀδικήσῃ.  Πλήν ἐν τούτῳ μή χαίρετε, ὅτι τά πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δέ ὅτι τά ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ Ἰησοῦς καί εἶπεν· ἐξομολογοῦμαι σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καί τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπό σοφῶν καί συνετῶν, καί ἀπεκάλυψας αὐτά νηπίοις· ναί, ὁ πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθεν σου.

Δόξα.
Ταῖς τοῦ Ἀρχαγγέλου, Οἰκτῖρμον, προστασίαις ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.


Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στίχος. Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός, κατά ....

Μιχαήλ Ἀρχάγγελε, τοῦ Πανορμίτου ἀκέστορ, Μανταμάδου ἔφορε, Θαῤῥενέ Ἀρχάγγελε, Θάσου πρόμαχε, τῶν Μεστῶν στήριγμα καί Νενήτων Χίου ἀντιλῆπτορ καί κραταίωμα, Εὐβοίας καύχημα, τῆς Χαλικιδῆς καταφύγιον Καγιανίου σέμνωμα καί παντός Αἰγαίου προσφύγιον ἐν κινδύνοις, σπεῦσον ἱκέτας σου φυλάξαι ἀσινεῖς ἐπιβουλῆς τοῦ ἀλάστορος, θεῖε Ἀρχιστράτηγε.

Σῶσον, ὁ Θεός, τόν λαόν Σου...

Ὢδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Γένος τῶν Χριστωνύμων ἐν Αἰγαίῳ οἰκούντων ἀεί ἐπόπτευε θεόθεν, Ταξιάρχα, καί εὐλαβῶς σπευδόντων τῇ θερμῇ προστασίᾳ σου,
φωτολαμπές Μιχαήλ, ἀΰλων Νόων ἄρχον.

Ἀπειράστους συντήρει, Μιχαήλ, σούς ἱκέτας παθῶν καί θλίψεων ἐνοίκους τοῦ Αἰγαίου, οὗ τῆς ἐλευθερίας πλάνοι ἐπιβουλεύονται, οἴμοι, ἐχθροί δυσσεβεῖς τοῦ γένους τῶν Ἑλλήνων.

Ἰσχυρῶς θριαμβεῦσαι, Μιχαήλ, Χριστωνύμους ἐχθρόν ἐπίβουλον ἀξίωσον καί δεῖξον τοῖς οἰκισταῖς Αἰγαίου σήν διάθερμον εὔνοιαν καί ταχινήν ἀρωγήν ἐν πάσαις τρικυμίαις.

Θεοτοκίον.
Οὐρανόθεν Αἰγαίου ἐπευλογεῖ τάς νήσους, Θεογεννήτρια, καί σπεῦδε βοηθῆσαι αὐταῖς ἐν τρικυμίαις καί δειναῖς περιστάσεσι σύν Μιχαήλ, εὐσθενεῖ καί θείῳ Ταξιάρχῃ.


Ὢδή η΄. Τόν Βασιλέα.
Νικῆσαι στίφη ἐχθρῶν ἀξίωσον πάντας, Μιχαήλ, ἐν Αἰγαίῳ οἰκοῦντας τούτων ἀρχηγέτης γενόμενος ἐν μάχαις.

Σύγκοψον ξίφει τῷ σῷ ἐχθρούς κακοβούλους, Μιχαήλ, τοῦ Αἰγαίου πελάγους, ὁ αὐτό θεόθεν φρουρῶν καί ἐποπτεύων.

Κόπασον σάλον ἡμῶν παθῶν, Ταξιάρχα Μιχαήλ, τῶν ἐχθρῶν ὡς θαλάσσης κύματα, τάς βλέψεις ὁ ἀμαυρῶν ἀπίστων.

Θεοτοκίον.
Ἐλέους στάξον ἡμῖν ῥανίδας Υἱοῦ σου Ἐλεοῦσα Παρθένε, θεόθεν, τοῖς ἐν τῷ Αἰγαίῳ ἀεί σε ἀνυμνοῦσι.


Ὢδή θ΄. Κυρίως Θεοτόκον.
Πρός ὅρμον σωτηρίας ἴθυνον ἱκέτας σούς, Πανορμῖτα, Αἰγαίου ὑπέρμαχε, τοῦ Παραδείσου ὁ φύλαξ τῆς πύλης ἄγρυπνος.

Εὐλόγει, Ταξιάρχα, τούς ἐν Μανταμάδῳ σήν προσκυνοῦντας μορφήν ἀχειρότευκτον, καί ἐκζητοῦντας τήν χάριν καί προστασίαν σου.

Χαρά Αἰγαίου νήσων καί τῶν παρακτίων περιοχῶν, Μιχαήλ Ἀρχιστράτηγε, ἀγαλλιάσεως πλῆσον τούς σοί προστρέχοντας.

Θεοτοκίον.
Μή παύσῃ οὐρανόθεν σκέπουσα σούς δούλους ἀσπαζομένους τά σά ἐκτυπώματα περικοσμοῦντα Αἰγαῖον, Θεογεννήτρια.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τήν Θεοτόκον τήν ἀειμακάριστον καί παναμώμητον, καί Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ, καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον, σέ μεγαλύνομεν.

καί τά παρόντα Μεγαλυνάρια.
Νήσων τοῦ Αἰγαίου ὁ ταχινός ῥύστης καί προστάτης ἐξ ἐχθίστου ἐπιβουλῆς, Μιχαήλ Στρατάρχα, αὐτάς ἐκ τῶν ἀπίστων ἐχθρῶν τῇ χάριτι σου σῶσον, Ἀρχάγγελε.

Μιχαήλ, πνευμάτων λαμπρέ φωστήρ εὐχαρίστων, ῥῦσαι τήν ἀχάριστον γενεάν τῶν βροτῶν, γεέννης πυρός τῆς αἰωνίου καί σῶσον ἐκ θανάτου πάντας σούς πρόσφυγας.

Χαίροις, τοῦ Αἰγαίου ὁ πανσθενής φύλαξ καί προστάτης καί ἀνύστακτος βοηθός, Μιχαήλ, ὀλέτα ἐχθρῶν τῶν μισοχρίστων, Ἀρχάγγελε Κυρίου φωτοειδέστατε.

Χαίροις, ἀρχιστράτηγε Μιχαήλ, θεῖε παραστάτα τῆς Τριάδος τῆς πανσθενοῦς. χαίροις, διακόσμου τοῦ νοητοῦ ἐξάρχων, ὁ τούς πιστούς θαρρύνων τρῶσαι τόν δόλιον.

Βοηθός γενοῦ μοι ἐν τῇ φρικτῇ ὥρᾳ τοῦ θανάτου, ἀρχιστράτηγε Μιχαήλ, καί τήν παναθλίαν ψυχήν μου μή ἐάσῃς πεσεῖν εἰς τάς παλάμας τοῦ παναλάστορος.

Χαίροις, Πανορμίτου ὁ θησαυρός, χαίροις, Μανταμάδου ὁ θεόσδοτος ἀρωγός, χαίροις, τῶν Νενήτων, Χαλκιδικῆς, Εὐβοίας καί Θάσου, Ταξιάρχα, εὖχος ἀτίμητον.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετά τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

καί τό Ἀπολυτίκιον.
Ἦχος πλ. α΄. Τόν συνάναρχον Λόγον.

Τοῦ Αἰγαίου πελάγους φρουρέ ἀνύστακτε, περιπολεύων μή παύσῃ καί συντηρῶν ἀσινεῖς, Μιχαήλ, αὐτοῦ τάς νήσους, Ἀρχιστράτηγε,
πάσης ἐχθροῦ ἐπιβουλῆς, ὅνπερ τρέπει εἰς φυγήν ταχέως ἡ δύναμις σου καί ἡ τοῦ ξίφους σου θέα ὀρδάς ἀπίστων τοῦ  συγκόπτοντος.

Ἐκτενής καί Ἀπόλυσις, μεθ' ἥν ψάλλομεν τό ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.

Φύλαξ τοῦ Αἰγαίου, Μιχαήλ, ὁ περιπολῶν οὐρανόθεν καί περισκέπων αὐτό, ἐπιβούλων τάγματα ἐχθρῶν ἐκδίωξον τῆς αὐτοῦ ὡραιότητος καί ἐλευθερίας, πανσθενές Ἀρχάγγελε καί Ἀρχιστράτηγε Νόων οὐρανίων, σῷ ξίφει ἄνεμος καθάπερ τούς ῥύπους
καί ὀδμάς δυσσώδεις, θεοδόξαστε.

Δέσποινα, πρόσδεξαι τάς δεήσεις τῶν δούλων σου καί λύτρωσαι ἡμᾶς ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Τήν πᾶσαν ἐλπίδα μου εἵς σε ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην σου.

Τετράστιχον.
Σύγκοψον ξίφει σου ἐχθρούς ἐπιβούλους,
Αἰγαίου φύλαξ, Μιχαήλ Ταξιάρχα,
καί βράβευσον ἅπασιν ἐλευθερίαν
πιστοῖς τιμῶσι σε, βοᾷ Χαραλάμπης.


Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν ἐλέησον ἡμᾶς.
’Ἀμήν.


Ἀρίθμ. Καταλ. Π 495 / 2-3-11

Πηγή

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης