Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1433
https://www.proseyxi.com

Χαιρετισμοί εις τον Όσιο Αρσένιο τον Καππαδόκη Empty Χαιρετισμοί εις τον Όσιο Αρσένιο τον Καππαδόκη

Την / Το Κυρ Ιουν 02, 2019 11:40 am
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Χαιρετισμοί εις τον Όσιο Αρσένιο τον Καππαδόκη

Χαιρετισμοί εις τον Όσιο Αρσένιο τον Καππαδόκη Arseni11

Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.
Ὡς ἐν ἀσκήσει θεαρέστως βιωσάμενος τῆς τῶν ἁγίων κατηξίωσαι λαμπρότητος καὶ στεφάνῳ ἀφθαρσίας κατεκοσμήθης, ἀλλὰ πρέσβευε πρὸς Κύριον δεόμεθα πάσης ῥύεσθαι κακώσεως καὶ θλίψεως τοὺς βοῶντάς σοι· Χαίροις Πάτερ Ἀρσένιε.

Οἱ Οἶκοι
Στάσις Α´

Ἄνθρωπος ὁσιόφρων ἀνεδείχθης ἐν κόσμῳ Ἀρσένιε ὁσίων προσθήκη·(ἐκ γ´) καὶ τῇ ἀγγελικῇ σου ζωῇ τοῦ Παρακλήτου ἐδέξω τὴν ἔλλαμψιν, δι᾿ ἧςλαμπρύνεις πάντας τοὺς ἐκβοῶντάς σοι τοιαῦτα·

Χαῖρε ὁ νέος ἐν τοῖς ὁσίοις,
χαῖρε ὁ ἴσος ἐν τοῖς ἁγίοις.
Χαῖρε Ἀρσενίου τοῦ πάνυ συνώνυμος,
χαῖρε τῶν Πατέρων τῶν πάλαι ὁμότροπος.
Χαῖρε νοῦς ὁ καθαρώτατος πλήρης θείου φωτισμοῦ,
χαῖρε ῥοῦς ὁ διειδέστατος χαρισμάτων τοῦ Θεοῦ.
Χαῖρε ὅτι ἀρτίως τῇ ἀσκήσει ἐκλάμπεις,
χαῖρε ὅτι ἐν πᾶσιν οὐρανόφρων ἐφάνης.
Χαῖρε ἀστήρ ὁ νέος τῆς χάριτος,
χαῖρε πρηστήρ κατὰ τοῦ ἀλάστορος.
Χαῖρε δι᾿ οὗ τὰ παλαίθετα φαίνει,
χαῖρε δι᾿ οὗ Ἐκκλησία χορεύει.

Χαίροις, Πάτερ Ἀρσένιε.


Βίου τοῦ φθειρομένου παριδών πᾶσαν σχέσιν, διέγνωκας Κυρίῳ δουλεύειν, καὶ διὰ ζωῆς εἰλικρινοῦς ἠκολούθησας αὐτοῦ τοῖς ἐντάλμασιν, Ἀρσένιε μακάριε, ᾧ καὶ εὐλαβῶς ἀνεβόας·

Ἀλληλούϊα.

Γόνος Καππαδοκίας εὐκλεής ἀνεδείχθης, φυείς ἐξ εὐσεβοῦς ῥιζουχίας, καὶ πάντα τῷ Χριστῷ ἀναθείς, ἐδέχου παρ᾿ αὐτοῦ χάριν οὐράνιον, δι᾿ ἧς παιδεύεις Ἅγιε τοὺς εὐλαβῶς σοι ἐκβοῶντας·

Χαῖρε τὸ ἄνθος Καππαδοκίας,
χαῖρε τὸ σκεῦος ἀθανασίας.
Χαῖρε τῆς ἀγάπης Χριστοῦ τὸ θησαύρισμα,
χαῖρε τῆς ἀπάτης ἐχθροῦ τὸ κατάπτωμα.
Χαῖρε βάσις νεοστήρικοτος Ἐκκλησίας τοῦ Χριστοῦ,
χαῖρε γέρας καὶ βεβαίωσις τοῦ θεόφρονος λαοῦ.
Χαῖρε ὅτι ἐκλύεις τοῦ Βελίαρ τὸ κράτος,
χαῖρε ὅτι παρέχεις Ὀρθοδόξοις τὸ αὖχος.
Χαῖρε ἐχθροῦ συντρίψας τὰ βέλεμνα,
χαῖρε πιστοῖς βραβεύων τὰ ἔνθεα.
Χαῖρε ψυχῶν γεωργῶν τὰς ἀρούρας,
χαῖρε παθῶν ἀποτέμνων τὰς ῥίζας.

Χαίροις, Πάτερ Ἀρσένιε.

Δύναμιν οὐρανίαν εἰληφώς ὡς ἐδέξω Ἀρσένιε τὸ ἅγιον σχῆμα, ἀπεξεδύσω ζεούσῃ ψυχῇ πρὸς πλείονας πόνους πάτερ καὶ σκάμματα, Χριστοῦ τῇ ἀγαπήσει γὰρ ἀναπτερούμενος ἐβόας·

Ἀλληλούϊα.

Ἔχων ἐν τῇ ψυχῇ σου πῦρ τὸ θείον, παμμάκαρ, κατέφλεξας παθῶν τὰς ἀκάνθας, καὶ ἱερωσύνης τὴν στολὴν ὡς καθαρὸς τῇ καρδίᾳ ἠμφίεσαι· ὁσίως ἠγωνίζου γάρ, ἀκούων παρὰ πάντων ταῦτα·

Χαῖρε ὁ θείος Θεοῦ θεράπων,
χαῖρε τὸ κλέος πιστῶν ἁπάντων.
Χαῖρε μοναζόντων λαμπτὴρ ὁ νεόφωτος,
χαῖρε ἱερέων κανὼν ὁ θεόσδοτος.
Χαῖρε κλῆμα τὸ γλυκύκαρπον τῆς ἀμπέλου τῆς ζωῆς,
χαῖρε δένδρον τὸ κατάκαρπον ἱερᾶς διαγωγῆς.
Χαῖρε ὅτι διῆλθες ἐν ἀσκήσει τὸν βίον,
χαῖρε ὅτι παρεῖδες τῶν γηίνων τὸ λεῖον.
Χαῖρε Χριστοῦ ποθήσας τὴν νέκρωσιν,
χαῖρε φωτὸς πλουτήσας τὴν μέθεξιν.
Χαῖρε ζωῆς ἐραστὴς ἀθανάτου,
χαῖρε τρυφῆς κοινωνὸς ἀκηράτου.

Χαίροις, Πάτερ Ἀρσένιε.


Ζηλωτὴς κατὰ πάντα τῶν ἀρχαίων Πατέρων, γενόμενος ἐσχάτοις τοῖς χρόνοις, ἐμιμήσω αὐτῶν τὴν ζωήν, καὶ τῆς δόξης ἰσοστάσιος γέγονας, Ἀρσένιε θεόληπτε, μεθ᾿ ὧν Κυρίῳ ἀνακράζεις·

Ἀλληλούϊα.

Στάσις Β´

Ἡ ἁγία ζωὴ σου τῇ οἰκείᾳ πατρίδι ἐκλάμπει ἀληθῶς θεοφόρε, καὶ παιδαγωγεῖ κατὰ Χριστὸν τοὺς τῷ θείῳ σημειωθέντας αἵματι· ὡς θείῳ ὑποφήτῃ γὰρ προσήρχοντο οἱ ἐκβοῶντες·

Χαῖρε τὸ στόμα τῆς εὐσεβείας,
χαῖρε ἡ πτῶσις τῆς ἀνομίας.
Χαῖρε οἰκονόμε ψυχῶν πρακτικώτατε,
χαῖρε ὑποφῆτα τῶν θείων θεόληπτε.
Χαῖρε λύχνος τηλαυγέστατος ἐναρέτου
ἀγωγῆς, χαῖρε γλῶσσα ἡ θεόσοφος διδαγμάτων τῆς ζωῆς.
Χαῖρε ὅτι ἐδέξω Παρακλήτου τὴν χάριν,
χαῖρε ὅτι ἐλέγχεις τὴν ἀντίθεον πλάνην.
Χαῖρε ψυχῶν καθαίρων τοὺς μώλωπας,
χαῖρε παθῶν συντρίβων τοὺς σκόλοπας.
Χαῖρε δι᾿ οὗ οἱ πιστοὶ ὁδηγοῦνται,
χαῖρε δι᾿ οὗ εὐσεβεῖς φωταυγοῦνται.

Χαίροις, Πάτερ Ἀρσένιε.


Θαύμασι τὸν σὸν βίον, ὁ Δεσπότης τῶν ὅλων, ἐδόξασεν Ἀρσένιε πάτερ· ζῶν γὰρ πλείστους προσευεργετεῖς, καὶ θανὼν διὰ τῶν θείων λειψάνων σου, παρέχεις χάριν ἄφθονον τοῖς εὐλαβῶς Θεῷ βοῶσιν·

Ἀλληλούϊα.

Ἱερεὺς θεοφόρος ὡς ἐπάξιον σκεῦος καὶ φίλος τοῦ Σωτῆρος ἐδείχθης· καὶ ἀμέμπτως ἱερουργῶν, ἐπλήσθης οὐρανίου λαμπρότητος, ἰθύνων πρὸς τὰ κρείττονα, τοὺς ἐκβοῶντάς σοι τοιαῦτα·

Χαῖρε Ἑῴας τὸ θεῖον σέλας,
χαῖρε ἁγίων λαβὼν τὸ γέρας.
Χαῖρε μυστηρίων τῶν θείων διάκονε,
χαῖρε Ὀρθοδόξων δογμάτων διδάσκαλε.
Χαῖρε ὅτι ἱεράτευσας ὥσπερ ἄγγελος
Χριστῷ, χαῖρε ὅτι τὰ σὰ ἅπαντα προσανέθηκας αὐτῷ.
Χαῖρε τῶν ἐπιγείων θεοφρόνως μακρύνας,
χαῖρε τῶν οὐρανίων τὰς ἐλλάμψεις πλουτήσας.
Χαῖρε Θεοῦ φωτὸς οἰκητήριον,
χαῖρε ζωῆς ἁγίας κειμήλιον.
Χαῖρε παθῶν ἰατὴρ ἀνιάτων,
χαῖρε σκηπτὸς ἀκαθάρτων πνευμάτων.

Χαίροις, Πάτερ Ἀρσένιε.


Κήρυκες τῶν θαυμάτων τῶν πολλῶν σου παμμάκαρ, ἐδείχθησαν ἐν λήξει Ἑῴα, οἱ τῶν σῶν τυχόντες δωρεῶν· νῦν δὲ τὴν ἐκ τῶν παντίμων λειψάνων σου, χάριν ἀεὶ πηγάζουσαν, κηρύττομεν πάτερ βοῶντες·

Ἀλληλούϊα.

Λάμψας ἐν τῇ Ἑῴα, ὡς ἀστὴρ ἑωσφόρος, Ἀρσένιε τῇ σῇ πολιτείᾳ, ἀνέτειλας ἀρτίως ἡμῖν, τῇ καταθέσει τῶν θείων λειψάνων σου, παθῶν λύων σκοτόμαιναν, ἐκ τῶν πιστῶς σοι ἐκβοώντων·

Χαῖρε ὁ δόξαν πλουτήσας θείαν,
χαῖρε ὁ τρέψας ἐχθροῦ μανίαν.
Χαῖρε πρακτικῆς πολιτείας γεώργιον,
χαῖρε θεϊκῆς προμηθείας ἐκλόγιον.
Χαῖρε στήλη θεοτύπωτος νόμου τοῦ πνευματικοῦ,
χαῖρε ὄργανον θεόπνευστον βίου τοῦ ἀγγελικοῦ.
Χαῖρε ὅτι παρέχεις τοῖς πιστοῖς θείας δόσεις,
χαῖρε ὅτι προσφθέγγῃ τοῦ Θεοῦ τὰς ὑψώσεις.
Χαῖρε κανὼν ὁσίας ἀσκήσεως,
χαῖρε λαμπὰς ἁγίας φρονήσεως.
Χαῖρε ψυχῶν ὁ καθαίρων τὸν ῥύπον,
χαῖρε ἡμᾶς ὁδηγῶν πρὸς τὸ κρεῖττον.

Χαίροις, Πάτερ Ἀρσένιε.


Μόνον ἀπὸ καρδίας τὸν Χριστὸν ἀγαπήσας τοῖς ἴχνεσιν αὐτοῦ ἐπορεύθης· καὶ ἐν ταπεινώσει τὴν ζωήν, καὶ ἀκτησίᾳ διανύσας ὅσιε, ὑψώθης θείῳ Πνεύματι, καὶ τῷ Θεῷ ἡνώθης ψάλλων·

Ἀλληλούϊα.

Στάσις Γ´

Νέον ἄστρον ἐφάνης τῇ Χριστοῦ Ἐκκλησίᾳ Ἀρσένιε ὁσίως βιώσας· καὶ θαύμασι πᾶσι βοηθεῖς, τοῖς προστρέχουσι τοῖς θείοις λειψάνοις σου ἁγιασμόν καὶ ἴασιν παρέχουσι τοῖς ἐκβοῶσι·

Χαῖρε Χριστοῦ τὸ φίλτρον προφαίνων,
χαῖρε παθῶν τὴν ὕλην ἐκκαίων.
Χαῖρε τῶν δεσμῶν τῆς στειρώσεως λύτρωσις,
χαῖρε πρὸς Θεὸν ἀσφαλὴς καθοδήγησις.
Χαῖρε ὕψος ταπεινώσεως καὶ ἀγάπης θησαυρός,
χαῖρε βάθος καθαρότητος ὡς Χριστοῦ μυσταγωγός.
Χαῖρε ὅτι ῥυθμίζεις τοὺς πιστοὺς θείῳ φόβῳ,
χαῖρε ὅτι παιδεύεις τοῦ Κυρίου τῷ νόμῳ.
Χαῖρε ἐχθροῦ σκεδάζων τὸ φρύαγμα,
χαῖρε Χριστοῦ διδάσκων τὰ ῥήματα.
Χαῖρε ἠθῶν φυτοκόμε ἀρίστων,
χαῖρε παθῶν ῥιζοτόμε κακίστων.

Χαίροις, Πάτερ Ἀρσένιε.


Ξενωθείς τῶν γηίνων, ᾠκειώθης Κυρίῳ, οὗ πᾶσι τὴν χρηστότητα φαίνεις, πτωχοῖς καὶ πάσχουσι σοφέ, λόγῳ καὶ ἔργῳ ἐπήρκεις ἑκάστοτε χειραγωγῶν πρὸς Κύριον, Ἀρσένιε, τοὺς ἐκβοῶντας·

Ἀλληλούϊα.

Ὅλῃ τῇ διανοίᾳ τῷ Κυρίῳ δουλεύων, ὡς δοῦλος εὐπειθὴς θεοφόρε, τῆς ἐν αὐτῷ υἱοθεσίας τὰ ἀγαθὰ ἐδρέψω θείῳ Πνεύματι, ἐξ ὧν καὶ ἡμῖν, Ἅγιε, μετάδος τοῖς πίστει βοῶσι·

Χαῖρε υἱὸς φωτὸς ἀνεσπέρου,
χαῖρε πληκτὴρ ἐχθροῦ καχεσπέρου.
Χαῖρε ἐγκρατείας λειμὼν εὐωδέστατος,
χαῖρε θλιβομένων πατὴρ συμπαθέστατος.
Χαῖρε ὅρμος ἀκλυδώνιστος τῶν ἐν ζάλῃ πειρασμῶν,
χαῖρε λύων τὴν σκοτόμαιναν ψυχοφθόρων συμφορῶν.
Χαῖρε ὅτι καρκίνου θεραπεύεις τὸ πάθος,
χαῖρε ὅτι ἐκτρέπεις τοῦ Βελίαρ τὸ κράτος.
Χαῖρε Χριστοῦ δηλῶν τὴν χρηστότητα,
χαῖρε ἐχθροῦ πιμπρῶν τὴν κακότητα.
Χαῖρε δεινῆς ἀθυμίας ἡ λύσις,
χαῖρε ψυχῆς θυμηδίας ἡ κτῆσις.

Χαίροις, Πάτερ Ἀρσένιε.


Πίστει τοῖς σοῖς λειψάνοις καὶ πολλῇ εὐλαβείᾳ, γυναῖκες εὐσεβεῖς προσελθοῦσαι τῇ σῇ θεοσδότῳ δωρεᾷ, αἱ πρώην στεῖραι μητέρες ἐγένοντο, καὶ ἐν χαρᾷ, Ἀρσένιε, τῷ σὲ δοξάσαντι ἐβόων·

Ἀλληλούϊα.

Ῥήσεις ἅς ἀπεφήνω πνεύματι προφητείας, ἐξέβησαν Ἀρσένιε μάκαρ· οὐ γὰρ ἐν τῇ ἐνεγκαμένῃ, ἀλλ᾿ ἐν Κερκύρᾳ ὁσίως κεκοίμησαι, καὶ πρὸς Θεὸν ἀνέδραμες τοῖς σοῖς βοῶσι χάριν νέμων·

Χαῖρε ἀγγέλων ὁ συμπολίτης,
χαῖρε ὁ ἅγιος στεφανίτης.
Χαῖρε ὁ τελέσας τὸν δρόμον τὸν κάλλιστον,
χαῖρε ὁ κομίσας τὸν ἄφθαρτον στέφανον.
Χαῖρε ὅτι τέκνα δέδωκας στειρευούσαις γυναιξί,
χαῖρε ὅτι θείως ἤχησας νοητοῖς ἡμῶν ὠσί.
Χαῖρε ὁ τῶν ἀφρόνων τὰς καρδίας παιδεύων,
χαῖρε ὁ τοῦ Κυρίου τὴν ἀγάπην ἐκφαίνων.
Χαῖρε παθῶν παντοίων ἐκλύτρωσις,
χαῖρε καλῶν ἐνθέων χορήγησις.
Χαῖρε Χριστοῦ εὐσπλαχνίας κινύρα,
χαῖρε ζωῆς μακαρίας ἡ λύρα.

Χαίροις, Πάτερ Ἀρσένιε.


Σῶμα σου θεοφόρε, τὸ σεπτὸν εὐσχημόνως, παρέδωκαν ταφῇ τῇ ὁσίᾳ, ἡ δὲ μακαρίᾳ σου ψυχή, γηθοσύνως πρὸς Χριστὸν ἀνελήλυθεν, οὗ τὸ κάλλος τὸ ἄχραντον, Ἀρσένιε, ὁρῶσα ψάλλει·

Ἀλληλούϊα.

Στάσις Δ´

Τὰ σεπτὰ λείψανά σου, ὡς θεόσδοτον δῶρον, πλουτοῦσα ἡ ἁγία Μονὴ σου, τῶν σῶν θαυμάτων τὴν δωρεάν, εὐσήμῳ στόματι κηρύττει ἅπασι, καὶ πόθῳ μακαρίζει σε, Ἀρσένιε ἀεὶ βοῶσα·

Χαῖρε Κυρίου ὁ κληρονόμος,
χαῖρε ὁ ἔνθους καὶ θεοφόρος.
Χαῖρε ὁμωνύμου μονῆς σου θησαύρισμα,
χαῖρε μοναστῶν τὸ νέον ἀγλάϊσμα.
Χαῖρε στήριγμα ἀσάλευτον εὐλαβῶν μοναζουσῶν,
χαῖρε καύχημα σωτήριον εὐσεβῶν Χριστιανῶν.
Χαῖρε ὅτι παρέχεις τέκνα ταῖς στειρευούσαις,
χαῖρε ὅτι βραβεύεις χάριν ταῖς ἀθυμούσαις.
Χαῖρε ζωῆς μελλούσης ἀπάνθισμα,
χαῖρε πιστῶν τὸ νέον στεφάνωμα.
Χαῖρε Μονῆς τῆς ἡμῶν εὐφροσύνη,
χαῖρε πιστῶν ἀληθὴς χαρμοσύνη.

Χαίροις, Πάτερ Ἀρσένιε.


Ὑμνωδίας ἁγίαις εὐφημοῦμεν σε Πάτερ, χοροὶ τῶν μοναστῶν μετὰ πόθου, περικυκλοῦντες τὴν σὴν σορόν, καὶ πανταχόθεν οἱ εὐσεβεῖς σπεύδουσι, τῇ χάριτί σου Ὅσιε, τῷ σὲ δοξάσαντι βοῶντες·

Ἀλληλούϊα.


Φῶς δεχόμενος θεῖον τῆς ἁγίας Τριάδος, σὺν πᾶσι τοῖς χοροῖς τῶν ἁγίων, λῦσον τὴν ἀχλὺν τῶν συμφορῶν τῶν προσιόντων τοῖς θείοις λειψάνοις σου, ὑγείαν τε καὶ λύτρωσιν, αἰτούμενος τοῖς ἐκβοῶσι·

Χαῖρε ἡ λύσις τῆς ἀθυμίας,
χαῖρε τὸ κλέος τῆς Ἐκκλησίας.
Χαῖρε ἀρωγὸς τοῖς ἐν πόνοις καὶ θλίψεσι,
χαῖρε ἰατρὸς τοῖς ἐν νόσοις καὶ πάθεσι.
Χαῖρε θείας ἀγαθότητος ὁ παρέχων οἰκτιρμούς,
χαῖρε χάριτι ἥν ἔσχηκας ὁ ἐκτρέπων πειρασμούς.
Χαῖρε ὅτι ἰᾶσαι χαλεπὰς ἀσθενείας,
χαῖρε ὅτι βραβεύεις θεϊκὰς χορηγίας.
Χαῖρε πιστῶν τὸ θεῖον προσφύγιον,
χαῖρε ἡμῶν θερμόν παραμύθιον.
Χαῖρε πιστῶν τὸ καινότατον ἆσμα,
χαῖρε ἡμῶν θεοδώρητον χάρμα.

Χαίροις, Πάτερ Ἀρσένιε.


Χαίρει χαρὰν ἁγίαν, ἡ Μονὴ σου παμμάκαρ, εὑροῦσα σε Πάτερ, προστάτην καὶ θεῖον ἀρωγόν, καὶ τοῖς σεπτοῖς προσπίπτουσα λειψάνοις σου, γεραίρει σε Ἀρσένιε, καὶ τῷ Κυρίῳ ἀεὶ ψάλλει·

Ἀλληλούϊα.

Ψάλλων σὺν τοῖς ἀγγέλοις τὸν τρισύνθετον ὕμνον, Τριάδι τῇ ἁγίᾳ θεόφρον, πρέσβευε ἀπαύστως σὺν αὐτοῖς, ὑπὲρ ἡμῶν τῶν τεκνίων σου Ὅσιε, ὡς ἂν πάσης περιστάσεως ῥυώμεθα ἐκβοῶντες·

Χαῖρε Θεοῦ τῆς δόξης θεάμων,
χαῖρε πηγὴ πολλῶν ἰαμάτων.
Χαῖρε ἀσκητῶν τῶν ἀρχαίων ἐφάμιλλε,
χαῖρε νοερῶν στρατιῶν ἰσοστάσιε.
Χαῖρε ὅτι τοῖς καλοῦσι σε ἐπιφαίνῃ νοερῶς,
χαῖρε ὅτι τοῖς φωνοῦσι σε ἐπισπεύδεις συμπαθῶς.
Χαῖρε ταύτης τῆς Μάνδρας πρεσβευτὴς πρὸς τὸν Κτίστην,
χαῖρε πάσης καρδίας διαλύων τὴν λύπην.
Χαῖρε δι᾿ οὗ παθῶν ἰαθήσομαι,
χαῖρε δι᾿οὗ Κυρίῳ ὀφθήσομαι.
Χαῖρε πιστῶν πρὸς Θεὸν ὁ μεσίτης,
χαῖρε κἀμοῦ ἐν ἀνάγκαις ὁ ῥύστης.

Χαίροις, Πάτερ Ἀρσένιε.


Ὦ Ἀρσένιε μάκαρ, οὐρανῶν ὁ πολίτης καὶ πάντων κοινωνὸς τῶν ἁγίων· (ἐκ γ´) δυσώπει ἐκτενῶς σὺν αὐτοῖς, λυτροῦσθαι ἡμᾶς ἀπὸ πάσης θλίψεως καὶ οὐρανίου χάριτος τυχεῖν τοὺς πιστῶς ἐκβοῶντας·

Ἀλληλούϊα.

Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.
Ὡς ἐν ἀσκήσει θεαρέστως βιωσάμενος τῆς τῶν ἁγίων κατηξίωσαι λαμπρότητος καὶ στεφάνῳ ἀφθαρσίας κατεκοσμήθης, ἀλλὰ πρέσβευε πρὸς Κύριον δεόμεθα πάσης ῥύεσθαι κακώσεως καὶ θλίψεως τοὺς βοῶντάς σοι·

Χαίροις, Πάτερ Ἀρσένιε.

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης