Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1601
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον Άγιον Αλέξιον τον Άνθρωπο του Θεού Empty Παρακλητικός Κανών εις τον Άγιον Αλέξιον τον Άνθρωπο του Θεού

Την / Το Παρ Ιουν 14, 2019 9:30 am
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Παρακλητικός Κανών εις τον Άγιον Αλέξιον τον Άνθρωπο του Θεού

Ποιηθείς υπό ιερομονάχου Διονυσίου Λακεδαιμονίου
Παρακλητικός Κανών εις τον Άγιον Αλέξιον τον Άνθρωπο του Θεού Agios_11

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, είσάκουσον της προσευχής μου, ένώτισαι την δέησίν μου έν τη άληθεία σου, είσάκουσον μου έν τη δικαιοσύνη σου. Και μή είσέλθης είς κρίσιν μετά τοϋ δούλου σου, ότι ού δικαιωθήσεται ενώπιον σου πας ζών. Ότι κατεδίωξεν ό εχθρός την ψυχήν μου έταπείνωσεν είς γήν τήν ζωήν μου. Έκάθισέ με έν σκοτεινοΐς, ώς νεκρούς αίώνος, και ήκηδίασεν έπ’ εμέ τό πνεύμα μου, έν έμοι έταράχθη ή καρδία μου. Έμνήσθην ήμερων άρχαίων, έμελέτησα έν πάσι τοις έργοις σου, έν ποιήμασι των χειρών σου έμελέτων. Διεπέτασα πρός σε τάς χείράς μου ή ψυχή μου ώς γη άνυδρός σοι. Ταχύ είσάκουσόν μου, Κύριε, έξέλιπε τό πνεΰμά μου. Μή άποστρέψης τό πρόσωπόν σου άπ’ έμοΰ, και όμοιωθήσομαι τοΐς καταβαίνουσιν είς λάκκον. Άκουστόν ποίησόν μοι τό πρωΐ τό έλεός σου, ότι έπΐ σοι ήλπισα. Γνώρισόν μοι, Κύριε, όδόν εν ή πορεύσομαι, ότι πρός σέ ήρα την ψυχήν μου. Έξελοΰ με έκ των εχθρών μου Κύριε, πρός σέ κατέφυγον δίδαξόν με τοΰ ποιεΐν τό θέλημά σου, ότι σύ εί ό Θεός μου. Τό Πνεΰμά σου τό άγαθόν οδηγήσει με έν γή ευθεία ενεκεν τοΰ ονόματος σου, Κύριε, ζήσεις με. Έν τή δικαιοσύνη σου, έξάξεις έκ θλίψεως την ψυχήν μου. Καί έν τω έλέει σου έξολοθρεύσεις τούς έχθρούς μου. Και άπολεΐς πάντας τούς θλίβοντας την ψυχήν μου, ότι έγώ δοΰλός σού εΐμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

εἶτα τά Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ σταυρῷ.

Οἱ ἐπηρείαις τῶν δεινῶν χειμαζόμενοι, καί συνοχῇ τῶν παθημάτων θλιβόμενοι, νῦν προσδραμόντες Ἅγιε τῇ κάρᾳ τῇ σῇ, κράζομεν· Ἀλέξιε, σὲ θερμῶς δυσωποῦντες, λύτρωσαι τοὺς δούλους σου, ἐκ φθορᾶς καὶ θανάτου, ὡς χάριν ταύτην ἔχων ἐκ Θεοῦ, ἰᾶσθαι πάθη, καὶ σώζειν τοὺς κάμνοντας.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ἐν σοί, Θεοῦ ἄνθρωπε εὐεκτεῖν ἔχω.

ᾨδὴ α΄. Ἦχὸς πλ. δ΄. Ἁρματηλάτην Φαραώ.

Ἐπαγωγὲ τῶν συμφορῶν Ἀλέξιε, καὶ τρικυμίαι παθῶν, ἁμαρτιῶν μου πάντοθεν συνέσχον με, καὶ μαστιγοῦσιν Ἅγιε, καὶ πικρῶς ὀδυνῶμαι, καὶ κινδυνεύω πρός θάνατον· σῶσόν με λιταῖς ταῖς σαῖς δέομαι.

Νενοσηκυίας ἐξ ἀτόπων πράξεων, τῆς ταπεινῆς μου ψυχῆς, ὀδυνηρὰ πάθη, τὸ δύστηνον σῶμά μου, παντοίως βασανίζουσι, καὶ στενάζω καὶ κράζω· Χριστοῦ θεράπων Ἀλέξιε, σπεῦσον ἀπολλύμενον σῶσον με.

Σὲ ἀκεσώδυνον πηγὴν ἰάσεων, ἀναδειχθέντα λαμπρῶς, ὡς τὸν Θεοῦ δοῦλον, ἅγιε Ἀλέξιε, καθικετεύω ῥῦσαι, τῆς ψυχῆς καὶ σαρκός μου, ταῖς σαῖς πρεσβείαις τοὺς μώλωπας, ὅπως σὲ γεραίρω σωζόμενος.

Θεοτοκίον.
Ὁμολογοῦντες εὐσεβῶς Μητέρα Σε, τοῦ εἰληφότος ἐκ Σοῦ, ὑπερφυῶς σάρκα, καὶ ἀνάρχως λάμψαντος, ἐκ τοῦ Πατρός κηρύττομεν, Θεοτόκον Σε Κόρη, καὶ δυσωποῦμεν διάσωσον, χαλεπῶν κινδύνων τοὺς δούλους Σου.


ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος.
Ἱκετεύων μὴ παύσῃ τὸν ἀγαθὸν Ἅγιε, καὶ γλυκὺν Δεσπότην συγγνώμην, δοῦναι πταισμάτων μοι, τῶν χαλεπῶν καὶ πολλῶν, καὶ τοῦ νοσοῦντος σαρκίου, τὴν ταχεῖαν ἴασιν, ὅπως γεραίρω σε.

Θεαρέστως βιώσας, θαυμαστῶς ἰσάγγελον, πολιτείαν ἤνυσας, Πάτερ, καὶ μετὰ σώματος, καὶ τάς ἰάσεις μισθὸν, παρά Θεοῦ ἐκομίσω, τοὺς πιστῶς προσιόντας, σῴζων Ἀλέξιε.

Ἐν ᾠδαῖς τε καὶ ὕμνοις, ἀνευφημών Ὅσιε, σοῦ τὴν πολιτείαν γεραίρω, καὶ τὰ θαυμάσια, καὶ τῶν πικρῶν ὀδυνῶν, ταχύν σε, Πάτερ, σωτῆρα, ἐκ Θεοῦ μοι φανῆναι, καθικετεύω σε.

Θεοτοκίον.
Ὁ πολλαῖς ἁμαρτίαις, καταχρασθείς, Ἄχραντε, τέτρωμαι ψυχήν τε καὶ σῶμα, τάλας καί βέβλημαι, καθηλκωμένος δεινῶς, ἀλλὰ τῇ Σῇ προστασίᾳ, οἰκτιρμῶν ἡ ἄβυσσος, σῶσόν με δέομαι.


Διάσωσον, ἀπό κινδύνων, Ἀλέξιε, σοὺς ἱκέτας, οἱ πάντες πανευλαβῶς εἰς σὲ καταφεύγομεν, ὡς ἄφθονον κρήνην τῶν ἰαμάτων.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Τῇ κρήνῃ τῶν σῶν, θαυμάτων νῦν, Ἀλέξιε, προστρέχω βοῶν, ὀδύνῃ συνεχόμενος, τῆς σαρκὸς τὰ τραύματα, καὶ ψυχῆς τὴν πόρωσιν ἴασαι, καὶ τῶν δεινῶν με σῶσον σαῖς λιταῖς, τιμῶντα σεπτῶς τὴν θείαν κάραν σου.


ᾨδὴ δ΄. Σὺ μου ἰσχὺς Κύριε.
Ὕμνους κροτῶ κείμενος, Πάτερ ἐν κλίνῃ μου, τῆς ἐκ λάκκου, οἴμοι! καταβαίνουσιν ὁμοιωθεὶς ὥσπερ ὁ Δαβῒδ ψάλλει, καὶ συγγνώμην αἰτοῦμαι, ὥσπερ ἐξήμαρτον Θεῷ, καὶ θεραπείαν τῶν παθῶν τῆς σαρκός μου, σαῖς πρεσβείαις, τρισμάκαρ Ἀλέξιε.

Νάμα κρουνῶν, ὡς ἀπὸ κρήνης ἀκήρατον, τῆς σοροῦ σου, Πάτερ μεγαλώνυμε, θαυματουργέ, βρύων ἀεννάως, φλογώσεις ψυχικάς σώματος δροσίζει, καὶ πραΰνει, τῶν παθῶν τάς ὀδύνας θεραπεύων, καὶ σώζων τοὺς κάμνοντας.

Ἄνωθεν σύ, Ἄνθρωπος Θεοῦ, Ἀλέξιε, προσεκλήθης, ἀναγορευόμενος θείᾳ φωνῇ νόσων ἰατρός, φερώνυμε Πάτερ, καὶ πρόσφορος ἀλεξίκακος πιστῶν τοῖς καχεκτοῦσι· διὸ παρακαλῶ σε, πυρετοῦ καὶ ῥιγώσεως ῥῦσαί με.

Θλίψεις πολλαί, καὶ πλήρεις πόνων Ἀλέξιε, ὀδυνῶν τε σκῆνος, ὥσπερ κηρὸν τὸ ἐλεεινὸν λείψανον ζωῆς μου προσχῦσαι καταβιβρώσκουσιν, εἰς ᾅδου κατωτάτου κατασπᾶν ἀπειλοῦσαι· πρόφθασον ἐκ τούτων καὶ σῶσον με.

Θεοτόκιον.
Ῥεῦμα φθορᾶς φύσεως βροτῶν ἀνέστειλας Θεοτόκε, Λόγον σωματώσασα, τὸν ἐκ Πατρός, ὥσπερ ἐκ φωτὸς αἴγλη γεννηθέντα, καὶ σώσαντα τὸ ἀνθρώπινον· διό Σε ἱκετεύω, χαλεποῦ με κινδύνου καὶ κακώσεως ῥῦσαι πρεσβείαις Σου.


ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Ὡς πηγὴ Παραδείσου, τῆς Ἐδὲμ ἐκβλύζουσα, Πάτερ Ἀλέξιε, τῶν πολλῶν θαυμάτων, ἡ δοθεῖσά σοι χάρις ἐκκέχυται, ποτίζουσα καρδίας, καὶ ψυχῶν καὶ σωμάτων, ἰωμένη τὰς νόσους ἑκάστοτε.

Πᾶσα πεῖρα γηΐνης, ἰατρείας ἄπρακτος, ὅλως ἐξήλεγκται ἐν ἐμοί, καὶ κεῖμαι φεῦ τὰ λοίσθια, πνέων ὁ δείλαιος· ἀλλὰ σοὶ τῷ σωτῆρι, ἐκ Θεοῦ διδομένῳ, προσελθὼν ἱκετεύω σωθῆναί με.

Ἐπὶ κλίνης ὀδύνης, καὶ στρωμνῆς κακώσεως κείμενος, κράζω σοι· ἐξελοῦ με, Πάτερ, τῶν παμφάγων ὀδόντων, Ἀλέξιε, τοῦ πικροῦ θανάτου, ὁ παρειμένους ἀνορθώσας, καὶ παντοίως νοσοῦντας ῥυσάμενος.

Ἐνοικήσας Θεός σοι, πᾶσαν ἰώμενος νόσον Ἀλέξιε, ὡς εὑρών σε ὄντως ἐνδιαίτημα θεῖον ἀνέδειξε νόσων ἰατῆρα· Ὅν κἀμοὶ τῷ δυστήνῳ ἐξιλέωσον, Πάτερ, σωθῆναί με.

Θεοτοκίον.
Ὕμνος ἅπας ἡττᾶται, Δέσποινα Παντάνασσα, μὴ ἐξικνούμενος Σοῦ τὰ μεγαλεῖα διηγήσασθαι τὰ ὑπερένδοξα. Ἀγγέλων καὶ ἀνθρώπων γεννεαί Σε καὶ τάξεις, εἰς αἰῶνας ἀεὶ μακαρίζουσι.


ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἐτάκησαν, ὡς κηρός τὰ μέλη μου, καὶ ὡς ἄνθος τοῦ ἀγροῦ ἐμαράνθη, πᾶσα σάρξ καὶ ἐκλείπει τὸ πνεῦμα, καὶ ἡ ψυχή μου τῷ ᾅδη προσήγγισεν, Ἀλέξιε· ἀλλ’ἐπιστάς, ἐκ φθορᾶς καὶ θανάτου με λύτρωσαι.

Κακώσεων, τῶν ἐσμῶν Ἀλέξιε, καὶ πληθὺν τῶν συμφορῶν καὶ βασάνων, ὅσαι δεινῶς τὴν ἀθλίαν ζωήν μου, καὶ τὴν οἰκτρὰν μου ψυχὴν κατατρύχουσιν, ἐξάλειψον ἐκδυσωπῶν, τὸν Θεὸν καί Σωτῆρα καὶ Πλάστην μου.

Τὰ φάρμακά, ἐπ’ἐμὲ ἀνόνητα, ἐξηλέγχθη καὶ μηδὲν ὠφελοῦντα, καὶ πρὸς τὸ χεῖρον ἡ νόσος προβαίνει· διὸ τῇ θείᾳ σου σκέπῃ προσέδραμον, Ἀλέξιε ταῖς σαῖς εὐχαῖς, συμπαθέστατε ῥῶσιν παράσχου μοι.

Ἐπέχεε, ἐπ’ ἐμὲ τὸν ἔλεον, καὶ τὴν χάριν τῶν πολλῶν σου θαυμάτων, ὅσα Θεός σέ δοξάξων δωρεῖται, τοῖς προσιοῦσι δεικνὺς ἀλεξίκακον, Ἀλέξιε καὶ πονηρᾶς, ἐκ στρώμνης με κακώσεως ἔγειρον.

Θεοτοκίον.
Ἰώμενον, τῶν ἀνθρώπων ἅπασαν, κεκμηκυῖαν παραβάσει τὴν φύσιν, καὶ αἰωνίου θανάτου λυτροῦντα, τὸν ἐκ Θεοῦ Θεὸν Λόγον πιστεύομεν, ἐκ Σοῦ τεχθέντα ἐν σαρκί, Θεοτόκε Παρθένε Πανύμνητε.


Διάσωσον, ἀπὸ κινδύνων Ἀλέξιε σοὺς ἱκέτας, ὅτι πάντες πανευλαβῶς εἰς σὲ καταφεύγομεν, ὡς ἄφθονον κρήνην τῶν ἰαμάτων.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Τὴν σεπτήν σου κάραν θησαυρὸν ἀλεξίκακον, κεκτημένοι σὲ πρέσβυν πρὸς Θεὸν προβαλλόμεθα, μὴ παρίδῃς σοὺς ἱκέτας Ἄνθρωπε τοῦ Θεοῦ, ἀλλὰ τάχυνον ὡς συμπαθής, εἰς τὴν ἀντίληψιν ἡμῶν, τῶν πιστῶς δεομένων σου· πρόφθασον ἐν ἀνάγκαις, καὶ σπεῦσον εἰς θεραπείαν, ἐπικαμπτόμενος λιταῖς, τῶν τιμώντων σε Ἀλέξιε.


Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄ 17-21).

Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ· καὶ ὄχλος πολὺς μαθητῶν αὐτοῦ καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτός, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ, ἔλεγεν· μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ· μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε· μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε· μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Δόξα.
Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.


Στ. Ἐλέησόν με, ὁ Θεός…  
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Μή με χειμαζόμενον, ἐν ἀπορίαις παντοίαις, καὶ κατατρυχόμενον, ἀλγειναῖς ὀδύναις ψυχῆς καὶ σώματος, σὺ στερήσῃς Ἅγιε, σῆς ἐπισκέψεως, ἀλλ’ οἰκτείρας με τὸν δείλαιον, δέξαι τὴν δέησιν, ἢν ἀπὸ καρδίας προσάγω σοι. Θεὸς γάρ σε παράκλησιν, καὶ παραμυθίαν πιστοῖς παρέσχεν. Ὅθεν κατωδύνως, κραυγάζω σοι θεράπων τοῦ Χριστοῦ, μή με παρίδῃς τὸν ἄθλιον, ἀλλὰ σπεύσας ἴασον.


ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Νέφος τῶν θλίψεων πυκνόν μου, τὴν ταλαίπωρον ψυχήν μου κατακάμπτει, καὶ πικρῶν ὀδυνῶν, ἡ μάστιξ κατοικίζει, τὸ σῶμά μου τὸ δύστηνον· οἴκτειρόν με ῥῦσαι Πάτερ.

Ἔχων θεόθεν σὺ τὴν χάριν τῶν ἰάσεων Ἀλέξιε τρισμάκαρ, θεραπείας κἀμὲ ἀξίωσον καὶ ῥῦσαι, ἀμηχανίας, Ἅγιε, χαλεπῆς ἐκδυσωπῶ σε.

Χεῖρά μοι ὄρεξον ἐν κλίνῃ, τῆς κακώσεως οἰκτρῶς κατακειμένῳ, καὶ καλοῦντι τὴν σὴν, ἀντίληψιν, ὦ Πάτερ· ἀντιλαβοῦ μου, σῶσόν με, φερωνύμως θεραπεύσας.

Ὤζεσαν, οἴμοι τῷ ἀθλίῳ! καὶ ἐσάπησαν σαρκὸς οἱ μώλωπές μου, καὶ ἐλπίς μου οὐκ ἔστι σωτηρίας· σύ με φθορᾶς διάσωσον, ὦ θεράπων τοῦ Κυρίου.

Θεοτοκίον.
Δέσποινα πάντων, Δέσποινά μου, Θεοτόκε ἡ τεκοῦσα τὸν Σωτῆρα, καὶ Θεὸν μου καὶ Πλάστην, Σαῖς πρεσβείαις, Αὐτόν μοι ἐξιλέωσον, τῷ πολλὰ ἡμαρτηκότι.


ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ.

Ἵλεώς μοι προβλέψας οὐρανόθεν, πιστῶς ἱκετεύω, ὦ Ἄνθρωπε Κυρίου, τὰ χαλεπὰ καὶ χρόνια ἰώμενος πάθη μου, πρεσβείαις πρὸς τὸν Δεσπότην, ζωῆς τε καὶ θανάτου.

Ὀδύνωμαι δεινῶς καὶ θεραπείας, ἐξ ἀνθρώπων θνητῶν, ἁπάσης ἀποροῦμαι· σὲ δυσωπῶ Θεοῦ θεράπων Ἅγιε, πρόφθασόν με σῶσον, ἔγειρον τῆς κλίνης, καὶ ῥῶσίν μοι παράσχου.

Νοσημάτων παντοίων τὸ σῶμά μου κεῖται, Πάτερ, μεστόν, παρεῖταί μου τὰ μέλη, σάρκας, ὀστᾶ, τὰ νεῦρα πόνοι βόσκονται. Ἐλέησον, ὦ Πάτερ, σὸν πιστὸν ἱκέτην, καὶ ἴασόν με τάχος.

Θεοτοκίον.
Ὑπερένδοξε Μῆτερ τοῦ Θεοῦ μου, οὐρανοῦ τε καὶ γῆς, καὶ κτίσεως ἁπάσης, ἡ Βασιλίς, ἡ τῶν πιστῶν ἀντίληψις, ὑμνῶ Σε μετ’ Ἀγγέλων, δοξάζω μετ’ ἀνθρώπων, λατρεύω τὸν Υἱόν Σου.


ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Σωτῆρά σε καμνόντων καὶ λυτρωτήν, ὁ Θεὸς τοῖς πιστοῖς ἐδωρήσατο, πάθη ψυχῶν, καὶ σωμάτων ἄλγη παντοδαπά, ἰώμενον Ἀλέξιε, ἄνθρωπε Κυρίου· διὸ θερμῶς, ὦ Πάτερ ἱκετεύω, ψυχῆς καί τῆς σαρκός μου, τάς βαρείας ὀδύνας θεράπευσον.

Ἰάσεων κρατῆρα ἀνελλιπῆ, τὴν τιμίαν σου κάραν Ἀλέξιε, πᾶσι πιστοῖς, προύθηκεν ἡ χάρις ζωαρχική, τοῦ παναγίου Πνεύματος, πάντας ἰωμένη τοὺς εὐλαβῶς, αὐτὴν ἀσπαζομένους, καὶ πρέσβυν πρὸς Θεόν σε, προβαλλομένους μετὰ πίστεως.

Ὀχλούμενος συμπτώμασι συμφορῶν, ὡς τεμένει τῶν θείων χαρίτων σοι προσπεφυγώς, δέησιν ἐκ στόματος ῥυπαροῦ, ἐξ ὀφθαλμῶν δὲ δάκρυα, καὶ ἀπὸ καρδίας μου στεναγμούς, προσάγων ἱκετεύω, Ἀλέξιε τρισμάκαρ, μή με παρίδῃς ἀπολλύμενον.

Θεοτοκίον.
Σὲ πᾶσαι αἱ Δυνάμεις τῶν οὐρανῶν, εὐλογοῦσιν ἀεί· Σὲ δοξάξουσι, Μῆτερ Θεοῦ, πᾶσαι τῶν ἀνθρώπων αἱ γενεαί· Σὲ οἱ πιστοὶ κατέχομεν, ἄγκυραν τῆς πίστεως ἀσφαλῆ· Σὲ σκέπην· Σὲ λιμένα· Σὲ χαρὰν καὶ δόξαν· Σαῖς πρεσβείαις σωθείημεν Δέσποινα.



Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν  Θεοτόκον, τήν  ἀειμακάριστον  καί  παναμώμητον,  καί  μητέρα  τοῦ  Θεοῦ  ἡμῶν.  Τήν  τιμιωτέραν  τῶν  Χερουβείμ,  καί  ἐνδοξοτέραν,  ἀσυγκρίτως  τῶν  Σεραφείμ, τήν  ἀδιαφθόρως  Θεόν  Λόγον  τεκοῦσαν, τήν  ὄντως  Θεοτόκον,  Σέ  μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τὸν ἐν σωφροσύνῃ διαπρεπῆ, καὶ ἐν ἐγκρατείᾳ, τηλαυγῆ τε καὶ φαεινόν, λάμψαντα φωστῆρα, τὸν Ἄνθρωπον Κυρίου, Ἀλέξιον τὸν θεῖον, πάντες τιμήσωμεν.

Τὸν ἐν ἀσθενείαις θεραπευτήν, καὶ ἐν τοῖς κινδύνοις, λυτρωτήν τε καὶ βοηθόν, παρὰ τοῦ Κυρίου, ἡμῖν ἀναδειχθέντα, Ἀλέξιον τὸν θεῖον, ὕμνοις γεραίρομεν.

Δεῦτε οἱ νοσοῦντες καὶ ἐν δεινοῖς, πάθεσι τελοῦντες, ἀπαντλήσωμεν ἐκ πηγῆς, κάρας τῆς τιμίας, πιστοί, τῶν ἰαμάτων, τάς χάριτας ἀφθόνως, ταύτην γεραίροντες.

Φρίττουσι τὰ πάθη τὰ τῶν βροτῶν, καί δαιμόνων στίφη, δραπετεύουσι· ἄφθονον νῦν, τῶν ἐκ τοῦ Θεοῦ σοι, δοθέντων χάρισμα των, Ἀλέξιε τρισμάκαρ, τὴν ἐπισκίασιν.

Δεῦτε προσκυνήσωμεν οἱ πιστοί, τὴν πάντιμον κάραν, Ἀλεξίου πανευλαβῶς, ἣν ἐν τῇ ἁγίᾳ, Πελοποννήσου Λαύρᾳ, Θεὸς ἀπεθησαύρισε, πιστοῖς ἴαμα.

Ἅγιε Ἀλέξιε ἐκτενῶς, πρέσβευε Κυρίῳ, ὑπὲρ πάντων τῶν εὐλαβῶς, σὴν τιμώντων κάραν, ὡς ἔχων παρρησίαν, σώζειν ἐκ τῶν κινδύνων, τούς σοὶ προστρέχοντας.

΄Έτερα ανέκδοτα Μεγαλυνάρια, ευρεθέντα εν χειρογράφω της Μονής
Δεῦτε ἀσπασώμεθα οἱ πιστοί, τὴν πάντιμον κάραν, Ἀλεξίου καὶ πρὸς Θεόν, βοήσωμεν πόθῳ, ἐξ ὅλης τῆς καρδίας· εὐχαῖς τοῦ Σοῦ Ὁσίου, ἡμᾶς ἐλέησον.

Προσέλθωμεν πρόθυμοι οἱ γηγενεῖς, τῷ θείῳ τεμένει, γόνυ κλίνοντες εὐλαβῶς, πόθῳ ἀσπασθῶμεν, τὴν Κάραν Ἀλεξίου, ὅπως εὕρωμεν χάριν, ὁμοῦ καὶ ἔλεος.

Τὰ δάκρυα, τοὺς πόνους, καὶ στεναγμοὺς, ἡμῶν θλιβομένων, μὴ παρίδῃς, θαυματουργέ, ἀλλ’ οἴκτειρον, Πάτερ, σὺ ταῦτα ἀναφέρων, πρὸς τὸν Θεὸν τῶν ὅλων, τὸν Ἐλεήμονα.

Ὕμνοις ἐγκωμίων πάντες πιστοί, τὴν πάνσεπτον Κάραν, Ἀλεξίου τοῦ θαυμαστοῦ, τιμήσωμεν ὅπως, ἀξίως τάς ἰάσεις, πρεσβείαις τοῦ Ὁσίου, ἀφθόνως λάβωμεν.

Συνὼν χοροστασίαις ἀγγελικαῖς, Ἀλέξιε μάκαρ, μὴ ἐλλίπῃς ὑπὲρ ἡμῶν, Θεὸν καθικετεύων, τὴν ἴασιν ψυχῆς τε, καὶ σώματος τὴν ῥῶσιν, ἡμῖν δωρήσασθαι.

Μεσίτην προβαλλόμεθα πρὸς Χριστόν, δι’ Ὅν ἠγωνίσω, ὅπως τύχωμεν παρ’ Αὐτοῦ, ἐλέους ταῖς εὐχαῖς σου, Ἀλέξιε θέοφρον, τὴν Κάραν σου τὴν θείαν, κατασπαζόμενοι.

Τὰ πλήθη πανταχόθεν τὰ τῶν πιστῶν, ἀθροίζονται μάκαρ, μετὰ πόθου τῷ σῷ ναῷ, καὶ κλίνουσι γόνυ, ἐκ μέσης τῆς καρδίας, ἐν τῇ σορῷ τῇ θείᾳ, τῇ τῶν λειψάνων σου.

Μεγάλως σε ἐδόξασεν ὁ Χριστός, ὁ πάντων Δεσπότης, καὶ τὰ γέρα ἐν οὐρανοῖς, ἀξίως σοι δωρεῖται, ὅτι ζωὴν Ἀγγέλων, ἐβίωσας ἐν κόσμῳ, ὡς ὑπεράνθρωπος.

Ἠγάπησας τὸν Ὕψιστον καὶ σαυτὸν, ἀπηρνήσω, μάκαρ, καὶ ἀράμενος τὸν Σταυρόν, τῇ ἐντολῇ Κυρίου, Αὐτῷ ἀκολουθήσας, στενὴν ὁδὸν βαδίσας, τὸ στέφος ἔλαβες.

Ἐμίσησας τοῦ κόσμου τάς ἡδονάς, καὶ ἄρας τὸ ὄμμα, ἀκλινῶς πρὸς τοὺς οὐρανούς, δόξαν ἐθεάσω, Δικαίων καὶ Ὁσίων, ὧν καὶ τὸν βίον Πάτερ, καλῶς ἐζήλωσας.

Κατέλιπες ἑστίαν τὴν πατρικήν, νυμφικοὺς θαλάμους, ἡδονάς τε τάς παχυλάς, κατέλαβες δὲ πόθῳ, ναὸν τὸν τῆς Παρθένου, πιστὸς Αὐτῆς θεράπων, Πάτερ, γενόμενος.

Μιμητὴς ἐγένου τοῦ Ἰησοῦ, ὕβρεις ὑπομείνας, καὶ ὀνείδη καὶ χλευασμοὺς, δούλων πατρῴων, τῶν σὲ ἀγνοησάντων, δεσπότην εἶναι τούτων, σὲ πανσεβάσμιε.

Οὐ δυναταί τις Ἄνθρωπε τοῦ Θεοῦ, λαλῆσαι πτωχείαν, ἄμετρόν τε ὑπομονήν, δεκαεπταετίαν, ὅλην πρὸ σῶν πυλώνων, μείνας τῶν γεννητόρων σου, ἀγνοούντων σε.

Ἐθαύμασεν Ἀγγέλων ἡ στρατιά, καὶ ἀνθρώπων φύσις, τὴν ἁγίαν σου τελευτήν· ἐδόξασε δὲ ταύτην, τῶν πάντων ὁ Δεσπότης, Θεὸς ὁ παρασχών σου, στέφανον ἄφθαρτον.

Ἠγνόησε τὴν ξένην σου βιοτήν, ἡ τέξασά σε μήτηρ, καὶ γεννήτωρ ὁ συμπαθής, κρουνοὺς δακρύων ἔσχον, ἐπὶ τῇ τελευτῇ σου, τὸ λείψανόν σου, Πάτερ κατασπαζόμενοι.

Προσέδραμεν ὁ Κλῆρος ὁ ἱερός, σὺν αὐτῷ δὲ πᾶσα, ἡ ὁμήγυρις τῶν πιστῶν, κρατοῦντες λαμπάδας, καὶ θείαις ὑμνῳδίαις, τὸ σεβαστόν σου, Πάτερ, σῶμα κηδεύουσι.

Ἡ θήκη τῶν λειψάνων σου Ἱερὲ, Ἀλέξιε βρύει, μῦρον θεῖον παντοδαπάς, ἰάσεις παρέχων, τοῖς πίστει προσιοῦσιν, ἐν κατανύξει πάσῃ, αὐτῇ μακάριε.

Φρούρει τοὺς σοὺς δούλους διαπαντός, κλέος τῶν Ὁσίων, τοὺς τιμῶντάς σε εὐλαβῶς, καὶ πανευχαρίστως ἐκ πάντων τε κινδύνων, Ἀλέξιε τρισμάκαρ, ἀξιοθαύμαστε.

Καὶ μόνη σου ἡ κλῆσις ἁπανταχοῦ, ῥᾳδίως παρέχει, τὰ αἰτήματα τῶν πιστῶν, βασάνων ἀπαλλάττων, τοὺς σὲ προσκαλουμένους, καὶ σὲ ἐκδεχομένους, ὡς ἀντιλήπτορα.

Ὡς ἔχων παρρησίαν πρὸς τὸν Θεόν, ἱκέτευε, Πάτερ, λυτρωθῆναι ἡμᾶς δεινῶν, ἐκ βλάβης χαλάζης, ἀκρίδος, ἀνομβρίας, θεομηνίας πάσης τε, καὶ κακώσεως.

Τοῖς πόθῳ ἐξαιτοῦσι τὴν σὴν σορόν, Ἀλέξιε δίδεις, μεταφέρεσθαι εὐλαβῶς, ὑπὸ τῶν Ἱερέων Χριστοῦ τῶν θεραπόντων, δι’ ὧν ἡμῖν παρέχεις τὴν προστασίαν σου.

Σύν πᾶσι τοῖς Ἁγίοις ἐν οὐρανοῖς, καὶ τῇ Παναχράντῳ, τοῦ Σωτῆρος ἡμῶν Μητρί, ἀπαύστως ἐκδυσώπει, Χριστὸν τὸν Ζωοδότην ὑπὲρ ἡμῶν ἁπάντων, ὦ Ἱερώτατε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.


Τὸ Τρισάγιον.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

Εἶτα τά παρόντα Τροπάρια.
Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς....Δόξα....Κύριε, ἐλέησον ἡμᾶς....Καὶ νῦν... Θεοτοκίον.Τῆς εὐσπλαγχνίας τὴν πύλην....

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν το ἑξῆς  Τροπάριον.

Ἦχος β΄. Ὅτε  ἐκ  τοῦ  ξύλου.

Δέχου τὰς δεήσεις εὐμενῶς, τῶν σοὶ προσφευγόντων ἐν πίστει, καί δεομένων θερμῶς, Ἅγιε Ἀλέξιε, καὶ τάς αἰτήσεις αὐτῶν, ἐκπληρώσας ἀπάλλαξον, θλίψεων παντοίων, σῴζων τοὺς ἱκέτας σου, ταῖς πρὸς Θεόν σου λιταῖς, πόθῳ τὴν ἁγίαν σου Κάραν, κατασπαζομένους ἀφθόνως, τοῖς πιστοῖς πηγάζουσαν τὰ ἰάματα.

Δέσποινα πρόσδεξαι,  τάς  δεήσεις  τῶν  δούλων  Σου,  καί  λύτρωσαι  ἡμᾶς,  ἀπό  πάσης  ἀνάγκης  καί  θλίψεως.

Τήν  πᾶσαν  ἐλπίδα  μου,  εἰς  Σέ  ἀνατίθημι, Μῆτερ  τοῦ  Θεοῦ, φύλαξόν με  ὑπό  τήν σκέπην  Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης