Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1436
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον Άγιον Απόστολο Σίλα Empty Παρακλητικός Κανών εις τον Άγιον Απόστολο Σίλα

Την / Το Σαβ Ιουν 15, 2019 11:39 am
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Παρακλητικός Κανών εις τον Άγιον Απόστολο Σίλα

Ἀθανασίου ἱερομονάχου Σιμωνοπετρίτου
Παρακλητικός Κανών εις τον Άγιον Απόστολο Σίλα Agsila10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, είσάκουσον της προσευχής μου, ένώτισαι την δέησίν μου έν τη άληθεία σου, είσάκουσον μου έν τη δικαιοσύνη σου. Και μή είσέλθης είς κρίσιν μετά τοϋ δούλου σου, ότι ού δικαιωθήσεται ενώπιον σου πας ζών. Ότι κατεδίωξεν ό εχθρός την ψυχήν μου έταπείνωσεν είς γήν τήν ζωήν μου. Έκάθισέ με έν σκοτεινοΐς, ώς νεκρούς αίώνος, και ήκηδίασεν έπ’ εμέ τό πνεύμα μου, έν έμοι έταράχθη ή καρδία μου. Έμνήσθην ήμερων άρχαίων, έμελέτησα έν πάσι τοις έργοις σου, έν ποιήμασι των χειρών σου έμελέτων. Διεπέτασα πρός σε τάς χείράς μου ή ψυχή μου ώς γη άνυδρός σοι. Ταχύ είσάκουσόν μου, Κύριε, έξέλιπε τό πνεΰμά μου. Μή άποστρέψης τό πρόσωπόν σου άπ’ έμοΰ, και όμοιωθήσομαι τοΐς καταβαίνουσιν είς λάκκον. Άκουστόν ποίησόν μοι τό πρωΐ τό έλεός σου, ότι έπΐ σοι ήλπισα. Γνώρισόν μοι, Κύριε, όδόν εν ή πορεύσομαι, ότι πρός σέ ήρα την ψυχήν μου. Έξελοΰ με έκ των εχθρών μου Κύριε, πρός σέ κατέφυγον δίδαξόν με τοΰ ποιεΐν τό θέλημά σου, ότι σύ εί ό Θεός μου. Τό Πνεΰμά σου τό άγαθόν οδηγήσει με έν γή ευθεία ενεκεν τοΰ ονόματος σου, Κύριε, ζήσεις με. Έν τή δικαιοσύνη σου, έξάξεις έκ θλίψεως την ψυχήν μου. Καί έν τω έλέει σου έξολοθρεύσεις τούς έχθρούς μου. Και άπολεΐς πάντας τούς θλίβοντας την ψυχήν μου, ότι έγώ δοΰλός σού εΐμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.


Εἶτα τὸ τροπάριον.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ὁμοφρονήσας τῷ θεόφρονι Παύλῳ, Χριστῷ συνδέδεσαι μακάριε Σίλα, Οὗ κήρυξ ἐν τοῖς ἔθνεσιν ἐδείχθης ἱερός, διωγμοῖς καὶ θλίψεσι καὶ δεσμοῖς ἀριστεύσας, Κορινθίων γέγονας, ἱεράρχης θεόφρων, καθικετεύων πάντοτε Χριστόν, ὑπὲρ τῶν πίστει, εὐχὰς
δεομένων σου.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.


Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς:
Εὐχαῖς, ὦ Σίλα, φύλαττε φιλαποστόλου. Ἀθανάσιος.

ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.

Εὐχαῖς σου ὦ Σίλα ταῖς ἱεραῖς, φυλάττοις τοὺς πόθῶ, σὲ τιμῶντας ἀπὸ ψυχῆς, καὶ θείαν πρεσβείαν ἐκζητοῦντας, πρὸς τὸν Σωτῆρα Ὃν βίῳ ἐδόξασας.

Ὑπάρχων δοχεῖον χωρητικόν, τῆς χάριτος Σίλα, ἠκολούθησας τῷ Χριστῷ, μηδόλως γηΐνων προσπαθήσας, ὧν καὶ ἡμᾶς ἀμετόχους ἀνάδειξον.

Χαρᾶς πεπλησμένος τῆς θεϊκῆς, ὦ Σίλα τῷ Παύλῳ, ἠκολούθησας ταπεινῶς, καὶ τούτου ἐκμίμημα ἐδέιχθης· ὅθεν ἡμᾶς μιμητάς σου ἀνάδειξον.

Θεοτοκίον.
Ἁγνείαν φυλάξασα ἀκριβῶ, ἁγνείας Παρθένε, δεῖξον οἴκους τοὺς ἐκ ψυχῆς, τιμῶντας ἐν ὕμνοις Σου ἁγνείαν, δι’ ἧς Τριάδος τὴν χάριν ἐφείλκυσας.


ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἱκανὸς ἐλογίσθης ἀποσταλεὶς Ἅγιε, σὺν τῷ θείῳ Παύλῳ καὶ ἄλλοις, εἰς Άντιόχειαν, πρὸς ὑποστήριξιν, Χριστιανῶν νεοφύτων· ὅθεν Σίλα στήριξον, ἡμᾶς ἐν θλίψεσι.

Σάλον κόπασον Σίλα τοῦ δολεροῦ δράκοντος, καὶ τὴν χριστοδώρητον δίδου, εἰρήνην ἅπασιν, ἵνα δοξάζομεν, τὴν ἐκ Θεοῦ σοι δοθεῖσαν, χάριν οἱ τιμῶντές σου, μνήμην τὴν πάντιμον.

Ὡς ἐχάρησαν πάλαι Ἀντιοχεῖς Ἅγιε, ἐπὶ τῇ ὑμῶν παρουσίᾳ, οὕτως ἀξίωσον, τοὺς σοὶ προσπίπτοντας, χαίρειν χαρὰν τοῦ Κυρίου, καὶ τὴν παρουσίαν σου, ἀεὶ αἰσθάνεσθαι.

Θεοτοκίον.
Σῶζε τέκνα Σου Μῆτερ τὰ ἐπὶ Σοὶ τρέχοντα, καὶ τὴν τῶν πτερύγων Σου σκέπην, πόθῳ αἰτούμενα, ὅπως τοῦ δαίμονος, πάσης παγίδος ῥυσθῶμεν, καὶ κληρονομήσομεν, γλυκὺν Παράδεισον.


Διάσωσον, τοὺς σοὺς ἱκέτας Ἀπόστολε θεῖε Σίλα, ἀπὸ πάσης ἀνάγκης ψυχῆς τε καὶ σώματος, καὶ πρέσβευε διὰ παντός, ὑπὲρ ἡμῶν τῷ Δεσπότῃ.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Ἀγάπην τὴν σὴν ἣν ἔσχες πρὸς τὸν Κύριον, μετάδος ἡμῖν, ὦ Σίλα χριστοκάρδιε, καὶ παγίδων λύτρωσαι, ἃς ὁ δόλιος ἡμῖν ἵστησι, διαφυλάττων τὰς ψυχάς, ὁμοῦ καὶ σώματα τῶν τιμώντων σε.


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἱερὰ σάλπιγξ γέγονας, Σίλα τοῦ Κυρίου τὰ δικαιώματα, ἐκδιδάξας ἐν τοῖς πέρασι· διὸ καὶ ἡμῖν ταῦτα ἐκδίδαξον.

Λαμπροτάτην τὴν εἴσοδον, εἰς τὴν Βασιλείαν Κυρίου ποίησον, Σίλα πᾶσι τοῖς προστρέχουσι, καὶ θερμῶς αἰτοῦσι τὰς πρεσβείας σου.

Αὐγαζόμενος χάριτι, Σίλα τοῦ ἡλίου τῆς δόξης αὔγασον, τοὺς κειμένους ἐν τοῖς πταίσμασι, καὶ τὸ φῶς Κυρίου ἀναμένοντας.

Θεοτοκίον.
Φεῖσαι Μῆτερ τῶν τέκνων Σου, τῶν παραβαινόντων Χριστοῦ θελήματα, καὶ κρημνοῦ ταῦτα ἐξάρπασον, λυτρουμένη θείαις ἱκεσίαις Σου.


ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὕπνου ψυχικοῦ, ἡμᾶς Σίλα διανάστησον, πρὸς ἐργασίαν ἐντολῶν Χριστοῦ, δι’ ὧν θεοῦται, κατὰ χάριν τὸ ἀνθρώπινον.

Λύτρωσαι σειρᾶς, ἁμαρτίας Σίλα ἔνδοξε, ὡς σὺ ἐῤῥύσθης ἐν Φιλίππῳ θαυμαστῶς, μετὰ τοῦ Παύλου, ἐξ ἀδίκου φυλακίσεως.

Αἴτησαι ἡμῖν, ἐκ Κυρίου Σίλα πάντιμε, τὴν προστασίαν ἐκ δαιμόνων φοβερῶν, οὕς περ δυνάμει, τοῦ Σταυροῦ πάλαι κατήργησας.

Θεοτοκίον.
Τρῶσον τὰς ψυχάς, τῇ ἀγαπῃ θείου Τόκου Σου, Παρθενομῆτορ καὶ ἀξίωσον ἡμᾶς, ὀπίσω Τούτου, ἐν παντὶ τῷ βίῳ ἔπεσθαι.


ᾨδὴ στ΄. Τὴν δέησιν.
Τὰ πάθη μου, τὴν ψυχὴν συνθλίβοντα, ὡς ὀγκόλιθος ὦ Σίλα τρισμάκαρ, θραῦσον εὐθύς, ὡς τὰ εἴδωλα πάλαι, τὸ κατ’ εἰκόνα καθαίρων πρεσβείαις σου, καὶ ἐνισχύων με ἀεί, εἰς ἀπόκτησιν τοῦ καθ’ ὁμοίωσιν.

Ἐνίσχυσον, τὰς ψυχὰς τῶν δούλων σου, κλονουμένας πειρασμοῖς μάκαρ Σίλα, καὶ ἀβλαβεῖς, ἐξ ἐχθροῦ ἐπηρείας, σαῖς ἱκεσίαις ἡμᾶς διατήρησον, συντρίβων ἀποστολικῶς, τὰς παγίδας αὐτοῦ καὶ τὰ σκάνδαλα.

Φροντίδων με, ἀγχωδῶν ἀπάλλαξον, καὶ μερίμνης ψυχοφθόρου ὦ Σίλα, καταξιῶν, ἀνατίθεσθαι πάντα, πεπερασμένον μου βίον τῷ Κτίσαντι, τῷ ἔχοντι τὴν πατρικήν, οἰκουμένης φροντίδα καὶ πρόνοιαν.

Θεοτοκίον.
Ἰάτρευσον, τῶν σωμάτων Δέσποινα, καὶ ψυχῶν τὰς ἀσθενείας καὶ νοσους, τὸν ἰατρόν, Ἰησοῦν Σαῖς πρεσβείαις, ἐξιλεοῦσα ὑπὲρ τῶν τιμώντων Σε, καὶ ὕμνον τὸν ἀγγελικόν, ἐκβοώντων Σοι· χαῖρε πανάμωμε.

Διάσωσον, τοὺς σοὺς ἱκέτας Ἀπόστολε θεῖε Σίλα, ἀπὸ πάσης ἀνάγκης ψυχῆς τε καὶ σώματος, καὶ πρέσβευε διὰ παντός, ὑπὲρ ἡμῶν τῷ Δεσπότῃ.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Πυρωθεὶς τῷ πυρὶ θείου Πνεύματος, ὥσπερ γίγας τὸν κόσμον διέδραμες, μάκαρ Σίλα, πλάνης λαοὺς πολλοὺς ἐξαγαγών· διὸ ῥῦσαι καὶ ἡμᾶς, προσπίπτοντάς σοι ἐκ ψυχῆς, ἐκ παγίδων ἀλάστορος. Δίδου Χριστοῦ ἀγάπην, φλέξον παθῶν ἀκάνθας, καὶ Βασιλείαν
οὐρανῶν, ταῖς εὐχαῖς σου πᾶσι χάρισαι.


Προκείμενον:
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος
αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Στ.: Οι οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλει τὸ στερέωμα.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ματθαῖον (θ΄ 37-38, ι΄ 5-9)

Εἶπεν ὁ Κύριος τοῖς μαθηταῖς αὐτοῦ· Ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι. Δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ, ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ. Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς, παραγγείλας αὐτοῖς λέγων· Εἰς ὁδὸν ἐθνῶν μὴ
ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.  Πορευόμενοι δὲ κηρύσσετε λέγοντες, ὅτι· Ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε. Δωρεὰν ἐλάβετε, δωρεὰν δότε.

Δόξα:
Ταῖς τοῦ Ἀποστόλου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν:
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.


Στ.:Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Σίλα θεοδόξαστε, Ἁγίου Πνεύματος θρόνε, πᾶσαν γῆν ἐφώτισας, σωτηρίοις λόγοις σου καὶ συνήρμοσας, τῷ Χριστῷ ἄριστα, τοὺς ἐν σκότει ὄντας, καὶ υἱοὺς φωτὸς καὶ χάριτος, τούτους ἀνέδειξας· ὅθεν καὶ ἡμᾶς νῦν ἀξίωσον, ἐν τῷ φωτὶ πορεύεσθαι, τοῦ Εὐαγγελίου
καὶ ἄξια, κλήσεως Κυρίου, ἐργάζεσθαι τὰ ἔργα καὶ παντός κινδύνου ῥῦσαι τοὺς ὅσοι σου, δέονται ἐκ πίστεως.


ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Λιμὸν λόγου Κυρίου ἀποδίωκε Σίλα ἐκ τῶν τιμώντων σε, πλουσίως διατρέφων, ἡμᾶς σεπταῖς εὐχαῖς σου, ὅπως Λόγῳ ἑνούμενοι, ἐν οὐρανίῳ Σιών, ζήσωμεν εἰς αἰῶνας.

Ἀποστόλων με ζήλῳ, καταπλούτισον Σίλα θεομακάριστε, καὶ τῆς Χριστοῦ ἀγάπης· δι’ ὧν σὺ πεπλησμένος, οἰκουμένην διέδραμες, καὶ ὥσπερ σάλπιγξ λαμπρῶς, ἤχησας σωτηρίαν.

Πεδηθεὶς ἑκουσίως ἁμαρτίαις ποικίλαις Σίλα μακάριε, βοῶ σοι· θραῦσον πέδας, καθάπερ ἐν Φιλίπποις, σοῦ τὰς πέδας  κατέθραυσεν, ἐν φυλακῇ ὁ Χριστός, ὄντος μετὰ τοῦ Παύλου.

Θεοτοκίον.
Ὁρμαθὸν τῶν παθῶν μου, Θεοτόκε Παρθένε, ταχὺ ἀφάνισον, ἡ ἀπαθῶς τὸν Λόγον, κυήσασα ἐν χρόνῳ, καὶ τοῖς πάθεσι σώσαντα, ἅπαν τὸ γένος ἡμῶν, ἀπὸ παθῶν ἀτίμων.


ᾨδὴ η΄. Τὸν Βασιλέα.
Σίλα ὡς δῶρον, τὴν προσευχήν μοι παράσχου, καὶ ὑπνοῦντι καὶ ἐξεγειρομένῳ, ὅπως ἰσαγγέλως, τὸν Κύριον δοξάζω.

Τρῶσον ψυχήν μου, Σίλα τῷ πόθῳ Κυρίου, ἐκδιώκων ἀγάπην τὴν τοῦ κόσμου, ἵνα διανύσω, ὁδὸν Εὐαγγελίου.

Ὅλον τὸν νοῦν μου, καθυπόταξον Σίλα, τοῦ Δεσπότου θελήματι τῷ θείῳ, λογισμοὺς ἀκαίρους, καθαίρων καὶ ἐννοίας.

Θεοτοκίον.
Λάμπρυνων Μῆτερ, ἠσβολωμένην ψυχήν μου, ἡ τεκοῦσα τὸ Φῶς παντὸς τοῦ κόσμου, καὶ ἀξίωσόν με, φωτὸς τοῦ Παραδείσου.


ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὁ Πνεύματι Ἁγίῳ, πάθη θεραπεύων, ψυχῆς καὶ σώματος Σίλα μακάριε, τοὺς αἰτουμένους σε πόθῳ, ταχὺ θεράπευσον.

Ὑπὲρ τῆς Ἐκκλησίας, Σίλα ἐκδυσώπει, τὸν Ἰησοῦν ὑπὲρ Οὗ ἄθλους ἤνεγκας, ἵνα αὐτὴν ἐν εἰρήνῃ, φυλάττῃ πάντοτε.

Σίλα ἀξίωσόν με, θείου Παραδείσου, τὸν προσκυνοῦντα ἁγίαν εἰκόνα σου, καὶ σὲ προβάλλοντα πρέσβυν, πρὸς τὸν φιλάνθρωπον.

Θεοτοκίον.
Ἀνάνηψον ψυχήν μου, ἐκ βαθέος ὕπνου, τῆς ἀμελείας καὶ δεῖξον μετάνοιαν, τὴν Θεοτόκον καὶ Σίλαν μεσίτας ἔχουσα.


Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν  Θεοτόκον, τήν  ἀειμακάριστον  καί  παναμώμητον,  καί  μητέρα  τοῦ  Θεοῦ  ἡμῶν.  Τήν  τιμιωτέραν  τῶν  Χερουβείμ,  καί  ἐνδοξοτέραν,  ἀσυγκρίτως  τῶν  Σεραφείμ, τήν  ἀδιαφθόρως  Θεόν  Λόγον  τεκοῦσαν, τήν  ὄντως  Θεοτόκον,  Σέ  μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις εὐσεβείας θεῖος πυρσός, Ἀπόστολε Σίλα, καὶ τῆς Χάριτος θησαυρός· χαίροις τῆς Ἑλλάδος, ὁ θεῖος ἀντιλήπτωρ, ἣν φύλαττε καὶ φρούρει, πάντοτε Ἅγιε.

Χαίροις Σίλα σάλπιγξ τοῦ Ἰησοῦ, ἡ ἐκ σκότους πλάνης, ἀναστήσασα τοὺς λαούς, καὶ υἱοὺς ἡμέρας, αὐτοὺς ἐναποδείξας, θείῳ κηρύγματί σου, καὶ βίῳ λάμποντι.

Γέγονας συνέκδημος ἱερός, Σίλα θείου Παύλου, μεθ’ οὗ ἔδραμες ὡς φωστήρ, πᾶσαν οἰκουμένην, συνάπτων τῷ Κυρίῳ, καὶ νῦν τοὺς σὲ τιμῶντας, σκέπεις πρεσβείαις σου.

Τοὺς προσερχομένους τῷ σῷ ναῷ, Σίλα χριστοφόρε, δεῖξον οἴκους τοῦ Ἰησοῦ, πάθη θεραπεύων, ψυχῶν τε καὶ σωμάτων, Πνεύματι τῷ Ἁγίῳ, Οὗ πλήρης γέγονας.

Σκέπε ταῖς ἁγίαις σου προσευχαῖς, Ἐκκλησίας Σίλα, ἐν αἷς ἔδρασας θαυμαστῶς, τὴν Ἀντιοχείας, Φιλίππων τε Βεῤῥοίας, κλεινῆς Θεσσαλονίκης, Κορίνθου πόλεως.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.


Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

Εἶτα τά παρόντα Τροπάρια.
Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς....Δόξα....Κύριε, ἐλέησον ἡμᾶς....Καὶ νῦν... Θεοτοκίον.Τῆς εὐσπλαγχνίας τὴν πύλην....

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν το ἑξῆς  Τροπάριον.

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Σίλα, Θεοῦ Λόγου μαθητά, κήρυξ τῆς Χριστοῦ Βασιλείας, Παύλου ὁμόψυχε, τοὺς πιστῶς προστρέχοντας, τῷ ἱερῷ σου ναῷ,  νοσημάτων ἀπάλλαξον, καὶ Πνεύματος δεῖξον, θεῖα οἰκητήρια, κεκαθαρμένους παθῶν· ὅπως, ἐν ἐσχάτῃ ἡμέρᾳ, τύχωμεν ἐλέους Κυρίου, καὶ Αὐτοῦ κατίδωμεν τὸ πρόσωπον.

Δέσποινα πρόσδεξαι,  τάς  δεήσεις  τῶν  δούλων  Σου,  καί  λύτρωσαι  ἡμᾶς,  ἀπό  πάσης  ἀνάγκης  καί  θλίψεως.

Τήν  πᾶσαν  ἐλπίδα  μου,  εἰς  Σέ  ἀνατίθημι, Μῆτερ  τοῦ  Θεοῦ, φύλαξόν με  ὑπό  τήν σκέπην  Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.


_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης