Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1731
https://www.proseyxi.com

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον Βύσσιανη Σερρών Empty Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον Βύσσιανη Σερρών

Την / Το Τρι Ιουν 25, 2019 11:15 am
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον Βύσσιανη Σερρών

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον Βύσσιανη Σερρών Bisian10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, είσάκουσον της προσευχής μου, ένώτισαι την δέησίν μου έν τη άληθεία σου, είσάκουσον μου έν τη δικαιοσύνη σου. Και μή είσέλθης είς κρίσιν μετά τοϋ δούλου σου, ότι ού δικαιωθήσεται ενώπιον σου πας ζών. Ότι κατεδίωξεν ό εχθρός την ψυχήν μου έταπείνωσεν είς γήν τήν ζωήν μου. Έκάθισέ με έν σκοτεινοΐς, ώς νεκρούς αίώνος, και ήκηδίασεν έπ’ εμέ τό πνεύμα μου, έν έμοι έταράχθη ή καρδία μου. Έμνήσθην ήμερων άρχαίων, έμελέτησα έν πάσι τοις έργοις σου, έν ποιήμασι των χειρών σου έμελέτων. Διεπέτασα πρός σε τάς χείράς μου ή ψυχή μου ώς γη άνυδρός σοι. Ταχύ είσάκουσόν μου, Κύριε, έξέλιπε τό πνεΰμά μου. Μή άποστρέψης τό πρόσωπόν σου άπ’ έμοΰ, και όμοιωθήσομαι τοΐς καταβαίνουσιν είς λάκκον. Άκουστόν ποίησόν μοι τό πρωΐ τό έλεός σου, ότι έπΐ σοι ήλπισα. Γνώρισόν μοι, Κύριε, όδόν εν ή πορεύσομαι, ότι πρός σέ ήρα την ψυχήν μου. Έξελοΰ με έκ των εχθρών μου Κύριε, πρός σέ κατέφυγον δίδαξόν με τοΰ ποιεΐν τό θέλημά σου, ότι σύ εί ό Θεός μου. Τό Πνεΰμά σου τό άγαθόν οδηγήσει με έν γή ευθεία ενεκεν τοΰ ονόματος σου, Κύριε, ζήσεις με. Έν τή δικαιοσύνη σου, έξάξεις έκ θλίψεως την ψυχήν μου. Καί έν τω έλέει σου έξολοθρεύσεις τούς έχθρούς μου. Και άπολεΐς πάντας τούς θλίβοντας την ψυχήν μου, ότι έγώ δοΰλός σού εΐμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Κατόπιν τά Τροπάρια.

Ἦχος δ'. Ό ὑψωθείς ἔν τῷ Σταυρῶ.

Δεῦτε, πιστοῖ, ἔν ψυχικῇ κατανύξει κατασπασώμεθα εἰκόνα τήν θείαν τῶν χοϊκῶν προστάτιδος βοῶντες τρανώς• Παναγία Βύσσιανη, κόσμου παραμυθίᾳ, ταχινῇ βοήθεια τῶν ἔν κλύδωσι βίου καί τῶν Σερρῶν ἀκέστορ καί φρουρέ, σκέπε τούς πόθῳ σῇ χάριτι σπεύδοντας.

Δόξα. Καί νῦν.
Οὗ σιωπήσωμεν ποτέ, Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἵ ἀνάξιοι είμή γάρ σύ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δε διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Ούκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ σούς γάρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.


Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

καί ὅ Κανών, οὐ ἤ Άκροστιχίς•
«Χαῖρε, Βύσσιανη, Σερρῶν ἀντιλήπτωρ».

Ώδή ἀ'. Ὑγράν διοδεύσας.

Xαράς οὐρανίου, Μῆτερ Θεοῦ, εἰρήνης, ἰσχύος, εὐφροσύνης διηνεκοῦς καί σθένους ἀρρήτου τῶν σῶν δούλων χειμάρρους πέλεις, πανύμνητε Βύσσιανη.

Αξίωσov, Βύσσιανη Μαριάμ, τυχεῖν τῆς ἔν πόλῳ ἀναπαύσεως τούς πιστῶς προσφεύγοντας χάριτι σου θεῖα πεφορτισμένους οἰκέτας σου, Δέσποινα.

Ἰδεῖν τού Υἱοῦ σου ἔν οὐρανοῖς τό ἄρρητον κάλλος τού προσώπου, Μῆτερ Θεοῦ, ἀξίωσον, Βύσσιανη, τούς πίστει τῆ περιδόξῳ μονῇ καταφεύγοντας.

Ῥανίδας δακρύων σῶν πρεσβειῶν  τῷ μάκτρῳ, Παρθένε, Μῆτερ Βύσσιανη, ἀγλαή, ἀπόσμηξον τῶν ἐμπεριστάτων καί τρυχομένων ἔν βίῳ ἑκάστοτε.


Ὠδή γ'. Οὐρανίας ἁψῖδος.
Εὖχος πέλεις Σερραίων καί θησαυρός ἄσυλος, Βύσσιανη, Χριστοῦ Ἐκκλησίας, Θεογεννήτρια διό πιστῶν οἵ χοροί τήν σήν ἀγίαν εἰκόνα, πόθῳ ἀσπαζόμεθα χάριν τήν βλύζουσαν.

Βηθός ἔν ἀνάγκαις, καταφυγή, Ἄχραντε, φύλαξ καί φρουρός καί προστάτις πέλεις τῶν δούλων σου, τῶν εὐλαβῶς σήν μορφήν ἀσπαζομένων, Παρθένε, Βύσσιανη πανύμνητε, κόσμου διάσωσμα.

Υμvωδίας εὐτάκτοις, πανευκλεές Βύσσιανη, στέφοντες σε δῆμοι Σερραίων σπεύδομεν πάντοτε σή ἀκλινεῖ ἀρωγή καί ταχινή προστασία καί τῶν θαυμασίων σου πλῆθος δοξάζομεν.

Σε ὡς φρέαρ χαριτῶν καί θαυμαστῶν πέλαγος, Βύσσιανη, ἀγνῇ Θεομῆτορ, πάντες γιγνώσκοντες ὕδωρ χαράς ἀληθοῦς καί ὑγιείας καί σθένους, Μῆτερ, ἀρυόμεθα ἐκ τῆς εἰκόνος σου.


Διάσωσον τούς σοί προστρέχοντας, Βύσσιανη  Θεοτόκε, καθ’ ἑκάστην ἐκ συμφορῶν, κινδύνων, κακώσεων καί θλίψεων, πάνσεμνε, ἀνυποίστων.

Ἐπίβλεψον ἔν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.


Αἴτησις καί τό Κάθισμα.
Ἦχος Β'. Πρεσβεία θερμή.

Σερραίων φρουρόν καί ἀρωγόν καί πρόμαχον καί φύλακα νῦν τῶν Μακεδόνων ἄγρυπνον, Θεοτόκον Βύσσιανην, ἀνυμνοῦντες πόθῳ κραυγάζομεν. τόν σόν Υἱόν ἱλέωσι ἡμῖν αἰτοῦσι τήν ἔνθερμον σου εὔνοιαν.



Ὠδή δ'. Εἰσακήκοα, Κύριε.
Σθένος δίδου καί δύναμιν ἐπηρμένον θραΰσαι ἐχθίστου φρύαγμα *τοῖς ἔν πίστει καταφεύγουσι χάριτι τῆ σῇ, Παρθένε Βύσσιανη.

Ἰαμάτων ὦς χείμαρρος, τού καρκίνου πάθος ἤ θεραπεύσασα, καί ἡμῶν τά ἀσθενήματα, Βύσσιανη, θεράπευσον τῶν δούλων σου.

Ἀρετῆς ἐνδιαίτημα, Βύσσιανη, νεάνιδος θεραπεύτρια• ἐκ ναρκωτικῶν, ύπόδειξον νεολαία δρόμον τόν σωτήριον.

Νικητάς τούς οἰκέτας σου κατ’ ἐχθρῶν ἀνάδειξον, Μῆτερ Βύσσιανη, τούς εἰλικρινῶς προστρέχοντας τῆ ἀκαταισχύντῳ προστασία σου.


Ώδή ἕ'. Φώτισον ήμάς.
Η τόν εὐλαβῆ ἀναστήσασα παράλυτον ἐκ τῆς κλίνης ἐγερεῖν με ἐκ παθῶν τῆς κραββάτου σπεῦσον, Βύσσιανη Μητρόθεε.

Σου τό Ἱερόν ἀσπαζόμενοι ἐκτύπωμα ἐμπιμπλάμεθα χαράς διηνεκοῦς καί ἰσχύος θείας, Βύσσιανη Παντάνασσα.

Ἔλεος Υἱοῦ  τού μονογενοῦς σου, Βύσσιανη, πᾶσι πέμψον ὑμνηταῖς σου, Μαριάμ, μελῳδοῦσι τήν πληθύν τῶν θαυμασίων σου.

Λΰσαί συμφορῶν τούς ἔν πίστει καταφεύγοντας  τῷ ναῶ σου τῷ σεπτῷ καί εὐλαβῶς προσκυνοῦντας σήν μορφήν τήν θείαν, Βύσσιανη.


Ώδή στ'. Τήν δέησιν.
Ῥωννύμεθα οἵ ἀντλοῦντες νάματα ἐκ πηγῆς σου θαυμαστως τῆς ἀρτίως  ἀναβλυσάσης ποτέ ξηρανθείσης, θεοκυήτορ, πανένδοξε Βύσσιανη πηγῇ ζωήρρυτε πιστῶν καί κρουνέ ἀκεσώδυνε χάριτος.

Ὡς ἔσωσας ἐκ τῆς ἐρημώσεως καί ἐχθρῶν ἐπιβουλῆς τήν μονήν σου * εἰς τούς αἰῶνας διάσωσον τάχος ἀπό κινδύνων τούς σοί καταφεύγοντας καί μεγαλύνοντας τήν σήν πρός τόν πόλον μετάστασιν, Βύσσιανη.

Νοσήματα λοιμικά έκδίωξον καί τούς ὄγκους ἐξαφάνισον τάχος τῶν τῆ σῆ χάριτι καταφευγόντων, εὐλογημένη, πανάμωμε Βύσσιανη, Σερραίων εὖχος ἱερόν καί τάχιστη ἔν νόσοις ίάτειρα.

Ἀπάλλαξον δυσμενοῦς κακότητος καί μανίας πτερνιστοῦ τού ἀρχαίου πιστῶν χορείας, ἀγνῇ Θεοτόκε, χριστιανῶν καταφύγιον, Βύσσιανη, ἤ θλίψεις πάντων εἵς χαράν τῆ σῇ χάριτι μετασκευάζουσα.


Διάσωσον  τούς σοί προστρέχοντας, Βύσσιανη  Θεοτόκε, καθ’ ἑκάστην ἐκ συμφορῶν, κινδύνων, κακώσεων καί θλίψεων, πάνσεμνε, ἀνυποίστων.

Ἄχpαvτε, ἤ διά λόγου τόν Λόγον άνερμηνεύτως ἐπ’ έσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικῆν πἀῤῤησίαν.



Αἴτησις καί τό Κοντάκιον.
Ἦχος Β'. Τοῖς τῶν αίμάτων σου.

Τήν ἐλεοῦσαν Σερραίους ἀείποτε ἔν κατανύξει τιμήσωμεν κράζοντες τοῦ πολεμήτορος, ἄχραντε Βύσσιανη, ἤ τάς παγίδας ταχύ καταστρέφουσα, πρός σωτηρίαν σούς δούλους κατεύθυνον.


Προκείμενον.
Μνησθήσομαιτού ὀνόματος Σου ἔν πάσῃ γενεά καί γενεά-
Στίχος. Τό πρόσωπον σου λιτανεύσουσιν οἵ πλούσιοι τού λαοῦ.

Εὐαγγέλιον κατά Λουκᾶν. (Κεφ. ἀ' 39 - 49, 56)

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετά σπουδῆς εἰς τήν Ὀρεινήν, εἰς πόλιν Ἰούδα καί εἰσῆλθεν εἰς τόν οἶκον Ζαχαρίου καί ἠσπάσατο τήν Ἐλισάβετ. Καί ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τόν ἀσπασμόν τῆς Μαρίας, ἐσκίρτησε τό βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καί ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καί ἀνεφώνησε φωνῇ μεγάλῃ καί εἶπεν· εὐλογημένη σύ ἐν γυναιξί καί εὐλογημένος ὁ καρπός τῆς κοιλίας σου. Καί πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδού γάρ, ὡς ἐγένετο ἡ φωνῇ τοῦ ἀσπασμοῦ σου εἰς τά ὦτα μου, ἐσκίρτησε τό βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καί μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρά Κυρίου. Καί εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τόν Κύριον καί ἠγαλλίασε τό πνεῦμα μου ἐπί τῷ Θεῷ τῷ Σωτῆρι μου· ὅτι ἐπέβλεψεν ἐπί τήν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδού γάρ ἀπό τοῦ νῦν μακαριοῦσι με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησε μοι μεγαλεῖα ὁ Δυνατός καί ἅγιον τό ὄνομα Αὐτοῦ. Ἔμεινε δέ Μαριάμ σύν αὐτῇ, ὡσεί μῆνας τρεῖς καί ὑπέστρεψεν εἰς τόν οἶκον αὐτῆς.

Δόξα.
Τῆς φρουροῦ Σερραίων ἀγρύπνου, Πανοικτΐρμον, ἐξαλεῖψαν τά πλήθη τῶν ἑμῶν ἐκκλημάτων.

Καί νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, έξάλειψον τά πλήθη τῶν ἑμῶν ἐγκλημάτων.


Προσόμοιον.
Ἦχος πλ. Β'. Ὅλην ἀποθέμενοι.
Στίχος. Ἐλεῆμον, έλέησόν με, ὅ Θεός, κατά τό μέγα έλεός Σου καί κατά τό πλῆθος τῶν οίκτιρμών Σου ἐξάλειψον τό ἀνόμημα μου.

Πάντας καθαγίασον τούς εὐλαβῶς προσιόντας τῆ σεπτή εἰκόνι σου, Θεοτόκε Βύσσιανη, θεοτιμήτητε, καί λαμπρῶς μέλποντας τήν μετάστασίν σου πρός σκηνώματα οὐράνια, τά ὑπέρ ἔννοιαν, κράζοντα βροτῶν τά συστήματα σέ παρακαλοῦμεν έπόμβρισον ὑψόθεν δαψιλῶς τοῖς ὑμνηταῖς σου ὑγίειαν ἄμφω, παντευλόγητε.

Σῶσον, ὅ Θεός τόν λαόν Σου ...

Ὠδή ζ . Οἵ ἐκ τῆς Ἰουδαίας.

Νεολαίαν συντήρει ἀσινῆ ἐκ μανίας τοϋ παναλάστορος ἔν πίστει προσιοῦσαν τῆ σή σεπτή εἰκόνι, ὑπερένδοξε Βύσσιανη, άπάντων καταφυγῇ τῶν χριστωνύμων νέων.

Τωv Σερραίων προστάτις καί έπόπτις καί ῥύστης ἐκ περιστάσεων παντοίων, Θεοτόκε, ίλέωσαι τόν Κτίστην καί Δεσπότην σου, Βύσσιανη, ἡμῖν τοῖς ΰμνοις φαιδροῖς σέ άνυμνολογοΰσιν.

Ἰαμάτων παντοίων πολυχεύμων χειμάρρους ὑπάρχεις, Δέσποινα, καί ποταμός χαρίτων αστείρευτος• διό σοι ἀνακράζομεν Βύσσιανη, ὑσσώπῳ πλϋνον τῶν σῶν λιτῶν ήμών τά ἄλγη.

Λαμπηδών ὑγιείας καί ἰσχύος σῶν δούλων, Κυρία Βύσσιανη, τόν ζόφον ἀλγηδόνων ἡμῶν τῶν ἐπωδύνων ἀποδίωξον τάχιστα βολίσι σῶν πρεσβειῶν πρός τόν μονογενῆ σου.


Ώδή ἡ'. Τόν Βασιλέα.
Η άρωγή σου ἤ κραταιᾷ καί ἤ σκέπη  κατευφραίνει ἀεί τάς χορείας, Βύσσιανη Παρθένε, τῶν σοί καταφευγόντων.

Προσκυνητάς σου  τούς εὐλαβεῖς, Θεοτόκε, ρΰσαι βλάβης τοϋ πλάνου Βελίαρ, Βύσσιανη, Σερραίων θερμῇ παραμυθία.

Τoύς προσιόντας τῆ περικλύστῳ μονῇ σου φρουρεῖ, Βύσσιανη Μῆτερ, καί ῥύου πάσης ἐπηρείας ἐχθροῦ τοῦ μισοκάλου.

Οὐρανοδρόμον ύπόδειξόν μοι πορείαν τῷ προστρέχοντι, Βύσσιανη, πόθῳ ἔκτυπον τῆς θείας μορφῆς σου προσκυνῆσαι.



Ὠδή Θ'. Κυρίως Θεοτόκον.
Ῥυπώδους ύπερόπτας, Βύσσιανη Παρθένε, ἡμᾶς θελήματος δεῖξον τούς σπεύδοντας τήν σήν μορφήν προσκυνῆσαι τήν χαριτόβρυτον.

Xριστού τού Ζωοδότου * Μῆτερ γλυκυτάτη,  ὑπερορᾶν ὦς σποδόν καταξίωσον τά γεηρά σούς οἰκέτας, Κυρία Βύσσιανη.

Μετά τού ἱεράρχου Βύσσιανη, Βλασίου, τού τιμωμένου σύν σοί ἔν τῆ μάνδρα σου τόν σόν Υἱόν καί Δεσπότην ἡμῖν ίλέωσαι.

Μή παύσῃ δυσωποῦσα, ,Βύσσιανη Παρθένε, τόν σόν Υἱόν ὑπέρ πάντων προσφύγων σου μεγαλυνόντων τό πλῆθος τῶν θαυμαστῶν σου.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

καί τά παρόντα Μεγαλυνάρια.
Βύσσιανη Παρθένε, τήν σήν μορφήν εὐσεβέσι πᾶσι τήν ἐκβλύζουσαν θαυμαστώς χάριν ἰαμάτων ἔν πίστει προσκυνοῦντες ἁγιασμόν καί ῥῶσιν άπαρυόμεθα.

Χαίροις, Θεοτόκε, θαυματουργέ Βύσσιανη, Σερραίων ἀντιλῆπτορ καί ἀρωγέ, χαίροις, Μακεδόνων ἀγλάϊσμα τό μέγα καί χριστωνύμων πάντων τό καταφύγιον.

Ὄγκους ἀφανίζεις σῇ πανσθενεῖ χάριτι καί πάθος τοῦ καρκίνου, Μῆτερ Θεοῦ, Βύσσιανη, τάχιστη ίάτειρα σῶν δούλων τῶν ἀλγεινῶς νοσούντων, ἄχραντε Δέσποινα.

Τηv σεπτήν μορφήν σου ὦς θησαυρόν, Βύσσιανη, ἤν ἔχει πολυτίμητοι ἤ μονή ἤ φερώνυμος σου ἔν Σέρραις προσκυνοῦντες πανευλαβῶς, Παρθένε, ἁγιαζόμεθα.

Θεοτόκε Βύσσιανη, Μαριάμ, νόσων ἀνιάτων  καί κινδύνων ἀπαλλαγή πέλεις τῶν ἔν πίστει σπευδόντων καθ’ ἑκάστην τῇ παναγία σκέπη καί προστασία σου.

Στήριζε Σερραίων πιστῶν χορούς καί τῶν Μακεδόνων όμηγύρεις τῶν εὐλαβῶς κατασπαζομένων τήν σήν σεπτήν εἰκόνα τήν βρύουσαν ἰάσεις ἅπασι, Βύσσιανη.

Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἤ δωδεκάς, οἵ Ἅγιοι πάντες, μετά τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.


Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καί τό Ἀπολυτίκιον. Ἦχος πλ. ἀ'. Τόν συνάναρχον Λόγον.
Τῶν Σερραίων ἀκέστορ, φρουρέ καί ἔφορε καί σῆς μονῆς ἀντιλῆπτορ, δέξαι δεήσεις ἡμῶν τῶν πιστῶς καταφευγόντων σοι ἔν κλύδωσι καί πάσαις βίου συμφοραῖς, Θεομῆτορ ἀγλαή, θησαύρισμα Μακεδόνων καί ἀκλινῶς σοι βοώντων Χαῖρε, ήμών προστάτις, Βύσσιανη.

Ἐκτενής καί Ἀπόλυσις, μεθ’ ἤν ψάλλομεν τό έξης.

"Ἠχός β'. Ὅτε ἐκ τοῦ Ξύλου.

Νόσov κατωδύνων, λοιμικῶν καί παθῶν ἡμᾶς χαμαιζήλων, Θεοκυήτορ ἀγνῇ, ρΰσαι τούς  προστρέχοντας σή θεῖα χάριτι καί βοῶντας ἐκ πίστεως Σερραίων ἀκέστορ, Βύσσιανη θεόνυμφε, ἐκ τῆς κακότητος καί δεινῆς μανίας τού πλάνου τήρει ἀσινεῖς σοῦς οἰκέτας τούς πληθύν ὑμνοῦντας θαυμασίων σου.

Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων Σου, καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Τήν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου.

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.
’Ἀμήν.

Δίστιχον.

Θεολόγον, Σερρῶν ἱεράρχην, σκέπε,
Βύσσιανη Μῆτερ, Χαραλάμπης κράζει.



Κατεβάστε την Παράκληση

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης