Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1731
https://www.proseyxi.com

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον υπέρ των μη Εχόντων Τέκνα Empty Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον υπέρ των μη Εχόντων Τέκνα

Την / Το Δευ Ιουν 10, 2019 9:36 am
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον υπέρ των μη Εχόντων Τέκνα

Ποίημα Μητροπολίτου Εδέσσης Ιωήλ
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον υπέρ των μη Εχόντων Τέκνα Miexon10

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα άναγινώσκοντες τόν ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησιν μου ἔν τῆ άληθεία σου, εἰσάκουσον μου ἔν τῆ δικαιοσύνη σου. Καί μή εἰσέλθῃς εἵς κρίσιν μετά τοϋ δούλου σου, ὅτι οὗ δικαιωθήσεται ἐνώπιον σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὅ ἐχθρός τήν ψυχήν μου ἐταπείνωσεν εἵς γῆν τήν ζωήν μου. Ἐκάθισε με ἔν σκοτεινοῖς, ὦς νεκρούς αἰῶνος, καί ήκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἔν έμοι ἐταράχθη ἤ καρδία μου. Ἐμνήσθην ήμερων ἀρχαίων, ἐμελέτησα ἔν πᾶσι τοῖς ἔργοις σου, ἔν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σε τάς χεῖρας μου ἤ ψυχή μου ὦς γῆ ἄνυδρος σοι. Ταχύ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μή ἀποστρέψῃς τό πρόσωπον σου ἀπ’ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἵς λάκκον. Ἀκουστόν ποίησόν μοι τό πρωΐ τό έλεός σου, ὅτι ἐπί σοι ἤλπισα. Γνώρισον μοι, Κύριε, όδόν ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρός σέ κατέφυγον δίδαξόν με τοΰ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἷ ὅ Θεός μου. Τό Πνεῦμα σου τό ἀγαθόν ὁδηγήσει με ἔν γῆ εὐθείᾳ ἕνεκεν τοΰ ὀνόματος σου, Κύριε, ζήσεις με. Ἔν τῆ δικαιοσύνη σου, έξάξεις ἐκ θλίψεως τήν ψυχήν μου. Καί ἔν τῷ έλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί άπολεΐς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος σοῦ εἰμί.

Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος Β'. Πάντα τά ἔθνη ἐκύκλωσαν με, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὑτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος Γ'. Παρά Κυρίου ἐγένετο αὕτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ παρόντα Τροπάρια˙

Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.

Τήν ἔν νηδύϊ τοῦ Δεσπότου τῶν πάντων, ὑπερφυῶς κυοφορήσασαν Κόρην, καί τῷ ίδίω γάλακτι ἐκθρέψασαν, τήν ἀειμακάρ ἱστόν, Θεοτόκον Μαρίαν, δεῦτε, ἔν πολλῇ ταπεινώσει, ὑπέρ ἀτέκνων δούλων τού Θεοῦ, τῆς εὐτεκνίας, ζητούντων τό χάρισμα.

Δόξα. Καί νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμεν ποτέ Θεοτόκε τάς δυναστείας σου λαλεῖν οἵ ανάξιοι• εἷ μή γάρ σύ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῤύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἐῷς νῦν ἐλευθέρους; ούκ ἀποστῶμεν Δέσποινα ἐκ σοΰ• σούς γάρ δούλους σῴζεις ἀεί ἐκ παντοίων δεινῶν.

Ψαλμός Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημα μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιον μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιον Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαι Σε. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσας μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπον Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσιν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὑκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὑκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σίων καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον Σου μόσχους.

Καί ὅ κανών οΰ ἤ ἀκροστιχίς
«Δός Μαριάμ συζύγοις τέκνων χάριν. Ίωήλ»

Ἦχος πλ. δ´. Ὠδή α´. Ὑγράν διοδεύσας.

Δοχεῖον ὑπάρχουσα τῆς χαράς, Πανύμνητε Κόρη, τοῖς ἀτέκνοις ταῖς σαῖς λιταῖς, παράσχου χαράν παιδοποιίας, ὦς ἀν ὑμνῶσιν ἀεί τά ἐλέη σου.

Ο πάντων κτισμάτων Δημιουργός, Υἱός σου Παρθένε, καί Δεσπότης σου ἀληθῶς, τῶν σῶν ἱκετῶν τήν ἀπαιδίαν, ταῖς σαῖς λιταῖς θεραπεύει ὦς τάχιστα.

Σωμάτων τήν ξήρανσιν Μαριάμ, ζευγῶν ἀτεκνούντων, ταῖς ῥανίσι τῶν σῶν λιτῶν, εἰς ἄρουραν ὄντως εὐκαρποῦσαν, μή διαλίπῃς ποιοῦσα Πανάχραντε.

Μαρία Κυρία τῶν οὐρανῶν, γλυκύτατον πρᾶγμα, καί τό ὄνομα τῶν βροτῶν, παράσχου βροτοῖς τοῖς ἀτεκνοῦσι, τεκνογονίας γλυκύ παραμύθιον.


Ὠδή γ´. Οὐρανίας ἁψῖδος.
Ἀπαιδίας τόν στόνον,  καί τά πολλά δάκρυα, τήν στεναχώριαν τοΰ βίου, καί τήν ἀπόγνωσιν, τῶν μή ἐχόντων καρπόν, Παρθενομῆτορ κοιλίας, λῦσον ταῖς πρεσβείαις σου, πρός τόν Φιλάνθρωπον.

Ῥυπαρίας τοῦ βίου, καί τῆς ψυχῆς πταίσματα, φόνους τῶν ἐκτρώσεων μῆτερ, καί ὀλισθήματα, τῶν ἡδονῶν τῆς σαρκός, πρός τόν Υἱόν καί Θεόν σου, τῶν ἀτέκνων σκέδασον, ἱκετηρίαις σου.

Ἰατρείαν Παρθένε, οἵ γηγενεῖς ἅπαντες, πίστει ἐκζητοῦσι λιταῖς σου, ψυχῆς καί σώματος, σύ γάρ έτέξω Χριστόν, μέγαν ἀρχίατρον ὄντως, τόν ἡμῶν ίάσαντα, πάντα τά τραύματα.

Ἀκηδίαν καρδίας, ταῖς σαῖς εὐχαῖς ἔπαρον, ἐκ τῶν μή ἐχόντων παιδία, Μῆτερ ἀνύμφευτε, καί δός αὐτοῖς τήν χαράν, ἤν ὅ Υἱός σου παρέχει, πᾶσι τοῖς λατρεύουσιν, αὐτοῦ τό ὄνομα.


Διάσωσον, Παρθενομῆτορ Πανάμωμε Θεοτόκε, τούς πεσόντας ἔν πειρασμοῖς τῶν παίδων στερήσεως, καί χάρισαι, ταχινώς αὐτοῖς τέκνα.

Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.


Αἴτησις καί τό Κάθισμα.
΄Ήχος β΄ Τά ἄνω ζητῶν.

Τό ἄλγος ψυχῆς, τῶν δούλων σου Θεόνυμφε, πρεσβείαις ταῖς σαῖς, ὦς ἄμισθος ίάτειρα, καί τῶν ἀνθρώπων σώτειρα, μή κατόκνει άγνή θεραπεύουσα, σύ γάρ βροτῶν ἀτέκνων βοηθός, ὑπάρχεις ἀείποτε καί στήριγμα.


Ὠδή δ΄ Εἰσακήκοα Κύριε.
Μεμνημένοι Πανάχραντε, οἵ ἕξ ἀπαιδίας κατατρυχόμενοι, τῶν πλουσίων χαρισμάτων σου, σε ἀπό καρδίας ἱκετεύουσι.

Σωστικαῖς ἱκεσίαις σου, τούς πρός σε τάς χεῖρας ἀειμακάριστε, ὦς ἱκέτας ἀνατείνοντας, σῷζε ἀπό πάσης περιστάσεως.

Ὑπό πάντων Μητρόθεε, ἀνυμνολογοῦνται τά σά δωρήματα, ὦς γεννήσασα τόν Κύριον, ὅθεν τούς ἀτέκνους ἐπιστήριξον.

Ζωηφόροις πρεσβείαις σου, τούς ἀπηλπισμένους ἀτέκνους ζώωσον, ὅπως τύχωσι Πανάμωμε, τῆς παιδοποιίας μέγα χάρισμα.


’Ὠδή ε'. Φώτισον ἡμᾶς.
Ὕψωσον τόν νοῦν, τῶν ἀτέκνων ἤ ἐκθρέψασα, τῷ σῶ γάλακτι τόν Κτίστην τού παντός, ἀφαιροῦσα ἀπογνώσεως νοήματα.

Γνόντες ἀληθῶς, τήν σήν χάριν καί βοήθειαν, οἵ ἐν θλίψεσιν ὑπάρχοντες πολλαῖς, ἀτεκνίας θαρσυνόμεθα Πανάμωμε.

Ὅπως τήν χαράν, εὐτεκνίας ἀναφαίρετον, ἀποκτήνωσιν οἵ ἄπαιδες ἀγνῇ, μή ἐλλείπῃς τόν Υἱόν σου ἱκετεύουσα.

΄Ίλεως γενοῦ, τοῖς σοῖς δούλοις ἱκετεύουσι, Ἀειπάρθενε ἐκ βάθους τῆς ψυχῆς, τέκνα μῆτερ άποκτησαι ταῖς πρεσβείαις σου.


Ὠδή στ'. Τήν δέησιν.
Στερήσεως, χαλεπῆς Πανάχραντε, ἐν τῷ οἴκῳ παρουσίας τῶν παίδων, ἐκ τῶν ἀτέκνων γονέων λιταῖς σου, πρός τόν Φιλάνθρωπον τάχει ἀπάλλαξον, σύ γάρ προστάτις καί τροφός, Ἐκκλησίας κατ’ οἶκον γεγένησαι.

Τό ἄχθος, τῶν ἀτεκνούντων Πάναγνε, καί καρδίας ἀθυμίαν ὡσαύτως, καί συντριβήν εὐτονίας Παρθένε, τῆς ψυχικῆς ταῖς ἁγίαις πρεσβείαις σου, πρός τόν Υἱόν σου καί Θεόν, ἐξ αὐτῶν άπομάκρυνον τάχιστα.

Εμπόνως, καί ταπεινῶς ἑστήκαμεν, πρό τῆς θείας σου εἰκόνος Παρθένε, καί ἱκετεύομεν λέγοντες οὕτω Μῆτερ Κυρίου καί Κόρη Ἀνύμφευτε, παιδοποιίας τόν καρπόν, τοῖς μή σχοῦσι τεκνία χορήγησον.

Κρατύνονται, ἐπί σοί οἵ ἄτεκνοι, τήν ὀξεῖαν σου πλουτοῦντες πρεσβείαν, καί ἐνθαρρύνονται Μῆτερ σπουδαίως, μή ὑστερῆται ἐλπίζειν πρός Κύριον, λαβεῖν τῶν τέκνων τήν χαράν, ἔν τῷ βίῳ αὑτῶν Μητροπάρθενε.


Διάσωσον, Παρθενομῆτορ Πανάμωμε Θεοτόκε, τούς πεσόντας ἔν πειρασμοῖς τῶν παίδων στερήσεως, καί χάρισαι, ταχινῶς αύτοις τέκνα.

Ἄχραντε, ἡ διά λόγου τόν Λόγον άνερμηνεύτως, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὦς ἔχουσα, μητρικήν παρρησίαν.


Αἴτησις καί τό Κοντάκιον.
Ἦχος β΄ Τοῖς τῶν αἱμάτων σου.

Παιδοποιίας τό χάρισμα δώρησαι, τοῖς ἀτεκνοῦσι Πανάμωμε δούλοις σου; καί εὐτονίαν ὑγείαν καί δύναμιν, μή διαλίπῃς αὐτοῖς προσπορίζουσα, ἶνα σου τήν χάριν κηρύττωμεν.


Καί εὐθύς τό Προκείμενον.Ήχος δ'.
Μνησθήσομαι τοῦ ὀνόματος σου ἔν πάσῃ γενεά καί γενεά.
Στίχ. Ἄκουσον, θύγατερ, καί ἴδε, καί κλῖνον τό οὕς σου, καί ἐπιλαθοῦ τοῦ λαοῦ σου, καί τοῦ οἴκου τοῦ πατρός σου, καί ἐπιθυμήσει ὅ Βασιλεύς τού κάλλους σου.

Εὐαγγέλιον Ἐκ τοῦ κατά Λουκᾶν (ἀ' 24 - 38).

Εν ταῖς ἡμέραις ἐκείναις συνέλαβεν Έλισάβετ  ἡ γυνή Ζαχαρίου καί περιέκρυβεν ἑαυτήν μήνας πέντε, λέγουσα ὅτι οὕτω μοι πεποίηκεν ὅ Κύριος ἔν ἡμέραις αἷς ἐπεῖδεν ἀφελεῖν τό ὄνειδος μου ἔν άνθρώποις. Ἔν δέ τῷ μηνί τῷ ἕκτῳ ἀπεστάλη ὅ ἄγγελος Γαβριήλ ἀπό τού Θεοϋ εἰς πόλιν τῆς Γαλιλαίας, ἤ ὄνομα Ναζαρέτ, πρός παρθένον μεμνηστευμένην ἀνδρί, ὦ ὄνομα Ιωσήφ, ἐξ οἴκου Δαυΐδ, καί τό ὄνομα τῆς παρθένου Μαριάμ καί εἰσελθών ὅ ἄγγελος πρός αὑτήν εἶπε• Χαῖρε, κεχαριτωμένη• ὅ Κύριος μετά σοϋ• εὐλογημένη σύ ἔν γυναιξίν. ἤ δε ἰδοῦσα διεταράχθη ἐπί τῷ λόγῳ αὑτοῦ, καί διελογίζετο ποταπός εἵη ὅ ἀσπασμός οὗτος. καί εἶπεν ὅ ἄγγελος αὕτη• Μή φοβοῦ, Μαριάμ• εὗρες γάρ χάριν παρά τῷ Θεῶ. καί ἰδού συλλήψῃ ἔν γαστρί καί τέξῃ υἱόν, καί καλέσεις τό ὄνομα αύτοϋ Ἰησοῦν. οὗτος ἔσται μέγας καί υἱός ὑψίστου κληθήσεται, καί δώσει αύτω Κύριος ὅ Θεός τόν θρόνον Δαυΐδ τού πατρός αὐτοῦ, καί βασιλεύσει ἐπί τόν οἶκον Ιακώβ εἰς τούς αἰῶνας, καί τῆς βασιλείας αύτοϋ ούκ ἔσται τέλος. εἰπέ δε Μαριάμ πρός τόν ἄγγελον• Πώς ἔσται μοι τοῦτο, έπεί ἄνδρα οὗ γινώσκω; καί ἀποκριθείς ὅ ἄγγελος εἶπεν αὕτη• Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπί σε καί δύναμις ὑψίστου ἐπισκιάσει σοι• διό καί τό γεννώμενον ἅγιον κληθήσεται υἱός Θεοῦ. καί ἰδού Ελισάβετ ἤ συγγενής σου καί αὕτη συνειληφυΐα υἱόν ἔν γήρει αὐτῆς, καί οὗτος μήν ἕκτος έστίν αὕτη τῆ καλουμένη στείρα• ὅτι ούκ ἀδυνατήσει παρά τῷ Θεῶ πάν ῥῆμα. εἰπέ δε Μαριάμ• Ἰδού ἤ δούλη Κυρίου• γένοιτο μοι κατά τό ῥῆμα σου. καί ἀπῆλθεν ἀπ’ αὐτῆς ὅ ἄγγελος.


Δόξα Πατρί.
Ταῖς τῶν Ἀποστόλων πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.


Στίχ. Έλέησόν με ὅ Θεός κατά τό μέγα ἐλεός σου.
Προσόμοιον.
Ἦχος πλ. β'.Όλην ἀποθέμενοι.

Μῆτερ ἀειπάρθενε, παρθενευόντων ὅ κόσμος, τῶν συζύγων κλεῖσμα, καί πασῶν μητέρων τό σεμνολόγημα, τό πικρόν ἄλγημα, τῶν ὀλιγοτέκνων, καί ἀτέκνων τό ὑστέρημα, λῦσον πρεσβείαις σου, καί εἰς πλάτος πάντας όδήγησον, τούς σε καθικετεύοντας, καί ἐπιζητοῦντας τήν χάριν σου, τῆς παιδοποιίας, παρέχουσα ὡς πρόξενος χαράς, τήν ψυχικήν ἀγαλλίασιν,
αὐτοῖς ὦς φιλάνθρωπος.


Σῶσον ὁ' Θεός τόν λαόν σου.

΄Ωδη ζ΄. Οἵ ἐκ τῆς Ἰουδαίας.

Νοσημάτων παντοίων, κωλυόντων Παρθένε, τήν εὐτεκνίαν πιστῶν, τήν θλῖψιν καί τόν στόνον, κατάργησον λιταῖς σου, ὅπως εὕρωσιν ἐλεός, τοϋ Φιλανθρώπου Υἱοῦ, Κυρίου καί Θεοῦ σου.

Ὡς ἤ Σάρρα τό πάλαι, καί ἤ Ἄννα ὁμοίως, καί Ελισάβετ ποτέ, ἐχάρησαν τεκοῦσαι, υἱόν ἔν γηρατείοις, οὕτω Πάναγνε Δέσποινα, τῶν φιλοθέων πιστῶν, τήν ἀτεκνίαν παῦσον.

Νϋν ἱστάμεθα πόθῳ, πρό τῆς θείας εἰκόνος, τῆς σής ἀγίας μορφῆς, καί μέλπομεν τόν ὕμνον, τῆς σής ἱκετηρίας, καί αἰτοῦμεν τά πρόσφορα, ὑπέρ ἀτέκνων ἀγνῇ, τῶν πολυστεναζόντων.

Χαῖρε Μῆτερ τοῦ Κτίστου, καί παρθένων ἤ δόξα, καί τῶν μητέρων ζωή, ἀτέκνων προστασία, καί τῶν ὀλιγοτέκνων, ἤ ἐλπίς καί τό θάρσημα, Χαῖρε Παρθένε άγνή, ἡμῶν παραμυθίᾳ.


’Ὠδή η΄ Τόν Βασιλέα.
Ἀδιαλείπτως, ὑπέρ ἀτέκνων δυσώπει, τόν Δεσπότην καί Υἱόν σου Θεοτόκε, σύ γάρ ἔχεις ὄντως, μεγίστην παρρησίαν.

Ῥοήν δακρύων, τῶν ἀτεκνούντων συζύγων, ταῖς πρεσβείαις σου έξάλειψον Παρθένε, χορηγοῦσα τούτοις, χαράν τῆς εὐτεκνίας.

Ἰσχύει ὄντως, ἤ σή ὀξείᾳ πρεσβεῖα, τήν πικρίαν τῶν ἀτέκνων άνατρέψαι, καί φαιδρόν ποιῆσαι,
αὑτῶν τόν βίον Μῆτερ.

Νεῦσον ἀσμένως, Ύπεραγία Παρθένε, πρός ἱκέτας σου ἀτέκνους καί χορηγεῖ, τούτοις ταῖς λιταῖς σου, ψυχῶν τήν εὐτοκίαν.


Ώδή θ'. Κυρίως Θεοτόκον.
Ἰάσεις ἀρρωστίας, τῶν ἐν ἀτεκνία, εὑρισκομένων βροτῶν Ἀειπάρθενε, ταῖς ἐνεργείαις σου δίδου, ἀφθόνως πάντοτε.

Ὡς ὁ Υἱός σου Μῆτερ, δός πολλοῖς ἐλπίδα, τῆς εὐτεκνίας Θεόνυμφε Ἄχραντε, καί ἀθυμίας ἐκ τούτων, τό νέφος σκέδασον.

Η πάντων εὐεργέτις, φάνηθι οἰκτίρμων, τοῖς στερουμένοις παιδιῶν Πανάμωμε, σύ γάρ τόν Πλάστην τοΰ κόσμου, ἀσπόρως τέτοκας.

Λυθέντες ταῖς λιταῖς σου, ἐκ τῆς ἀτεκνίας, καί άποκτήσαντες Μῆτερ καλλίτεκνα, πρός σε τήν Πάναγνον Κόρην, μέλπουσιν ἄσματα.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Καί τά παρόντα Μεγαλυνάρια,
Πάντας τούς ἀτέκνους ταῖς σαῖς λιταῖς, Δέσποινα Παρθένε, ἤ τεκοῦσα ὑπερφυῶς, Χριστόν τόν Δεσπότην, προστάτευε ἀπαύστως, καί δίδου τέκνων χάριν, αὐτοῖς Πανάχραντε.

Μνήσθητι λιταῖς σου πρός σόν Υἱόν, τῶν ἐχόντων πένθος, ἐν καρδία διηνεκές, ἐκ τῆς ἀπαιδίας, καί τῆς χαρᾶς τό δῶρον, παράσχου Θεομῆτορ, βροτῶν τό στήριγμα.

Ἔπαρον τά σκάνδαλα τῆς σαρκός, πρός παιδοποιίαν, τῶν θελόντων διακαῶς, ἀποκτησαι τέκνα, καί τῶν δεσμῶν λυθῆναι, τού ἄγχους ἀτεκνίας, Θεοχαρίτωτε.

Πρέσβευε Ἀνύμφευτε πρός Χριστόν, ὑπέρ τῶν τιμώντων, τόν σόν τόκον πανευλαβῶς, καί δός ταῖς μητράσι, καρπογονεῖν τεκνία, ἐν ὑγιείᾳ Μῆτερ, ψυχῆς καί σώματος.

Κλόνον Παναγία τόν τῆς ψυχῆς, καί σώματος ἄλγη, τῶν ἀπαίδων ταῖς σαῖς εὐχαῖς, θεράπευσον τάχει, σκεδάζουσα τά νέφη, καί θλῖψιν Θεοτόκε, τῆς μή συλλήψεως.

Τούς δύο συζύγους καί τούς γονεῖς, αὐτῶν καί τούς ἄλλους, τούς ἐξ αἵματος συγγενεῖς, γνωστούς τε καί φίλους, δεόμεθα εὐχαῖς σου, πλησθῆναι εὐτεκνίας, χαρᾶς Πανύμνητε.

Πᾶσαι τῶν ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἤ δωδεκάς, οἵ ΄Αγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.


Τρισάγιον.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.


Εἶτα ἡ αἴτησις καί ἤ εὐχή ὑπέρ τῶν ἀτέκνων.

Ή αἴτησις

Έλέησον ἡμᾶς ὅ Θεός κατά τό μέγα ἔλεος σου, δεόμεθα σου ἐπάκουσον καί έλέησον.
Ἔτι δεόμεθα ὑπέρ τῶν εὐσεβῶν καί ’Ὀρθοδόξων Χριστιανῶν.
’Ἔτι δεόμεθα ὑπέρ τού Ἀρχιεπισκόπου ἡμῶν (δεῖνα) καί πάσης τῆς ἔν Χριστῷ ἡμῶν ἀδελφότητος.
’Ἔτι δεόμεθα ὑπέρ τῆς ἄνωθεν ἐνισχύσεως τῶν δούλων σου τούτων (τάδε καί δεῖνα) καί ὑπέρ τού δοθῆναι αύτοϊς τήν τού Θεοῦ βοήθειαν καί χάριν, καρπόν κοιλίας καί τέκνα ἀγαθά πρός χαράν καί εὐλογίαν αύτών καί πρός τιμήν καί δόξαν τού ὀνόματος τού Τρισαγίου Θεοῦ.

Ή ἐκφώνησις
Ὅτι ἐλεήμων καί φιλάνθρωπος Θεός ὑπάρχεις καί σοί τήν δόξαν ἀναπέμπομεν τῷ Πατρί καί τῷ Υίώ καί τῷ ἁγίῳ Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ή εὐχή
Κύριε ὅ Θεός ἡμῶν, Πάτερ Λόγε καί Πνεῦμα, οἴδαμεν ὅτι τά σύμπαντα δοῦλα σά. Σύ Δέσποτα ὅ ποιήσας ἐκ τού μή ὄντος πάντα τά δημιουργήματα, ἔμψυχα τε καί ἄψυχα, ὁρατά τε καί ἀόρατα, ὅ διδούς τοῖς ἐκζητοῦσιν ὑπό σοῦ τέκνα εἰς διαδοχήν γένους, ὅ διά τού Βασιλέως Έζεκίου εἰρηκώς τῷ λαῷ σου: «τά τέκνα ὑμῶν ἔσονται ἐν οἰκτιρμοῖς» (Παραλειπομένων Β' 30,9), «ὅ κατοικίζων στεῖραν ἔν οἴκῳ, μητέρα ἐπί τέκνοις εὐφραινομένην» (ψαλμ 112,9), σύ ὅ καθιστῶν τόν ἄνθρωπον «εὐφραινόμενον ἐπί τέκνοις» (Σ. Σειρ. 25,7), σύ Κύριε μεγαλόδωρε, ὅ παρέχων τοῖς συζύγοις «τήν ἐπί τέκνοις χάριν» (άκολουθία τού γάμου), ὅ κελεύσας τόν Ἀπόστολον σου γράψαι ὅτι ἤ γυνή ὀφείλει «τεκνογονεῖν» (Α' Τιμ. 5,14) καί ὅτι «σωθήσεται διά τῆς τεκνογονίας» (δ.π. 2,15), ὅ εὐλογήσας τήν μήτραν Σάρρας, Ἄννης τῆς μητρός τού προφήτου Σαμουήλ, Ελισάβετ τῆς γυναικός τού Ζαχαρίου, Ἄννης τῆς τεκούσης τήν Θεοτόκον, σύ ὅ Πατήρ ὅ εὐδοκήσας ἡμᾶς σωθῆναι, σύ ὅ Υἱός ὅ κατελθών ἐκ τοϋ οὐρανοῦ καί σκηνώσας ἔν τῆ νηδύϊ τῆς Ὑπεραγίας Θεοτόκου τῆς μητρός Σου, σύ τό Πανάγιον Πνεῦμα τό ἐλθόν καί πραγματοποίησαν τήν ἔνσαρκον τού Χριστοῦ οἰκονομίαν, ὅ Θεός ἡμῶν, πρόσδεξαι ἔν ταύτῃ τῆ ὤρα τήν δέησιν ἡμῶν τῶν ἁμαρτωλῶν. Δός πᾶσι τοῖς άτέκνοις τήν χαράν τῆς τεκνογονίας, σόβησον ἐξ αὐτῶν τά δάκρυα τῆς ἀπαιδίας, άπάλειψον ἐκ τῶν καρδιῶν αύτών τό ἄγχος τῆς όδυνηράς ὑπονοίας ὅτι είσίν ἄχρηστοι καί άποδοκιμαστέοι ἔν τῷ κόσμῳ τούτῳ ἤ καί τήν ὑπόληψιν τῆς παντελοῦς στειρώσεως αὐτῶν, πάρεχε αύτοις τήν ἀκαταίσχυντον ἐλπίδα σου, τήν γλυκυτάτην παραμυθίαν σου, τό πλούσιον ἔλεος σου. Κατάστησον αὐτούς εἰρηνικούς, ἀνεπιφθόνους, κοινωνικούς, ἀγαθούς. Εἷ μέν τό θέλημα τό σόν ἔστι τού παρασχεῖν αὐτοῖς τέκνα, δός αὐτοῖς καρπόν κοιλίας κατά τόν ὡρισμένον ὑπό σοῦ καιρόν. Εἷ δέ καί τό σόν θέλημά ἔστι τό βιώσαι ἄνευ τέκνων, χάρισαι, Κύριε φιλάνθρωπε, αύτοϊς ἀσφαλῆ πίστιν, γενναίαν ὑπομονήν, ἀκμαῖον ψυχικόν φρόνημα. Αὔξησον αὐτοῖς τήν ἔν ἀλλήλοις ἀγάπην καί στρέψον τόν νοῦν αὐτῶν ἔν ἑτέροις ἔργοις ἀγαθοῖς καί φιλοθέοις, ἶνα καρποφορήσωσι πλουσίως ἔν τῆ Ἐκκλησία Σου. Ὅτι σύ ὅ εὐλογῶν καί ἁγιάζων τά σύμπαντα καί σύ εἰ ὅ χαριζόμενος ἡμῖν τά πρός σωτηρίαν αἰτήματα, καί σοί τήν δόξαν ἀναπέμπομεν τῷ Πατρί καί τῷ Υίώ καί τῷ ἁγίῳ Πνεύματι νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Ἀπόλυσις, μεθ’ ἤν τό παρόν Προσόμοιον.

Ἦχος β'.Ότε ἐκ τοΰ ξύλου σε νεκρόν.

Κόρη Μητροπάρθενε ἀγνῇ, ἤ ἔν ταῖς ἀγκάλαις τόν Κτίστην, κόσμου βαστάσασα, σκέπε τῆ σῆ χάριτι, τούς ἀτεκνοῦντας βροτούς, καί παράσχου πρεσβείαις σου, αὐτοῖς εὐτεκνίαν, σώματος τό εὔτονον, ψυχῆς εἰρήνευσιν, τῶν ἀσθενημάτων τήν λύσιν, ἐσωτερικήν θυμηδίαν, καί χαράν χειλέων Θεονύμφευτε.


Δέσποινα, πρόσδεξαι τάς δεήσεις τῶν δούλων σου καί λύτρωσαι ἡμᾶς ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Τήν πᾶσαν ἐλπίδα μου εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην σου.


Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.
’Ἀμήν.






Κατεβάστε την Παράκληση




_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης