Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1436
https://www.proseyxi.com

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον του Καζάν Empty Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον του Καζάν

Την / Το Τετ Ιουν 19, 2019 8:48 am
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον του Καζάν

Ποίημα Αντωνίου Μάρκου, Καθηγητού Αγιολογίας
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον του Καζάν Kazan10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, είσάκουσον της προσευχής μου, ένώτισαι την δέησίν μου έν τη άληθεία σου, είσάκουσον μου έν τη δικαιοσύνη σου. Και μή είσέλθης είς κρίσιν μετά τοϋ δούλου σου, ότι ού δικαιωθήσεται ενώπιον σου πας ζών. Ότι κατεδίωξεν ό εχθρός την ψυχήν μου έταπείνωσεν είς γήν τήν ζωήν μου. Έκάθισέ με έν σκοτεινοΐς, ώς νεκρούς αίώνος, και ήκηδίασεν έπ’ εμέ τό πνεύμα μου, έν έμοι έταράχθη ή καρδία μου. Έμνήσθην ήμερων άρχαίων, έμελέτησα έν πάσι τοις έργοις σου, έν ποιήμασι των χειρών σου έμελέτων. Διεπέτασα πρός σε τάς χείράς μου ή ψυχή μου ώς γη άνυδρός σοι. Ταχύ είσάκουσόν μου, Κύριε, έξέλιπε τό πνεΰμά μου. Μή άποστρέψης τό πρόσωπόν σου άπ’ έμοΰ, και όμοιωθήσομαι τοΐς καταβαίνουσιν είς λάκκον. Άκουστόν ποίησόν μοι τό πρωΐ τό έλεός σου, ότι έπΐ σοι ήλπισα. Γνώρισόν μοι, Κύριε, όδόν εν ή πορεύσομαι, ότι πρός σέ ήρα την ψυχήν μου. Έξελοΰ με έκ των εχθρών μου Κύριε, πρός σέ κατέφυγον δίδαξόν με τοΰ ποιεΐν τό θέλημά σου, ότι σύ εί ό Θεός μου. Τό Πνεΰμά σου τό άγαθόν οδηγήσει με έν γή ευθεία ενεκεν τοΰ ονόματος σου, Κύριε, ζήσεις με. Έν τή δικαιοσύνη σου, έξάξεις έκ θλίψεως την ψυχήν μου. Καί έν τω έλέει σου έξολοθρεύσεις τούς έχθρούς μου. Και άπολεΐς πάντας τούς θλίβοντας την ψυχήν μου, ότι έγώ δοΰλός σού εΐμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά Τροπάρια.

Ἦχος  δ΄. Ὁ  ὑψωθείς  ἐν  τῷ  Σταυρῷ.

Τῇ  τοῦ  Καζάν  τῆς  Θεοτόκου  Εἰκόνι, οἱ  ἐν  κινδύνοις, ἀλγηδόσι  καί  πόνοις,  ὑπάρχοντες, προσπίπτομεν  ἐν  πίστει  πολλῇ· Δέσποινα  βοήθησον,  ἐκβοῶντες  ἐν  τάχει, τόν  ζυγόν  τῆς  θλίψεως,  ἀφ’ ἡμῶν  ἀραμένη· Σέ  γάρ  μητέρα  ὁμολογοῦμεν, Ἀγαθή, καί  τῇ  Σῇ  σκέπῃ,  ὡς  νήπια  σπεύδομεν.

Δόξα. Τό αὐτό. Καί  νῦν. Ὅμοιον.
Τῇ  Θεοτόκῳ  ὡς  μητρί  ἐκβοῶμεν, οἱ  τυραννούμενοι  ἐχθροῦ  δυναστείᾳ, τῇ θεϊκῇ  Σου  σκέπασον  ἀγάπῃ  ἡμᾶς· σπεῦσον, Κόρη, ῥύσασθαι,  τῶν  τοῦ  Βελίαρ  παγίδων,  καί  τῆς  καταθλίψεως,  καί  τῆς δαιμόνων  μανίας· Σή γάρ  ὑπάρχει ἡ  Εἰκών  ἡ  τοῦ  Καζάν, ἡμῶν  προστάτις, σκέπη τε  καί  ἀντίληψις.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Ὁ Κανών, οὗ  ἡ  ἀκροστιχίς·
ΕΙΚΟΝΙ Τῌ ΤΟΥ ΚΑΖΑΝ ΠΡΟΣΠΙΠΤΩ. ΑΝΤΩΝΙΟΣ.

ᾨδή α΄. Ἦχος  πλ. δ΄. Ὑγράν διοδεύσας.

Εἰκόνι  Σου  τῇ  θείᾳ, τῇ  τοῦ  Καζάν, προσπίπτομεν, Κόρη, Θεοπόθητε  Μαριάμ· καί  δι’ αὐτῆς  Σοί  τάς  ἱκεσίας, ὡς  εἰς  μητέρα  προσφέρομεν, Δέσποινα.

Ἰδεῖν  τοῦ  Υἱοῦ  Σου  τήν  φοβεράν,  ἡμέραν, Παρθένε, καταξίωσον  Σαῖς  λιταῖς·  καί  Τοῦτον  ὄμματι  συμπαθείας, Σαῖς  ἱκεσίαις  κατάστησον  βλέποντα.

Κυρία  Παρθένε  τό  τῆς  ἐμῆς,  ψυχῆς  δεινόν  ἄλγος,  καί  τόν  πόνον  καί  τήν  φθοράν  ἀπέλασον  καί  τήν  ἁμαρτίαν,  τήν  ταῦτα  πάντα  ἐμοί  προκαλέσασαν.

Ὁδόν  μετανοίας  καί  ἐπιστροφῆς,  βαδίζοντα, Κόρη, εὕροιμι  θάνατος  Σαῖς  λιταῖς· Σοῦ  δέομαι  καί  πρός  τόν  Υἱόν  Σου, Σύ  μέ  ὁδήγησον,  ὡς  Ὁδηγήτρια.


ᾨδή γ΄. Οὐρανίας  ἁψίδος.
Ναῷ, Παρθένε, τεμένει,  τῷ  ἐν  Καζάν  Σοί  ὑπάρχοντι, ἐν  ᾧ  ἡ  Σή  Εἰκών ἡ  ἁγία,  ἀποθησαύρισται, πλήθη  προσφεύγουσιν,  τῶν  Ὀρθοδόξων, κακεῖσε,  τήν  δέησιν  προσφέρουσι, Σοί  τῇ  Μητρί  ἡμῶν.

Ἴδε, Κόρη  Ἁγία, τούς  τῇ  Εἰκόνι  Σου  σπεύδοντας,  καί  δεινοῦ  ἄλγους  καί  λύπης,  ἡμᾶς  ἀπάλλαξον, τούς  τῇ  Σῇ  χάριτι,  γονυκλινῶς  αἰτουμένους,  πρόφθασον, ἀπάλλαξον, ἡμᾶς  πρεσβείαις  Σου.

Τῆς  μορφῆς  Σου  τῆς  θείας,  τῆς  ἐν  Καζάν  τῷ  ἐκτυπώματι, σπεύδομεν  οἱ  ἐν  θλίψεσι  πάντες,  καί  ἐν  βασάνοις  ὑπάρχοντες· αὐτῷ  γάρ  δέδοκας,  πλουσίαν  τήν  Σήν  χάριν, ἥν  ἡμῖν  ἐπόμβρισον, Ἁγία  Δέσποινα.

Ἡμεῖς  πάντες, Παρθένε, τῇ  μεσιτείᾳ  Σου  σπεύδομεν, αἰτούμενοι  τυχεῖν  βοηθείας,  καί  ἀντιλήψεως· ἆρον τό  βάρος  ἡμῶν,  ἀπό  ψυχῆς, Θεοτόκε, ἵνα  ἀνυμνοῦμεν  Σε, θεία  Καζάνσκαγια.


Διάσωσον, τούς  Σοί  προσπίπτοντας, Μητροπάρθενε  Κόρη·  εἰκόνι Σου γάρ  τῇ  σεπτῇ,  ἐπισκιάζει  ἀφθόνως  ἡ  Σή  χάρις.

Ἐπίβλεψον,  ἐν  εὐμενείᾳ, Πανύμνητε  Θεοτόκε, ἐπί  τήν  ἐμήν  χαλεπήν  τοῦ  σώματος  κάκωσιν,  καί  ἴασαι,  τῆς  ψυχῆς  μου  τό  ἄλγος.


Κάθισμα. Ἦχος β΄. Τά  ἄνω  ζητῶν.
Καζάν  τῇ  σεπτῇ,  Εἰκόνι  νῦν  προσπίπτομεν, οἱ  ἐν  πόνοις  ψυχῆς,  καί  θλίψεσι  ὑπάρχοντες·  καί  δι’ αὐτῆς  αἰτούμεθα,  τῆς  Θεοτόκου  τό  ἄμετρον  ἔλεος,  καί  τήν  ταχεῖαν  Ταύτης  συνδρομήν,  καί  τήν  βεβαίαν  Αὐτῆς  ἀντίληψιν.


ᾨδή δ΄. Εἰσακήκοα  Κύριε.
Τῆς  Ῥωσίας  προστάτιδα, Ὀρθοδόξων  πάντων  τήν  ἀντιλήπτορα,  καί  τήν  κόσμου  χαρᾶς  πρόξενον, Παναγία  Σέ  κηρύττομεν.

Ὅλος  ἐν  βορβόρῳ  νῦν, τόν  τῆς  ἁμαρτίας, ὡς  κύων  εὕροιμι,  καί  ἐκεῖσε  κυλιώμενος, τοῦ  ἐλέους  Σου  τυγχάνω  ἀνεπίδεκτος.

Ὕμνον  καί  τήν  δέησιν,  τήν  πρός  Σέ, Παρθένε, μή  ὑπερίδης  μου, ἀλλά  σπεῦσον  ὡς  φιλόστοργος,  Ἄνασσα,  καί  ἐλέησον  τόν  κάμνοντα.

Καζάν  τῷ  ἐκτυπώματι,  τῆς  Παρθένου,  πάντες  τά  νῦν  προσπίπτομεν,  οἱ  ἐν  θλίψεσι,  αἰτούμενοι,  ἄλγους  ψυχικοῦ  τήν  ἀπολύτρωσιν.


ᾨδή ε΄. Φώτισον  ἡμᾶς.
Ἄνοιξον ἡμῖν, Παραδείσου  θύρας  Κύριε, ταῖς  πρεσβείαις  τῆς  Ἀχράντου  Σου  Μητρός, ὅτι  Ταύτην  Σοί  προβάλλομεν  μεσήτριαν.

Ζῆλον  θερμουργόν,  ὑπέρ  Πίστεως  τῆς  Σῆς  ἐπόμβρισον, Σῆς  Μητρός  ἐπικαμπτόμενος  Χριστέ, μεσιτείᾳ  καί  πρεσβείᾳ  καί δεήσεσι.

Ἆρον  τό  βαρύ,  τῆς  ψυχῆς  ἄλγος  Φιλάνθρωπε, τῆς  Μητρός  Σου  ἐπικαπτόμενος Σωτήρ,  τῇ  πρεσβείᾳ, ὅτι  Αὐτῇ  νῦν  καταφεύγομεν.

Νεῦσον  πρός  ἡμᾶς,  φιλανθρώπως πᾶσι,  Κύριε, μεσιτείᾳ  τῆς  Πανάγνου  καί  λιταῖς· τῇ  ἐν  Καζάν  γάρ  Αὐτῆς  εἰκόνι  νῦν  προσπίπτομεν.


ᾨδή  στ΄. Τήν  δέησιν ἐκχεῶ.
Παντοίων  με,  πόνων  ψυχῆς  ἀπάλλαξον,  καί  κακώσεων, τραυμάτων  τε, Παρθένε· τῇ  τοῦ  Καζάν  γάρ  τῇ  Εἰκόνι  προσπίπτων, τήν  παρά  Σοῦ  αἰτοῦμαι  βοήθειαν·  καί  Σέ  θαυμάτων  τήν  πηγήν,  ὁμολογῶ  καί  κηρύττω, Πανύμνητε.  

Ῥωσίας  τε,  καί  Ὀρθοδόξων  ἁπάντων, τά  Σά  θαυμάσια  κηρύττουσι  προστάτην·  καί  τριχομένων  κακίαις  παντοίαις,  καί  ὀχλουμένων  Βελίαρ  προσκρούσεσι·  καί  πάντων  τῶν  ἐν  συμφοραῖς, μόνη  βοήθεια  πέλεις, Θεόνυμφε.  

Ὅρμησον,  τήν  ψυχήν  μου, Παρθένε, εἰς  λιμένα  ἀσφαλῆ  σωτηρίας,  ταῖς  Σαῖς  θερμαῖς  πρός  Θεόν  ἱκεσίαις,  καί  τῇ  πρεσβείᾳ  Σου  τήρησον  ἄτρωτον·  καί  ἐπί  πέτραν  ἀσφαλῆ,  τῆς  πρός  Υἱόν  Σου  πίστεως, Ἄχραντε.

Συμπνίγομαι,  ταῖς  τοῦ  βίου  πάθεσι, τοῖς  ἀκαθάρτοις, ἅ  μολύνουσι, Μῆτερ,  τήν ἐν ἐμοί τοῦ Κυρίου  εἰκόνα, ἀλλά  Σοῦ  δέομαι, Κόρη, ἀποκάθαρον,  ταῖς  δάκρυσι  καί  στεναγμοῖς, ἅ  δώρησαί  μοι, Μαρία  Καζάνσκαγια.


Διάσωσον, τούς  Σοί  προσπίπτοντας, Μητροπάρθενε Κόρη·  εἰκόνι  Σου γάρ  τῇ  σεπτῇ,  ἐπισκιάζει  ἀφθόνως  ἡ  Σή χάρις.

Ἄχραντε, ἡ  διά  λόγου  τόν  Λόγον  ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν  τεκοῦσα, δυσώπησον, ὡς  ἔχουσα  μητρικήν  παρρησίαν.


Κοντάκιον. Ἦχος γ΄. Τήν  ὡραιότητα. Ποίημα Γεωργίου Ἀποστολάκη, τοῦ ἀπό Δικαστῶν.
Σεπτήν  Εἰκόνα  Σου, Ῥωσίας  καύχημα, τιμῶμεν, Δέσποινα, καί  ἀναμέλπομεν,  ὠδάς  καί  ὕμνους, Ἀγαθή, πρεσβείας  Σου  ἐξαιτοῦντες· πᾶσι  γάρ θαυμάσια, ἐκτελεῖ  Σόν  ἐκτύπωμα, προσαγορευόμενον,  παρά  Ῥώσων  Καζάνσκαγια·  καί  νῦν  ὑπέρ  ἡμῶν  ἐκδυσώπει,  τόν  Υἱόν  Σου Πανάχραντε.

Προκείμενον. Μνησθήσομαι  τοῦ  ὀνόματός  Σου  ἐν  πάσῃ  γενεᾷ  καί  γενεᾷ.
Στ. Ἄκουσον,  Θύγατερ,  καί  ἴδε  καί  κλῖνον  τό  οὗς  Σου  καί  ἐπιλάθου  τοῦ  λαοῦ  Σου  καί  τοῦ  οἴκου  τοῦ  πατρός  Σου  καί  ἐπιθυμήσει  ὁ  Βασιλεύς  τοῦ  κάλλους  Σου.
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. α΄ 39-49, 56).

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς την Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξί καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός καὶ ἅγιον τὸ ὄνομά Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα. Ταῖς τῆς Παναχράντου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.


Προσόμοιον. Ἦχος  πλ. β΄. Ὅλην  ἀποθέμενοι. Στ. Ἐλέησόν  με,  ὁ Θεός…  
Ὄλβον  ἀναφαίρετον, τήν  θαυμαστήν  Σου  Εἰκόνα,  ἡ  Ῥωσία  ἔχουσα, θείᾳ  εὐδοκίᾳ  Σου, Κόρη  Πάντιμε· ἐν  Καζάν αὕτη   γάρ,  ἀπό  γῆς  ἐφάνη, διά  Ματρώνης  τῆς  παιδίσκης  τε, θείου Ἑρμογένους  τε, καί  ὑπό  Γουρίου  Ἀρχιποίμενος· σώζει  δέ ἐκ  θλίψεων, τούς  ἐν  πίστει  ταύτῃ  προστρέχοντας. Ὅθεν  πάντας  σκέπε,  ἡμᾶς  τούς  καταφεύγοντας  πρός  Σε, καί  αἰτουμένους, Πανύμνητε, τήν  Σήν  θείαν  ἀντίληψιν.


ᾨδή ζ΄. Οἱ  ἐκ  τῆς  Ἰουδαίας.
Πατρίδος Ἑλληνίδος, μνήσθητι, Θεοτόκε, ὡς Πόλεως Κωνσταντίνου  ποτέ·  Ὑπέρμαχον  γάρ  ταύτης,  καί  Στρατηγόν  ἐν  πίστει,  Σέ  ἐπιγράφεται  ψάλουσσα· ὁ  τῶν  Πατέρων  ἡμῶν,  Θεός  εὐλογητός  εἶ.

Ἴασαι  τῆς  ψυχῆς  μου,  τόν  πόνον, Παναγία, ἡ  τῆς  Ῥωσίας  προστάτης, Καζάνσκαγια· Σοί  γάρ  προσπίπτω, Κόρη, τῇ  Σῇ  ἐπιστασίᾳ,  καί  γηθοσύνως  κραυγάζω Σοι· ὁ  τῶν  Πατέρων  ἡμῶν,  Θεός  εὐλογητός  εἶ.  

Πῦρ  τό  τῆς  ἁμαρτίας, Παρθένε,  τόν  Σόν  δοῦλον, καταναλίσκει, πλήν  σπεῦσον  ῥυσθῆναι  με· κατάσβεσον  τήν  φλόγαν, εὐχαῖς  πρός  τόν  Υἱόν  Σου, τῷ  εὐγνωμόνως  κραυγάζοντι· ὁ  τῶν  Πατέρων  ἡμῶν,  Θεός  εὐλογητός  εἶ.

Τίμιος ἐναντίον, Κυρίου τῶν Ὁσίων, ἀναδέδεικται  θάνατος, Δέσποινα, Γουρία  τε  Ἑρμογένους·  αὐτούς  γάρ  ἡ  Εἰκών  Σου,  ἡ  τοῦ  Καζάν  ἐπευλόγησε ψάλλοντας· ὁ  τῶν  Πατέρων  ἡμῶν,  Θεός  εὐλογητός  εἶ.


ᾨδή η΄. Τόν  Βασιλέα  τῶν  οὐρανῶν.  
Ὡραιοτάτη,  ἡ  μορφή  Σῆς  Εἰκόνος, ἡ  τοῦ  Καζάν, εὐσυμπάθητε  Κόρη, πρός ἥν τό  γόνυ,  ψυχῆς  κλίνομεν  πάντες.

Ἄνασσα  Κόρη, τῇ  τοῦ  Καζάν  Σῇ  Εἰκόνι,  προσπεσόντες  οἱ πιστοί ἀναβοῶμεν· σπεῦσον, Παρθένε, ἀπάλλαξον  ἐν  τάχει.

Ναῷ  Σου θείῳ, τῷ ἐν Καζάν, Θεοτόκε, χαίρουσα  σπεύδει πληθύς τῶν Ὀρθοδόξων, τυχεῖν συγγνώμης, ἐλέους καί  βοηθείας.

Τῆς  Βασιλείας, Παρθένε, τοῦ  Υἱοῦ  Σου,  τύχοιμεν  πάντες  Ὀρθόδοξοι  ποθοῦμεν, Σῇ  μεσιτείᾳ, δεήσει καί βοηθείᾳ.


ᾨδή θ΄. Κυρίως  Θεοτόκον.
Ὡραῖος  κάλει  πάντων,  ἀνθρώπων  πέλει, Μῆτερ, ὁ  Σός  Υἱός,  πρός  Ὅν  τήν  δέησιν  ἔκχεε, ἵνα  ῥυσθῶμεν  διά  Σοῦ,  κολάσεως  τῆς  γεέννης.  

Νικῆσαι  τοῦ  Βελίαρ,  τάς  μηχανάς, Παρθένε, Σῇ  βοηθείᾳ  ἐλπίζομεν  πάντοτε,  πρός  Σόν  Υἱόν  ταῖς  Σαῖς  λιταῖς, δι’ ὧν  βεβαίως  οἱ  πάντες  σωζόμεθα

Ἴασαι  τῆς ψυχῆς  μου, τό  ἄλγος, Θεοτόκε, ὅτι  συνθλίβει  ἐντό-ως  τόν  δοῦλον  Σου, καί δώρησαί  μοι  τήν  χαράν, ἵνα  ὑμνῶ  Σε,  Παρθένε  Καζάνσκαγια.

Ὄμματι  εὐσπλαχνίας,  βλέψον  ἡμῖν  ἐν  τάχει,  καί  χεῖραν  τοῖς δούλοις  Σου  ἔκτεινον· Σέ  γάρ  μητέρα  ἡμῶν,  κηρύττομεν, Παρθένε.

Σάλον  τόν  τῆς  ψυχῆς  ου,  καί  ἄλγος  καί  ὀδύνην,  ταῖς  Σαῖς  πρεσβείαις κατάστειλον δέομαι· Σοί γάρ προσφεύγω, Παρθένε  Καζάνσκαγια.

Μεγαλυνάρια.
Ἄξιον  ἐστιν ὡς ἀληθῶς, μακαρίζειν  Σε  τήν  Θεοτόκον, τήν  ἀειμακάριστον  καί  παναμώμητον,  καί  μητέρα  τοῦ  Θεοῦ  ἡμῶν.  Τήν  τιμιωτέραν  τῶν  Χερουβείμ,  καί  ἐνδοξοτέραν,  ἀσυγκρίτως  τῶν  Σεραφείμ, τήν  ἀδιαφθόρως,  Θεόν  Λόγον  τεκοῦσαν, τήν  ὄντως  Θεοτόκον,  Σέ  μεγαλύνομεν.

Εἰκόνι  Σου  τῇ  θείᾳ  τῇ  τοῦ  Καζάν,  προσπίπτωμεν, Κόρη, οἱ  ἐν  θλίψεσι  τῆς  ψυχῆς,  καί  ἐν  πολύ  τῷ  πόνῳ τριχόμενοι, Παρθένε, αἰτούμενοι  Σήν  θείαν, ἡμῖν  ἀντίληψιν.

Ῥωσίας  ἁπάσης  τήν  ὁδηγόν, Γένους  Ὀρθοδόξων,  τήν  Ὑπέρμαχον  Στρατηγόν, Καζάν  τήν  Εἰκόνα  τιμῶμεν  εὐγνωμόνως, ὡς  τῆς  Παρ¬θέ¬νου  θεῖον,  λαμπρόν τε ἐκτύπωμα.

Κατάπαυσον  τόν  τάραχον  τῆς  ψυχῆς,  τῶν  δούλων  Σου, Κόρη, Θεοπόθητε  Μαριάμ, καί   δώρησαι  εἰρήνην  Σοῖς  ἱκέταις, ὅπως  μή  παύουν  τοῦ  μεγαλύνειν  Σε.

Βάρος, Παρθένε, ἐν  τῇ  ψυχῇ,  καί  ἄλγος  καί  πόνος  ἐπιπολάζει  νῦν   ἐπ’ ἐμέ· Σύ  ἄρον, Κυρία, ζυγόν  τῆς  ἁμαρτίας, ἧ  ὡς  μέγα τεῖχος  Χριστοῦ χωρίζει  με.

Κατέχοντες, Κόρη, τῆς  Σῆς  μορφῆς, Εἰκόνα  τήν  θείαν, ἀποκειμένην ἐν  τῷ  σεπτῷ,  Ξένης  τῆς Ὁσίας, ἐν Μάνδρᾳ ναϋδρίῳ, προσπίπτωμεν βοῶντες, σπεῦσον Καζάνσκαγια.

Κράζωμεν  εὐγνωμόνως·  χαῖρε  Ἁγνή, ὅτι  εὐαρεστῆσαι,  τῇ  Εἰκόνι  Σου  τοῦ  Καζάν, τῇ  ἀποκειμένῃ  Ξένης  Παρεκκλησίῳ, δοξάζοντες  τήν  θείαν,  οἰκονομίαν  Σου.

Ἕτερον. Ποίημα  Γεωργίου Ἀποστολάκη, τοῦ ἀπό Δικαστῶν.
Χαίροις  ἄνθος  εὔοσμον  τοῦ  Καζάν, πάσης  τε  Ῥωσίας, ἀγαλλίαμα  καί  χαρά· ἡμετέρου  οἴκου,  ἐπίσκεψις  καί  σκέπη, Κυρία  Θεοτόκε, σεπτή  Καζάνσκαγια.

Πᾶσαι  τῶν  Ἀγγέλων  αἱ  στρατιαί, Πρόδρομε  Κυρίου, Ἀποστόλων  ἡ  δωδεκάς, οἱ  Ἅγιοι  Πάντες  μετά  τῆς  Θεοτόκου, ποιήσατε  πρεσβείαν,  εἰς  τό  σωθῆναι  ἡμᾶς.

Τό  Τρισάγιον  καί  τά  Τροπάρια  ταῦτα. Ἦχος  πλ. β΄.
Ἐλέησον  ἡμᾶς, Κύριε,  ἐλέησον  ἡμᾶς· πάσης  γάρ  ἀπολογίας  ἀποροῦντες, ταύτην  Σοι  τήν  ἱκεσίαν, ὡς  Δεσπότῃ, οἱ  ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον  ἡμᾶς.
Δόξα.
Κύριε  ἐλέησον  ἡμᾶς· ἐπί  Σοί  γάρ  πεποίθαμεν. Μή  ὀργισθῆς  ἡμῖν  σφόδρα, μηδέ  μνησθῆς  τῶν  ἀνομιῶν  ἡμῶν. Ἀλλ’ ἐπίβλεψον  καί  νῦν  ὡς  εὔσπλαχνος  καί  λύτρωσαι  ἡμᾶς ἐκ  τῶν  ἐχθρῶν  ἡμῶν. Σύ  γάρ  εἶ  Θεός  ἡμῶν  καί  ἡμεῖς  λαός  Σου, πάντες  ἔργα  χειρῶν  Σου  καί  τό  ὄνομά  Σου  ἐπικεκλήμεθα.
Καί  νῦν.
Τῆς  εὐσπλαχνίας  τήν  πύλην  ἄνοιξον  ἡμῖν, εὐλογημένη  Θεοτόκε, ἐλπίζοντες  εἰς  Σέ  μή  ἀστοχήσομεν, ῥυσθείημεν  διά  Σοῦ  τῶν  περιστάσεων· Σύ  γάρ  ἡ  σωτηρία  τοῦ  γένους  τῶν  Χριστιανῶν.

Ὑπό  τοῦ  Ἱερέως  Ἀπόλυσις. Καί  τῶν  Χριστιανῶν  ἀσπαζομένων  τήν Εἰκόνα   τῆς Ὑπεραγίας Θεοτόκου  καί  χριομένων  δι’ ἁγίου  ἐλαίου, ψάλλονται  τά  παρόντα  Τροπάρια.

Ἦχος β΄. Ὅτε  ἐκ  τοῦ  ξύλου.
Πάντας  τούς  προσπίπτοντας  πιστῶς, τῇ  Σῇ  πανυπερτίμῳ  Εἰκόνι, τῇ  τοῦ  Καζάν, τῇ  σεπτῇ, ῥύου  πάσης  θλίψεως  καί  περιστάσεως· τῶν  παθῶν  δέ  διάλυσον,  τόν  σάλον, Παρθένε, ἅπασι  παρέχουσα  χάριν  σωτήριον· Σύ  γάρ  τῶν Ὀρθοδόξων ὑπάρχεις,  καί  πιστῶν  ἁπάντων  προστάτις, οἷα  θεία Μήτηρ  τοῦ  Παντάνακτος.

Ἕτερα, ὅμοια. Ποιήματα Καθηγητοῦ Ἰωάννου Φουντούλη (+).
Δεῦτε τὴν εἰκόνα τὴν σεπτὴν, τῆς Ἀειπαρθένου Μαρίας, πάντες τιμήσωμεν, ὅτι ὄλβος ἄσυλος ἐκ γῆς ἀνέτειλε, καὶ ὡς κρήνη ἐκβλύζουσα, ὡς ἄνθη εὐώδη, ἰαμάτων χάριτας, πάντων τερπούσας ψυχὰς· ἅπερ, ὡς καρποὺς δρεπομένη, ἀεὶ ἡ Χριστοῦ Ἐκκλησία, Αὐτῆς ἑορτάζει τὴν ἀνάδειξιν.

Ὅτε ὥσπερ ἄστρον φαεινὸν, ἐν  τῇ τοῦ Καζάν κλεινῇ πόλει, ἐκ γῆς ἀνέτειλε, Κόρη Παναμώμητε, εἰκὼν ἡ θεία Σου, τῶν ἰάσεων χάρισι, φωτίζουσα πάντων, ἀνθρώπων  διάνοιαν, τότε συνέῤῥευσαν, πλήθη ἀσθενῶν διαφόρων, πάντων ἐκ Ῥωσίας περάτων, πίστει Σου τὴν χάριν ἀπολαύοντα.

Κλέος ἀναφαίρετον, Ἁγνή, τῶν Ἑλλήνων χώρα καὶ ὄλβον, ἄσυλον κέκτηται, ἱλαρῶς κατέχουσα, μορφὴν τὴν θείαν Σου, ἐξ ἧς καρποὺς τῶν ἰάσεων, ἀεὶ ἀπολαύει, καὶ χαίρεται ἄγουσα λαμπρὰν πανήγυριν· διό ἐπιδρομῆς ἀλλοφύλων,  καὶ τῶν ἀοράτων παντοίας, ἐπιβουλῆς ῥῦσαι καὶ κακώσεως.

Δέσποινα  πρόσδεξαι,  τάς  δεήσεις  τῶν  δούλων  Σου,  καί  λύτρωσαι  ἡμᾶς,  ἀπό  πάσης  ἀνάγκης  καί  θλίψεως.

Τήν  πᾶσαν  ἐλπίδα  μου,  εἰς  Σέ  ἀνατίθημι, Μῆτερ  τοῦ  Θεοῦ, φύλαξόν  με  ὑπό  τήν  σκέπην  Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.



Πηγή

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης