Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1361
https://www.proseyxi.com

Εγκώμια εις τον Άγιον Μεγαλομάρτυρα Φανούριον τον Θαυματουργόν Empty Εγκώμια εις τον Άγιον Μεγαλομάρτυρα Φανούριον τον Θαυματουργόν

Την / Το Πεμ Ιουν 13, 2019 11:15 am
Εγκώμια εις τον Άγιον Μεγαλομάρτυρα Φανούριον τον Θαυματουργόν

Ισιδώρας Μοναχής Αγιεροθεϊτίσσης
Εγκώμια εις τον Άγιον Μεγαλομάρτυρα Φανούριον τον Θαυματουργόν Agiosf10

ΣΤΑΣΙΣ Α΄
Ἧς ἡ ἀκροστιχίς κατ᾿ ἀλφάβητον. Ἰσιδώρας.
Ἦχος πλ. α´. Ἡ ζωὴ ἐν τάφῳ.

Τῆς ζωῆς τὸ στέφος, ἐν ἀγῶσι στεῤῥοῖς, ἐκληρώσατο ὁ Μάρτυς Φανούριος, καὶ ζωῆς ἡμῖν μηνύει τὴν πηγήν.

Ἀθλητῶν τὸ σθένος, ὡς ὑπάρχων Χριστέ, τὴν ἰσχύν σου οὐρανόθεν μοι δώρησαι, τὸν Φανούριον ὑμνῆσαι ἐν ᾠδαῖς.

Βραβευθεὶς στεφάνῳ, τῆς ἀγήρω ζωῆς, καὶ ἡμῖν τοῖς σὲ τιμῶσιν Φανούριε, ἐπιβράβευσον ζωῆς τὸν θησαυρόν.

Γεηρῶν ἁπάντων, ἀποστήσας τὸν νοῦν, σὺν Ἀγγέλοις νῦν ἀγάλλει Φανούριε, μεθ᾿ ὧν πρέσβευε Χριστῷ ὑπὲρ ἡμῶν.

Δικαστῶν μανίαν, τῷ Χριστοῦ μανικῷ, ἀκορέστῳ τε Φανούριε ἔρωτι, ἐναπέσβεσας ὡς ἄλλος Δανιήλ.

Ἐδρασθεὶς ἐν πέτρα, τῶν Χριστοῦ ἐντολῶν, τοῦ ἀδάμαντος στεῤῥότερος ἔμεινας, ἐν αἰκίσεσι Φανούριε σκληραῖς.

Ζήλου πανοπλίαν, θεϊκοῦ ἐνδυθείς, τῶν ἀθέων δυναστείαν ἐξέδυσας, καὶ ἐτράνωσας Φανούριε Θεόν.

Ἠδυνθεὶς ἀῤῥήτῳ, τοῦ Χριστοῦ χαρμονῇ, τὴν πικρίαν τοῦ θανάτου διέφυγες, Ἀναστάσεως Φανούριε γευθείς.

Θελημάτων θείων, διαβαίνων ὁδόν, θελητὴν τὸν τοῦ ἐλέους Φανούριε, ἐθεράπευσας ἐλαίῳ σῆς ψυχῆς.

Ἰοβόλου πᾶσαν, τὴν κακίαν τοῖς σοῖς, καταβέβληκας Φανούριε σκάμμασι, κατευφράνας τὸν Πανάγαθον Θεόν.

Καρτερήσας πόνους, δριμύτατους σαρκός, τῆς ψυχῆς τὴν εὐφροσύνην Φανούριε, ἀνταπείληψας καὶ δόξης πλησμονήν.

Λύσας τῆς ἀπάτης, τῶν εἰδώλων δεσμά, τῷ Δεσπότῃ σου Φανούριε δέδεσαι, τῷ θανάτου λελυκότι τὰ δεσμά.

Μυροθήκη πέλων, χαρισμάτων τερπνῶν, εὐωδίαν Παρακλήτου Φανούριε, ἐπιῤῥέεις ἀκενώτως ταῖς ψυχαῖς.

Νύκτα ἀθεΐας, ἀπελάσας πρὸς Φῶς, τὸ ἀνέσπερον Φανούριε ἔφθασας, Φωτοδότου νόμον θεῖον δαδούχων.

Ξίφος ὡς ὑπάρχων, Παρακλήτου ὀξύ, τῶν δαιμόνων κεφαλὰς ἐναπέκοψας, ὢ Φανούριε ἐν ἄθλοις σου στεῤῥοῖς.

Οὐρανῶν δυνάμεις, τοὺς ἀγῶνας τοὺς σούς, ἐπεκρότησαν Φανούριε ἔνδοξε, καὶ στεφάνους σοι ἐκόμισαν λαμπρούς.

Πῦρ καμίνου σβέσας, ὡς οἱ παῖδες τὸ πρίν, ἀκατάφλεκτος Φανούριε ἔμεινας, ἀνυμνῶν τὸν Λυτρωτὴν ἡμῶν Θεόν.

Ῥόδον ἐπεφάνης, ὡς εὐῶδες Χριστοῦ, καὶ Ῥοδίων θείαν πόλιν ἐκόσμησας, τῇ εὑρέσει σου Φανούριε κλεινέ.

Σέβω θεαρχίας, μονοσέπτου ἀρχήν, τοῖς τυράννοις ἀνεβόας Φανούριε, καὶ ἀρνοῦμαι ψεύδους πάντα τὰ γλυπτά.

Τρόπαια γενναῖα, τῇ Χριστοῦ κρατυνθείς, παναλκεῖ χειρὶ Φανούριε ἔστησας, στρατιώτης ὡς ἀήττητος αὐτοῦ.

Ὕψη ἐπέφθασας, οὐρανοῦ τοῖς πτεροῖς, Μαρτυρίου σου Φανούριε ἕλκυσον, ἡμᾶς πάντας ἐκ τοῦ λάκκου τῶν παθῶν.

Φυλακῆς τὸ σθένος, ὑπομείνας οἰκεῖς, τῆς Ἐδὲμ θείας ἐπαύλεις Φανούριε, παραδείσου ἐν σκηναῖς χοροβατῶν.

Χάριτος ταμεῖον, καὶ θαυμάτων πηγήν, σὲ ἐπέγνωμεν Φανούριε ἔνδοξε, ταχινόν τε ἀντιλήπτορα πιστῶν.

Ψάμμον τῆς θαλάσσης, ὑπερβαίνει τῶν σῶν, τεραστίων ἡ πληθὺς ὢ Φανούριε, τοῖς καλοῦσί σε προφθάνεις γὰρ ἀεί.

Ὡς τοῦ Βασιλέως, στρατηγὸς εὐκλεής, ἀριστείαις τῶν σῶν ἄθλων Φανούριε, Βασιλείαν ἐμεγάλυνας Αὐτοῦ.

Ὁ κανῶν ἀγώνων, περαιώσας ὁδόν, καὶ ἡμᾶς τοὺς ὑμνητάς σου ἀξίωσον, ὢ Φανούριε ἐπάθλων ἱκανῶν.

Σοφιστὴν κακίας, ἐν ἀθλήσει τῇ σῇ, ἀπεμώρανας Φανούριε ἔνδοξε, τῆς σοφίας ἀγαπήσας τὴν πηγήν.

Ἱερεῖς τὸ πάλαι, ἐκ δουλείας πικράς, ὡς ἐῤῥύσω ὢ Φανούριε λύτρωσαι, καὶ ἡμᾶς αἰχμαλωσίας τοῦ ἐχθροῦ.

Δαδουχεῖς τὴν κτίσιν, Μαρτυρίου αὐγαῖς, οὐρανοῦ κατασκοσμεῖς δὲ στερέωμα ὢ Φανούριε ἀστὴρ ὡς τηλαυγής.

Ὥριμος ὡς βότρυς, Μαρτυρίου ληνοῖς, θεῖον οἶνον ὢ Φανούριε ἐβλυσας, τὸν εὐφραίνοντα καρδίας τῶν πιστῶν.

Ῥύπον τοῦ δολίου, ἀποπτήξας ἐχθροῦ, νίκης ἔνδυμα ἐκτήσω Φανούριε, τῆς χιόνος καθαρώτερος ὀφθείς.

Ἀκωλύτως δρόμον, Μαρτυρίου τραχύν, περαιώσας ὢ Φανούριε εὕρηκας, τῆς Ἐδὲμ διαιωνίζουσαν τρυφήν.

Σοὶ καρδίας γόνυ, ὑποκλίνω πιστῶς, κατὰ χρέος ὢ Φανούριε ἔνδοξε, τῷ φωνῆς μου ἐπακούοντι ἀεί.

Χαίροις τροπαιοῦχε, πανοπλῖτα Χριστοῦ, ὢ Φανούριε Μαρτύρων τὸ καύχημα, καὶ τῆς Ῥόδου μέγα κλέος καὶ φρουρός.

Δόξα. Τριαδικόν.
Σὺν Πατρὶ Υἱόν τε, καὶ τὸ Πνεῦμα ὑμνῶ, τὴν τρισήλιον καὶ μίαν Θεότητα, τὴν τὸ πᾶν διακρατοῦσαν πανσθενῶς.

Καὶ νῦν. Θεοτοκίον.
Φωτοφόρος ὤφθης, Θεοῦ Λόγου παστός, καὶ παλάτιον καὶ πύλη ἡ ἄγουσα, πρὸς Παράδεισον Παρθένε Μαριάμ.

Καὶ πάλιν τὸ πρῶτον.
Τῆς ζωῆς τὸ στέφος, ἐν ἀγῶσι στεῤῥοῖς, ἐκληρώσατο ὁ Μάρτυς Φανούριος, καὶ ζωῆς ἡμῖν μηνύει τὴν πηγήν.


ΣΤΑΣΙΣ Β´
Ἧς ἢ ἀκροστιχίς κατ᾿ ἀλφάβητον. Ἰσιδώρας.
Ἦχος πλ. α´. Ἄξιόν ἐστι.

Ἄξιόν ἐστι, τὸν Φανούριον ὑμνολογῆσαι, τὸν ὑπὲρ Χριστοῦ γενναίως ἀθλήσαντα, καὶ ἐκλάμποντα ὡς φῶς τοῖς ἐν τῇ γῇ.

Ἄνθεσι σεπτοῖς, στεφανώσωμεν πιστοὶ ἐνθέως, ἄνθος τοῦ Χριστοῦ καὶ ῥόδον πανεύοσμον, τὸν Φανούριον ὁπλίτην τὸν λαμπρόν.

Βήματι κριτῶν, παρεστὼς σὺν παῤῥησίᾳ Μάρτυς, Κύριον Θεὸν Φανούριε ἔνδοξε, ὡμολόγησας γενναία τῇ φωνῆ.

Γνώμη ἀκλινεῖ, ἠκολούθεις τῷ Χριστῷ στεῤῥόφρον, τῷ τοὺς οὐρανοὺς Φανούριε κλίναντι, καὶ ὀφθέντι ἐπὶ γῆς μετὰ σαρκός.

Δρόσον δαψιλῶς, τὴν οὐράνιον πιστοῖς παρέχεις, ὡς τῶν αἰκισμῶν τὴν φλόγαν τὴν ἀστεκτον, ὑπομείνας ὢ Φανούριε στεῤῥῶς.

Ἔμπλεως φωτὸς, τοῦ ἀδύτου γεγονὼς καὶ θείου, φώτισον ἡμᾶς τοὺς πόθῳ γεραίροντας, ὢ Φανούριε τὴν ἄθλησιν τὴν σήν.

Ζάλης πειρασμῶν καὶ παντοίας τοῦ δολίου βλάβης, τάχιστα ἡμᾶς λυτροῦσαι Φανούριε, τοὺς τῇ σκέπῃ καταφεύγοντας τῇ σῇ.

Ἥγημαι τρυφήν, ἀλγηδόνων τὴν πικρίαν πᾶσαν, ἵνα τὸν Χριστὸν κερδήσω ἐβόησας, ὢ Φανούριε ζωῆς τὸν γλυκασμόν.

Θάλαμον οἰκῶν, ἀδιάφθορον ἐν τοῖς ὑψίστοις, ῥῦσαι ἐκ φθορᾶς ἡμᾶς ὢ Φανούριε. Ἀναστάσεώς τε δεῖξον κοινωνούς.

Ἵππειον ἐχθροῦ, ὢ Φανούριε καθεῖλες κράτος, Κύριον Θεὸν ὑψώσας ἐν ἄθλοις σου, τὸν ἐν ξύλῳ ὑψωθέντα τοῦ Σταυροῦ.

Κάμινον πυρός, καθυπέμεινας ὥσπερ οἱ παῖδες, ὕμνον τῷ Θεῷ προσόδων Φανούριε, τῷ τηρήσαντί σε Μάρτυς ἀβλαβῆ.

Λίθων ἀλγεινήν, ἐκαρτέρησας γενναίως ῥῖψιν, πέτρα ἐρεχσθεὶς Χριστῷ ὢ Φανούριε, ὥσπερ Στέφανος Μαρτύρων ἡ ἀρχή.

Μάστιγας δεχθείς, ὢ Φανούριε Χριστὸν δοξάζεις, τὸν ὑπὲρ ἡμῶν δεχθέντα μαστίγωσιν, καὶ τὴν Αἴγυπτον μαστίξαντα πληγαῖς.

Νέκταρ τὸ γλυκύ, ἀκενώτως τοῖς πιστοῖς παρέχεις, τοῖς πανευλαβῶς τιμῶσι Φανούριε, ἀλγηδόνων σου τιμίων τὰς σειράς.

Ξύλῳ τοῦ Σταυροῦ, τὸν ἀπλώσαντα βουλήσει χεῖρας, ἔστερξας ψυχὴ προθύμῳ Φανούριε, καὶ ἠπλώθης ἐν μαγγάνῳ δι’ Αὐτόν.

Ὅρμον γαληνόν, Μαρτυρίου τῷ ἱστίῳ φθάσας, τοῖς ἐν λυπηροῖς τοῦ βίου Φανούριε, θαλαττεύουσι γαλήνην χορηγεῖς.

Πόλιν ἱερὰν κατεκόσμησας τὴν τῶν Ῥοδίων, πλοῦτος ὡς σεπτὸς αὐτῆς ὢ Φανούριε, καὶ εὐφραίνεις τὰς καρδίας τῶν πιστῶν.

Σάλπιγξ ὡς τρανή, ὢ Φανούριε Χριστὸν κηρύττεις, καὶ περιφανῶς ὁ φθόγγος τῶν ἄθλων σου, εἰς τὰ πέρατα διέδραμε τῆς γῆς.

Τάλαντον λαβών, ὢ Φανούριε πίστεως θείας, πόνοις ὁμιλῶν εἰς τέλος ἐπηύξησας, καὶ ἐδρέψω Μαρτυρίου τὸν καρπόν.

Ὕψιστον Θεόν, τὸν ποιήσαντα συνέσει πάντα, πίστει προσκυνῶ Φανούριε ἔκραζες, ἐν σταδίῳ κατενώπιον ἐχθρῶν.

Φύλαξ τῶν πιστῶν, ἐν κινδύνοις καὶ δεινοῖς ὑπάρχων, πάντα φανεροῖς σῷ σθένει Φανούριε, καὶ τὴν κλῆσίν σου τοῖς ἔργοις βεβαιοῖς.

Χαίρουσιν ἐν σοί, τῶν Μαρτύρων οἱ χοροὶ οἱ θεῖοι, τούτοις προστιθεὶς ὡς ὄλβος Φανούριε, τοὺς ἀφθάρτους ἀπαυγάζων θησαυρούς.

Ψεύδη τὰ ἡμῶν, καταπτύσσομαι ἐχθροῖς ἐβόας, Μάρτυς τοῦ Χριστοῦ γενναῖε Φανούριε, καὶ προσπύσσομαι Θεὸν τὸν ἀληθῆ.

Ὥσπερ ὁ χρυσός, ἐν τῇ χώνη αἰκισμῶν ἐῤῥίφθης, καὶ δοκιμασθεὶς μεγάλως Φανούριε, ἀνεδείχθης Θεοῦ κάρπωμα δεκτόν.

Ἴασιν ψυχαῖς, πολυτρόπων ἐκ παθῶν παρέχεις, Χάριν φανερῶν πλουσίαν Φανούριε, τοῖς καλοῦσί σε ἐν πίστει ἀληθεῖ.

Σκίρτα ἱερῶς, τῶν Ῥοδίων ἡ τιμία νῆσος, τεῖχος ὀχυρὸν πλουτοῦσα καὶ ἄῤῥηκτον, Φανουρίου τὸν πανίερον ναόν.

Ἴδον σε φρικτῶς, δυσσεβεῖς Ἀγαρηνοὶ τὸ πάλαι, θείων λειτουργῶν αἰτοῦντα τὴν λύτρωσιν, καὶ ἐξέστησαν Φανούριε ἐν σοί.

Δόλιον ἐχθρόν, τὸν ἐξώσαντα τοῦ Παραδείσου, βρώσεως κλοπῇ τὴν Εὔαν ἀπέκτεινας, ὢ Φανούριε τῷ δόρατι Θεοῦ.

Ὤκιστα δραμών, τοῖς πιστοῖς Φανούριε προφθάνεις, πάντα ἐκπληρῶν αὐτῶν τὰ αἰτήματα, ὡς δρομαῖος τοῦ Κυρίου Ἀθλητής.

Ῥάβδον κραταιάν, τὸν ἀήττητον Σταυρὸν βαστάσας, κάραν τοῦ ἐχθροῦ Φανούριε ἔθραυσας, ὡς στρουθίον ὑποτάξας σοῖς ποσίν.

Ἄνακτι Θεῷ, τὸν αὐχένα τῆς ψυχῆς σου κλίνας, ἐστης τοῖς ἐχθροῖς ὡς στῦλος ἀκλόνητος, ὢ Φανούριε Θεοῦ ῥώμην δηλῶν.

Στῆσον πειρασμῶν, ὢ Φανούριε κλύδωνα μέγαν, σθένει τοῦ Θεοῦ ὁ μείνας στεῤῥότερος, τοῦ ἀδάμαντος βασάνοις ἐν πολλαῖς.

Χαίροις τοῦ Χριστοῦ, Ἀθλοφόρε τῶν Μαρτύρων δόξα, μέγιστε ἡμῶν προστάτα Φανούριε, ὁ προφθάνων τοῖς καλοῦσι σὲ ταχύ.

Δόξα. Τριαδικόν.
Ἄναρχον Θεόν, προσκυνήσωμεν πάντες συμφώνως, ἅμα τῷ Πατρὶ Υἱὸν ὁμοούσιον, καὶ τὸ Πνεῦμα τὸ ὁμόθρονον πιστῶς.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα Ἁγνή, Θεοτόκε ἡ Ἐλπὶς τοῦ κόσμου, χεῖρας μητρικὸς Υἱῷ Σου ἀνάγαγε, δυσωπούσα ὑπὲρ πάντων ἐκτενῶς.

Καὶ πάλιν, τὸ πρῶτον.
Ἄξιόν ἐστι, τὸν Φανούριον ὑμνολογῆσαι, τὸν ὑπὲρ Χριστοῦ γενναίως ἀθλήσαντα, καὶ ἐκλάμποντα ὡς φῶς τοῖς ἐν τῇ γῇ.

ΣΤΑΣΙΣ Γ΄
Ἧς ἡ ἀκροστιχίς κατ᾿ Ἀλφάβητον. Ἰσιδώρας.
Ἦχος γ´. Αἱ γενεαὶ πᾶσαι.

Αἱ γενεαὶ νῦν πᾶσαι, στέψωμεν ἐν ὕμνοις, Φανούριον τὸν μέγαν.

Ἄστρον ὥσπερ μέγα, τὸ Φῶς Χριστοῦ ἐκλάμπει, Φανούριος τῷ κόσμῳ.

Βέλη τῆς κακίας, συνέτριψας τοῦ πλάνου, Φανούριε ὁπλῖτα.

Γάνυται Ῥοδίων, ἡ νῆσος Φανουρίου, πλουτοῦσα θεῖον οἶκον.

Δίψει Μαρτυρίου, ἐτήκετο τοῦ θείου, Φανούριος ὁ μέγας.

Εὕρομεν εἰκόνα, τὴν σὴν ἐν ἐρειπίοις, Φανούριε Ναοῦ σου.

Ζύμη τοῦ Κυρίου, Φανούριε ὑπάρχων, ἄρτος ἡδὺς ἐγένου.

Ἥλιον μηνύεις, τὸν ἄδυτον τῷ κόσμῳ, Φανούριε τρισμάκαρ.

Θαύμασι μεγάλοις, Χριστὸς ἐτίμησέ σε, Φανούριε Θεόφρον.

Ἱδρῶσι μαρτυρίου, Φανούριος τὸ στέφος, ἀπείληφε τῆς δόξης.

Καιρίαν σὺ ἐδίδου, πληγὴν τῷ ἀρχεκάκῳ, Φανούριε γενναῖε.

Λαμπρῶς ἐν τοῖς ἀγῶσιν, ἠρίστευσε τοῖς θείοις, Φανούριος ὁ μέγας.

Μυρίοις πόνοις σῶμα, τὸ σὸν κατηγλαΐσθη, Φανούριε στεῤῥόφρον.

Νέμεις ἀκωλύτως, Φανούριε τὰς δόσεις, τοῖς σὲ ἐπιφωνοῦσιν.

Ξένος ὥσπερ ὄλβος, τῇ γῇ καιροῖς ἐσχάτοις, Φανούριος ἐφάνη.

Ὄρθρος ὡς ὡραῖος, τὴν νύκτα ἀπελαύνεις, Φανούριε τῆς πλάνης.

Πύλη τῆς Ἐδὲμ σοι, ἀγῶσι Μαρτυρίου, Φανούριε ἠνοίχθη.

Ῥήμασιν ἀντέστης, τυράννων παρανόμων, Φανούριε ἀνδρεῖε.

Σύναυλοι Ἀγγέλοις, τὴν μνήμην σου τὴν θείαν, Φανούριε κροτοῦμεν.

Τεῖχος ὥσπερ μέγα, Φανούριε πλουτεῖ σε, Ῥοδίων θεία νῆσος.

Ὕλην ἀθεΐας, πυρὶ τοῦ μαρτυρίου, Φανούριος ἐτέφρου

Φάλαγγας δαιμόνων, τῷ ξίφει Παρακλήτου, Φανούριος ἐκκόπτει.

Χαίρει οἰκουμένη, εὑρέσει σῆς εἰκόνος, Φανούριε παμμάκαρ.

Ψεύδους τὸν προστάτην, ταῖς σαῖς μεγαλουργίαις, Φανούριε αἰσχύνεις.

Ὡσεὶ λίθος θεῖος, Φανούριε ἀστράπτεις, Χριστοῦ τῇ Ἐκκλησία.

Ἰσχὺν διεζωσμένος, Θεοῦ πρὸς μέγα σκάμμα, Φανούριος ἐχώρει.

Σκεῦος τῆς σαρκός σου, ἠλόγησας εἰς τέλος, Φανούριε ἐχέφρον.

Ἴθυνας ψυχῆς σου, Φανούριε τὸ σκάφος, Χριστοῦ πρὸς θεῖον ὅρμον.

Δόρυ ὥσπερ μέγα, Φανούριος κατεῖχε, Χριστοῦ τὴν θείαν πίστιν.

Ὡς ἀδάμας ἔστη, ἐν μέσῳ τῶν βασάνων, Φανούριος ὁ Μάρτυς.

Ῥῦσαι τῶν δεσμῶν με, Φανούριε τοῦ πλάνου, ὡς ἱερεῖς τὸ πάλαι.

Ἄθλους σου τοὺς θείους, χρεωστικῶς τιμῶμεν, Φανούριε ἐν ὕμνοις.

Σύμμαχον πλουτοῦμεν, ἐν πάσαις ταῖς ἀνάγκαις, Φανούριον τὸν πάνυ.

Χαίροις τῶν θαυμάτων, Φανούριε ἡ βρύσις, καὶ Ἐκκλησίας κλέος.

Δόξα. Τριαδικόν.
Ἄκτιστε Θεότης, Πάτερ, Λόγε, Πνεῦμα, ἐλέησον Σοὺς δούλους.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα Μαρία, Ὅν ἔτεκες ἀσπόρως, ὑπὲρ ἡμῶν δυσώπει.

Καὶ πάλιν τὸ πρῶτον.
Αἱ γενεαὶ νῦν πᾶσαι, στέψωμεν ἐν ὕμνοις, Φανούριον τὸν μέγαν.

ΕΥΛΟΓΗΤΑΡΙΑ. Ἦχος πλ. α΄.
Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὸν Μάρτυρά σου μέλψαι.
Τῶν Ῥοδίων ἡ νῆσος, ἐγκαυχάται πλουτοῦσα, τὴν εἰκόνα σου Μάρτυς, καὶ Ναόν σου τὸν σεπτόν, καὶ τὴν σὴν προστασίαν, καὶ χαρμονικῶς ἐκβοᾷ τὸ χαῖρέ σοι, τοῦ Χριστοῦ ὁπλῖτα Μάρτυς Φανούριε.

Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με Φανούριον ὑμνῆσαι.
Ἐν σταδίῳ τῆς πάλης, ηὐτομόλησας Μάρτυς, τοῦ Χριστοῦ θείαν πίστιν, τοῖς τυράννοις εὐθαρσῶς, καὶ ἀνδρείως κηρύξαι, καὶ τὴν ἀλγεινὴν ὑποστῆναι κάκωσιν, καὶ τρανῶσαι σθένος Θεοῦ Φανούριε.

Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με Φανούριον ὑμνῆσαι.
Ἀλγηδόνας σου σέβω, ἅς ὑπέστης σαρκί σου, μεγαλώνυμε Μάρτυς, μαστιγώσεις τὰς δεινάς, τῆς καμίνου τὴν φλόγα, σκότος φυλακῆς τοὺς τῶν λίθων πόνους τε, καὶ δοξάζω πόθῳ Θεὸν Φανούριε.

Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με Φανούριον ὑμνῆσαι.
Τὸν Σταυρὸν ὥσπερ ὅπλον, κεκτημένος ὁ Μάρτυς, τοῦ Κυρίου ἐβόα, τοῖς τυράννοις εὐθαρσῶς, ὁ Φανούριος λέγων, εἴδωλα ἡμῶν ὡς ψευδῆ βδελύσσομαι, ἀληθείας μόνον Θεὸν ἀσπάζομαι.

Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με Φανούριον ὑμνῆσαι.
Ἐν ἐσχάτοις τοῖς χρόνοις, ὥσπερ τίμιον ῥόδον, Φανουρίου εὑρέθη, ἡ σεβάσμιος εἰκών, ἐν Ναοῦ ἐρειπίοις, θεῖον ποταμὸν δωρεῶν προέχουσα, καὶ πληροῦσα πάντας θαυμάτων χάρισιν.

Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με Φανούριον ὑμνῆσαι.
Τοῖς καλοῦσί σε πᾶσι, ἀκωλύτως προφθάνεις, ὢ Φανούριε Μάρτυς, τὰς αἰτήσεις ἐκπληρῶν καὶ παρέχων τὰς δόσεις, καὶ πιστοποιῶν τοῦ Θεοῦ τὴν ἄμετρον, εὐσπλαγχνίαν πᾶσι καὶ ἀγαθότητα.

Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με Φανούριον ὑμνῆσαι.
Ὦ Φανούριε κλέος, τῶν Μαρτύρων καὶ δόξα, ἐν ἐσχάτοις τοῖς χρόνοις, παραδόξως ὁ φανείς, καὶ πιστοὺς κατευφραίνων, τῇ τῶν θαυμαστῶν δωρεῶν πληθύϊ σου, τῷ Δεσπότῃ πάντων ἡμᾶς οἰκείωσον.

Δόξα. Τριαδικόν.
Ὁμοδύναμον κράτος, τῆς μιᾶς Θεαρχίας, προσκυνήσωμεν πάντες, σὺν Πατρὶ καὶ τῷ Υἱῷ, τὸ Πανάγιον Πνεῦμα, ἀκτιστον Θεὸν τὸν τὰ πάντα κτίσαντα, ἐκβοῶντες ὕμνον Αὐτῷ Τρισάγιον.

Καὶ νῦν. Θεοτόκιον.
Ἐν τῇ μήτρᾳ Σου Κόρη, συνεσχέθη ἀφράστως, ὁ Θεοῦ Πατρὸς Λόγος, καὶ ἀχράντοις Σου χερσί, ἐκρατήθη ὡς βρέφος, φύσιν τῶν βροτῶν ἐνδυθεὶς θελήματι, ἵνα δόξαν δώῃ ἡμῖν θεώσεως.
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα Σοι ὁ Θεός (ἐκ γ΄).

ΕΓΚΩΜΙΩΝ ΣΤΑΣΙΣ ΕΤΕΡΑ,
Ἧς ἢ ἀκροστιχίς, κατ᾿ Ἀλφάβητον.
Ἦχος γ´. Ἀκατάληπτον ἐστί.

Ἀκατάπαυστον ᾠδήν, μελωδήσωμεν πιστοί, Μάρτυρι Θαυματουργῷ, Φανουρίω τῷ κλεινῷ.

Ἀκατάληπτε Τριάς, καὶ ἀρχίφωτε Μονάς, αὔγασόν μου τὴν ψυχήν, τὸν Φανούριον ὑμνεῖν.

Βασιλέως τ᾿ Οὐρανοῦ, στρατηγὸς ὡς εὐκλεής, νίκας ἔσχες κατ᾿ ἐχθρῶν, ὢ Φανούριε λαμπρός.

Γηθοσύνως οἱ πιστοί, τὸν Φανούριον καὶ νῦν, καταστέψωμεν ᾠδαῖς, ἀριστέα τοῦ Χριστοῦ.

Δένδρον ὥσπερ εὐθαλές, Μαρτυρίου τὸν γλυκύν, ἔδωκας ἡμῖν καρπόν, ὢ Φανούριε στεῤῥέ.

Ἐν ἐσχάτοις τοῖς καιροῖς, ὁ Φανούριος ἡμῖν, ἔλαμψε θεοπρεπῶς, Φῶς παρέχων νοητόν.

Ζεύγλῃ θείων ἐντολῶν, ἐγεώργησας τὴν σήν, ὢ Φανούριε ψυχήν, στάχυν δρέψας μυστικόν.

Ἠδυφθόγγῳ σου φωνῇ, τὸν στρατεύσαντα Θεόν, μέλεσι Μαρτυρικοῖς, ὢ Φανούριε αἰνεῖς.

Θῦμα ὥσπερ λογικόν, ὁ Φανούριος Χριστῷ, προσηνέχθη τοῦ Σταυροῦ, τὴν ἰσχὺν διατρανῶν.

Ἰοβολοῦ πτερνιστοῦ, τὰς ἐνέδρας καθελών, ὁ Φανούριος Θεοῦ, δυναστείαν ἀνυψοῖ.

Κλῆμα ὥσπερ ἱερόν, τῆς ἀμπέλου τῆς ζωῆς, ὁ Φανούριος Χριστῷ, βότρυν ἤνεγκε γλυκύν.

Λῦσόν μου παθῶν δεσμά, ὢ Φανούριε τρανέ, ὁ λυτρώσας Ἱερεῖς, ἐκ δεσμῶν Ἀγαρηνῶν.

Μέλεσι τῆς σῆς σαρκός, πόνους ἔφερες δριμεῖς, ὢ Φανούριε διό, νῦν τρυφᾷς χαρμονικῶς.

Νεῖλος ὥσπερ νοητός, τῶν θαυμάτων τὴν πληθύν, ὁ Φανούριος ἀντλεῖ, καθ᾿ ἑκάστην τοῖς πιστοῖς.

Ξένῳ τρόπῳ τοῖς πιστοῖς, ἀναδέδοται ἐκ γῆς, ὥσπερ ῥόδον ἱερόν, Φανουρίου ἡ εἰκών.

Ὅπλον ἄμαχον λαβῶν, τὸν πανάγιον Σταυρόν, ὁ Φανούριος εἰς γῆν, κατηδάφισεν ἐχθρόν.

Πόθῳ θείῳ κρατυνθείς, ὁ Φανούριος μολεῖ, πρὸς τὸ σκάμμα ἀνδρικῶς, τὸν Χριστὸν ὁμολογεῖν.

Ῥάβδον θείων ἐντολῶν, ὁ Φανούριος πλούτων, Μαρτυρίου τὴν ὁδόν, διεπέρασε καλῶς.

Στέφος δόξης ἀγλαοῦς, τῇ Ζωαρχικῇ χειρί, ὁ Φανούριος δεχθείς, τὴν Σιὼν κατακοσμεῖ.

Τὰς ῥαβδώσεις τῆς σαρκός, λίθων τε ἐπιφορὰς ὁ Φανούριος ἐν γῇ, ἐθεώρει ὡς τρυφήν.

Ὑπελθὼν δεινὰ πυρά, καὶ τὴν κάμινον φλογός, δρόσον ἔλαβες Θεοῦ, ὢ Φανούριε πολλήν.

Φυλακῇ ἐν σκοτεινῇ, ὁ Φανούριος βληθείς, φῶς ἑώρα τριλαμπές, τοῖς καρδίας ὀφθαλμοῖς.

Χαλκευθεὶς ἐν τῷ πυρί, ἀνυποίστων ἀλγεινῶν, ὢ Φανούριε στεῤῥέ, πλέον λάμπεις τοῦ χρυσοῦ.

Ψευδωνύμων θρησκειῶν, προσταγὰς Θεοῦ νοΐ ἐθεώρεις ὡσεὶ χοῦν, ὢ Φανούριε σοφέ.

Ὠμοτάτων δικαστῶν, ἀχαλίνωτον θυμόν, ὁ Φανούριος εἰς γῆν, ἐταπείνωσεν εὐθύς.

Ἴθυνὸν μὲ πρὸς ζωῆς, ὢ Φανούριε πηγήν, ὁ γνωρῖσας ποταμόν, ἀγαθότητος Χριστόν.

Σελασφόρος ὡς αὐγή, ἑξανέτειλεν ἡμῖν, Φανουρίου τοῦ κλεινοῦ, ἑορτὴ ἡ παμφαής.

Ἱκετεύειν τὸν Θεόν, μὴ ἐλλείπης ἐκτενῶς, ὢ Φανούριε ἡμῖν, δοῦναι λύσιν τῶν χρεῶν.

Δυνατῶς πρὸς δυσμενῶν, παρατάξεις συμπλακείς, διετράνωσας Θεοῦ, ὢ Φανούριε ἰσχύν.

Ὡσεὶ τεῖχος ὀχυρόν, Φανουρίου τὸν σεπτόν, Ῥόδος κέκτηται ναόν, ὢ προσδράμωμεν πιστῶς.

Ῥητορίας φληναφείς, τῶν ἀθέων παρορῶν, ὢ Φανούριε τρανοῖς, Λόγον τέλειον Θεοῦ.

Ἀμαυρώσας τοῦ ἐχθροῦ, τὴν καχέσπερον μορφήν, ἑξαστράπτει τηλαυγῶς, ὁ Φανούριος ἀεί.

Σταχὺς ὥσπερ τοῦ Χριστοῦ, σῖτον δέδωκας μεστόν, Μαρτυρίου ἱεροῦ, ὢ Φανούριε σεπτέ.

Χαίροις Μάρτυς θαυμαστέ, μεγαλώνυμε Θεοῦ, ὢ Φανούριε ταχύ, ὁ προφθάνων τοῖς πιστοῖς.

Δόξα. Τριαδικόν.
Προσκυνήσωμεν πιστοί, τρισυπόστατον ἀρχήν, σὺν Πατρί τε καὶ Υἱῷ, Πνεῦμα τὸ ἰσοσθενές.

Καὶ νῦν. Θεοτοκίον.
Καθαρότητος ναός, καὶ ἁγνείας θησαυρός, Μήτηρ τε τοῦ Πλαστουργοῦ, Σὺ ὑπάρχεις Μαριάμ.

Καὶ πάλιν τὸ πρῶτον.
Ἀκατάπαυστον ᾠδήν, μελωδήσωμεν πιστοί, Μάρτυρι θαυματουργῷ, Φανουρίῳ τῷ κλεινῷ.


Δίστιχα ἀκροτελεύτια.
Ἐν περιστάσεσιν ἀεὶ προφθάνειν μὴ ἐλλείπης,
Φανούριε Θαυματουργὲ λιταῖς σου ταχυδρόμοις.
Ἵνα ὑμνῶν σὲ εὐλογῷ τὸν Παντουργέτην Λόγον
καὶ σοῦ δοξάζω τὴν πολλὴν πρὸν Τοῦτον παῤῥησίαν.
Χρεωστικῶς δὲ χαῖρε σοὶ προσάγω ὥσπερ δῶρον,
σοι προσδραμούσα ταπεινῶς, Μεγαλομάρτυς θεῖε,
καὶ τῆς χρηστότητος τῆς σῆς ὁμολογῶ τὸ μέγα,
ἧς παρ᾿ ἀξίαν ἔτυχον Φανούριε τρισμάκαρ.
Θεὸν δὲ καθικέτευε ὑπὲρ τῶν σὲ τιμώντων,
ἐν ταπεινώσει ἐκβοᾷ ἡ πένης Ἰσιδώρα,
ὅπως ἐλέους τύχωμεν καὶ θείας εὐμενείας
καὶ ἐν σκηναῖς τῶν ἐκλεκτῶν εὐχαῖς σου εὑρεθῶμεν.




Πηγή

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης