Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1311
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον εν Αγίοις Πατέρα ημών Γρηγόριον τον Θεολόγον Empty Παρακλητικός Κανών εις τον εν Αγίοις Πατέρα ημών Γρηγόριον τον Θεολόγον

Την / Το Σαβ Ιουν 15, 2019 12:36 pm
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Παρακλητικός Κανών εις τον εν Αγίοις Πατέρα ημών Γρηγόριον τον Θεολόγον

Ποίημα Γερασίμου Μοναχού Μικραγιαννανίτου
Παρακλητικός Κανών εις τον εν Αγίοις Πατέρα ημών Γρηγόριον τον Θεολόγον Grigor10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, είσάκουσον της προσευχής μου, ένώτισαι την δέησίν μου έν τη άληθεία σου, είσάκουσον μου έν τη δικαιοσύνη σου. Και μή είσέλθης είς κρίσιν μετά τοϋ δούλου σου, ότι ού δικαιωθήσεται ενώπιον σου πας ζών. Ότι κατεδίωξεν ό εχθρός την ψυχήν μου έταπείνωσεν είς γήν τήν ζωήν μου. Έκάθισέ με έν σκοτεινοΐς, ώς νεκρούς αίώνος, και ήκηδίασεν έπ’ εμέ τό πνεύμα μου, έν έμοι έταράχθη ή καρδία μου. Έμνήσθην ήμερων άρχαίων, έμελέτησα έν πάσι τοις έργοις σου, έν ποιήμασι των χειρών σου έμελέτων. Διεπέτασα πρός σε τάς χείράς μου ή ψυχή μου ώς γη άνυδρός σοι. Ταχύ είσάκουσόν μου, Κύριε, έξέλιπε τό πνεΰμά μου. Μή άποστρέψης τό πρόσωπόν σου άπ’ έμοΰ, και όμοιωθήσομαι τοΐς καταβαίνουσιν είς λάκκον. Άκουστόν ποίησόν μοι τό πρωΐ τό έλεός σου, ότι έπΐ σοι ήλπισα. Γνώρισόν μοι, Κύριε, όδόν εν ή πορεύσομαι, ότι πρός σέ ήρα την ψυχήν μου. Έξελοΰ με έκ των εχθρών μου Κύριε, πρός σέ κατέφυγον δίδαξόν με τοΰ ποιεΐν τό θέλημά σου, ότι σύ εί ό Θεός μου. Τό Πνεΰμά σου τό άγαθόν οδηγήσει με έν γή ευθεία ενεκεν τοΰ ονόματος σου, Κύριε, ζήσεις με. Έν τή δικαιοσύνη σου, έξάξεις έκ θλίψεως την ψυχήν μου. Καί έν τω έλέει σου έξολοθρεύσεις τούς έχθρούς μου. Και άπολεΐς πάντας τούς θλίβοντας την ψυχήν μου, ότι έγώ δοΰλός σού εΐμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

εἶτα τά Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ σταυρῷ.

Ως Ιεράρχης και σοφός θεηγόρος, προς τον Σωτήρα παρρησίαν μεγίστην, πεπλουτηκώς Γρηγόριε πατήρ ημών, πρέσβευε εκάστοτε, από πάσης ανάγκης, και παντοίων θλίψεων, και δεινών νοσημάτων, απολυτρούσθαι πάντας τους πιστώς, τω ιερώ σου λειψάνω προστρέχοντας.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Σαίς Γρηγόριε λιταίς με σώζε. Γερασίμου

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Σοφίας εκφάντωρ της θεϊκής Γρηγόριε Πάτερ, σοφιστείας του πονηρού, και πάσης εκλύτρωσε μανίας, τους ευλαβώς προσιόντας τη σκέπη σου.

Ακοίμητον σχούσά σε αρωγόν, Καρβάλης η κώμη, εγκαυχάται τη ση σορώ˙ ήν σώζε Γρηγόριε παμμάκαρ, εκ πολυτρόπων κινδύνων και θλίψεων.

Ιλέω σο όμματι ευμενώς, επίβλεψον Πάτερ, επί πάντας τους ευλαβώς, τη θεία σορώ σου προσιόντας, και πάσιν δίδου ημίν τα αιτήματα.

Θεοτοκίον.
Σαρκός μου τας νόσους και της ψυχής, θεράπευσον Κόρη, τη θερμή σου επισκοπή, και δίδου ισχύν μοι του βαδίζειν, Παρθενομήτορ οδόν την σωτήριον.


ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Γρηγορείν εν τοις τρίβοις, των εντολών Άγιε, κα καλώς ανύτειν τον βίον, φόβω τω κρείττονι, ημάς ενίσχυσον, τους σε προστάτην πλουτούντας, και μεσίτην μέγιστον, προς τον Φιλάνθρωπον.

Ρωστική σου πρεσβεία την των παθών ίασιν, και των πειρασμών Θεολόγε, την απολύτρωσιν, δίδου εκάστοτε, τοις προσιούσιν εν πίστει, άγιε Γρηγόριε, τω θείω σκήνει σου.

Η αγία σορός σου, ως θησαυρός άγιος, πρόκειται Γρηγόριε Πάτερ, καθαγιάζουσα, Αγίω Πνεύματι, τους εν Καρβάλη οικούντας, άπασιν κηρύττοντας, την θείαν χάριν σου.

Θεοτοκίον.
Γεννηθείς απορρήτως, ο του παντός αίτιος, εκ των σων αχράντων αιμάτων, δι’ αγαθότητα, κόσμον διέσωσε, και σωτηρίας σε πύλην, Θεοτόκε, έδειξεν˙ όθεν υμνούμεν σε.


Διάσωσον Αρχιερέα Γρηγόριε Θεολόγε, πάσης βλάβης και πειρασμών τε και θλίψεων, τους καταφεύγοντας Πάτερ τη ση πρεσβεία.

Επίβλεψον εν ευμενεία πανύμνητε Θεοτόκε επί την εμήν χαλεπήν του σώματος κάκωσιν, και ίασαι της ψυχής μου το άλγος.


Αίτησις και το κάθισμα.
΄Ήχος β’. Πρεσβεία θερμή.

Προστάτης θερμός, και πρέσβυς προς τον Κύριον, υπάρχων ημών, Γρηγόριε πολύσοφε, δια παντός ικέτευε, των εν βίω δεινών περιστάσεων, και επηρείας πάσης του εχθρού, ατρώτους ημάς διαφυλάττεσθαι.


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ο ναός σου Γρηγόριε, ως λιμήν αχείμαστος πάσιν πρόκειται, ως προστρέχοντας ρυόμεθα, των τρικυμιών του βίου πάντοτε.

Ρώσιν δίδου και ίασιν, την κατά ψυχήν και σώμα Γρηγόριε, και πταισμάτων την συγχώρησιν, τοις εν τη ση πρεσβεία Πάτερ σπεύδουσι.

Ιλαστήριον δείκνυται, τη επισκιάσει της θείας χάριτος, η σορός η του λειψάνου σου, πάσιν Πάτερ νέμουσα τα κρείττονα.

Θεοτοκίον.
Εκ γαστρός σου ανέτειλε, της δικαιοσύνης Κόρη ο Ήλιος, ου αι αίγλαι καταλάμπρυνον, την εσκοτισμένην μου διάνοιαν.


ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Λύτρωσαι ημάς, Θεολόγε ιερώτατε, των εν βίω χαλεπών δυσχερειών, και ειρήνην ημίν δίδου και ομόνοιαν.

Ίδε συμπαθώς, τους τω θείω Πάτερ οίκω σου, καταφεύγοντας Γρηγόριε σοφέ,  και παράσχου τούτοις πάσιν τα αιτήματα.

Ταύτην την πιστώς προσκειμένην κώμην Άγιε, τη θερμή σου αντιλήψει και θερμή, επευλόγει αοράτω επισκέψει σου.

Θεοτοκίον.
Άχραντε Αγνή, Θεοτόκε Αειπάρθενε, προστασία των πιστών Χριστιανών, μη ελλείπης προστατεύειν ημών πάντοτε.


ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ισχύν μεν, κατά παθών ολεθρίων, και δεινών επινοιών του Βελίαρ, δίδου ημίν ω Γρηγόριε Πάτερ, ειρηνικήν δε ζωήν και ανώλεθρον, πεπληρωμένην αγαθών, τοις πλουτούσιν προστάτιν σε μέγιστον.

Σωμάτων, τας χαλεπάς ασθενείας, τη θερμή σου προς Θεόν ικεσία, και των ψυχών τας οδύνας και πόνους, παύσον Γρηγόριε Πάτερ δεόμεθα, των προσιόντων ευλαβώς, τω σεπτώ και αγίω λειψάνω σου.

Μη παύση, ως συμπαθής Θεολόγε, εφορών και ευλογών καθ’ εκάστην, απ’ ουρανού νοερά επισκέψει, και κυβερνών την ζωήν αυτών άγιε, ευλαβώς, ανυμνούντων τα σα προτερήματα.

Θεοτοκίον.
Εκ σάλου, αμαρτιών και κινδύνων, προς λιμένα μετανοίας αγίας, και προς γαλήνην Αγνή σωτηρίας, τον χειμαζόμενον δούλον σου ίθυνον, Θεογεννήτορ  Μαριάμ, προστασία ημών και βοήθεια.


Διάσωσον Αρχιερέα Γρηγόριε Θεολόγε, πάσης βλάβης και πειρασμών τε και θλίψεων, τους καταφεύγοντας Πάτερ τη ση πρεσβεία.

Άχραντε, η δια λόγου τον Λόγον ανερμηνεύτως επ’ εσχάτων των ημερών τεκούσα δυσώπησον, ως έχουσα μητρικήν παρρησίαν.


Αίτησις και το κοντάκιον.
΄Ήχος β’. Τοῖς τῶν αἱμάτων σου.

Ως Θεολόγος και μέγας διδάσκαλος, της Εκκλησίας Γρηγόριε πάνσοφε, μεγάλων κινδύνων και θλίψεων, τη ση μεγίστη πρεσβεία διάσωζε, ημάς τους εν πίστει τιμώντας σε.


Προκείμενον.
Το στόμα μου λαλήσει σοφίαν και η μελέτη της καρδίας μου σύνεσιν.
Στίχ. Ακούσατε ταύτα πάντα τα έθνη…
Ευαγγέλιον.
Εκ του κατά Ιωάνννην. (ι’ 9-16)

Είπεν ο Κύριος˙ εγώ ειμί η θύρα˙ δι’ εμού εάν τις εισέλθη, σωθήσεται, και εισελεύσεται και εξελεύσεται, και νομήν ευρήσει. Ο κλέπτης ουκ έρχεται ει μη ίνα κλέψη και θύση και απολέση˙ εγώ ήλθον ίνα ζωήν έχωσι και περισσόν έχωσιν. Εγώ ειμί ο ποιμήν ο καλός. Ο ποιμήν ο καλός την ψυχήν αυτού τίθησιν υπέρ των προβάτων. Ο μισθωτός δε και ουκ ών ποιμήν, ου ουκ εισί τα
πρόβατα ίδια, θεωρεί τον λύκον ερχόμενον και αφίησι τα πρόβατα και φεύγει˙ και ο λύκος αρπάζει αυτά και σκορπίζει τα πρόβατα. Ο δε μισθωτός φεύγει, ότι μισθωτός εστί και ου μέλει αυτώ περί των προβάτων. Εγώ ειμί ο ποιμήν ο καλός, και γινώσκω τα εμά και γινώσκομαι υπό των εμών. Καθώς γινώσκει με ο πατήρ καγώ γινώσκω τον πατέρα, και την ψυχήν μου τίθημι υπέρ των προβάτων. Και άλλα πρόβατα έχω, ά ουκ έστιν εκ της αυλής ταύτης˙ κακείνα με δει αγαγείν, και της φωνής μου ακούσουσι, και γενήσεται μία ποίμνη, εις ποιμήν.

Δόξα
Ταις του Ιεράρχου πρεσβείαις ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Και νυν
Ταις της Θεοτόκου πρεσβείαις ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.


Στ. Ἐλέησόν με, ὁ Θεὸς...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Γλώσσαν θεορρήμονα, πεπλουτηκώς Ιεράρχα, επιπνοία κρείττονι, Θεολόγος ένθεος εχρημάτισας. Όθεν νυν άγιε, ως μεγίστην έχων, παρρησίαν προς τον Κύριον, ημάς απάλλατε, πάσης δυσχερείας και θλίψεως, και πόνων και κακώσεων, και οδυνηρών περιστάσεων, πάσαν ευπραγίαν παρέχων και χαράν την αληθή, και πολιτείαν ακίβδηλον, πάνσοφε Γρηγόριε.


ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Σωτηρίαν εξαίτει, και παθών θεραπείαν ψυχής και σώματος, ειρήνην εν τω βίω, και άφεσιν πταισμάτων, Θεολόγε Γρηγόριε, τοις προσιούσιν πιστώς, τω ιερώ ναώ σου.

Ως προστάτην σε θείον, αντιλήπτορα μέγαν και γέρας ένθεον, Καρβάλη μακαρίζει, Γρηγόριε, παμμάκαρ, ην περίεπε πάντοτε, εξ επηρείας εχθρών, και πάσης ασθενείας.

Ζηλωτάς θείων έργων, ως ζωής εναρέτου μέγας διδάσκαλος, ανάδειξον παμμάκαρ, ημάς τους σους ικέτας, και απέχειν ενίσχυσον, εξ ακαθάρτων παθών, και πάσης αμαρτίας.

Θεοτοκίον.
Εκ ζωής ακαθάρτου, και πικράς συνηθείας˙ Κόρη με λύτρωσαι, και δίδου τη  ψυχή μου τον φόβον του Κυρίου, όπως ζήσω Θεόνυμφε, εν μετανοία θερμή, τω τέλει καν του βίου.


ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γέρας σε Πάτερ, κώμη Καρβάλης κατέχει˙ ένθεν γάνυται τω θείω λειψάνω, και την σην κηρύττει βοήθειαν και χάριν.

Εκ των σκανδάλων, των εν βίω ατρώτους ημάς φύλαττε Γρηγόριε τρισμάκαρ, και πταισμάτων λύσιν, ημίν εξαίτει Πάτερ.

Ράβδω αγία, των πρεσβειών σου θεόφρον, καθοδήγησον προς τρίβον σωτηρίας, τους υμνολογούντας, ως θείον σε ποιμένα.

Θεοτοκίον.
Ανερμηνεύτως, τον Ζωοδότην τεκούσα Κόρη σώσον πλουσία χάριτί σου, την νενεκρωμένην, ψυχήν μου αμαρτίαις.


Ωδή θ’. Κυρίως Θεοτόκον.
Σοφία των σων λόγων, σόφισον τον νουν μου, ίνα σοφώς του εχθρού τα σοφίσματα, Πάτερ παρέλθω και δόξης τύχω της κρείττονος.

Ιλύος αμαρτίας, και στενοχωρίας, και αρρωστίας απάσης και θλίψεως, ημάς ατρώτους διάσωζε Πάτερ Όσιε.

Μονάς τας ουρανίους, νυν περιπολεύων, τους τω αγίω ναώ σου προστρέχοντας, αεί ευλόγει Γρηγόριε παμμακάριστε.

Ο μέγας Ιεράρχης, Γρηγόριε Πάτερ, δίδου καμοί τω αχρείω ικέτη σου, φως ουρανόθεν και χάριν και θείον έλεος.

Θεοτοκίον.
Υμνούμεν Θεοτόκε, τα σα μεγαλεία˙ ότι Θεόν μετά σώματος τέξασα, την ευλογίαν πηγάζεις τοις σε δοξάζουσι.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις ο ουράνιος θείος νους, και θεολογίας, θεηγόρος μυσταγωγός˙ χαίροις Παρακλήτου, το όργανον το μέγα, Γρηγόριε παμμάκαρ αξιοθαύμαστε.

Την σοφίαν Πάτερ από ψυχής, θερμώς αγαπήσας, επτερώθης προς ουρανόν, και των απορρήτων, την μύησιν εδέξω, ως αρετών δοχείον, θείε Γρηγόριε.

Χαίροις, των Πατέρων η καλλονή, και της εκκλησίας Ιεράρχης θεοειδής˙ χαίροις ευσεβείας ο ρήτωρ ο πυρίπνους, και της Τριάδος μύστης, Πάτερ Γρηγόριε.

Πάντας τους προστρέχοντας ευλαβώς, τω σεπτώ ναώ σου, ρύου πάσης επιφοράς, και εν τω βίω δεινών πειρατηρίων, τη ση θερμή πρεσβεία Πάτερ Γρηγόριε.

Σκέπε ως μερίδα σου εκλεκτήν, ταύτην σου την κώμην, από πάσης επιβουλής και τοις προσφοιτώσιν, τω ιερώ ναώ σου Γρηγόριε παράσχου, την ευλογίαν σου.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἁγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθήναι ἡμᾶς.


Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντας τους προστρέχοντας πιστώς, Πάτερ τη αγία σορώ σου και εξαιτούντας θερμώς, άγιε, Γρηγόριε, την σην βοήθειαν, πάσης ρύσαι κακώσεως, και ασθενημάτων, και ποικίλων θλίψεων, και περιστάσεων, όπως ως θερμόν ημών ρύστην, και προς τον Χριστόν σε μεσίτην, μέλπωμεν αεί και μακαρίζωμεν.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.


Δίστιχον.
Γρηγόριε γρήγορσιν θείαν μοι δίδου
Γερασίμω σπεύδοντι τη αρωγή σου.

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης