Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1738
https://www.proseyxi.com

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Καλούμενην Ακένωτον Ποτήριον Empty Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Καλούμενην Ακένωτον Ποτήριον

Την / Το Κυρ Ιουν 23, 2019 1:26 pm
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Καλούμενην «Ακένωτον Ποτήριον»

ΙΕΡΑ ΕΙΚΩΝ ΤΗΣ ΠΑΝΑΓΙΑΣ Η ΕΠΙΚΑΛΟΥΜΕΝΗ «ΑΚΕΝΩΤΟΝ ΠΟΤΗΡΙΟΝ»

Αὐτῇ ἤ ἱερά εἰκών τῆς Παναγίας τοῦ Ἀκενώτου Ποτηρίου, ἔχει ἐκ τοϋ Κυρίου καί Θεοῦ ἡμῶν, ἐξιδιασμένῃ τήν χάριν νᾷ βοηθῇ ποικιλοτρόπως τόν ἀγῶνα διά τήν ἀπαλλαγήν τῶν πασχόντων καί καταφευγόντων μετά πίστεως εἰς τήν χάριν Αύτής ἀπό τήν χρῆσιν τῶν ναρκωτικῶν καί τῶν παθών τῆς μέθης, τοῦ καπνίσματος καί τῶν λοιπῶν ἐξαρτήσεων.
Μέ τρόπῳ θαυμαστῷ ἤ Παναγία μᾷς, ἀποκάλυψε διά τοῦ ὁσίου Βαρλαάμ τήν χάριν τῆς Ἀγίας εἰκόνος Τῆς, στόν πάσχοντα Στέφανον, ὅ ὁποῖος καί ἔτυχε τῆς θεραπείας τοῦ. Ἀπό τότε καθημερινά γίνονται θαυμασταῖς ἰάσεις τῶν πασχόντων.
«’Ἴδε μου τήν θλῖψιν τήν ψυχικήν, βλέψον μοι τῷ ὄντι ἔν τῆ χρήσει ναρκωτικῶν, τῷ περιπεσόντι καπνίσματος τῷ πάθει' Ἀγνῇ καί δός μοι νῆψιν καί τήν ἐγρήγορσιν». (Ἀπό τόν Παρακλητικό κανόνα)
Ή ἑόρτιος σύναξις πρός τιμήν τῆς ἱερᾶς εἰκόνος, τῆς Παναγίας τοϋ «Ἀκενώτου Ποτηρίου» τελεῖται στο Μοναστικό Οίκο μᾷς τήν 18ην Μαΐου.
Κάθε Τετάρτῃ καί Παρασκευῇ ψάλλεται ἐνώπιον τῆς ἀγίας εἰκόνος ἤ ἱερᾷ Παράκλησις Αὐτῆς, καθώς καί όποιαδήποτε ἡμέρᾳ καί ὤρα ζητηθῇ ἐκ τῶν πασχόντων.

Μοναστικός Οἶκος Υ. Θ. «Χαράς τῶν Θλιβομένων» Παλαιοχώρι Χαλκιδικῆς


Ποίημα Καθηγούμενης Ίσιδώρας Μοναχής Άγιεροθείτίσσης.
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Καλούμενην Ακένωτον Ποτήριον Akenot10

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τόν ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησιν μου ἔν τῆ άληθεία σου, εἰσάκουσον μου ἔν τῆ δικαιοσύνῃ σου. Καί μή εἰσέλθῃς εἵς κρίσιν μετά τοϋ δούλου σου, ὅτι οὗ δικαιωθήσεται ἐνώπιον σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὅ ἐχθρός τήν ψυχήν μου ἐταπείνωσεν εἵς γῆν τήν ζωήν μου. Ἐκάθισε με ἔν σκοτεινοῖς, ὦς νεκρούς αἰῶνος, καί ήκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἔν έμοι ἐταράχθη ἤ καρδία μου. Ἐμνήσθην ήμερων ἀρχαίων, ἐμελέτησα ἔν πᾶσι τοῖς ἔργοις σου, ἔν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σε τάς χείράς μου ἤ ψυχή μου ὦς γῆ ἄνυδρος σοι. Ταχύ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μή ἀποστρέψῃς τό πρόσωπον σου ἀπ’ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἵς λάκκον. Ἀκουστόν ποιῆσον μοι τό πρωΐ τό ἐλεός σου, ὅτι ἐπί σοι ἤλπισα. Γνώρισον μοι, Κύριε, όδόν ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρός σέ κατέφυγον δίδαξόν με τοΰ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἷ ὅ Θεός μου. Τό Πνεῦμα σου τό ἀγαθόν ὁδηγήσει με ἔν γῆ εὐθείᾳ ἕνεκεν τοΰ ὀνόματος σου, Κύριε, ζήσεις με. Ἔν τῆ δικαιοσύνη σου, έξάξεις ἐκ θλίψεως τήν ψυχήν μου. Καί ἔν τῷ έλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος σοῦ εΐμι.

Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος Β'. Πάντα τά ἔθνη ἐκύκλωσαν με, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὑτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος Γ'. Παρά Κυρίου ἐγένετο αὕτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Κατόπιν τά Τροπάρια.

Ἦχος δ'. Ό ὑψωθείς ἔν τῷ Σταυρῶ.

Τῶν οὐρανίων δωρεῶν τό ταμεῖον, τῆς ἀγαθότητος ὅ πάντιμος πλοῦτος, τῆς ἀπαθείας πρόξενος, ζωῆς ἤ πηγῇ Δέσποινα ἤ ἄχραντος, καί Παρθένος Μαρία, θείοις μελῳδήμασι, καί ᾠδαῖς εὐφημείσθω καί γάρ παρέχει ἔλεος ἡμῖν, τῆς ἀκενώτου, ζωῆς ὦς Ποτήριον.

Δόξα. Ὅμοιον.
Ο ἐμπεσών ναρκωτικῶν τῆ παγίδι, καί τοΰ καπνίσματος καί μέθης τῷ πάθει, κατολισθήσας Στέφανος, ἔν πίστει θερμή ἦλθε τῆ εἰκόνι σου, Παναγία Παρθένε, θείαις παραινέσεσι, Βαρλαάμ τοῦ Ὁσίου καί ἰαθείς ἐδόξασε τήν σήν, μεγαλωσύνην, καί ἄκραν χρηστότητα.

Καί νῦν. Θεοτοκίον. Ὅμοιον.
Οὗ σιωπήσωμεν ποτέ, Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἵ ἀνάξιοι εἰμί γάρ σύ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δε διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Ούκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ σούς γάρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημα μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιον μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιον Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαι Σε. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσας μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπον Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσιν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὑκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὑκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σίων καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον Σου μόσχους.

Καί ἀρχόμεθα τού κανόνος.
Οὐ ἤ ἀκροστιχίς:
«Τό σόν Ἀκένωτον Ποτήριον Παναγία σέβω. Ίσιδώρας».

Ἦχος πλ. δ'. ’ὨΙδή ἀ'. Ὑγράν διοδεύσας...

Τῆ θεία εἰκόνι σου προσπεσών, Πανάσπιλε Κόρη μετά πίστεως ἐκβοῷ, πηγήν μοι παράσχου τού ἐλέους• ἐξ ἀκενώτου Ἀγνῇ Ποτηρίου σου.

Οὐδείς ὅ ἐλπίσας ἐπί τήν σήν, ἀκένωτον χάριν καταισχύνεται Μαριάμ, ἀλλά συμπαθείας σου τόν πλοῦτον ἕξ ἀκενώτου λαμβάνει ἐλέους σου.

Στεφάνῳ πεσόντι εἵς τόν βυθόν, τῆς μέθης Παρθένε τῆ χειρί σου τῆ κραταιᾷ, ἠνόρθωσας τοῦτον θεραπεύσας ἐκ τῶν παθῶν μου κάμε οὖν ἀνάστησον.

Ο κλῆρος κἀν ἅπας σου ὅ λαός, Παρθένε Μαρία  τήν εἰκόνα σου προσκυνῶν, τῷ θείω έλέει σου ἐλπίζειν σύ γάρ Ποτήριον εἷ τό ἀκένωτον.

Νειλῷα ὦς ῥεῖθρα ἐπί τῆς γῆς, τοΰ σοϋ ἀκενώτου Ποτηρίου αἱ δωρεαί, ἀεί ἀπορρέουσι Παρθένε κἀν τῆς κακίας τά πάθη ξηραίνουσιν.


’ᾨδή γ'. Ούρανίας ἁψῖδος...
Ἀδιστάκτῳ καρδία, καί λογνσμώ κρείττονι, κἀν ἔν σταθηρα πεπονθήσει, Δέσποινα Ἄχραντε, ἐπί  τήν σήν προσπεσών, ἱερωτάτην εἰκόνα, ἐκ τῆς μέθης ῥυσᾶν με, κράζω ἑκάστοτε.

Κυβερνήτης γενοῦ μόν, κἀν ὁδηγός Πάναγνε, κἀν ἔν τῷ πελάγει τοῦ βίου, συναντιλήπτωρ μου, ἀπό τῆς μέθης παθῶν, ναρκωτικῶν ἐκ παγίδος, κἀν ἐκ τοῦ καπνίσματος, σῶσον με δέομαι.

Εἵς τό πέλαγος βλέπων, σῶν οἰκτιρμῶν Δέσποινα, καί ἀποσκοπῶν τῷ πελάγει, τῆς συμπαθείας σου, ὅ τυφλωθείς τῆ ψυχῇ, ἕξ ἀκρασίας τῆς μέθης, ἐπ’ ἐμέ ἐπίβλεψον, κράζω δεόμενος.

Νυσταγμῷ ἀμελείας, εἰς τόν κρημνόν πέπτωκα, τῶν ναρκωτικῶν καί τῆς μέθης, καί τοΰ καπνίσματος, ἀλλ’ ἐπιστρέψας πρός σέ, ἀπό βαθέων μου κράζω, Παναγία Δέσποινα, σύ με ἐξέγειρον.

Ὡς ποτήριον πλῆρες, πλουτοποιοῦ χάριτος, ὤσπερ ποταμός ἀκενώτου, ἄμα χρηστότητος, ὦς προχοή διαυγῇς, τῆς δαψιλοῦς σου εὐνοίας, ἤ εἰκών σου δέδεικται, Κόρη Μητρόθεε.


Ἀμέτοχον, τῆς ψυχοφθόρου με δεῖξον ναρκομανίας, τῆς κραιπάλης τῆς βλαβερᾶς, τῆς μέθης τε τῆς λήθῃς τε, καπνίσματος πάθους τε ψυχοφθόρου.

Ἐπίβλεψον, ἔν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.


Ό ἱερεύς μνημονεύει.
Μεθ’ ὅ. Κάθισμα.
Ἦχος β'. Πρεσβεῖα θερμῇ...

Βορβόρου παθῶν, καί ῥύπου τοΰ καπνίσματος, ἐκ  μέθης δεινῆς, καί ζάλης τῆς ναρκώσεως, τῆ χειρί σου ῥῦσαι με Παναγία ’Ἄχραντε δέομαι, καί τῆς ἀφράστου πλῆσον με χαράς, ὦς οὖσα Ἀκένωτον Ποτήριον.


Ὠδή δ'. Εἰσακήκοα Κύριε...
Τήν πολλήν σου χρηστότητα, καί τήν ἀδαπάνητον ἀγαθότητα• ἆς δεικνύεις τοῖς ἱκέταις σου• Παναγία ὕμνοις μεγαλύνομεν.

Ο τό πρώην ὤν μέθυσος, Στέφανος προσῆλθε σοι μετά πίστεως• Παναγία καί λελύτρωται, ἐκ δεσμῶν τῆς μέθης τῆς παράφρονος.

Νυσταγμόν εἰς ψυχόλεθρον, πέπτωκα τῆς μέθης καί τοϋ καπνίσματος• καί βοῶ σοι Κόρη πάναγνε, νηφαλέαν δίδου μοι διάνοιαν.

Πωρωθείς τήν καρδίαν μου, ἐκ ναρκωτικῶν τε καί τῆς χαυνώσεως ὦς Ποτήριον Ἀκένωτον, Παναγία κράζω σοι βοήθει μοι.

Ὀλισθήσας εἰς βάραθρα, μέθης τε καί νάρκης καί τοῦ καπνίσματος• Θεοτόκε ἱκετεύω σε, ἐπανάγαγε με εἵς μετάνοιαν.


’Ὠδή ἕ'. Φώτισον ἡμᾶς...
Τεῖχος ἔν έμοί, ἀνορθοῦται τοϋ καπνίσματος, ἤ συνήθεια καί μέθης ἤ φθορᾷ, ναρκωτικῶν τε, ὤν με λύτρωσαι Πανάχραντε.

΄Ηλιος ἔν γῆ, ὦς ὡραῖος καί ὑπέρλαμπρος, τό σόν πρόσωπον ἀστράπτει Μαριάμ, καί διαλύει, τῆς ἀπάτης τήν σκοτόμαιναν.

Ρϋσαι με Ἀγνῇ, ἐκ τοϋ πάθους τοϋ καπνίσματος, * ἐκ τῆς βλάβης τε πικρῶν ναρκωτικῶν, καί ἀπό μέθης, ὤν τό τέλος ἤ ἀπωλείᾳ.

΄Ιδε συμπαθώς, τῆ πτωχεία τῆ έσχάτη μου, Παναγία καί τόν πλοῦτον σου μοι δός, ἕξ ἀκενώτου, Ποτηρίου σου φιλάγαθε.

΄Ομματα ψυχῆς, μετά πίστεως ἐπαίρω σοι, Χαναναία ὤσπερ ἄλλη καί βοῶ, τοῦ σοῦ ἐλέους, τά ψυχία δός μοι Ἄχραντε.


Ώδή στ'. Τήν δέησιν
Ναρκώσεως, ἐκ δεινῆς με λύτρωσαι, ἀκρασίας τε καί μέθης Παρθένε ἐκ τῆς φθορᾶς, τοῦ καπνίσματος ἄμα, ἐκ συνηθείας αἰσχρᾶς καί ἀτόπου τε καί δεῖξον με υἱόν φωτός καί ἡμέρας τοῦ πράττειν τά εὔσχημα.

Παράδεισον, ὄν τῆς Εὔας ἔκλεισεν, ἤ ἀκράτεια τῆ βρώσει τοῦ ξύλου ἐν οἰκτιρμοῖς, Παναγία Παρθένε, τῆ ταπεινώσει σου πάλιν ἠνέωξας καί ἔβλυσας κρουνούς ζωῆς ὦς πληρέστατον οὖσα Ποτήριον.

Ἀγκάλας σου, μητρικάς Πανάχραντε, αἷς ἐβάστασας Θεόν ὤσπερ βρέφος ἐν ἀγαθοῖς, συμπαθοῦς σου ἐλέους, καί ἔν πολλῇ σου χρηστότητι ἄνοιξον καί μέθης ῥῦσαι με παθῶν ἀπαθείας μοι τρόπους διδάσκουσα.

Νυκτώδης μου, ζοφερός καί ἄστατος, καί σκοτόμορφος ὑπάρχει ὅ βίος ναρκομανής, καπνιστής γάρ ὑπάρχω, αἰσχροποιός ἀμελῇς τε καί ῥάθυμος τῆς μέθης ἄμα ἐραστῆς ἄλλα σύ με Παρθένε διόρθωσον.

Ἀγάλλονται, Παναγία Δέσποινα, ἐπί σοί αἵ τῶν ’Ἀγγέλων χορείαν καί στρατιαί, τῶν δαιμόνων σοβοῦνται, ναρκωμανεΐς καπνισταί τε καί μέθυσον ἀπέχουσι τῶν βλαβερῶν καί γάρ ῥῶσιν κατ’ ἄμφω λαμβάνουσιν.


Ἀμέτοχον, τῆς ψυχοφθόρου με δεῖξον ναρκωμανίας, τῆς κραιπάλης τῆς βλαβεράς, τῆς μέθης τε, τῆς λήθης τε, καπνίσματος πάθους τε ψυχοφθόρου.

΄Αχραντε, ἤ διά λόγου τόν Λόγον ἀνερμηνεύτως,  ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὦς ἔχουσα μητρικήν πἀῤῤησίαν.

Ό ἱερεύς μνημονεύει.
Μεθ’ ὅ. Κάθισμα.
΄Ηχος β'. Προστασία τῶν Χριστιανῶν...

Θεραπείαν τήν ὁλοσχερῆ ἐπανεύρηκεν, ὅ προστρέξας ἱκετευτικῶς τῆ εἰκόνι σου, Παναγία ἔν στεναγμοῖς δεήσεως οίκτράς• είπών σῶσον με ἐκ χαλεπῆς, καί ψυχολέθρου ἁρπαγῆς, ἐκ δεσμῶν τῶν τῆς μέθης τε. Στέφανον ὦς ταχέως, ἰάτρευσας Θεοτόκε, κάμοι παράσχου τά καλά, ὦς Ἀκένωτον Ποτήριον.


Εἶτα τό Α' Ἀντίφωνον τῶν ’Ἀναβαθμῶν τοϋ δ' ’Ἤχου.
Ἐκ νεότητας μου, πολλά πολεμεῖ με πάθη• ἀλλ’ αὐτός ἀντιλαβοῦ, καί σῶσον, Σωτήρ μου. (δΐς)

Oi μισοῦντες Σίων, αἰσχυνθῆτε ἀπό τοῦ Κυρίου ὦς χόρτος γάρ, πυρί ἔσεσθε άπεξηραμμένοι.(δίς)

Δόξα Πατρί καί Υίω καί Ἁγίῳ Πνεύματι-
Ἁγίῳ Πνεύματι, πᾶσα ψυχή ζῳοῦτε, καί καθάρσει, ὑψοῦται, λαμπρύνεται, τῆ Τριαδικῇ μονάδι, ιεροκρυφίως.

Καί νῦν καί ἀεί καί εἵς τούς αἰῶνας τῶν αἰώνων. ’Ἀμήν.
Ἁγίῳ Πνεύματι, ἀναβλύζει τά τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τήν κτίσιν, πρός ζωογονίαν.


Καί εὐθύς τό Προκείμενον.
Μνησθήσομαι τοΰ ὀνόματος σου ἐν πάσῃ γενεά καί γενεά, (δίς)
Στίχ. Ἄκουσον, Θύγατερ, καί ϊδε, καί κλῖνον τό οὕς σου, καί ἐπιλαθοῦ τοΰ λαοῦ σου, καί τοΰ οἴκου τοΰ πατρός σου καί ἐπιθυμήσει ὅ Βασιλεύς τοΰ κάλλους σου.
Μνησθήσομαι τοΰ ὀνόματος σου ἔν πάσῃ γενεά καί γενεά.

Εἶτα ἐκ τοΰ κατά Αουκάν ἀγίου Εὐαγγελίου, τό ’Ανάγνωσμα.(Κεφ. α΄ 39-49, 56).

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετά σπουδῆς εἰς τήν Ὀρεινήν, εἰς πόλιν Ἰούδα καί εἰσῆλθεν εἰς τόν οἶκον Ζαχαρίου καί ἠσπάσατο τήν Ἐλισάβετ. Καί ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τόν ἀσπασμόν τῆς Μαρίας, ἐσκίρτησε τό βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καί ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καί ἀνεφώνησε φωνῇ μεγάλῃ καί εἶπεν· εὐλογημένη σύ ἐν γυναιξί καί εὐλογημένος ὁ καρπός τῆς κοιλίας σου. Καί πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδού γάρ, ὡς ἐγένετο ἡ φωνῇ τοῦ ἀσπασμοῦ σου εἰς τά ὦτα μου, ἐσκίρτησε τό βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καί μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρά Κυρίου. Καί εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τόν Κύριον καί ἠγαλλίασε τό πνεῦμα μου ἐπί τῷ Θεῷ τῷ Σωτῆρι μου· ὅτι ἐπέβλεψεν ἐπί τήν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδού γάρ ἀπό τοῦ νῦν μακαριοῦσι με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησε μοι μεγαλεῖα ὁ Δυνατός καί ἅγιον τό ὄνομα Αὐτοῦ. Ἔμεινε δέ Μαριάμ σύν αὐτῇ, ὡσεί μῆνας τρεῖς καί ὑπέστρεψεν εἰς τόν οἶκον αὐτῆς.

Δόξα.
Πάτερ, Λόγε, Πνεῦμα, Τριάς ἡ ἐν Μονάδι, ἐξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.


Στ. Ἐλέησόν  με,  ὁ Θεός…
Προσόμοιον.
Ἦχος  πλ. β΄. Ὅλην  ἀποθέμενοι.

Μέθης εἰς παράπτωμα, τό χαλεπόν καί κρημνῶδες, ἐμπεσών ὅ Στέφανος, εὐλαβῶς προσέδραμε, τῆ εἰκόνι σου τῆ σεπτῇ ’Ἄχραντε, προσφυῶς κληθείσῃ, τό Ἀκένωτον Ποτήριον• αἰτῶν τήν ϊασιν, ἐκ πολυχρονίου φαυλότητος• καί ταύτην ὦς ηὐδόκησας, παρά σοῦ ἔν χάριτι ἔλαβεν. "Ὅθεν ἐκ τῆς μέθης, ἐκ χρήσεως δεινῆς ναρκωτικῶν, καί ἐκ φθορᾶς τοϋ καπνίσματος, ἡμᾶς άπεξάρτησον.


Σῶσον ὅ Θεός τὸν Λαό σου...

’Ωδή ζ'. Oi ἐκ τῆς Ἰουδαίας...

Γεωργήσας τά χείρω, ἐκ κραιπάλης καί μέθης καί τοῦ καπνίσματος, ἐθέρισα ὅ τάλας, ἀκάνθας καί τριβόλους, ἐκ χερσώδους καρδίας μου νῦν δε προστρέχω πρός Σέ, Ἀγνῇ ἔν μεταγνώσει.

΄Ιατρεϊον ἐδείχθη, συμπαθοῦς θεραπείας εϊκών ἤ  θεία σου, Παρθένε Θεοτόκε, ἀνάργυρον τήν ῥῶσιν, τοῖς νοσοῦσι παρέχουσα Ζωῆς Ποτήριον γάρ, ἀκένωτον ὑπάρχεις.

Ἀτενίσαι εἰς ὕψος, ούρανίων βαθμίδων οὐδόλως δύναμαι, αἰχμάλωτος εἰμί γάρ, δεσμοῖς τῆς άσωτείας, καί καπνοῦ ἐκ τῆς χρήσεως, ναρκωτικῶν τε πικρῶν, ἐξ ὤν με ῥύου Κόρη.

Σήν ἀκένωτον χάριν, Ποτηρίου τοΰ θείου Παρθένε ’Ἄχραντε, ἔν ΰμνοις ἐκθειάζω, καί πόθῳ σοι κραυγάζω, ἐκ τῆς μέθης με λυτρῶσαν ἀπό καπνοῦ βλαβεροῦ, ἐκ νάρκης τε αἰσχίστης.

Ἐν νυκτί καί ἡμέρα, ἔν ἀνάγκαις καί λύπαις καί περιστάσεσι, Μαρία Θεοτόκε, πρός Σε ἀμεταθέτως, τήν ἐλπίδα μου τίθημν σύ γάρ Ποτήριον εἷ, Ζωῆς τῆς ἀκενώτου.


’Ὠδή ἡ'. Τόν Βασιλέα...
Βυθῶ πταισμάτων, καί τῆ ἰλύϊ τῆς μέθης, ἐμπεσών ἐκ δεινῆς ἀμελείας, σοι τῆ Θεοτόκῳ, βοῶ ἀνόρθωσόν με.

΄Ωσπερ φορτίον, βαρυαλγές περιφέρω, τοῦ κανπνίσματος καί μέθης τήν νάρκην, σε οὑν Παναγία, πιστῶς ἐπικαλοῦμαι.

Ἰσχύς μου πᾶσα, καί Ὕμνησις μου ὑπάρχεις, Θεοτόκε διό σοι προστρέχων, πίστει ἱκετεύω, παθῶν άπάλλαξόν με.

Στεφάνῳ πάλαι, τῷ πωρωθέντι ἐκ μέθης, Παναγία ίάσω εύσπλάγχνως, ὤσπερ οὖν ἐκείνῳ, κάμοι τήν ῥῶσιν δίδου.

Ιλέω βλέψον, καί συμπαθεῖ ὄμματι σου, ἐπ’ ἐμέ Θεοτόκε Παρθένε, τῷ ἔν ἀσελγείαις, παθῶν κατακειμένῳ.


Ώδή θ΄.Κυρίως Θεοτόκον...
Δακρύων μου καί θρήνων, μή ἀποποιήσῃς, ὦ Παναγία Παρθένε, ῥοάς τάς πυκνάς, ἄλλα πταισμάτων μοι δίδου, λύσιν σωτήριον.

Ὡς ἄσωτος εἰς χώραν, ἔφθασα τῆς μέθης, ναρκωμανείας εἵς πάθη, πεσῶν χαλεπᾷ, ὦ Παναγία μου κράζων, σύ με έπίστρεψον.

Ῥυπῶσαν ἐκ τῆς μέθης, ἔχω τήν καρδίαν, καί ὅ  χιτών μου ὅ ἔσω, ἐχράνθη κακῶς, σε τήν Ἀμόλυντον Κόρη, ἔχω προσφύγιον.

Ἀκράτεια καί μέθη, κάπνισμα ὡσαύτως, ναρκωτικῶν τε ἤ χρῆσις, ὦς ἄγριος θήρ, περικυκλοῦσι με ὧνπερ, ρϋσαι με Δέσποινα.

Σαρκός μου αἵ ὀρέξεις, κάπνισμα καί μέθη, ναρκωτικῶν τε ἤ χρῆσις, πολέμου τό πῦρ, ἐμοῖ ἀεί ἐμποιοῦσι, σῶσον με πάναγνε.

Καί εὐθύς, τό•
Ἄξιόν ἐστίν ὡς ἀληθῶς μακαρίζειν σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Καί τά ἑπόμενα Μεγαλυνάρια. τῶν ἤ ἀκροστιχίς:
«Χαῖρε Ἀγνῇ».

Χαίροις πανακήρατε Μαριάμ, ἄνθος τῆς ἁγνείας Παρθενίας ἤ ἀπαρχή, χαίροις εὐφροσύνης ἤ θεία ὡραιότης• ζωῆς τῆς ἀκενώτου, πλῆρες ποτήριον.

Ἄμασιν αἰνέσωμεν οἵ πιστοί, τήν τοΰ Ἀκενώτου Ποτηρίου χρυσήν Πηγήν, Πάναγνον Μαρίαν Θεοῦ ἡμῶν Μητέρα• τῆς θείας ἀπαθείας, ῥεῖθρον γλυκύῤῤοον.

΄Ίδε μου τήν θλῖψιν τήν ψυχικήν, βλέψον μοι τῷ * ὄντι ἐν τῆ χρῄσει ναρκωτικῶν, τῷ περιπεσόντι καπνίσματος τῷ πάθει Ἀγνῇ καί δός μοι νῆψιν, καί τήν ἐγρήγορσιν.

Ῥύπον ἐμπαθείας ναρκωτικῶν, μέθης τε τήν ζάλην καί καπνίσματος τόν ἀτμόν, πλῦνον μοι Παρθένε πρεσβείαις μητρικαῖς σου  καρδίαν καθαρόν μοι, έγκαινιάζουσα.

΄Ομματα καρδίας μου νϋν πρός σέ, αἴρω Παναγία ἐκζητῶν σου τόν ἱλασμόν, καί τοϋ σοϋ ἐλέους τά νάματα τά θεία Ποτήριον ὑπάρχεις, σύ γάρ ἀκένωτον.

΄Ιλαθι τῷ δούλῳ σου Μαριάμ, λῦσον τά δεσμά μου  τῆς φαυλότητος τῆς οίκτράς, κάπνισμα καί μέθην ναρκωτικῶν τε χρῆσιν καί δός μοι μετανοίας, γνήσια δάκρυα.

Σκεῦος ἁμαρτίας είμί ἐγώ, οἶκος ἀπωλείας καί ἐνέχυρον τῆς φθοράς, ὄργανον τῆς μέθης, εἰκών τῆς ἀπρεπείας• διό ἐλέησον με, κράζω σοι Δέσποινα.

΄Αναγνος καί ἄφρων εἰμί ἐγώ, μέθης τε ἐργάτης τοΰ καπνίσματος ἐραστής, τῶν ναρκωτικῶν τε αἰχμάλωτος ὅ τάλας• διό σοι τῆ Πανάγνῳ, Κόρη κατέφυγον.

Γύμνωσιν ἤ Εὖα καί ὅ Ἀδάμ, εἶδον ὅτε ξύλου ἐδοκίμασαν τήν τροφήν, αὖθις ἐγώ μέθης τόν δόλον δοκιμάσας• Θεοῦ ἀπεγυμνώθην, Δέσποινα σῶσον με.

Νάματα ἀκένωτα τῆς ζωῆς, βλύζεις Θεοτόκε τοῖς προστρέχουσιν ἐπί σέ, κάπνισμα καί μέθην ναρκωτικά τε λύεις• Ποτήριον χαρίτων, πλῆρες ὑπάρχουσα.

΄Ηρα μου ἐν πίστει τούς ὀφθαλμούς, σοι τῆ Θεοτόκῳ ὅ τῆ μέθη καί τῷ καπνῷ, δέσμιος ύπάρχων ναρκωτικῶν τε χρήστης• βοῶν ἀνόρθωσον με, πάλιν καί σῶσον με.

Πάσαι τῶν ’Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, ’Ἀποστόλων ἤ δωδεκάς, οἱ ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἵς τό σωθῆναι ἡμᾶς.


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἀπολυτίκιον.
Ἦχος ἀ'. Τῆς έρημου πολίτης...

Ἀγαθότητος ἔχεις, Παναγία τό πλήρωμα, πᾶσι εὐχερῶς δωρουμένη, τό σόν πλούσιον ἔλεος καπνίσματος καί μέθης τήν φθοράν, καί χρῆσιν οὐσιῶν ναρκωτικῶν, καταπαύεις καί ἀπάθειαν χορηγεῖς, τοῖς πίστει μελῳδοῦσι σοι. Χαίροις ἀπηλπισμένων ἤ ἐλπίς, χαίροις πηγῇ χρηστότητος• χαίροις τῶν ζωηφόρων δωρεῶν, Ποτήριον Ἀκένωτον.


’Ἐκτενής καί Ἀπόλυσις. Πρό δέ τού δι’ εὐχῶν. Τά ’Ἀκόλουθα.

΄Ηχος β'. Ὅτε ἐκ τοῦ Ξύλου...

Χαίροις Θεοτόκε Μαριάμ, πλήρωμα ζωῆς αἰωνίου, τοΰ παραδείσου τρυφῇ, ἤ τῆς ἀγαθότητος, πηγῇ ἀστείρευτος• τῆς ἀγάπης ἤ ἄβυσσος, ἐλπίδος ὅ πλοῦτος, πίστεως βεβαίωσις, καί έπισφράγησις. Χαίροις δωρεῶν τό ταμεῖον, τῆς ἐπαγγελίας ἤ χάρις, τῆς χαράς Ἀκένωτον Ποτήριον.

Λήθης ἐκ δεινῆς ναρκωτικῶν, μέθης ἐξ ἀθλίας ὡσαύτως, ἐκ ψυχοφθόρων παθῶν, καί ἐκ τοῦ καπνίσματος, ἡμᾶς άπάλλαξον Παναγία τούς σέβοντας, εἰκόνα σου θείαν, νάματα βλυστάνουσαν, ἔν ἀγαθότητι. Σύ γάρ δωρεῶν οὐρανίων, ἄφθαρτον ὑπάρχεις ταμεῖον, καί ζωῆς Ποτήριον Ἀκένωτον.

Ῥῶσιν ἐκ τῆς μέθης συμπαθώς, ἔδωκας Στεφάνῳ Παρθένε, τῷ πωρωθέντι δεινῶς, πίστει ἐκζητήσαντι, τήν σήν ἀντίληψιν καί γάρ ἔχεις τό δύνασθαι, σεμνῇ Παναγία, ἴσον τῆ θελήσει σου, ένί ἑκάστοτε. Οὕτω καί ἡμᾶς ἐκ τῆς μέθης, ἐκ ναρκωτικῶν τε τού πάθους, καί ἐκ τοῦ καπνίσματος ἀπάλλαξον.

Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων Σου, καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Τήν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου.

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.
’Ἀμήν.

ΔΙΣΤΙΧΑ ΑΚΡΟΤΕΛΕΥΤΙΑ.

Τῆς δυναστείας τῶν παθῶν Ἀγνῇ ἀπάλλαξον με,
βοᾶ σοι παρακλήσεσιν ἤ πένης Ίσιδώρα
καί δίδου μοι σής χάριτος τά νάματα τά θεία,
Ποτήριον Ἀκένωτον ὑπάρχεις τῆς ζωῆς γάρ,
διό καί μεγαλύνομεν τήν δόξαν σου ἔν ὕμνοις,
καί τόν τεχθέντα ἀπό σοϋ Θεόν δοξολογοῦμεν,
νῦν καί ἀεί καί εἰς σειράς αἰώνων ἀπεράντων.

ΑΜΗΝ






Κατεβάστε την Παράκληση



_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης