Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1766
https://www.proseyxi.com

Παρακλητικός Κανών εις την Ένδοξον Μεταμόρφωσιν του Κυρίου και Θεού Σωτήρος ημών Ιησούν Χριστόν Empty Παρακλητικός Κανών εις την Ένδοξον Μεταμόρφωσιν του Κυρίου και Θεού Σωτήρος ημών Ιησούν Χριστόν

Την / Το Κυρ Ιουν 02, 2019 10:25 am
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Παρακλητικός Κανών εις την Ένδοξον Μεταμόρφωσιν του Κυρίου και Θεού Σωτήρος ημών Ιησούν Χριστόν

Ποίημα Ιακώβου μοναχού
Παρακλητικός Κανών εις την Ένδοξον Μεταμόρφωσιν του Κυρίου και Θεού Σωτήρος ημών Ιησούν Χριστόν Metamo10

Εὐλογήσαντος τοϋ ἱερέως ἀρχόμεθα άναγινώσκοντες τόν ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησιν μου ἔν τῆ άληθεία σου, εἰσάκουσον μου ἔν τῆ δικαιοσύνη σου. Καί μή εἰσέλθῃς εἵς κρίσιν μετά τοϋ δούλου σου, ὅτι οὗ δικαιωθήσεται ἐνώπιον σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὅ ἐχθρός τήν ψυχήν μου ἐταπείνωσεν εἵς γῆν τήν ζωήν μου. Ἐκάθισε με ἔν σκοτεινοῖς, ὦς νεκρούς αἰῶνος, καί ήκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἔν έμοι ἐταράχθη ἤ καρδία μου. Ἐμνήσθην ήμερων ἀρχαίων, ἐμελέτησα ἔν πᾶσι τοῖς ἔργοις σου, ἔν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σε τάς χείράς μου ἤ ψυχή μου ὦς γῆ ἄνυδρος σοι. Ταχύ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μή ἀποστρέψῃς τό πρόσωπον σου ἀπ’ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἵς λάκκον. Ἀκουστόν ποίησόν μοι τό πρωΐ τό έλεός σου, ὅτι ἐπί σοι ἤλπισα. Γνώρισον μοι, Κύριε, όδόν ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρός σέ κατέφυγον δίδαξόν με τοΰ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἷ ὅ Θεός μου. Τό Πνεῦμα σου τό ἀγαθόν ὁδηγήσει με ἔν γῆ εὐθείᾳ ἕνεκεν τοΰ ὀνόματος σου, Κύριε, ζήσεις με. Ἔν τῆ δικαιοσύνη σου, έξάξεις ἐκ θλίψεως τήν ψυχήν μου. Καί ἔν τῷ έλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί άπολεΐς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος σοῦ εΐμι.

Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἀ'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος Β'. Πάντα τά ἔθνη ἐκύκλωσαν με, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὑτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος Γ'. Παρά Κυρίου ἐγένετο αὕτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

καί τά ἑξῆς:

Ἦχος δ'’. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῶ.

Τῷ τοῦ Σωτῆρος νῦν τεμένει προσδράμωμεν, Μεταμορφώσεως αὑτοῦ καί προσπέσομεν, μετ' εὐλαβείας κράζοντες ἐκ βάθους ψυχῆς Δέσποτα βοήθησον, σπλαχνισθείς τοῖς σοῖς δούλοις, φόβῳ σοι προσπίπτουσοι, καί πταισμάτων τήν λύσιν, καί σωτηρίαν βραβεῦσον ψυχῶν, τῶν σου τιμώντων, φρικτήν Μεταμόρφωσιν.

Δόξα Πατρί…Όμοιον.
Οἱ ὑπό πλείστων ὀδυνῶν πιεζόμενοι, καί πειρασμῶν ἀλλεπαλλήλων θλιβόμενοι, δεῦτε Ναῶ προσπέσωμεν πιστῶς ἀδελφοί, τῆς Μεταμορφώσεως, τοῦ Σωτῆρος βοῶντες Σῶτερ ἐξελοῦ ἡμᾶς ἐκ παντοίων κινδύνων, ταῖς ἱκεσίαις σου τῶν Προφητῶν, καί τῶν πανσόφων Χριστέ Ἀποστόλων σου.

Καί νῦν…Θεοτοκίον.
Τῆς μετανοίας Θεοτόκε τήν τρίβον, ἡμᾶς ἐνίσχυσον ὁδεύειν προθύμως, τούς τήν σεπτήν εἰκόνα σου τιμῶντας σεπτώς, Δέσποινα καί λύτρωσαι, ἐκ δεινῶν συμπτωμάτων, πάσης τε κακώσεως, δυσμενῶν ἀοράτων, καί ὁρατῶν παντοίων Ἀγαθή πρός σε γάρ πάντες, ἀεί καταφεύγομεν.


Εἶτα ὁ Ν΄ (50)  Ψαλμός
Ἐλέησόν με ὁ Θεός κατά τό μέγα ἔλεός σου, καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου, ἐξάλειψον τό ἀνόμημα μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου, καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιον μου ἐστί διά παντός. Σοί μόνῳ ἥμαρτον, καί τό πονηρόν ἐνώπιον σου ἐποίησα· ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καί νικήσῃς ἐν τῷ κρίνεσθαι σε. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας· τά ἄδηλα καί τά κρύφια τῆς σοφίας σου ἐδήλωσας μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καί καθαρισθήσομαι· πλυνεῖς με, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπον σου ἀπό τῶν ἁμαρτιῶν μου, καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου σου, καί τό Πνεῦμα σου τό ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσιν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὑκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καί τεταπεινωμένην, ὁ Θεός, οὑκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τήν Σίων καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον σου μόσχους.

καί ὁ Κανών οὐ ἡ ἀκροστιχίς κατ΄ Ἀλφάβητον,
ἐν δε τοῖς Θεοτοκίοις Ἰακώβου.

Ὢδή α΄. Ἦχος πλ.δ’. Ὑγράν Διοδεύσας.

Δόξα σοι ὁ Θεός ἡμῶν δόξα σοι.
Ἀνυψώσας φύσιν τήν τῶν βροτῶν, ἀναβάς ἐν ὄρει, Θαβωρίω θεοπρεπώς διό τούς εἰς βάθη ἐμπεσόντας, ἁμαρτιῶν ἡμᾶς Σῶτερ ἀνάστησον.

Δόξα σοι ὁ Θεός ἡμῶν δόξα σοι.
Βαράθρων τοῦ ᾌδου ἡμᾶς Σωτήρ, ἀνήγαγες ὄρει, Θαβωρίω πρό τοῦ Σταυροῦ, μεταμορφωθείς τῆ ἀλλοιώσει, τῆς σής μορφῆς καί θεώσας τό πρόσλημμα.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίῳ Πνεύματι.
Γῆθεν ἀνυψώσας τούς Μαθητάς, ἔδειξας οἰκτῖρμον, τό ἀρχέτυπον τῆς μορφῆς, κάλλος ὁ ἀπώλεσεν ἡ φύσις, παρακοή διό νῦν ἡμᾶς οἴκτειρον.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Θεοτόκιον.
Ιλέωσαι Δέσποινα τόν ἐκ σου, Σωτῆρα τεχθέντα, ἡμῖν δοῦναι ἁμαρτιῶν, τήν ἄφεσιν Κόρη σαῖς πρεσβείαις, καί σωτηρίας τυχεῖν ἡμᾶς ποίησον.


Ὢδή γ΄. Οὐρανίας ἁψῖδος.
Δόξα σοι ὁ Θεός ἡμῶν δόξα σοι.
Διαφύλαξον πάντας, τούς τήν φρικτήν Δέσποτα, πόθῳ εὐφημοῦντας ἀγίαν, σου Μεταμόρφωσιν, εἰς ἀπολύτρωσιν, ἁμαρτιῶν καί πταισμάτων, καί νοσοῦντας ἴασαι, μόνε Φιλάνθρωπε.

Δόξα σοι ὁ Θεός ἡμῶν δόξα σοι.
Εφυμνίους ᾠδάς σοι, πόθῳ πολλῷ Δέσποτα, σου Μεταμορφώσει τῆ θεία, ᾄδοντες μέλπομεν, παθών εἰς ἴασιν, καί νοσημάτων Οἰκτίρμων, καί πταισμάτων ἄφεσιν, μόνε Θεάνθρωπε.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίῳ Πνεύματι.
Ζώῃς νῦν καί θανάτου, Κύριος ὤν Δέσποτα, τόν τε Μωυσήν καί Ἠλίαν, ὄρει παρέστησας, μεταμορφούμενος, πρό τοῦ Σταυροῦ σου δεικνύων, Μαθηταῖς σου ἔγερσιν, μόνε Ὑπέρθεε.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον
Ἀπειρόγαμε Κόρη, ὁλολαμπής Ἄνασσα, σύν τοῖς Ἀποστόλοις δυσώπει, Ὀν εσωμάτωσας, νόσων καί θλίψεων, καί πάσης ἄλλης ἀνάγκης, σώσαι τούς ὑμνοῦντας σε, Θεοχαρίτωτε.


Διάσωσον, ἀπό κινδύνων τούς δούλους σου Φωτοδότα, ὅτι πάντες Χριστέ πρός σε ἀεί καταφεύγομεν, τόν μεταμορφωθέντα Σωτῆρα.

Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.


Αἴτησις καί τό κάθισμα.
Ἦχος β’. Τά ἄνω ζητῶν.

Σκοτία πολλή, κυκλούμενοι οἱ δοῦλοι σου, καί ὑπό πνευμάτων, τοῦ σκότους ἀπειλούμενοι, πρός σε καταφεύγομεν, Φωτοδότα κράζοντες οἴκτειρον, καί τῷ φωτί σου φώτισον ἤμας, φωτί ὁ ἀστράψας τῆς θεότητος.

Δόξα Πατρί…..Και νῦν …..Θεοτοκίον.
Πρεσβεία θερμῇ καί τεῖχος απροσμάχητον, ἐλέους πηγή τοῦ κόσμου καταφύγιον, ἐκτενῶς βοῶμεν σοι Δέσποινα πρόφθασον, καί ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἡ μόνη ταχέως προστατεύουσα.


Ὢδή δ΄. Εἰσακήκοα Κύριε.
Δόξα σοι ὁ Θεός ἡμῶν δόξα σοι.
Ἡ φρικτῇ Μεταμόρφωσις, σου τούς Ἀποστόλους χαράς ἐνέπλησε, Θεόν εἷναι σε γνωρίσαντες, οὐρανοῦ καί γῆς τε κυριεύοντα.

Δόξα σοι ὁ Θεός ἡμῶν δόξα σοι.
Θαυμαστῇ ὄντως πέφυκεν, ἡ σεπτῇ καί θεία σου Μεταμόρφωσις• ὑπέρ ἥλιον γάρ ἔλαμψεν, ἡ μορφή σου Λόγε ἐξαστράπτουσα.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίῳ Πνεύματι.
Ἰδού Σῶτερ ἐβόησαν, Μωυσῆς Ἠλίας τε Ἀποστόλοις σου, ὀν δωσώπει ὡς Πανάγαθον, τοῦ σωθῆναι πάντας τούς τιμῶντας σε.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον.
Καθαρόν ἐνδιαίτημα, μόνη σύ ἐφάνης Κόρη τοῦ Κτίστου σου, ὀν δυσώπει ὡς Πανάγαθον, τοῦ σωθῆναι πάντας τούς τιμῶντας σε.


Ὢδή ε΄. Φώτισον ἡμᾶς.
Δόξα σοι ὁ Θεός ἡμῶν δόξα σοι.
Κράτος καί ἰσχύν, Κραταιέ ἡμᾶς περίζωσον, ὁ κρατῶν χειρί τό σύμπαν τούς τόν σόν, κράτος ὑμνοῦντας, καί σοι γόνυ υποκλίνοντας.

Δόξα σοι ὁ Θεός ἡμῶν δόξα σοι.
Λάμψον καί ἡμῖν, Φωτοκράτορ φῶς ὑπέρφωτον, ὁ ποιῶν λόγῳ ἄστρα καί ἀστραπάς, καί γεννηθήτω τό φῶς εἰπών καί ἐγένετο.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίῳ Πνεύματι.
Μέγα καί φρικτόν, ἐθεάσαντο μυστήριον, σου οἱ Ἀπόστολοι ἐν ὄρει Θαβώρ, Πατρός φωνῆς τε, νεφέλης ἐν μέσῳ ἤκουον.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον.
Ὤρα τήν φρικτήν, ἐνθυμοῦμαι τοῦ σου βήματος, καί συσχεθείς ἐν φόβῳ σοι ἐκβοῶ φεῖσαι μου Σῶτερ, δεήσεσι τῆς τεκούσης σε.


Ὢδή στ΄. Τήν δέησιν ἐκχεῶ.
Δόξα σοι ὁ Θεός ἡμῶν δόξα σοι.
Νόμου σου τούς προεξάρχοντας Κύριε, Μωυσήν Ἠλίαν καί τούς προκρίτους, τῶν μαθητῶν, σου Θαβώρ ἐν τῷ ὄρει, αἴγλη προσώπου ἐξέστησας ἅπαντας καί ἤκουον ἐκ τοῦ Πατρός, βεβαιοῦντος Χριστέ τήν Υιότητα.

Δόξα σοι ὁ Θεός ἡμῶν δόξα σοι.
Ξενίζονται τῶν Ἀγγέλων ἅπασαι, στρατιαί καί τῶν ἀνθρώπων τά πλήθη, Χριστέ Σωτήρ σου τό ξένον ὁρῶσαι τό τῆς μορφῆς ὁ ἐν Ὄρει ὑπέδειξας, πιστούμενος σούς μαθητάς, ὅτι σύ εἰ τοῦ Πατρός τό ἀπαύγασμα.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίῳ Πνεύματι.
Οἱ τρεῖς σου τῶν Ἀποστόλων βλέποντας, Μωυσήν τε καί Ἠλίαν ὀφθέντας, καί σου Χριστέ, τάς ἐξόδους λαλοῦντας, πρηνεῖς πεσόντες ἐν φόβῳ συνείχοντο, ἀκούοντες ἐκ τοῦ Πατρός, μαρτυροῦντος σου Λόγε τό γνήσιον.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον.
Βασίλισσαν ὁ Δαβίδ σε Δέσποινα, προηγόρευσε τεκοῦσαν τόν Λόγον, Δημιουργόν, Βασιλέα καί Κτίστην, καί Ποιητήν τῶν αἰώνων καί Κύριον σου δέομαι δεῖξον κάμε, βασιλέα παθῶν τῶν τιμῶντα σε.


Ἀνάστησον ἐξ ἔργων σκότους καί βάθους ἁγνείας Σῶτερ, καί ἐπί τό κρεῖττον τούς δούλους σου μεταμόρφωσον, εἰς ἀρετῶν ὄρος ἀναβιβάζων.

Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ανερμηνεύτως ἐπ' ἐσχάτων, τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.


Αἴτησις καί τό κοντάκιον.
Ἦχος δ΄. Προστασία τῶν Χριστιανῶν.

Ὡς Θεόν καί Σωτῆρα σε ἔχοντες μέγιστον, καί ἐν πᾶσι δεινοῖς βοηθῶν ἡμῶν ἕτοιμον, ἱκετεύομεν σε θερμῶς Ζωοδότα Ἰησοῦ Σου τήν πρόνοιαν τήν ἀγαθήν, καί εὐσπλαγχνίᾳ σου πολλήν, εφ΄ημάς ἐνδειξάμενος, σῶσον ἐκ τῶν κινδύνων, δεινῶν τε πειρατηρίων, καί τῶν ἐχθίστων δυσμενῶν, τούς ἐν πίστει ἀνυμνοῦντας σε.

Προκείμενον.
Θαβώρ καί Ἑρμῶν ἐν τῷ ὀνόματι σου αγαλλιάσονται.
Στιχ. Σοι εἰσίν οἱ οὐρανοί καί σή ἐστίν ἡ γῆ.

Εὐαγγέλιον Ἐκ τοῦ κατά Λουκᾶν. (θ’. 28-36)

Ἐγένετο δε μετά τούς λόγους τούτους ὡσεί ἡμέραι ὀκτώ καί παραλαβών τόν Πέτρον καί Ἰωάννην καί Ἰάκωβον ἀνέβη εἰς τό ὄρος προσεύξασθαι. Καί ἐγένετο ἐν τῷ προσεύχεσθαι αὑτόν τό εἶδος τοῦ προσώπου αὑτοῦ ἕτερον καί ὁ ἱματισμός αὑτοῦ λευκός ἐξαστράπτων καί ἰδού ἄνδρες δύο συνελάλουν αὑτῷ, οἵτινες ἦσαν Μωυσῆς καί Ἠλίας, οἱ ὀφθέντες ἐν δόξῃ ἔλεγον τήν ἔξοδον αὑτοῦ ἤν ἔμελλε πληροῦν ἐν Ἱερουσαλήμ. Ὁ δε Πέτρος καί οἱ σῦν αὑτῷ ἦσαν βεβαρημένοι ὕπνῳ διαγρηγορήσαντες δε εἶδον τήν δόξαν αὑτοῦ καί τούς δύο ἄνδρας τούς συνεστῶτας αὑτῷ. καί ἐγένετο ἐν τῷ διαχωρίζεσθαι αὑτούς απ΄ αὑτοῦ εἶπεν ὁ Πέτρος πρός τόν Ἰησοῦν ἐπιστάτα, καλόν ἐστιν ἡμᾶς ὧδε εἷναι καί ποιήσωμεν σκηνάς τρεῖς, μίαν σοι καί μίαν Μωυσεῖ καί μίαν Ἠλία, μή εἰδώς ὁ λέγει ταύτᾳ δε αὑτοῦ λέγοντος ἐγένετο νεφέλη καί ἐπεσκίασεν αυτούς• ἐφοβήθησαν δε ἐν τῷ εἰσελθεῖν ἐκείνους εἰς τήν νεφέλην• καί φωνῇ ἐγένετο ἐκ τῆς νεφέλης λέγουσα• οὗτος ἐστίν ὁ Υἱός μου ὁ αγαπητός• αὑτοῦ ἀκούετε καί ἐν τῷ γενέσθαι τήν φωνήν εὑρέθη ὁ Ἰησοῦς μόνος καί αὐτοί ἐσίγησαν καί οὐδενί ἀπήγγειλαν ἐν ἐκείναις ταῖς ἡμέραις οὐδέν ὤν ἑωράκασιν.

Δόξα σοι Κύριε δόξα σοι.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίῳ Πνεύματι.
Ταῖς τῶν Ἀποστόλων, πρεσβείας Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείας ἐλεῆμον, ἐξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. Ἐλεῆμον, ἐλέησον με ὁ Θεός, ....
Προσόμοιον
Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.

Λάμψας ὑπέρ ἥλιον, ἐπί τοῦ Ὄρους Οἰκτῖρμον, τήν ἀμαυρωθεῖσαν μου, φύσιν κατελάμπρυνας, καί εθέωσας• τά ἡμῶν πταίσματα, ὡς Δεσπότην πάντων, συγχωρήσας Ὑπεράγαθε διό δεόμεθα, λάμψον φωτισμόν ταῖς ψυχαῖς ημών• καί λύτρωσαι κολάσεως, τῆς αἰωνιζούσης τούς δούλους σου, τούς μετ’ εὐλαβείας, τιμῶντας τήν λαμπράν σου καί φρικτήν, καί ἔνδοξον Μεταμόρφωσιν, μόνε Πολυέλεε.

Σῶσον ὁ Θεός τόν λαόν σου…
Κύριε ἐλέησον ιβ’

Ὢδή ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.

Δόξα σοι ὁ Θεός ἡμῶν δόξα σοι.
Προσκυνοῦμεν ἐκ πόθου, καί τιμῶμεν τήν θείαν σου Μεταμόρφωσιν, δι’ ἦς βροτῶν ἡ φύσις, ἐνδόξως ἀνυψώθη, εἰς τό πρῶτον ἀξίωμα. Ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητός εἰ.

Δόξα σοι ὁ Θεός ἡμῶν δόξα σοι.
Ῥητορεύουσα γλῶσσα, μεγαλεία τά σά οὐ δύναται φθέξασθαι• Μωυσήν γάρ καί Ἠλίαν, συμπαρέστησας Σῶτερ, ἐν Θαβώρ μεταμορφούμενος, ἀναβοῶντας πρός σε Θεός εἰ Παντοκράτωρ.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίῳ Πνεύματι.
Συνανήλθε σοι Λόγε, Μαθητῶν ἡ ἀκρότης ἐπί τοῦ ὄρους Θαβώρ, οἷς τῆς Θεότητος σου τήν δόξαν καί τό κάλος, ἐφανέρωσας κράζουσιν ὁ τῶν Πατέρων ἤμων Θεός εὐλογητός εἰ.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον.
Ὁ τῶν ὅλων Δεσπότης, ἐκ γαστρός σου προῆλθε Παρθένε Ἄχραντε καί ἔσωσε τόν κόσμον, ἐκ πλάνης τῶν εἰδώλων, καί ἀνθρώπους εθέωσεν Ὄν ἐκδυσώπει Ἀγνῇ, τούς σε τιμῶντας σώσαι.


Ὢδή ἡ’. Τόν Βασιλέα τῶν οὐρανῶν.
Δόξα σοι ὁ Θεός ἡμῶν δόξα σοι.
Τόν ἐν Θαβώρ μεταμορφωθέντα Σωτῆρα, ἀνυμνοῦμεν βροτοί κατά χρέος, δι' οὐ ἀνακαινισθῇ, ἡ βρότειος οὐσία.

Δόξα σοι ὁ Θεός ἡμῶν δόξα σοι.
Ὑπερεκβλύζει, τοῖς προσιοῦσι τήν χάριν, καί ὀσμήν μυρεψικήν αποπνέει, ἡ εἰκών Σωτήρ μου, τοῦ θείου σου προσώπου.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίῳ Πνεύματι.
Φαίνει ἐν κόσμῳ, καί δᾳδουχεῖ τάς ἀκτίνας, ἡ Μεταμόρφωσις τοῦ Σωτῆρος Ὄν ὑπερυψοῦμεν, εἰς πάντας τούς αἰῶνας.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον.
Ὑπερφυῶς τόν Δημιουργόν καί Σωτῆρα, Θεόν τέτοκας Λόγον Παρθένε Ὄν σύν Ἀσωμάτοις, ὑμνοῦμεν εἰς αἰῶνας.


Ὢδή θ’. Κυρίως Θεοτόκον.
Δόξα σοι ὁ Θεός ἡμῶν δόξα σοι.
Χαράς καί εὐφροσύνης, τάς ἤμων καρδίας, πληροῖ Σωτήρ μου ἡ θεία σου Μεταμόρφωσις, ἤν ἀνυμνοῦντες ἐκ πόθου, σε μεγαλύνομεν.

Δόξα σοι ὁ Θεός ἡμῶν δόξα σοι.
Ψαλμοῖς ᾠδαῖς καί ὕμνοις, μέλψωμεν ἀξίως, ὑμνολογοῦντες σεπτήν Μεταμόρφωσιν, τήν τοῦ Σωτῆρος ἐν φόβῳ, ὀν μεγαλύνομεν.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίῳ Πνεύματι.
Ωράθης εὐσπλαγχνίᾳ, ἄνθρωπος Σωτήρ μου, ἰνᾷ θεώσης φθαρέντα τόν ἄνθρωπον διό Θεάνθρωπε πάντες, σε μεγαλύνομεν.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον.
Σωμάτων ἀλγηδόνας, καί ψυχῶν τά πάθη, ἀπό τῶν δούλων σου Κόρη ἀπέλασον, τῶν προστρεχόντων ἐν πίστει, τῆ θεία σκέπη σου.


Ἄξιον ἐστίν ὡς ἀληθῶς μακαρίζειν σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν,
τήν ὄντως Θεοτόκον, Σε μεγαλύνομεν.

καί τά παρόντα Μεγαλυνάρια.
Θέλων ἐπιδείξαι τοῖς μαθηταῖς, δύναμιν ἐξ ὕψους, καί σοφίαν παρά Πατρός, ἐν ὄρει ἀνῆλθες, Χριστέ τῷ Θαβωρίω, καί λάμψας ὡς Δεσπότης, τούτους ἐφώτισας.

Τήν ἀμαυρωθεῖσαν φύσιν ἡμῶν, ηύγασας ἐν ὄρει, Θαβωρίω τῷ θαυμαστῶ μεταμορφωθείς γάρ, ἐπί τῶν μαθητῶν σου, ὡς ἥλιος ἀστράψας, τούτους ἐξέστησας.

Δεῦτε προσκυνήσωμεν εὐλαβῶς, τήν σεπτήν εἰκόνα, τοῦ Σωτῆρος τήν θαυμαστήν, τοῦ τε σαρκωθέντος, καί μεταμορφωθέντος, ἐξ ἦς ἡμῖν ἐκβλύζει, χάριτος νάματα.

Φαίδρυνον κατάλαμψον τούς πιστῶς, τιμῶντας σου Λόγε, Μεταμόρφωσιν τήν φαιδράν, καί ῥῦσαι κινδύνων, καί πάσης ἄλλης βλάβης, τῶν ζοφερῶν πνευμάτων, ὡς Παντοδύναμος.

Δεῦτε οἱ ἐν νόσοις παντοδαπαῖς, καί οἱ ἐν κινδύνοις, συνεχόμενοι χαλεποῖς, δράμωμεν προθύμως, ἐν τοῦτο τῷ τεμένει, Χριστοῦ Μεταμορφώσεως, καί σωθείημεν.

Τῆς Μεταμορφώσεως ὁ Ναός, ἀεί βρύει πᾶσιν, ῥῶσιν σώματος καί ψυχῆς, δαίμονας ἐλαύνει, καί φωτίζει τάς φρένας, τῶν φόβῳ προσιόντων αὑτῷ ἐκ πίστεως.

Χάρις νῦν μεγίστη παρά Θεοῦ, ἐκ τοῦ Οἴκου τούτου, τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, δέδοται τοῖς πόθῳ, αὑτῷ νῦν προσκυνοῦσι, πληροῦσα τάς αἰτήσεις, καί πόνους παύουσα.

Φώτισον καρδίας πάντων πιστῶν, λάμψον θείαν χάριν, μεταμόρφωσον Ἰησοῦ, σή Μεταμορφώσει, ἡμᾶς τά πλάσματα σου, εἰς σου τό κατ’ εἰκόνα, καί καθ’ ὁμοίωσιν.

Ὕψωσον τό κέρας Χριστιανῶν, βράβευσον εἰρήνην, Ἐκκλησίας σου Ἰησοῦ, φεῖσαι τοῦ λαοῦ σου, Μητρός σου μεσιτείας, τῶν θείων Προφητῶν σου, καί Ἀποστόλων σου.

Πάσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ Δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἀπολυτίκιον. Ἦχος βαρύς.

Μετεμορφώθης ἐν τῷ Ὄρει, Χριστέ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τήν δόξαν σου, καθώς ἠδύναντο. Λάμψον καί ἡμῖν τοῖς ἁμαρτωλοῖς, τό φώς σου τό ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, Φωτοδότα, δόξα σοι.

Κοντάκιον. Ἦχος ὁ αὑτός.
Ἐπί τοῦ Ὄρους μετεμορφώθης, καί ὡς ἐχώρουν οἱ Μαθηταί σου τήν δόξαν σου, Χριστέ ὁ Θεός, ἐθεάσαντο, ἶνα ὅταν σε ἴδωσι σταυρούμενον, τό μέν πάθος νοήσωσιν ἑκούσιον, τῷ δε κόσμῳ κηρύξωσιν, ὅτι σύ ὑπάρχεις ἀληθῶς, τοῦ Πατρός τό ἀπαύγασμα.

Δέσποινα, πρόσδεξαι τάς δεήσεις τῶν δούλων σου καί λύτρωσαι ἡμᾶς ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Τήν πᾶσαν ἐλπίδα μου εἵς σε ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην σου.



Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν ἐλέησον ἡμᾶς.
’Ἀμήν.






_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης