Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1682
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον Όσιο Θεοδόσιο τον Κοινοβιάρχην Empty Παρακλητικός Κανών εις τον Όσιο Θεοδόσιο τον Κοινοβιάρχην

Την / Το Πεμ Ιουν 20, 2019 11:43 am
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Παρακλητικός Κανών εις τον Όσιο Θεοδόσιο τον Κοινοβιάρχην

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Παρακλητικός Κανών εις τον Όσιο Θεοδόσιο τον Κοινοβιάρχην Theodo11

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, είσάκουσον της προσευχής μου, ένώτισαι την δέησίν μου έν τη άληθεία σου, είσάκουσον μου έν τη δικαιοσύνη σου. Και μή είσέλθης είς κρίσιν μετά τοϋ δούλου σου, ότι ού δικαιωθήσεται ενώπιον σου πας ζών. Ότι κατεδίωξεν ό εχθρός την ψυχήν μου έταπείνωσεν είς γήν τήν ζωήν μου. Έκάθισέ με έν σκοτεινοΐς, ώς νεκρούς αίώνος, και ήκηδίασεν έπ’ εμέ τό πνεύμα μου, έν έμοι έταράχθη ή καρδία μου. Έμνήσθην ήμερων άρχαίων, έμελέτησα έν πάσι τοις έργοις σου, έν ποιήμασι των χειρών σου έμελέτων. Διεπέτασα πρός σε τάς χείράς μου ή ψυχή μου ώς γη άνυδρός σοι. Ταχύ είσάκουσόν μου, Κύριε, έξέλιπε τό πνεΰμά μου. Μή άποστρέψης τό πρόσωπόν σου άπ’ έμοΰ, και όμοιωθήσομαι τοΐς καταβαίνουσιν είς λάκκον. Άκουστόν ποίησόν μοι τό πρωΐ τό έλεός σου, ότι έπΐ σοι ήλπισα. Γνώρισόν μοι, Κύριε, όδόν εν ή πορεύσομαι, ότι πρός σέ ήρα την ψυχήν μου. Έξελοΰ με έκ των εχθρών μου Κύριε, πρός σέ κατέφυγον δίδαξόν με τοΰ ποιεΐν τό θέλημά σου, ότι σύ εί ό Θεός μου. Τό Πνεΰμά σου τό άγαθόν οδηγήσει με έν γή ευθεία ενεκεν τοΰ ονόματος σου, Κύριε, ζήσεις με. Έν τή δικαιοσύνη σου, έξάξεις έκ θλίψεως την ψυχήν μου. Καί έν τω έλέει σου έξολοθρεύσεις τούς έχθρούς μου. Και άπολεΐς πάντας τούς θλίβοντας την ψυχήν μου, ότι έγώ δοΰλός σού εΐμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

εἶτα τά Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τοὺς προσπελάζοντας τῇ θείᾳ μονῇ σου, καὶ τὴν θερμήν σου ἀρωγὴν ἐκζητοῦντας, τρισμάκαρ Θεοδόσιε, θαυμάτων πηγή, ῥῦσαι ἐκ τῆς ὄφεως, ἀνηκέστου μανίας, καὶ χορήγει δύναμιν, ὑγείαν καὶ ῥῶσιν, ἵνα σὲ πάντες μέλπωσιν ᾠδαῖς, ὡς ἰατρεῖον ἀδάπανον πίστεως.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ  Ψαλμός Ν΄ 50.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς:
ΘΕΟΔΟΣΙΟΥ ΛΙΤΑΣ ΠΡΟΣ ΘΕΟΝ ΑΙΤΟΥΜΑΙ. Χ(αραλάμπους).

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Θεὸν τὸν εἰρήναρχον καὶ ζωῆς, τὸν δότην ἀπαύστως, καθικέτευε τοῖς πιστῶς, αἰτοῦσι τὴν σὴν θερμὴν πρεσβείαν, ῥῶσιν διδόναι, κλεινὲ Θεοδόσιε.

Ἐρήμου θεόφρον ὑφηγητά, ὑψίκομε φοῖνιξ, καὶ δροσίζουσα Ἀερμών, ἀπέλασον νέφη τῆς ψυχῆς μου, καὶ θεϊκὴν δρόσον ταύτῃ ἐπόμβρησον.

Ὁσίων πολύτιμε θησαυρέ, κοινοῦ βίου πρῶτε, Θεοδόσιε ἱερέ, ὁσίως ἀνύσαι με τὸν βίον, ἐν ψυχικῇ ἠρεμίᾳ ἀξίωσον.

Θεοτοκίον.
Δυσώπει, Πανύμνητε ἐκτενῶς, τὸν τῆς ὑφηλίου, Κτίστην μόνον σοφὸν Θεόν, ὡς μήτηρ Αὐτοῦ προσφιλέστατη, πέμψαι ἡμῖν τὸ Αὐτοῦ θεῖον ἔλεος.


ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος.
Ὁσιώτατε Πάτερ, Μωγαρισσοῦ καύχημα, Βηθλεὲμ τὴν ἔρημον πᾶσαν, ὁ πόνων πλήθεσι, καθαγιάσας Χριστῷ, ὑπὲρ ἡμῶν τῶν τιμώντων, τὴν σὴν μνήμην πρέσβευε, ὦ Θεοδόσιε.

Στύλος ὤφθης ἀζύγων, καθηγητὴς πάνσοφος, καὶ ἀκέστωρ τῶν ἱκετῶν σου πάνυ ταχύτατος, διὸ προσπίπτοντές σοι, ἀναβοῶμεν ἐκ πάσης, συμφορᾶς ἀπάλλαξον, Πάτερ σοὺς πρόσφυγας.

Ἱκετεύομεν βέλη, τοῦ μιαροῦ δράκοντος, ἀφ’ ἡμῶν ἀπέλασον τάχος, ἀσκητικώτατε, ὁ τῇ δυνάμει Χριστοῦ, κατατροπώσας τὸν πλάνον, καὶ Αὐτοῦ τῇ χάριτι, δάφνας δρεψάμενος.

Θεοτοκίον.
Οὐρανῶν ὑπέρτερα, ἡ τὸν Χριστὸν Κύριον, ἐν τῇ Σῇ νηδύϊ ἀφράστως, Κόρη, χωρήσασα, τῆς σῳζομένων τυχεῖν, μερίδος ἐν τῇ ἡμέρᾳ, Ἄσπιλε, τῆς κρίσεως πάντας ἀξίωσον.

Διάσωσον, ἐξ ἀῤῥώστιας λοιμώδους καὶ πάσης βλάβης, τοὺς ἐν πίστει τῇ κραταιᾷ πρεσβείᾳ σου σπεύδοντας, φανέ, Θεοδόσιε, μονοτρόπων.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αἴτησις. Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Χαρίτων κρατήρ, καὶ φρέαρ ἀνεξάντλητον, θαυμάτων πολλῶν ἐπώφθης, Θεοδόσιε· διὸ πάντες σπεύδοντες τῇ θερμῇ, σοφέ, ἀντιλήψει σου, ἐκ χαλεπῶν κινδύνων, συμφορῶν καὶ βλάβης ταχέως ἐκλυτρούμεθα.


ᾨδὴ δ´. Εἰσακήκοα Κύριε.
Ὑπὲρ φύσιν τὴν βρότειον, ἠγωνίσω ὄλβιε Θεοδόσιε, τῶν ψυχῶν θεράπον γνήσιε, καὶ τῶν θλιβομένων καταφύγιον.

Ληστρικὰς ἀποδίωξον, ἐπιθέσεις Πάτερ ἐκ τῶν τιμώντων σε, καὶ γαλήνην ἐπιβράβευσον, ταῖς ψυχαῖς αὐτῶν, ὦ Θεοδόσιε.

Ἰατρεῖον ἀδάπανον, τὸ σεπτὸν σεμνεῖόν σου ἀναδέδεικται, ἀπελαῦνον ἅπαν νόσημα, ἐκ τῶν ἱκετῶν σου, Θεοδόσιε.

Θεοτοκίον.
Τίς ἀξίως ὑμνήσει Σου, ἔνδοξε Παντάνασσα τὰ θαυμάσια, ἐκβοῶμεν οἱ προστρέχοντες, τῇ ἀκαταπαύστῳ μεσιτείᾳ Σου.


ᾨδὴ ε´. Φώτισον ἡμᾶς.
Ἄδοντες φαιδρῶς, τὰ σὰ τίμια παλαίσματα, καὶ τοὺς πόνους σου βοῶμεν ἐκ παθῶν, τοὺς σοὺς ἱκέτας συντηρεῖ, κλεινέ, ἀπήμονας.

Στέφος ἐκ Θεοῦ, Θεοδόσιε ἀπείληφας, τῶν σῶν ἀγώνων καὶ νῦν τὸν Λυτρωτήν, καθικετεύεις ὑπὲρ τῶν πιστῶς τιμώντων σε.

Πᾶσαν λοιμικήν, φυγαδεύεις νόσον Ὅσιε, τῇ στεῤῥᾷ σου παῤῥησίᾳ πρὸς Θεόν, τῶν ἐν ἐρήμῳ ἀζύγων ὦ ἀκροθίνιον.

Θεοτοκίον.
Ῥῦσαι Μαριάμ, ἐκ λιμοῦ σεισμοῦ καὶ θλίψεων, τοὺς κραυγάζοντας ἐν πίστει ἀκλινεῖ· χαίροις τοῦ κόσμου, Μητρόθεε, παραμύθιον.


ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Οἱ μώλωπες, τῆς ψυχῆς προσώζεσαν, τῆς δυστήνου μου ἀζύγων, ἀλείπτα, καὶ δυσωδίαν φρικτὴν ἐμποιοῦσιν, ἀλλὰ προστρέχων τῇ θείᾳ δυνάμει σου, ἀναβοῶ σοι εὐλαβώς, τὰς πληγάς μου ταχὺ ἀποξήρανον.

Στενώσεως, λυπηράς, κακώσεων καὶ σκανδάλων ἀπολύτρωσαι τάχος, τοὺς σοὺς ἱκέτας ὡς πένητα πάλαι, ἐκ τοῦ θυμοῦ διασώσας τοῦ λέοντος, φιλάνθρωπε θαυματουργέ, ἀσκητὰ γεραρέ, Θεοδόσιε.

Θεράπευσον, τῆς ψυχῆς μου τραύματα καὶ τοῦ σώματος πολλὰς ἀλγηδόνας, ὁ θεραπεύσας γυνὴν ἁψαμένην τοῦ σοῦ κρασπέδου, σοφὲ Θεοδόσιε, ἐξ ἀνιάτου καὶ δεινῆς ἀσθενείας, δυνάμει τῆς πίστεως.

Θεοτοκίον.
Ἐκύκλωσαν, ὥσπερ τίγρεις ἄγριαι, τὴν ψυχήν μου καὶ ἀκόρεστοι κύνες, ἁγνὴ Παρθένε θεόνυμφε Κόρη, αἱ τοῦ δολίου δυνάμεις καὶ ἕλκουσι, πρὸς ᾌδην ταύτην πλὴν θαῤῥῶν, τῇ Σῇ σκέπῃ ταχὺ διασῴζομαι.


Διάσωσον, ἐξ ἀῤῥώστιας λοιμώδους καὶ πάσης βλάβης, τοὺς ἐν πίστει τῇ κραταιᾷ πρεσβείᾳ σου σπεύδοντας, φανέ, Θεοδόσιε, μονοτρόπων.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις. Εἴτα τό Κοντάκιον
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Ἡγεμών τῆς κοινῆς βιοτῆς τε καὶ πρώταρχε, ἀρετῶν θεϊκῶν ὅρος ὄντως ὑψίλοφον, μὴ παρίδῃς ἀπεγνωσμένας, Ὅσιε, φωνὰς τῶν προσφύγων σου, ἀλλὰ ταχύ, τῷ Λυτρωτῇ σου ἐκτενῶς, Θεοδόσιε, πρέσβευε, ἵνα ἐξ ἀμετρήτων κινδύνων καὶ ἀλγηδόνων ῥυσθῶμεν ἅπαντες ἡμεῖς οἱ τὴν μνήμην σου γεραίροντες.


Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στ. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄ 17-21).

Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ· καὶ ὄχλος πολὺς μαθητῶν αὐτοῦ καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτός, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ, ἔλεγεν· μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ· μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε· μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε· μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Δόξα.
Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.


Στ. Ἐλέησόν με, ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Κλῆμα ὥσπερ δίκαιος, ἐν τοῦ Κυρίου τῷ οἴκῳ, φυτευθὲν ἐξήνθησας, βότρεις ἐνασκήσεως καὶ πραότητος, ἐξ ὧν καὶ τρέφονται, οἱ σὲ ἀνυμνοῦντες, καὶ προστρέχοντες σῇ χάριτι, ἐν τῷ τεμένει σου, τῷ σεπτῷ καὶ πίστει τὸν Κύριον, τοῦ κόσμου θεῖον ἥλιον καὶ Θεὸν τῶν ὅλων δοξάζουσι· κλέος μονοτρόπων, σοφίας Θεοδόσιε κρουνέ, μὴ μὲ παρίδῃς τὸν ἄθλιον, τὸν παρακαλοῦντά σε.


ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὁλονύκτοις καμάτοις, προσευχαῖς ἀσιγήτοις, νηστείαις δάκρυσι, καὶ κλίσεσι γονάτων, τοῦ πλάνου ἐτροπόσω τὰς ὀρδάς, Θεοδόσιε, καὶ νῦν ἐν πόλῳ οἴκων ὑπὲρ ἡμῶν πρεσβεύεις.

Γοερῶς ἱκετεύω, σὲ ἐρήμου πολίτα, ὦ Θεοδόσιε, ἀπὸ λοιμώδους νόσου, ἀνάγκης τε καὶ βλάβης ἀσινῆ διαφυλάττε, κάμε τὸν μέλποντά σε, ἀπαύστως εἰς αἰῶνας.

Ἀσωμάτων τοῖς δήμοις καὶ Ὁσίων ταῖς τάξεσι, Θεοδόσιε, ἀριθμηθεὶς πρεσβεύεις ὑπὲρ τῶν σὲ τιμώντων τῷ Δεσπότῃ τῆς κτίσεως, γεώργιον ἀρετῶν καὶ στῦλε ἐγκρατείας.

Θεοτοκίον.
Ἰατρὸν Σὲ πλουτοῦμεν, Ὑπερύμνητε Κόρη, ἐν γῇ θειότατον, καὶ εὐσεβεῖ τῇ πίστει, δεόμεθά Σου τάχος, πᾶσαν νόσον ἀπέλασον, ἐπώδυνον ἀφ᾿ ἡμῶν, τῶν Σὲ μεγαλυνόντων.


ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τῶν μοναζόντων, ὑπογραμμὲ καὶ ἐρήμου, πολιοῦχε Θεοδόσιε τρισμάκαρ, μέμνησο τῶν πίστει σὲ ἀνυμνολογούντων.

Ὁσίων πέλεις, πανευκλεὴς ὑφηγήτωρ, Θεοδόσιε, τῶν κοινοβίων πρῶτε, καὶ θερμὸς μεσίτης ἡμῶν πρὸς τὸν Σωτῆρα.

Ὕμνον σοὶ ψάλλει, ἡ τῶν πιστῶν σου χορεία, ἐν μονῇ σου Θεοδόσιε, τῇ θείᾳ, σπεύδουσα ἐν δίναις τῇ σῇ ἐπιστασίᾳ.

Θεοτοκίον.
Μῆτερ ἁγία, πρὸς ἀφθαρσίας λειμῶνας, ὀλισθήσαντας φθορᾷ τῆς ἁμαρτίας, ἴθυνον Σοὺς δούλους, τοὺς Σὲ δοξολογούντας.


ᾨδὴ θ´. Κυρίως Θεοτόκον.
Ἀκοίμητος προστάτης τῆς μονῆς σου πέλεις καὶ ἀντιλήπτωρ ταχὺς τῶν τιμώντών σε, Κοινοβιάρχα θεόφρον, ὦ Θεοδόσιε.

Σῶσαι τὸν Κτίστην ὑπὲρ τῶν τὴν σὴν μνήμην ἐπιτελούντων, σοφὲ Θεοδόσιε, καὶ εὐφημούντων ἀπαύστως τὰ σὰ παλαίσματα.

Χαρίτωσον, ἐρήμου κλέϊσμα, τοὺς πόθῳ προσπεφευγότας τῇ θείᾳ πρεσβείᾳ σου καὶ εἰρηναῖον τὸν βίον τούτοις σὺ δώρησαι.

Θεοτοκίον.
Ἀνάκτορον τοῦ Κτίστου πάγχρυσον καὶ θρόνε Αὐτοῦ πολύτιμε, κόσμου Παντάνασσα, τῆς Ἐκκλησίας τὰ σκάνδαλα τάχος κόπασον.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τὴν κοινὴν ἐδίδαξας βιοτὴν, ἐν ταῖς θείαις μάνδραις, Θεοδόσιε ἱερέ, καὶ ταῖς σῶν δακρύων, ῥοαῖς τὸ τῆς ἐρήμου, κατήρδευσας παμμάκαρ, ἄγονον ἔδαφος.

Ὕψος δυσαντίβλεπτον ἀρετῶν, ἴνδαλμα σοφίας, Θεοδόσιε ἱερέ, τῆς κοινῆς ἐν μάνδραις, βιώσεως ἡγήτωρ, καὶ κλέϊσμα ἀζύγων ὤφθης θεόσδοτον.

Κοινοβίων πρῶτε καὶ εὐθαλές, ἄνθος τῆς ἐρήμου, Θεοδόσιε τὸν Θεόν, ἐκτενῶς δυσώπει, ὑπὲρ τῶν ἀνυμνούντων, τῶν σῶν στεῤῥῶν ἀγώνων τὰ κατορθώματα.

Ἐκ δεινῶν παντοίων τὴν σὴν μονήν, ἄτρωτον συντήρει, Θεοδόσιε ἱερέ, καὶ τοὺς σοὺς ἱκέτας, ἐκ τῆς τοῦ παλαμναίου, μανίας ἵνα πάντες σὲ μεγαλύνουσι.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.


Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.


Εἶτα τά παρόντα Τροπάρια.
Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς....Δόξα....Κύριε, ἐλέησον ἡμᾶς....Καὶ νῦν... Θεοτοκίον.Τῆς εὐσπλαγχνίας τὴν πύλην....

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν το ἑξῆς  Τροπάριον.

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Πρῶτε κοινοβίων ἱερέ, πρότυπον σεπτὸν μονοτρόπων, θεοειδὲς ἀσκητά, ῥῦσαι τοὺς ἱκέτας σου ἐξ ἐνεστώσης φθορᾶς, δυσμενοῦς τοῦ ἀλάστορος μανίας καὶ βλάβης, ἵνα μεγαλύνωμέν σε εἰς αἰῶνα φαιδρῶς, πάτερ Θεοδόσιε θεῖε, σκέπη κραταιά τε καὶ τεῖχος τῶν προσπελαζόντων τῷ τεμένει σου.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, ὦ Μῆτερ τοῦ Θεοῦ, φύλαξον μὲ ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης