Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Παρακλητικός Κανών εις την  Υπεραγίαν Θεοτόκον Κρεμαστή Πύργου Ηλείας Empty Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον Κρεμαστή Πύργου Ηλείας

Την / Το Σαβ Ιουν 01, 2019 11:59 am
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Κανών παρακλητικός εις τήν Ύπεραγίαν Θεοτόκον, Ής ή Είκών καλείται «Κρεμαστή».

Ποίημα Γερασίμου Μοναχού Μικραγιαννανίτου.
Παρακλητικός Κανών εις την  Υπεραγίαν Θεοτόκον Κρεμαστή Πύργου Ηλείας Kremas10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

καί τὰ ἑξῆς:

Ἦχος δ'. Ό ὑψωθεὶς ἒν τῷ Σταυρῶ.

Τῆς Θεοτόκου τῆ ἅγια Εἰκόνι, τῆ παρὰ πάντων Κρεμαστὴν καλουμένῃ, πανευλαβώς προσπέσωμεν βοῶντες ἐκ ψυχῆς Δέσποινα Πανάχραντε, τὴν παροῦσαν Μονήν σου, σκέπε διάσῳζε, ἀπὸ πάσης ἀνάγκης, καί τῶν πταισμάτων αἰτεῖ ἱλασμόν, τοῖς προσιοῦσι, πιστῶς τῆ σῇ χάριτι.

Δόξα, καὶ νῦν. Ὅμοιον.
Ἐν τῷ σπηλαίῳ θαυμαστώς αίωρεΐτο, ἢ χαριτόβρυτος Είκών σου Παρθένε, ἢν εὐλαβεῖς ποιμένες πάλαι εύραντο ἢ πιστῶς προσπίπτοντες, ψυχικὴν εὐφροσύνην, ἐξ αύτής λαμβάνομεν, καὶ παθῶν θεραπείαν. Ἀλλ’ ὦς προστάτις Δέσποινα ἡμῶν, τούτης τῆς Μάνδρας, ἀπαύστως προΐστασο.


Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

καὶ ὃ κανῶν οὖ ἢ ἀκροστιχίς.
«Τήνδε Μονήν σου Παρθένε σῷζε. Γερασίμου».

Ὼδὴ ἀ'. Ἦχος πλ. δ'. Ὑγρὰν διοδεύσας.

Τῆ θεία εἰκόνι σου καὶ σεπτή, ἤνπερ Θεοτόκε, ὀνομάζομεν Κρεμαστήν, προσπίπτοντες πίστει σοι βοῶμεν Τὰ σὰ ἐλέη ἡμῖν Κόρη δώρησαι.

Ηγιάσται Κόρη ἢ σὴ Εἰκών, τῆ ἐπισκοπή σου, καὶ παρέχει ἁγιασμόν, τοῖς πίστει καὶ πόθῳ προσιοῦσι, καὶ ἐκζητοῦσιν ἐκ ταύτης τὴν χάριν σου.

Νοῆσαι οὗ δύναται νοῦς βροτῶν, τὰς εὐεργεσίας, ἆς παρέχεις πᾶσιν ἡμῖν, ἐκ τῆς σὴς Εἰκόνος Θεοτόκε, ἢν εὐλαβῶς προσκυνοῦντες ὑμνοῦμεν σε.

Δοχεῖον ὑπῆρξα πόσης φθοράς, ἄλλα σὺ Παρθένε, λύτρωσαί με τῆς τοϋ ἐχθροῦ, μανίας πολλή σου συμπάθεια, τόν τῆ σεπτή σου Εἰκόνα προσπίπτοντα.


’Ὠδὴ γ' Οὐρανίας ἁψῖδος.
Ἐν τῷ σπηλαίαω τὸ πάλαι, ἢ σὴ Είκών κέκρυπται, καὶ φωτὶ ὀφθεῖσα ποιμέσι, πᾶσιν ἐγνώρισται, χάριν καὶ ἔλεος, ἁγιασμὸν καὶ εἰρήνην, Κρεμαστὴ πηγάζουσα, τοῖς πίστει σπεύδουσι.

Μέγα θαῦμα Εἰκών σου, ὦς ἀληθῶς ἔδειξε• ξένως αίωρεΐτο γὰρ Κόρη, δυνάμει κρεῖττον ἔνθεν ὠνόμασται, κλῄσει σεπτῇ καταλλήλως, Κρεμαστῇ Πανάχραντε, ἤμας εὐφραίνουσα.

Ο vαός σου ὃ θεῖος, καὶ ἱερὸς ’Ἄχραντε, οἵᾳπερ λυχνίαν κατέχει, τὸ σὸν Ἐκτύπωμα, ὦ καταφεύγοντες, φωτὸς πληρούμεθα θείου, καὶ παθὼν ζοφώσεως, ἀπολυτρούμεθα.

Νοσημάτων καὶ πόνων, καὶ συμφορῶν ῥύονται, οἵ τῆ σῇ Εἰκόνι Παρθένε, θερμῶς προστρέχοντες• διὸ ἀγάλλεται, ἢ σῇ Μονῇ κεκτημένῃ, θησαυρὸν ἀσύλητον, ταύτην καὶ καύχημα.


Διάσωσον ὦ Κρεμαστῇ Θεοτόκε πάσης ἀνάγκης, τοὺς ἐν πίστει τῆ σῇ Εἰκόνι προσπίπτοντας, καὶ πᾶσι δίδου τὴν θείαν σου εὐλογίαν.

Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπί τὴν ἐμὴν χαλεπήν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αἴτησις καί τὸ Κάθισμα.
Ἠχὸς β'. Πρεσβεῖα θερμή.

Εἰκόνα τὴν σήν, ὦς ἱερὸν ἐχέγγυον, τῆς σὴς πρὸς ἤμας,  πλουτοῦντες ἀντιλήψεως, ἀπὸ ψυχῆς βοώμέν σου Τὴν παροῦσαν Μονήν σου Πανύμνητε, μὴ διαλίπῃς φρουροῦσα ἀεί, ἐκ πάσης κακίας τοὺ ἀλάστορος.


Ώδή δ'. Εἰσακήκοα Κύριε.
Εἰκών σου ἢ πάντιμος, τῶν δαιμόνων ὤφθη φυγαδευτήριον, ἰατρεῖον δὲ ἀδάπανον, Κρεμαστῇ, τοῖς πίστει καταφεύγουσι.

Νᾶμα θεῖον καὶ αὐλόν, τῆ ἐπισκιάσει σου ἀεὶ πρόεισι, Κρεμαστῇ ἐκ τῆς Εἰκόνος σου, καὶ δροσίζει Κόρη τὰς ψυχὰς ἡμῶν.

Σκέπῃ εσο καὶ στήριγμα, ταύτῃ τῆ Μονῇ σου Θεοχαρίτωτε, τῆ ὦς μέγα καταφύγιον, κεκτημένῃ Κόρη τὴν Εἰκόνα σου.

Οi νοσοῦντες προσπέσατε, τῆ σεπτῇ Εἰκόνι τῆς Θεομήτορος, ἶνα λάβητε τὴν ἴασιν, ἥτις Κρεμαστῇ προσφόρως κέκλῃται.


Ώδή ἕ'. Φώτισον ἡμᾶς.
Ὕπουλον ἐχθρόν, τὸν ἀεὶ κατά τῆς Μάνδρας σου, τεκταινόμενον πίκρας ἐπίβουλος, κραταιᾷ σου Θεοτόκε χειρὶ σύντριψον.

Πῦρ τὸ ἀπειλοῦν, τῆ Μονῇ σου πάλαι ἔστησας• καὶ νῦν σβέσον τὰς φλογώδεις καθ’ ἡμῶν, ἐπιθέσεις τοῦ δολίου πολεμήτορος.

Ἄλυπον ζωήν, μετανοίᾳ καὶ σεμνότητι, διανύειν ένδυνάμωσον ήμάς, ἆς τῷ πόθῳ σου Ἀγνῇ ᾠδὲ συνήθροισας.

Ῥῶσιν ψυχικήν, καὶ ὑγείαν νέμει σώματος, Κρεμαστῇ ἢ σὴ πανίερος Εἰκὼν διὰ τοῦτο σου τὰ θαύματα κηρύττομεν.


Ώδή στ'. Τὴν δέησιν.
Θαυμάτωv, ἀναβλαστάνουσα ῥεῖθρα, Κρεμαστῇ ἢ σὴ Εἰκὼν ἢ ἀγία, τήν τοϋ πυρὸς ἀπειλὴν καταπαύει, καὶ διαλύει δεσμά τῆς στειρώσεως• καὶ νῦν ἡμᾶς καρποφορεῖν, ἀρετῆς τοὺς καρποὺς ἐνδυνάμωσον.

Ἐν χρόνοις, ἀδήλοις κέκρυπται Κόρη, ἒν σπηλαίῳ ἢ ἀγία Είκών σου, καὶ ἒν φωτὶ ἐπαλλήλῳ ποιμέσι, φανερωθεῖσα χαρὰς πάντας ἔπλησε χάριν γὰρ βρύει δαψιλῇ, καὶ σκεδάζει παθῶν τὴν σκοτόμαιναν.

Νοσοῦσι, τὴν θεραπείαν δωρεῖται, καὶ δαιμόνων ἀπευλαύνει τὰ σμήνῃ, ἢ σῇ ἅγια Εἰκών Θεοτόκε, ἢν ἢ Μονῇ σου ὦς θεῖον ὀχύρωμα, κατέχουσα καὶ θησαυρόν, τὴν θερμήν σου κηρύττει ἀντίληψιν.

Ἐνθέῳ, χειρὶ Λουκᾶ τοὺ πανσόφου, ἢ Εἰκών σου Θεοτόκε γραφεῖσα, τὴν σὴν πλουσίαν ἐπλούτησε χάριν, καὶ ἁγιάζει τοὺς ταύτῃ προσπίπτοντας, καὶ πᾶσι δέδοται ἡμῖν, ὦς πηγῇ ἀληθοῦς παρακλήσεως.


Διάσωσον ὦ Κρεμαστῇ Θεοτόκε πάσης ἀνάγκης, τοὺς ἒν πίστει τῆ σὴ Εἰκόνι προσπίπτοντας, καὶ πᾶσι δίδου τὴν θείαν σου εὐλογίαν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον ὡς ἔχουσα μητρικὴν παρρησίαν.


Αἴτησις καί τὸ Κοντάκιον.
Ἦχος β'. Τοῖς τῶν Αἱμάτων σου.

Ω ς καταφύγιον μέγα Πανάχραντε, καὶ ἱλαστήριον θεῖον  κατέχουσα, ἢ ποίμνη ἢ σῇ τὴν Εἰκόνα σου, τὴν σὴν καρποῦται ταχεῖαν ἀντίληψιν αύτής γὰρ ὑπάρχεις τὸ στήριγμα.


Προκείμενον.
Τὸ πρόσωπον σου λιτανεύουσιν οἳ πλούσιοι τοὺ λαοῦ.
Στίχ. Μνησθήσομαι τοὺ ὀνόματος σου...

Εὐαγγέλιον κατὰ Λουκᾶν.

Ἐν ταῖς ἡμέραις ἐκείναις ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τὴν Ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμόν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλη καὶ εἶπεν· εὐλογημένη Σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπός τῆς κοιλίας Σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός μέ; Ἰδοὺ ὡς ἐγένετο ἡ φωνή τοῦ ἀσπασμοῦ Σου εἰς τὰ ὦτα μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτὴ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ• μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμα μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρι μου, ὅτι ἐπέβλεψεν ἐπί τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπό τοῦ νῦν μακαριοῦσι με πᾶσαι αἱ γενεαί, ὅτι ἐποίησε μοι μεγαλεία ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριάμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Παναχράντου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.


Στιχ. Έλέησόν με ὃ Θεὸς κατά τὸ μέγα ἔλεος σου...
Προσόμοιον.
Ἦχος πλ. β'. Ὅλην ἀποθέμενοι.

Δίδου ἡμῖν πάντοτε, τὴν σὴν βοήθειαν Κόρη, καί τὴν ταχυτάτην σου, καὶ θερμὴν ἀντίληψιν, ἐν ταῖς θλίψεσι, καὶ ἀεὶ δίωκε, τὴν δεινὴν μανίαν, καθ’ ἡμῶν τοὺ παναλάστορος ἰδοὺ γὰρ ἅπαντες, τῆ θαυματοβρύτω Εἰκόνι σου, δέει πολλῷ ἱστάμεθα, τὴν σὴν ἀρωγὴν ἐκδεχόμενοι, καὶ πιστῶς βοῶμεν Μὴ παύσῃ Θεοτόκε συμπαθῶς, τοὺ ἐποπτεύειν ἑκάστοτε, τὴν παροῦσαν Μάνδραν σου.

Σῶσον, ὁ Θεός, τὸν λαόν Σου...

’Ὠδὴ ζ' Οἳ ἐκ τῆς Ἰουδαίας.

Σωτηρίας σε πύλην. Θεοτόκε εἰδότες πιστῶς προστρέχομεν, τῆ θεία σου Εἰκόνι, ὦς ἂν ἀπαλλαγῶμεν, τῶν ἒν βίῳ κακώσεων, καὶ πυριφλέκτων βελών,εχθρού τοῦ βροτοκτόνου.

Ὡς ἐρρύσῳ τὸ πάλαι, δαιμονῶντας Παρθένε τῆς πίκρας μάστιγος, οὕτω καὶ νῦν τῆς τούτων, κακίστης ἐπηρείας, τοὺς ἱκέτας σου λύτρωσαι, τοὺς προσιόντας πιστῶς, τῆ θεία σου Εἰκόνι.

Ζῆν ἡμᾶς θεαρέστως, ἀρετῶν ἐπιδόσει καὶ φόβῳ κρείττονι, δυνάμωσον Παρθένε, καὶ πάσῃ όμονοία, καὶ ψυχῆς καθαρότητι, ὦς ἄν τῆς ἄνω ζωῆς, ὀφθῶμεν κληρονόμοι.

Ἐν σπηλαίῳ ὑπῆρχε, κεκρυμμένῃ ἢ θεία Εἰκών σου Ἄχραντε, ἒν ὦ Μονὴν ἀγίαν, τῆ ταύτης φανερώσει, τῆ βουλῇ σου ἀνήγειραν, εἰς εὐφροσύνην ψυχῶν, καὶ φῶς καὶ σωτηρίαν.


Ὼδὴ ἡ'. Τὸν Βασιλέα.
Πέρας καὶ σκέπην, καὶ ἀκλυδώνιστον ὅρμον, τὴν Εἰκόνα σου πλουτοῦσα ἢ Μονῇ σου, ῥύεται Παρθένε, τρικυμιῶν τοὺ βίου.

Ἔλαμψε πᾶσι, φῶς μυστικῆς εὐφροσύνης, ἢ σὴ Δέσποινα Εἰκών φανερωθεῖσα, ἦς ἢ χάρις φλέγει, δαιμονικὴν μανίαν.

Ῥοῦν ἁμαρτίας, τὸν κατακλύζοντα Κόρη, τὴν καρδίαν μου ξήρανον δυσωπῶ σε, τῆ ἐπισκιάσει, τῶν θείων οἰκτιρμῶν σου.

Ἀπὸ παντοίων, ἐπιφορῶν καὶ κινδύνων, διαφύλαττε ἀσήμαντον Παρθένε, τὴν σεπτήν σου Μάνδραν, τὴν σοι ἀνακειμένην.


’Ὠδὴ θ'. Κυρίως Θεοτόκον.
Στενώσεως ἀπᾴσῃς, ῥύου Θεοτόκε, τοὺς προσκυνοῦντας τὴν θείαν Εἰκόνα σου, ἢ Κρεμαστῇ παρὰ πάντων προσφόρως κέκλῃται.

Ἰδού τῆ σῇ Εἰκόνι, πίστει παρεστῶτες, τὴν σὴν αἰτοῦμεν Παρθένε βοήθειαν, ἢν ἀεὶ δίδου τοῖς πόθῳ σε μεγαλύνουσι.

Μονήν σου τὴν ἀγίαν, φύλαττε καὶ σκέπε, ἐπιβουλῶν καὶ παντοίων κακώσεων, καὶ ταύτῃ δίδου Παρθένε τὴν εὐλογίαν σου.

Οὐράνωσον Παρθένε, ἡμῶν τὰς καρδίας, καὶ ἐναρέτως βιοῦν καταξίωσον, τὰς ἔν τῆ Μάνδρα σου ταύτῃ οἰκούσας Ἄχραντε.

Ὑμνοῦμεν τῆς πολλῆς σου, Κρεμαστῇ, εὐνοίας, πρός τὴν Μονήν σου ἐκφάνσεις καὶ χάριτας, καὶ εὐλαβῶς καθ’ ἑκάστην χαῖρε βοῷμεν σοι.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεφαφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

καί τὰ παρόντα Μεγαλυνάρια.
Χαίρει Θεοτόκε ἢ σὴ Μονῇ, ἔχουσα ἒν κόλποις, τὴν Εἰκόνα σου τὴν σεπτήν, ὦς στηλογραφίαν, τῆς θείας σου εὐνοίας, καὶ ταύτῃ καθ’ ἑκάστην, προστρέχει Ἄχραντε.

Πάλαι ἒν σπηλαίῳ ἢ σὴ Εἰκών, Παρθένε κρυβεῖσα, πεφανέρωται ἒν φωτί, τοῖς πιστοῖς ποιμέσι, διώκουσα τὸν ζόφον, παθῶν καὶ νοσημάτων, ἡμῶν ἑκάστοτε.

Ὡς αἰωρουμένην θεία ῥοπή, εἶδον οἳ ποιμένες, τὴν Εἰκόνα σου τὴν σεπτήν, Κρεμαστὴν προσφόρως, αὐτήν Θεογεννήτορ, ὠνόμασαν ὑμνοῦντες, τὰ μεγαλεῖα σου.

Ῥύει ἰαμάτων τὰς δωρεᾶς, τῆ ἐπιφοιτήσει, τῆς σὴς χάριτος μυστικῶς, ἢ σεπτῇ Εἰκών σου, Ἀγνῇ Θεογεννήτορ, καὶ πάντων τὰς αἰτήσεις, πληροῖ ἑκάστοτε.

Πυρὸς καταπαύσει τὴν ἀπειλήν, δαίμονας ἐλαύνει, ἢ Εἰκών σου ἢ θαυμαστῇ, καὶ τὰς στειρευούσας, εὐτέκνους ποιεῖ Κόρη• διὸ ὑμνολογοῦμεν, τὰ σὰ θαυμάσια.

Φύλαττε καὶ σκέπε τὴν σὴν Μονήν, πάσης δυσχερείας, καὶ στενώσεως Κρεμαστῇ, καὶ τοῖς προσιοῦσι, τῆ θεῖα σου εἰκόνι, δίδου ἀεὶ Παρθένε, χάριν καὶ ἔλεος.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετά τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγίᾳ Τριᾶς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἀπολυτίκιον Παναγίας «Κρεμαστῆς».
Ἦχος δ'. Ταχὺ προκατάλαβε.

Φωτὶ πεφανέρωται, ἒν τῷ σπηλαίῳ ποτέ, ποιμέσι Πανάχραντε, αἰωρουμένῃ φρικτῶς, Εἰκών σου ἢ πάντιμος. Ὅθεν ταύτην προσφόρως, Κρεμαστὴν προσφωνοῦμεν, χάριν ἀεὶ τρυγῶντες, καὶ πιστῶς σοι βοῶμεν χαῖρε Κεχαριτωμένη, ὃ Κύριος μετά σοῦ.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β '. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντας τοὺς προσπίπτοντας πιστῶς, τῆ σὴ παναγία Εἰκόνι, Θεοχαρίτωτε, ῥύου πόσης θλίψεως καὶ περιστάσεως, καὶ δαιμόνων κακώσεως, καὶ πόσης ἀνάγκης, οἵα Μήτηρ εὔσπλαγχνος, τοῦ Παντοκράτορος, σκέπε δε βελῶν τοῦ Βελίαρ, ταύτην τὴν ἀγίαν Μονήν σου, τὴν ὁλοσχερῶς ἀνακειμένην σοι.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἵς σε ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τὴν σκέπην σου.


Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστὲ ὃ Θεὸς ἡμῶν ἐλέησον ἡμᾶς.
’Ἀμήν.

Δίστιχον·

Κρεμαστῇ Παντάνασσα Θεογεννήτορ
Γεράσιμον οἴκτειρον σε ἀνυμνοῦντα.




_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης