Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1731
https://www.proseyxi.com

Χαιρετισμοί εις την Υπεραγίαν Θεοτόκον του Καζάν Empty Χαιρετισμοί εις την Υπεραγίαν Θεοτόκον του Καζάν

Την / Το Τετ Ιουν 19, 2019 8:47 am
Χαιρετισμοί εις την Υπεραγίαν Θεοτόκον του Καζάν

Ποίημα Αντωνίου Μάρκου, Καθηγητού Αγιολογίας
Χαιρετισμοί εις την Υπεραγίαν Θεοτόκον του Καζάν Kazan10

Χαῖρε, τῶν Ὀρθοδόξων λαῶν ἡ προστάτις·
χαῖρε,  ἡ ἐν τῇ Κρίσει τῶν ψυχῶν παραστάτις.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.

Βαρβαρικήν ἐπιδρομήν, Κόρη, κατέστειλας, τῇ ἐπελθούσῃ εἰς Ῥωσίαν ἀπό Δύσεως, διά τῆς χάριτος Εἰκόνος Σου τῆς ἁγίας, τῆς τοῦ Καζάν, ἥν οἱ πιστοί πρόμαχον ἔχομεν· ὅθεν Σοί αἶνον χαριστήριον προσάδομεν, τῇ Μητρί ἡμῶν, Ἥ ἡμᾶς διεφύλαξεν.

Ἄνασσα τῶν Ἀγγέλων ἐνυπάρχουσα Κόρη (ἐκ γ΄), τοῖς τῇ τοῦ Καζάν Εἰκόνι Σου τῇ θείᾳ προσπίπτουσι, ἄνοιξον τήν θύραν ἐφ’ ἡμᾶς τοῦ ἐλέους Σου, ὡς τοῦ ἀνάρχου Πατρός Νύμφη ἡ ἀκήρατος, Υἱοῦ ἡ Μήτηρ ἡ πάναγνος καί Πνεύματος Ἁγίου τό σεπτόν οἰκητήριον, ἵνα βοῶμεν Σοι

Χαῖρε, τῆς τοῦ Θεοῦ εὐσπλαχνίας ἡ ἄβυσσος·
χαῖρε,  τῆς ἁμαρτωλῶν σωτηρίας ἡ πρόξενος.
Χαῖρε, Παναγία τῶν Ἁγίων μεγίστη·
χαῖρε,  Ἀγγέλων καί Δικαίων καλλίστη.
Χαῖρε, ἀκένωτε κρήνη οὐρανίων ἀγαθῶν·
χαῖρε,  χρυσότευκτε πύλη Βασιλείας Οὐρανῶν.
Χαῖρε, τῆς ὄντως Καλῆς Ἐλπίδος ἀκρωτήριον·
χαῖρε,  τοῦ Πνεύματος, Κόρη, σεπτόν οἰκητήριον.
Χαῖρε, ἡ ἐνσώματος Σιών ἡ Ἁγία·
χαῖρε,  τῶν παρ’ ἀνθρώποις ἀγαθῶν ἡ αἰτία.
Χαῖρε, μητέρων ὡραιότης καί ἀγλάϊσμα·
χαῖρε,  παρθένων πρώτυπόν τε καί ὡράϊσμα.

Χαῖρε Ὀρθοδόξων ἡ πρόμαχος.

Βρέφος ταῖς Σαῖς ὠλέναις βαστάσασα, Κόρη, τόν ἐν χερσί βαστάζοντα κόσμον, Υἱόν Σου καί Κύριον, Αὐτοῦ ἐν ταῖς ἀγκάλαις καί ἡμᾶς διατήρησον, τούς ἐν μετανοίᾳ ἀγωνιζομένους διαπλεύσαι πέλαγος τό τοῦ βίου καί Αὐτῷ προσφωνοῦντας τό·

Ἀλληλούϊα.

Γάμου οὗσα ἀμύητος, Μῆτερ, Πνεύματος θείου ἐπελεύσει καί Πατρός προανάρχου εὐδοκίᾳ, τόν συνάναρχον ἀπεκύησας Λόγον, παρ’ Οὗ μήτηρ καί ἡμῶν τῶν ἁμαρτωλῶν ἐδόθης, καλύπτουσα  διά τοῦ ἐκ Καζάν Σοῦ ἐκτυπώματος, τοῦ θείου καί πανσέπτου, ἱλαροῦ τε καί εὐώδους, πάντας τούς Σοί ἐκθύμως ψάλλοντας·

Χαῖρε, τῶν Ὀρθοδόξων λαῶν ἡ προστάτις·
χαῖρε,  ἡ ἐν τῇ Κρίσει τῶν ψυχῶν παραστάτις.
Χαῖρε, τοῦ σύμπαντος κόσμου τό καταφύγιον·
χαῖρε,  τῶν οἰκτιρμῶν τό τερπνόν ἱλαστήριον.
Χαῖρε, θερμή μεσίτις πρός τόν ἐκλάμψαντα ἐκ Σοῦ·
χαῖρε   Ὁδηγήτρια, Κυρίῳ ὁδηγοῦσα τούς βροτούς.
Χαῖρε, τῆς ἐν Χριστῷ ἀγαθότητος πέλαγος·
χαῖρε,  ἐλαία κατάφορτος μητρικῆς ἱλαρότητος.
Χαῖρε, ἡ σκέπη τῆς Ἐκκλησίας, ἡ πάνυ ὁλόφωτος·
χαῖρε,  ὁ χαριτοφύτευτος λειμὼν καί χαριτόβλαστος.
Χαῖρε, τόν Πρύτανιν τῆς εὐσπλαχνίας ἡ τέξασα·
χαῖρε,  τούς στεφάνους τῶν Μαρτύρων ἡ πλέξασα.

Χαῖρε Ὀρθοδόξων ἡ πρόμαχος.

Δρόσου τῆς οὐρανίου πηγή ἡ ἀκένωτος, λυχνία Φωτός τοῦ μόνου ἡ ἔμψυχος, λαμπάδιον τὸ θεῖον βαστάσασαν Χριστὸν τὸν Κύριον, Παρθενομῆτορ Πανάμωμε, Σὺ πρὸς θείας τρίβους ἡμᾶς ὁδήγησον καί δός ἡμῖν ᾆσαι τῷ Υἱῷ Σου λιγυρῶς τὸν ὕμνον·

Ἀλληλούϊα.

Ἔφερες τὸ πῦρ τῆς θεότητος, ὥσπερ ἡ Βάτος, ἐν μήτρᾳ ἀφλέκτως· ὅθεν ἔλυσας Εὔας τήν  ὀφειλὴν τῷ θείῳ τόκῳ Σου, ἡμᾶς δέ εἰσήγαγες εἰς τήν τῶν οὐρανῶν Βασιλείαν, τό τραῦμα τῆς παραβάσεως θεραπεύσασα· διό Σε τὴν Παρθένον ὑμνοῦμεν, ἀσμένως ἐκφωνοῦντες·

Χαῖρε, κρήνη συμπαθείας ἡ γλυκύῤῥοος·
χαῖρε,  νεφέλη τῶν χαρίτων ἡ ἔμψυχος.
Χαῖρε, ἡ πρός ἀρετήν ἀσφαλῶς ὁδηγοῦσα·
χαῖρε,  ἡ ἐν πελάγει τῶν δεινῶν ναυκρατοῦσα.
Χαῖρε, τῆς Ἐκκλησίας τό σεπτόν ἁγίασμα·
χαῖρε,  τῆς Πολιτείας τό ἀῤῥαγές στήριγμα.
Χαῖρε, τῶν Ὀρθοδόξων πιστῶν ἱλαστήριον·
χαῖρε,  τῶν καμνόντων τό μέγα προσφύγιον.
Χαῖρε, πιστῶν ἡγήτειρα καὶ Ὁδηγήτρια πρὸς Θεόν·
χαῖρε,  οὐράνιε κλῖμαξ, ἡ ἄγουσα πρός οὐρανόν.
Χαῖρε, τερπνή ἀναψυχή ἡ ἀκένωτος·
χαῖρε,  βρύσις συμπαθείας ἡ ἀείῤῥοος.

Χαῖρε Ὀρθοδόξων ἡ πρόμαχος.

Ζήδωρον, Ἁγνή, ὕδωρ δός τῇ ψυχῇ ἡμῶν, φωτίζουσα νοός τά ὄμματα, παύουσα κλύδωνα τόν ἐπιγιγνόμενον ἐκ τῆς τῶν δαιμόνων ὀχλήσεως καὶ εἰς ὁδὸν κατευθύνουσα τῶν τοῦ Υἱοῦ Σου θελημάτων, ὅπως πίστει Αὐτῷ ἀναβοῶμεν·

Ἀλληλούϊα.

Ἥλιος ὁ μόνος ἠῤάσθη Σε τήν ἀμόλυντον, Δέσποινα, καὶ κατενυμφεύσατο ἀῤῥήτῳ λόγῳ, εἰς ἀναζῴωσιν τῆς τενθηκυῖας ἡμῶν φύσεως· ὅθεν ἐκ πόθου Σε εὐφημοῦντες πίστει καὶ γεραίροντες, θεϊκῆς ὡς αἰτίαν μεθέξεως, πίστει Σοι ψάλλομεν·

Χαῖρε, μυστηρίων ἀποκάλυψις θείων·
χαῖρε   Ζωοδόχος Πηγή, ἀγαθῶν οὐρανίων.
Χαῖρε, τῆς οὐρανίου τραπέζης λυχνία ἡ ἑπτάφωτος·
χαῖρε,  χρυσότευκτε κιβωτέ τοῦ νοητοῦ ἁγιάσματος.
Χαῖρε, ἀείῤῥυτε κρήνη θαυμάτων τῶν ξένων·
χαῖρε,  ζωῆς ποταμέ καί ἐλέους, ὁ μένων.
Χαῖρε, θρόνε ἐπιρμένε τοῦ Βασιλέως Χριστοῦ·
χαῖρε,  ἑλαιόβρυτε λαμπάς τῆς ἐλπίδος Αὐτοῦ.
Χαῖρε, βάτε ἄφλεκτε τοῦ ζωαρχικοῦ πυρός·
χαῖρε,  νεφέλη πολύῤῥυτε καί ζωῆς ὁ ποταμός.
Χαῖρε, χρυσαυγίζουσα ἀρετῶν λυχνία·
χαῖρε,  ἀδιάβατος θάλασσα γλυκεῖα.

Χαῖρε Ὀρθοδόξων ἡ πρόμαχος.

Θεῖος θησαυρὸς πάσης ἁγνείας καὶ σκήνωμα παρθενίας θεοχάρακτον ὤφθης Θεονύμφευτε, κρίνον εὐωδέστατον τοῦ Φυτουργοῦ τῆς κτίσεως καὶ θεῖον τέμενος· διό Σε τὴν Παρθένον ὑμνοῦντες, τῷ Σῷ Υἱῷ καί Θεῷ ἀνακράζομεν·

Ἀλληλούϊα.

Ἴσον τῷ Πατρί τε καὶ τῷ Πνεύματι, Λόγον ἐκύησας, τὸν ἐν δυσὶν, Ἀγαθή, οὐσίαις ὑπάρξαντα, ἐν μιᾷ δέ ὑποστάσει Ὑπερύμνητε, εὐλογημένη Δέσποινα, βροτῶν ἡ σωτηρία· διό οἱ σεσωσμένοι μετά χαρᾶς εὐλογοῦμεν Σε, ἀπό ψυχῆς ἀναμέλποντες·

Χαῖρε  ὁ θεῖος τόμος, ἐν ᾧ ὁ Λόγος ἐγράφη·
χαῖρε,  ἡ γεννήσασα τάφον, ἐν ᾧ βελίαρ ἐτάφη.
Χαῖρε, νεφέλη γλυκυτάτη σωτηρίαν ὀμβροῦσα·
χαῖρε,  λαούς Ὀρθοδόξους Σῇ δυνάμει φρουροῦσα.
Χαῖρε, οἱ φλεγομένους τῇ ἁμαρτίᾳ δροσίζουσα·
χαῖρε,  οἱ τρυχομένους τῇ κακίᾳ ἐξαίρουσα.
Χαῖρε, τῶν Ἀθλοφόρων τό ἐν σταδίῳ κραταίωμα·
χαῖρε,  τῶν ἐν κινδύνοις τῶν ἐν βίῳ διάσωσμα.
Χαῖρε, τῶν Ὁσίων Πατέρων τό σεμνολόγημα·
χαῖρε,  τῶν Δικαίων Μητέρων τό ἐντρύφημα.
Χαῖρε, Ἐκκλησίας διάδημα τό τίμιον·
χαῖρε,  Ῥωσίας Ἁγίας ἆσμα τό ἐπινίκιον.

Χαῖρε Ὀρθοδόξων ἡ πρόμαχος.

Κυρία, ἡ ἐκ Καζάν προστασία ἡμῶν καὶ περιποίησις, πάντων τό διάσωσμα καὶ καταφυγή, δέχου τὸ ψέλλισμα ὃ πίστει προσφέρομέν Σοι καὶ πόθῳ Δέσποινα, ἀντιδιδοῦσα ἡμῖν χαρὰν τὴν αἰώνιον καὶ ζωὴν  ἀνώλεθρον, τοῖς υἱοπρεπῶς ἐκβοῶσι·  

Ἀλληλούϊα.

Λαός παρθένων ὀπίσω Σου, ὅμιλος θεῖος καί ἅγιος, ὡς Ἀνάσσῃ ἐφέπεται· ὁ τόκος Σου γάρ παρθενίᾳ συνῆπτε, Ἀμίαντε, καί γάμον ἡγίασε, πλήν παρθενίαν προέκρινε· διό Σοί τῷ ἐμψύχῳ ναῷ τοῦ Ἀχωρήτου, φθεγγόμεθα μετά δέους·

Χαῖρε, τό τῶν ψυχῶν νοερόν ἱλαστήριον·
χαῖρε,  τοῦ Παραδείσου ἄνθος τό θεομύριστον.
Χαῖρε, συμπαθείας τό παμμέγιστον τέμενος·
χαῖρε,  τῶν ἰαμάτων φρέαρ τό ἀκένωτον.
Χαῖρε, ἐλέους Κυρίου πέλαγος τό ἀχανές·
χαῖρε,  Πνεύματος Ἁγίου χάριτος ὁ προβολεύς.
Χαῖρε, ἀρετῶν παντοίων κατοικητήριον·
χαῖρε,  Παραδείσου θυρῶν ἀνοικτήριον.
Χαῖρε, πυρσέ αὐγάζων πιστῶν τά συστήματα·
χαῖρε,  φανέ φωτίζων καρδίας σκιρτήματα.
Χαῖρε, ἐργαστήριον τῆς τῶν φύσεων ἑνώσεως·
χαῖρε,  ταμεῖον τῆς τοῦ Λόγου σαρκώσεως.

Χαῖρε Ὀρθοδόξων ἡ πρόμαχος.

Μόνην καθαράν ἐκ πασῶν γυναικῶν εὑρών Σε ὁ Πλαστουργὸς, ἀνέπλασεν ἡμᾶς ἐν Σοί οἰκήσας καί ἔμψυχον Αὐτοῦ κιβωτόν Σε ἀνέδειξεν, Ἄρτον Αὐτόν τῆς Ζωῆς χωρήσασαν, καί ναόν Αὐτοῦ ἔμψυχον· διό   ἀκούεις παρ’ ἡμῶν εὐγνωμόνως·

Ἀλληλούϊα.

Νεφέλη στυλοειδής ἐνυπάρχουσα Κόρη, τήν ὁδόν τήν παντάπικρον τοῦδε βίου φωτίζεις, ὡς πάλαι ὁ Υἱός Σου τόν Ἰσραήλ ἐν ἐρήμῳ· διό Σοί, τῇ τοῦ ἀδύτου Φωτός φωτοφόρῳ νεφέλῃ καί τῶν πεπλανημένων πρός Θεόν ἐπανακλήσει, ἐκφωνοῦμεν τοιαῦτα·

Χαῖρε, ἡ τῶν ψυχῶν πρός Θεόν ὁδηγία·
χαῖρε,  ἡ τοῖς πιστοῖς ἀγαθῶν χορηγία.
Χαῖρε, πυρίμορφον ὄχημα τοῦ Δεσπότου τῆς κτίσεως·
χαῖρε,  Ὀρθοδόξους φρουροῦσα ἀπό κινδύνων ἐκ Δύσεως.
Χαῖρε  Ἄμωμε, Θεοδόξαστε, βροτῶν ὁδηγήτρια·
χαῖρε   Κόρη, πρός Θεόν ἁμαρτανόντων μεσίτρια.
Χαῖρε, ἡ πρὸ Τόκου καὶ ἐν Τόκῳ καὶ μετὰ Τόκον Παρθένος·
χαῖρε,  ἡ τόν ἁπάντων Δεσπότην σωματώσασα ξένως.
Χαῖρε, ἡ τοῦ παντὸς Βασιλίς καί Κυρία·
χαῖρε,  ἡ Ὀρθοδόξων πιστῶν θυμηδία.
Χαῖρε, ἐστία καὶ ταμειοῦχε θεαρχικῶν ἀγαθῶν·
χαῖρε,  κλῖμαξ ἡ ἀνάγουσα εἰς Βασιλείαν οὐρανῶν.

Χαῖρε Ὀρθοδόξων ἡ πρόμαχος.

Ξένως ἐκ τῶν ἁγνῶν Σου αἱμάτων προῆλθε μετὰ σώματος, Ἁγνὴ, ἀποῤῥήτως, ὁ ἐκ Πατρός πρὸ αἰώνων ἐκλάμψας· καὶ τῆς κατάρας ἡμᾶς ἐλυτρώσατο, δι’ ἀγαθότητα πολλήν, Θεοτόκε, ἡμῶν τό ἀκατάσειστον ἔρεισμα, τῶν ἀναφωνούντων·

Ἀλληλούϊα.

Ὅλον τόν πεπτωκότα ἀνείληφεν ἀῤῥεύστως, ἀτρέπτως καὶ ἀσυγχύτως καθ’ ὑπόστασιν, Λόγος ὁ παντέλειος· ὅλον ἐθέωσε, τῇ συναφείᾳ Δέσποινα, τῇ κρείττονι. Διὸ Σέ τήν Παρθένον, ὡς τῆς χαρᾶς ἡμῶν καί σωτηρίας αἰτίαν, χαιρετίζομεν λέγοντες·  

Χαῖρε  Μῆτερ, φιλόπαις Παναγία·
χαῖρε   Κόρη, ἧς ἡ σκηνή οὐρανία.
Χαῖρε, ἡ ὀμβρίζουσα εἰς ψυχῶν περιποίησιν·
χαῖρε,  ἡ καταργοῦσα ἀντικειμένου τήν οἴησιν.
Χαῖρε, ὑδατόῤῥυτε καί ζωοπάροχε νεφέλη·
χαῖρε,  ἡ Ὑμνογράφων εὐλογοῦσα τά μέλη.
Χαῖρε, ἡ οὐρανίων Ταγμάτων ὑπερέχουσα·
χαῖρε,  ἡ τά σκῆπτρα τῶν Ὀρθοδόξων κρατύνουσα.
Χαῖρε, ἡ ὑετίζουσα Νάμα τό ἤδιστον·
χαῖρε,  ἡ προχέουσα Οἶνον τόν κράτιστον.
Χαῖρε, ἡ τοῦ Λόγου ἀδιάβατος θάλασσα·
χαῖρε   Ἀειπάρθενε, τῶν Ἀγγέλων ἡ Ἄνασσα.

Χαῖρε Ὀρθοδόξων ἡ πρόμαχος.

Πολλαῖς προσβολαῖς ἁμαρτημάτων κλονούμενοι, Σοι πρὸς τὴν ἀκλόνητον Σκέπην προσφεύγομεν· στήριξον τοὺς δούλους Σου· κατὰ παθῶν ἡμᾶς ἐνίσχυσον· καὶ ἐξ ἐθνῶν ἐπιδρομῆς καί δηώσεως  φύλαξον, ὡς Ῥώσοις ποτέ· ἵνα Κυρίῳ ψάλλωμεν·

Ἀλληλούϊα.

Ῥητορεύσεις προφητόφθεγκτοι πεπλήρωνται, ἐν Σοὶ Θεόνυμφε· τὸν γὰρ Κοσμήτορα Σύ τοῦ κόσμου γεννήσασα, πάντας ἐκόσμησας· τόν ἀχώρητον δέ Θεόν ἐν γαστρί χωρήσασα,  ἐπήγασας ἡμῖν νέκταρ γλυκύ καί χρυσόῤῥειθρον· διό Σοί λέγομεν ταῦτα·

Χαῖρε, λαμπὰς χρυσαυγής τοῦ τῆς δόξης Ἡλίου·
χαῖρε,  ἀδαμαντίνη πυξίς Μύρου τοῦ οὐρανίου.
Χαῖρε, τοῦ Παραδείσου εὐῶδες λευκάνθεμον·
χαῖρε,  Λυχνία ἑπτάφωτε ἀΰλων ἐλλάμψεων.
Χαῖρε, ἐλέους κρήνη καί ἀγάπης ἀείῤῥυτε·
χαῖρε,  χείμαῤῥε θαυμάτων καί σημείων ἀκένωτε.
Χαῖρε, Ὁσίων περίβλεπτον Γυναικῶν ἐγκαλλώπισμα·
χαῖρε,  Ἀββάδων ἐρήμου ἐν εὐφροσύνῃ τό ψέλισμα.
Χαῖρε, Πατέρων γραφίδος τό ἐν Πνεύματι κίνημα·
χαῖρε,  Μαρτύρων Ἁγίων ἐν σταδίῳ τό καύχημα.
Χαῖρε, παραμύθιον τῶν θλιβομένων ἁπάντων·
χαῖρε,  τῶν Ῥητόρων τό ἀντικείμενον λόγων.

Χαῖρε Ὀρθοδόξων ἡ πρόμαχος.

Στῆσον τῶν παθῶν ἡμῶν τὸν σάλον Πανάμωμε· παῦσον σκιρτήματα τὰ τῆς σαρκός ἡμῶν· τὸν νοῦν ἡμῶν ἐδραίωσον πρὸς θεωρίαν ἄϋλον καὶ λογισμῶν ὁρμάς τὰς ἀτάκτους τρέψον πρὸς ἀπάθειαν· ἵνα τῷ Υἱῷ Σου ψάλλωμεν·

Ἀλληλούϊα.

Τὴν σάρκα λαβών ἐξ αἱμάτων Σου ὁ Κτίστης καὶ Κύριος, ἐκ Σοῦ ἐν χρόνῳ κόσμῳ ἐτέχθη ὡς ἄνθρωπος, μὴ ὑποστὰς τροπήν· καὶ διέσωσε, Παρθενομῆτορ Δέσποινα, τοὺς ὑμνοῦντάς Σε, ὡς Παραδείσου κάλλος καί παρθενίας τέμενος καί βοῶσι Σοι·

Χαῖρε, τῆς οὐρανίου Βασιλείας ἡ εἴσοδος·
χαῖρε,  ἐκ τῶν βασάνων τοῦ βίου ἡ ἔξοδος.
Χαῖρε, τῶν ἀποῤῥήτων μυστηρίων ἡ φανέρωσις·
χαῖρε,  τῶν τοῦ Χριστοῦ προφητειῶν ἡ ἐκπλήρωσις.
Χαῖρε, ἡ τῶν ἀΰλων Οὐσιῶν ὑπερέχουσα·
χαῖρε,  ἡ τῶν Ἀγγέλων τάς τάξεις λαμπρύνουσα.
Χαῖρε, τοῦ ἀδύτου Φωτός ἡ Μήτηρ·
χαῖρε,  τῆς Ἄννης τῆς ἁγίας ἡ θυγάτηρ.
Χαῖρε, τό τοῦ ἐλέους χρυσότευκτον δοχεῖον·
χαῖρε,  τό τῶν ἀπείρων οἰκτιρμῶν πυξίον.
Χαῖρε, θυμιατήριον χρυσοῦν ἄνθρακος τοῦ θείου·
χαῖρε   πάνσεπτε κυνερνῆτα, τῶν ἐν θαλάσσῃ τοῦ βίου.

Χαῖρε Ὀρθοδόξων ἡ πρόμαχος.

Ὑπερίπταται τὸ ξένον τῆς λοχείας Σου πᾶσαν διάνοιαν· σωματικῶς γὰρ γραφείς ὁ φύσει Ἀπρόσιτος καὶ Ἀπερίγραπτος, καθυπέγραψε βίβλῳ ζωῆς τοὺς δούλους Σου·  ὅθεν Σοί, τῷ τοῦ Ἀχωρήτου ἐμψύχῳ ναῷ, ἀπό ψυχῆς προσάδομεν·

Ἀλληλούϊα.

Φύσεως φοιτήσας ὁ τεχνίτης, ἐξ ὄρους τῆς ἀνυμφεύτου Θεομήτορος, βρέφους ὑπομάζιον χερσὶ καθορᾶται νῦν, ταῖς μητρικαῖς φερόμενον, καὶ πάντας καλεῖ, Μητέρα τὴν Αὐτοῦ ἀνυμνῆσαι καὶ βοῆσαι Αὐτῇ, ὡς μόνῃ Θεοτόκῳ·

Χαῖρε, κρῖνον καί νάρδον καὶ κύπειρον, Κόρη·
χαῖρε,  κάλαμε, κιννάμωμον καί ἴον, Παρθένε.
Χαῖρε, στεῤῥὸν τεῖχος καὶ προπύργιον ἰσχύος·  
χαῖρε,  ἡ καθαίρουσα τῆς ἁμαρτημάτων ἰλύος.
Χαῖρε, ὑδατόῤῥυτε κρατήρ καί ζωοπάροχε νεφέλη·
χαῖρε,  τῆς Τριάδος εἰς δόξαν μελωδοῦσα τά μέλη.
Χαῖρε, γνώσεως Θεοῦ ἡ στεῤῥωτάτη ἀντίληψις·
χαῖρε,  ἀρετῆς τῶν χαρίτων ἡ ἐν Πνεύματι ἄνθησις.
Χαῖρε, Λόγου γεώργιον πεφραγμένον τοῖς κρίνοις·
χαῖρε,  χρυσότευκτος πηγή οὐρανίου γαλήνης.
Χαῖρε, ἡ ὑετίζουσα τῆς ἄνω ζωῆς νᾶμα τὸ ἥδιστον·
χαῖρε,  ἡ χορηγοῦσα πιστοῖς, ἰσχύν τήν παγκράτιστον.

Χαῖρε Ὀρθοδόξων ἡ πρόμαχος.

Χαῖρε σκέπη ἀκλινής τῶν Ὀρθοδόξων καὶ τεῖχος τῶν εὐσεβῶν, Θεομακάριστε· ἐν τῇ τῶν πτερύγων Σου σκιᾷ σκέπασον ἡμᾶς καὶ βέλη ἔκτρεψον τοῦ πολεμήτορος, ἰοῦ θανατηφόρου τὰ πλήρη, φωνήν τὴν χαρμόσυνον ἵνα μέλπωμεν·  

Ἀλληλούϊα.

Ψάλλομεν εὐχαρίστως Σοί αἶνον Θεοτόκε, ὅτι εἰρήνην ἀνέτειλας ἐν Ῥωσίᾳ, τούς ἐχθρούς καταστείλας τῇ δυνάμει Σου, Κόρη· αὐτὴν οὖν τῷ Υἱῷ Σου  ἱκέτευσον δοθῆναι καὶ ἡμῖν, ὅτι οἱ θλίβοντες ἡμᾶς ἀνηλεῶς νυνὶ ἐπληθύνθησαν· ἵνα Σοί προσφωνῶμεν·

Χαῖρε, θερμὴ ὁδηγία καὶ γλυκεῖα ἀπόλαυσις·
χαῖρε,  τῆς ἐρήμου τοῦ βίου ἀσφαλής διάβασις.
Χαῖρε, ἡ ἀνθηφόρος ῥάβδος καὶ θεόφυτος·
χαῖρε,  ἡ γλυκεῖα Παρθένος καί θεοπόθητος.
Χαῖρε, ὁ ἀχειρόπλοκος νυμφὼν τῆς δόξης Κυρίου·
χαῖρε,  ὁ ἀσφαλής ὁδοδείκτης πορείας τῆς οὐρανίου.
Χαῖρε, θεϊκῆς οἰκονομίας ταμεῖον·
χαῖρε,  παρθενίας καί ἀγνοίας μνημεῖον.
Χαῖρε, Θεοῦ ἡ ἄνω Πόλις ἡ ἄσειστος·
χαῖρε,  δι’ ἧς κατηργήθη ὁ παγκάκιστος.
Χαῖρε  ὄρος ἀλατόμητον, ἀποστάζον εὐφροσύνην·
χαῖρε,  ἀέναος χαρά, ἡ βραβεύουσα γαλήνην.

Χαῖρε Ὀρθοδόξων ἡ πρόμαχος.

Ὡς τοῦ Θεοῦ Σε Μητέρα ὁμοφρόνως δοξάζομεν καὶ τῶν ποιημάτων ὑπερτέραν Πάναγνε· (ἐκ γ΄) ἐν Σοὶ γὰρ κατάκριμα τὸ τοῦ Ἀδὰμ ἠφάνισται.  Δεξαμένη οὖν τὴν νῦν προσφοράν, τούς Σὲ ὑμνοῦντας πόθῳ καθαγίασον, τούς  ἄδοντας τόν ὕμνον·

Ἀλληλούϊα.

Στίχοι.
Ψέλλισμα, Κόρη, τοῦ δούλου Σου δέχου,
ὅ Σοί προσφέρει χείλεσι ἀναξίοις·
γαλήνην δέ δίδου αὐτῷ ἐν παρόντι βίῳ,  
μετά δέ τήν λήξιν ἔλεος μόνον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς  ἐρήμου  πολίτης.
Τῇ  σεπτῇ Σου  Εἰκόνι  τῇ  τοῦ  Καζάν  νῦν  προσπίπτομεν, κλίνοντες  τό  γόνυ, Παρθένε, τῆς  ψυχῆς  καί  τοῦ  σώματος· δεόμενοι ἀντιλήψεως, Ἁγνή, πρεσβείαις  πρός  Υἱόν  Σου  καί  λιταῖς· ἵνα  τύχωμεν, Παρθένε,  τῆς  παρ’ Αὐτοῦ,  πλημελημάτων  ἀφέσεως.  Δόξα  τοῖς  μεγαλείοις  Σου,  Σεμνή,  δόξα  τοῖς  θαυμασίοις  Σου, δόξα ὑπερβαλόντως, Κόρη, τῇ  δυναστείᾳ  Σου.




Πηγή

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης