Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1436
https://www.proseyxi.com

Ευχή εις τον Άγιο Μεγαλομάρτυρα Φανούριο Empty Ευχή εις τον Άγιο Μεγαλομάρτυρα Φανούριο

Την / Το Πεμ Ιουν 13, 2019 11:17 am
Ευχή εις τον Άγιο Μεγαλομάρτυρα Φανούριο


Ἰσιδώρας Μοναχῆς
Ευχή εις τον Άγιο Μεγαλομάρτυρα Φανούριο Agiosf10

Δέσποτα Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ τοῦ φωτὸς ποιητὴς καὶ χορηγὸς, ἡ πηγὴ τῆς σοφίας καὶ τῆς γνώσεως, παντός τε ἀγαθοῦ αἴτιος· τὸ τῆς χρηστότητος πλήρωμα καὶ τῆς εὐσπλαγχνίας ἀνεξιχνίαστον πέλαγος· ὁ ποιῶν ἐξαίσια καὶ ἐνεργῶν θαυμαστὰ ἐν τοῖς Ἁγίοις Σου, δι᾿ ὧν δοξάζηται τὸ Ὄνομά Σου τὸ μεγαλοπρεπὲς καὶ πανάγιον· ὁ φανερῶν ἡμῖν ὁδοὺς σωτηρίας, διὰ τῆς ἐπιγνώσεως τῶν ἁγίων ἐντολῶν Σου, Ἀγαθὲ, καὶ καταυγάζων τὰς ψυχὰς ἡμῶν τῷ ἱλαρῷ φωτί Σου καὶ ἀνεσπέρῳ· ὁ θαυμαστῶν τὴν χάριν Σου διὰ πάντων τῶν Ἁγίων Σου, τῶν ἐκλεκτῶν καὶ πιστῶν ταύτης οἰκονόμων, παντὶ τῷ ἐπικαλουμένῳ αὐτοὺς, ἐν ὅλῃ καρδίᾳ· ὁ διὰ τῆς παντουργικῆς Σου δυνάμεως ἐνεργῶν τεράστια ἡμῖν καὶ παράδοξα, ὧν οὐκ ἐστὶν ἀριθμός· ὁ διὰ τοῦ Ἁγίου Σου Μεγαλομάρτυρος Φανουρίου τοῦ Νεοφανούς, ἀποκαλύπτων τὰ κεκρυμένα ἡμῖν καὶ φανερῶν αὐτὰ ἐν τάχει· ὁ διδάσκων ἡμᾶς τὸ αἰτεῖν πιστῶς ἐν ταπεινώσει, ἵνα πλουσίως δώῃς, ὡς φύσει εὔσπλαγχνος καὶ πολυέλεος· ὁ θέλων δὲ πάντας σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν· ὁ εἰπὼν ὅτι ἐγώ εἰμὶ ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή.
Αὐτὸς καὶ νῦν, Πανάγαθε Βασιλεῦ καὶ Κύριε τῶν ἁπάντων, ὑπὸ τοῦ Ἁγίου Σου τούτου Μεγαλομάρτυρος Φανουρίου τοῦ θαυματουργοῦ δυσωπούμενος, ἔπιδε ἐφ᾿ ἡμᾶς τοὺς εὐλαβῶς αὐτὸν τιμῶντας καὶ πρέσβυν αὐτὸν πρὸς Σὲ δυνατὸν προβαλλομένους· καὶ δὸς ἡμῖν τὸν φωτισμὸν τῆς χάριτός Σου· ἀξίωσον ἡμᾶς πορεύεσθαι ἐν τῇ τρίβῳ τῶν ἐντολῶν Σου, τοῦ ἐπιγνῶναι τὸ θέλημά Σου τὸ ἀγαθὸν καὶ τέλειον· φανέρωσον ἡμῖν ὁδοὺς σωτηρίας· ὑπόδειξον ἡμῖν τρόπους μετανοίας, ἵνα ἐν τούτοις εὐαρεστήσωμέν Σοι, τὸ τῶν ψυχῶν ἡμῶν συμφέρον ἐργαζόμενοι· ἀποκάλυψον ἡμῖν τοὺς θησαυροὺς τῆς γνώσεώς Σου, ἵνα τούτους ζητοῦντες, Σοί προσπίπτωμεν ἐν πίστει, τῇ ἀενάῳ πηγῇ τῆς ζωῆς ἡμῶν· δίδαξον ἡμᾶς τὴν Σὴν ἀλήθειαν, τὴν δὲ καρδίαν ἡμῶν ποίησον σκήνωμα φωτεινὸν τοῦ Πνεύματός Σου τοῦ Ἁγίου καὶ δοχεῖον καθαρὸν τῆς χάριτός Σου· ἵνα σὺν πᾶσι τοῖς ἀπ᾿ αἰώνων Ἁγίοις Σου Σὲ δοξολογῶμεν, Φωτοδότα Κύριε, τὸν ἐν αὐτοῖς ἐνδοξαζόμενον καὶ Σοὶ τὴν τιμὴν καὶ τὴν προσκυνήσιν ἀναπέμπωμεν, σὺν τῷ ἀνάρχῳ Σου Πατρὶ καὶ τῷ Παναγίῳ καὶ Ἀγαθῷ καὶ ζωοποιῷ Σου Πνεύματι, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης