Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1311
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον Αρχάγγελο Μιχαήλ Πανορμίτη Empty Παρακλητικός Κανών εις τον Αρχάγγελο Μιχαήλ Πανορμίτη

Την / Το Δευ Ιουλ 01, 2019 11:37 am
Παρακλητικός Κανών εις τον Αρχάγγελο Μιχαήλ Πανορμίτη

Παρακλητικός Κανών εις τον Αρχάγγελο Μιχαήλ Πανορμίτη Panorm10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

εἶτα τά Τροπάρια·

Ήχος δ’. Τη Θεοτόκω εκτενώς.

Του Ταξιάρχου τω Ναώ νυν προσήλθομεν εν ευλαβεία οι πιστοί και προσπίπτομεν προ της Εικόνος της θαυματουργού κράζοντες και λέγοντες, Αρχιστράτηγε θείε, πρόφθασον και λύτρωσαι από πάσης ανάγκης ημάς και πάντας, Άρχον Μιχαήλ, τους προσδραμόντας πιστώς τη ση χάριτι.

Δόξα. Και νύν. Θεοτοκίον.
Τη Θεοτόκω εκτενώς νυν προσδράμωμεν, αμαρτωλοί και ταπεινοί και προσπέσωμεν εν μετανοία κράζοντες εκ βάθους ψυχής˙ Δέσποινα, βοήθησον, εφ’ ημάς σπλαγχνισθείσα˙ σπεύσον απολλύμεθα υπό πλήθους πταισμάτων˙ μη αποστρέψεις σους δούλους κενούς˙ σε γαρ και μόνην ελπίδα κεκτήμεθα.


Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.


Είτα αρχόμεθα του Κανόνος, ου η Ακροστιχίς˙
Θερμώς Μιχαήλ αιτούμαι την χάριν σου, Φ(ιλαρέτου).


Ωδή α’. Ήχος πλ. δ’. Υγράν διοδεύσας.
Αρχάγγελε του Θεού, πρέσβευε υπέρ ημών.
Θεού του Υψίστου τον Λειτουργόν υμνώ και γεραίρω˙ και αιτούμαι ως βοηθόν εις πάσαν του βίου τρικυμίαν τον Μιχαήλ
των Αγγέλων τον πρόμαχον.

Αρχάγγελε του Θεού, πρέσβευε υπέρ ημών.
Ελθών ως ικέτης σου ταπεινός τη σεπτή Μονή σου Πανορμίτου, ώ Μιχαήλ, προσπίπτω τη θεία σου Εικόνι ευχαριστώ σοι
θερμώς, Αρχιστράτηγε.

Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι.
Ροής των δακρύων μου, Μιχαήλ, δέχθητι ασμένως και καρδίας μου συντριβήν παρέχων μοι αύθις την υγείαν και σωτηρίαν
ψυχής, ώ Πρωτάγγελε.

Και νυν και αεί και εις τους αιώνας των αιώνων αμήν.
Θεοτοκίον.
Μεγίστοις υπάρχων εν πειρασμοίς προς σε καταφεύγω σωτηρίαν επιζητών, ώ Μήτερ του Λόγου και Παρθένε, των
δυσχερών και δεινών με διάσωσον.


Ωδή γ’. Ουρανίας αψίδος
Αρχάγγελε του Θεού, πρέσβευε υπέρ ημών.
Ως προστάτην και σκέπην διηνεκώς κέκτημαι σε τον Ταξιάρχην Κυρίου και Μεγαλόχαρον˙ όθεν εκ τούτου θερμώς τη θεία
ταύτη Μονή σου σήμερον προσέρχομαι χάριν αιτούμενος.

Αρχάγγελε του Θεού, πρέσβευε υπέρ ημών.
Συνεχόμενος φόβω και συντριβή ένδοθεν ως εν αμαρτίαις βιώσας, θείε Αρχάγγελε, και δια τούτο δεινώς ταλαιπωρούμαι ο
τάλας˙ όθεν συ με λύτρωσαι τη μεσιτεία σου.

Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι.
Μιχαήλ Πανορμίτα, των ευσεβών πρόμαχε και των ασθενούντων ο ρύστης ως τάχος πρόφθασον˙ και διαφύλαξον νυν εκ πειρασμών και κινδύνων πάντας τους προστρέχοντας τη θεία σκέπη σου.

Και νυν και αεί και εις τους αιώνας των αιώνων αμήν.
Θεοτοκίον.
Ικετεύω Παρθένε, τον ψυχικόν τάραχον και της αθυμίας την ζάλην διασκεδάσαι μου˙ συ γαρ, Θεόνυμφε, τον αρχηγόν της
γαλήνης, τον Χριστόν εκύησας, μόνη Πανάχραντε.


Διάσωσον, ώ Ταξιάρχα, ημάς εκ παντός κινδύνου και ασφάλισον σην Μονήν και Νήσον εκ θλίψεων˙ Σε έχομεν κραταιόν γαρ Προστάτην.

Επίβλεψον εν ευμενεία, πανύμνητε Θεοτόκε, επί την εμήν χαλεπήν του σώματος κάκωσιν και ίασαι της ψυχής μου το άλγος.


Αἴτησις Και ευθύς, το Κάθισμα.
Ήχος β’. Πρεσβεία θερμή

Θεού λειτουργέ, Μιχαήλ Αρχιστράτηγε, Πανόρμου Μονής προστάτα και υπέρμαχε εκτενώς βοώμέν σοι˙ σπεύσον ώδε και ίασαι τους ασθενούντας οικτρώς αδελφούς και πάντας χαρίτωσον, θειότατε.

Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι. Και νυν και αεί και εις τους αιώνας των αιώνων αμήν. Θεοτοκίον.
Πρεσβεία θερμή και τείχος απροσμάχητον, ελέους πηγή, του κόσμου καταφύγιον, εκτενώς βοώμέν σοι˙ Θεοτόκε Δέσποινα,
πρόφθασον και εκ κινδύνων λύτρωσαι ημάς, η μόνη ταχέως προστατεύουσα.


Ωδή δ’. Εισακήκοα Κύριε.
Αρχάγγελε του Θεού, πρέσβευε υπέρ ημών.
Χαριστήριον αίνεσιν μετά ευλαβείας νυν αναμέλπω σοι, ώ τρισμέγιστε Αρχάγγελε, λυτρωθείς εκ πάντων των μισούντων
με.

Αρχάγγελε του Θεού, πρέσβευε υπέρ ημών.
Απαλλάξας τον δείλαιον εκ των τυραννούντων με πολεμίων μου ταις λιταίς σου προς τον Κύριον Μιχαήλ θεόπτα, περιφρούρει με.

Δόξα Πατρί και Υιω και αγίω Πνεύματι.
Ηλιόμορφε Άγγελε, δίδου μοι βοήθειαν όπως πάντοτε τη ση λάμψει και ταις χάρισι διαλάμπω πάσιν ο ανάξιος.

Και νυν και αεί και εις τους αιώνας των αιώνων αμήν.
Θεοτοκίον.
Λύσον, Μήτερ, τον τάραχον η τον κυβερνήτην τεκούσα Κύριον και τον κλύδωνα κατεύνασον των εμών πταισμάτων, Θεονύμφευτε.


Ωδή ε’. Φώτισον ημάς.
Αρχάγγελε του Θεού, πρέσβευε υπέρ ημών.
Άγνισον ημών τας ψυχάς τε και τα σώματα εκ πονηρών λογισμών, Μιχαήλ, αγγελικώς ίνα ζώμεν αεί θαυμάσιε.

Αρχάγγελε του Θεού, πρέσβευε υπέρ ημών.
Ίλεως ημίν όπως γένηται ο Κύριος ταις αμαρτίαις ημών, Μιχαήλ, σοι εκδυσώπει αυτόν εκτενώς, πρωτάγγελε.

Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι.
Τείχισον ημάς εν τη σκέπη των πτερύγων σου ίνα θερμώς εν τω βίω παντί τον Ιησούν ως Θεόν ευλαβώς λατρεύωμεν.

Και νυν και αεί και εις τους αιώνας των αιώνων αμήν.
Θεοτοκίον.
Όλβιον Αγνή την ζωήν μου συ κατάστησον την σην ακήρατον διδούσα χαράν της ευφροσύνης η γεννήσασα τον αίτιον.


Ωδή στ’. Την δέησιν εκχεώ.
Αρχάγγελε του Θεού, πρέσβευε υπέρ ημών.
Υμνήσωμεν, Μιχαήλ τον Άρχοντα προσκυνούντες και αυτού την Εικόνα εξ ής θαυμάτων το πλήθος προήλθε και χαριτόβρυτος πάσιν εγένετο. Δι’ όπερ σήμερον αυτήν ευγνωμόνως τοις άνθεσι στέψωμεν.

Αρχάγγελε του Θεού, πρέσβευε υπέρ ημών.
Μεγάλυνον τον Σωτήρα Κύριον, ώ πληθύς Χριστιανών, εκ καρδίας και τον αυτού Αρχιστράτηγον άμα τον διασώζοντα πάντας εκ θλίψεων και νοσημάτων σοβαρών μεσιτείαις αυτού προς τον εύσπλαγχνον.

Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι.
Αγάλλεται η Μονή σου σήμερον, Μιχαήλ ώ Πανορμίτα, ενθέως ότι πολλών θαυμασίων εδείχθης τελετουργός και προστάτης
θερμότατος των εν θαλάσσαις και δειναίς ασθενείαις σωτήρ ετοιμότατος.

Και νυν και αεί και εις τους αιώνας των αιώνων αμήν.
Θεοτοκίον.
Ιδού εγώ σε προστάτην κέκτημαι και φρουρόν εν τη ζωή μου, Παρθένε, των πειρασμών διαλύουσα όχλον και επηρείας δαιμόνων ελαύνουσαν˙ και δέομαι δια παντός εκ φθοράς των παθών μου ρυσθήναί με.


Διάσωσον, ώ Ταξιάρχα, ημάς εκ παντός κινδύνου και ασφάλισον σην Μονήν και Νήσον εκ θλίψεων˙ σε έχομεν κραταιόν γαρ Προστάτην.

Άχραντε, η δια λόγου τον Λόγον ανερμηνεύτως επ’ εσχάτων των ημερών τεκούσα δυσώπησον ως έχουσα μητρικήν παρρησίαν.


Αἴτησις και ευθύς το Κοντάκιον.
Ήχος β’. Προστασία των Χριστιανών.

Πρωτοστάτα των επουρανίων Δυνάμεων, Πανορμίτα, των Χριστιανών ο υπέρμαχος δέξαι αύθις τας προσευχάς ημών των
ταπεινών θερμώς κράζοντάς σοι, Μιχαήλ, εκ των παγίδων του Σατάν διαφύλαξον άπαντας˙ φρούρησον την Μονήν σου˙
διάσωσον τους νοσούντας˙ πάσι παρέχων δαψιλώς την ζωήρρυτον χάριν σου.


Προκείμενον.
Τον Άγγελον αυτού εντελείται περί σου του διαφυλάξαι σε εν πάσαις ταις οδοίς σου.
α’. Στίχ. Ότι έκλινε το ους αυτού εμοί και εν ταις ημέραις μου επικαλέσομαι.
β’. Στίχ. αγιωσύνη και μεγαλοπρέπεια εν τω Αγιάσματι αυτού.

Εκ του κατά Λουκάν αγίου Ευαγγελίου (κεφ. ι’ 16 – 21)

Είπεν ο Κύριος τοις εαυτού μαθηταίς˙ ο ακούων υμών εμού ακούει, και ο αθετών υμάς εμέ αθετεί˙ ο δε εμέ αθετών αθετεί τον αποστείλαντά με. υπέστρεψαν δε οι εβδομήκοντα μετά χαράς λέγοντες˙ Κύριε, και τα δαιμόνια υποτάσσεται ημίν εν τω ονόματί σου. Είπε δε αυτοίς˙ εθεώρουν τον σατανάν ως αστραπήν εκ του ουρανού πεσόντα. Ιδού δίδωμι υμίν την εξουσίαν του πατείν επάνω όφεων και σκορπίων και επί πάσαν την δύναμιν του εχθρού, και ουδέν υμάς ου μη αδικήση. Πλην εν τούτω μη χαίρετε, ότι τα πνεύματα υμίν υποτάσσεται˙ χαίρετε δε ότι τα ονόματα υμών εγράφη εν τοις ουρανοίς. Εν αυτή τη ώρα ηγαλλιάσατο τω πνεύματι ο Ιησούς και είπεν˙ εξομολογούμαί σοι, πάτερ, κύριε του ουρανού και της γης, ότι απέκρυψας ταύτα από σοφών και συνετών, και απεκάλυψας αυτά νηπίοις˙ ναι, ο πατήρ, ότι ούτως εγένετο ευδοκία έμπροσθέν σου.

Δόξα σοι, Κύριε˙ δόξα σοι

Δόξα
Ταις του Αρχαγγέλου, Οικτίρμον, μεσιτείαις εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Και νυν
Ταις της Θεοτόκου, πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.


Ελέησόν με ο Θεός....
Προσόμοιον.
Ήχος πλ. β’. Όλην αποθέμενοι.

Μέγιστε Αρχάγγελε, ώ Μιχαήλ Πανορμίτα, σήμερον τιμώμέν σε σω Ναώ ιστάμενοι οι ανάξιοι˙ και θερμοίς δάκρυσι τήν δε ικεσίαν καταθέτομεν δεόμενοι λύτρωσαι άπαντας από νόσων άμα και θλίψεων˙ και σώσον κινδυνεύοντας και αδικουμένους, πανάριστε. και τους εν θαλάσσαις κυβέρνησον ως μόνος δυνατός, και εις λιμένα τον εύδιον σώους επανάγαγε.


Σώσον ο Θεός τον λαόν σου....

Ωδή ζ’. Οι εκ της Ιουδαίας.

Αρχάγγελε του Θεού, πρέσβευε υπέρ ημών.
Την αγίαν σου σκέπην εφαπλοίς εσαεί πανταχού, θαυμάσιε, παρέχουσαν αφθόνως την θείαν προστασίαν δι’ ό άπαντες κράζομεν˙ ώ Ταξιάρχα, θερμώς εν σοι ευχαριστούμεν.

Αρχάγγελε του Θεού, πρέσβευε υπέρ ημών.
Η Μονή σου τρισμάκαρ θαυμασία εδείχθη εν τη Εικόνι σου˙ διό εις Πανορμίτην προτρέχουσιν ασμένως οι πιστοί ανακράζοντες˙ ο των Πατέρων ημών Θεός, ευλογητός εί.

Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι.
Νηνεμίαν χαρίζεις τοις θαλάσσαις δειναίς και κινδύνοις πλέουσι την λύτρωσιν παρέχεις ως σε επικαλούνται, Μιχαήλ αστραπόμορφε, Σε ανυμνούμεν πιστώς εις πάντας τους αιώνας.

Και νυν και αεί και εις τους αιώνας των αιώνων αμήν.
Θεοτοκίον.
Χαριτόβρυτον όντως και πηγήν αφθαρσίας την σε κυήσασαν και πύργον ασφαλείας και θύραν μετανοίας τοις κραυγάζουσιν
έδειξας˙ ο των Πατέρων ημών Θεός, ευλογητός εί.


Ωδή η’. Τον Βασιλέα των ουρανών.
Αρχάγγελε του Θεού, πρέσβευε υπέρ ημών.
Ασμένως ρώσιν τοις ασθενούσι βραβεύεις τοις πιστώς προστρέχουσί σοι, Μάκαρ, και υπερυψούσι τα θεία θαύματά σου.

Αρχάγγελε του Θεού, πρέσβευε υπέρ ημών.
Ρύσαι σους δούλους εκ των Βελίαρ σκανδάλων, Μιχαήλ Αρχιστράτηγε θείε, φρουρών ημάς άμφω εις πάντας τους αιώνας.

Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι.
Ιδέ εν Σύμη ο θείος ούτος Ναός σου καταφύγιον οράται πονούντων˙ και λιμήν υπάρχει γαλήνιος πλεόντων.

Και νυν και αεί και εις τους αιώνας των αιώνων αμήν.
Θεοτοκίον.
Νόσους παντοίας τας της ψυχής ιατρεύεις και σαρκός τας οδύνας, Παρθένε, ίνα σε δοξάζω την Κεχαριτωμένην.


Ωδή θ’. Κυρίως Θεοτόκον.
Αρχάγγελε του Θεού, πρέσβευε υπέρ ημών.
Συμφώνως, θείε Νόε, μετά των Αγγέλων τη φωταυγεί παρουσία σου πάντοτε διακονείς τω Κυρίω εις το σωθήναι ημάς.

Αρχάγγελε του Θεού, πρέσβευε υπέρ ημών.
Ομόθυμον τον ύμνον φόβω αναμέλπων τω Τρισηλίω Θεώ, Αρχιστράτηγε, και τας ημών νυν δεήσεις Αυτώ προσάγαγε.

Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι.
Υμνούμεν τον Σωτήρα Χριστόν εκ καρδίας και Μιχαήλ τον Αρχάγγελον πάντοτε, ότι ημάς διασώζουν εκ περιστάσεων.

Και νυν και αεί και εις τους αιώνας των αιώνων αμήν.
Θεοτοκίον.
Φωτός σου ταις ακτίσι λάμπρυνον, Παρθένε, το ζοφερόν της αγνοίας διώκουσα, τους ευσεβώς Θεοτόκον, σε καταγγέλοντας.

Άξιόν εστίν ως αληθώς, μακαρίζειν σε την Θεοτόκον, την αειμακάριστον και παναμώμητον και μητέρα του Θεού ημών. Την τιμιωτέραν των Χερουβείμ και ενδοξοτέραν ασυγκρίτως των Σεραφείμ, την αδιαφθόρως Θεόν Λόγον τεκούσα˙ την όντως Θεοτόκον σε μεγαλύνομεν.

και τα παρόντα Μεγαλυνάρια,
Χαίροις, αξιΰμνητε Μιχαήλ, Πρωτάγγελε θείε, Ασωμάτων μυσταγωγέ. Χαίροις του Κυρίου, πανάριστος κινύρα και της αΰλου δόξης λαμπρόν απαύγασμα.

Δέξαι, ώ παμμέγιστε Μιχαήλ, ημών τας δεήσεις, ας προσάγαγε τω Θεώ, αιτούμενος πάσιν ομόνοιαν ειρήνην και λύτρωσιν εκ
πόνων τη μεσιτεία σου.

Πρόφθασον, Αρχάγγελε Μιχαήλ, και φρούρει αγρύπνως Εκκλησίαν την του Θεού εν Βασιλευούση˙ και τη Ορθοδοξία παράσχου θαυμασίως πάση τον θρίαμβον.

Σκέπε, Μεγαλόχαρε Μιχαήλ, της Ορθοδοξίας Αρχιποίμενα τον κλεινόν άμα και τον Κλήρον και τον Λαόν Κυρίου δωρούμενος
υγείαν αυτοίς, θαυμάσιε.

Φρούρει, αστραπόμορφε Μιχαήλ, την Μονήν σου ταύτην, τους Πατέρας και Αδελφούς άμα τους Εφόρους αυτής και Ευεργέτας
από παντός κινδύνου και περιστάσεως.

Τους προσερχομένους τη ση Μονή εν πίστει και πόθω ορθοδόξους Χριστιανούς, σκέπε και ευλόγει δωρούμενος υγείαν και πάσαν ευρωστίαν, θείε Αρχάγγελε.

Της Δωδεκανήσου ο θησαυρός Σύμης Κω και Ρόδου της Καλύμνου ο βοηθός απάσης Ελλάδος, ώ μέγα Ταξιάρχα, Χριστιανών το κέρας, εί Μεγαλόχαρε.

Τους ναυτιλλομένους Χριστιανούς τους εν ταις θαλάσσαις κινδυνεύοντας αδελφούς τους το όνομά σου θερμώς αναβοώντας διάσωσον εν τάχει, θείε Πρωτάγγελε.

Έτερα Μεγαλυνάρια Εκ χειρογράφου της Ι. Μονής.
Ώ της θεωρίας Σου της φρικτής και της καλλονής Σου της πυρίνου και θεαυγούς κατέχεις το σκήπτρον Μιχαήλ τη χειρί Σου και μέλπεις τη Τριάδι ύμνον Τρισάγιον.

Έχων Σε προστάτην και βοηθόν, φύλακα και σκέπην της ψυχής μου της ταπεινής˙ Μιχαήλ πρωτάρχα, και Μέγα Ταξιάρχα, εν
ώρα του θανάτου Συ μοί βοήθησον.

Χαίροις ιερώτατε Γαβριήλ, χαίροις πρωτοστάτα των Αγγέλων προμηνυτά, χαίροις ο το Χαίρε μηνύσας τη Παρθένω εν Ναζαρέτ τη πόλει Ήν μεγαλύνομεν.

Και τα έτερα δύο ταύτα, Ανωνύμου.
Μιχαήλ Αρχάγγελε του Θεού, μη έλθης ως λέων αγριώτατος εις εμέ μηδέ την ψυχήν μου αρπάσης ως στρουθίον εν ώρα του
θανάτου συ μοί βοήθησον.

Δεύτε ευφημήσωμεν οι πιστοί, τους δύο φωστήρας, τους μεγάλους και φωταυγείς, Μιχαήλ τον μέγαν και Γαβριήλ τον θείον, τους δύο Ταξιάρχας του Παντοκράτορος.

Πάσαι των Αγγέλων αι στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων η δωδεκάς, οι Άγιοι πάντες, μετά της Θεοτόκου ποιήσατε πρεσβείαν εις το σωθήναι ημάς.

Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.


Και ευθύς το Απολυτίκιον˙ Ήχος δ’.
Των ουρανίων στρατιών, Αρχιστράτηγε, δυσωπούμέν σε αεί ημείς οι ανάξιοι˙ ίνα ταις σαις δεήσεσι τειχίσης ημάς, σκέπη των πτερύγων της αΰλου σου δόξης, φρουρών ημάς προσπίπτοντας εκτενώς και βοώντας εκ των κινδύνων λύτρωσαι ημάς, ως Ταξιάρχης των άνω Δυνάμεων.

Έτερον Ανωνύμου. Ήχος πλ. α’.Τον συνάναρχον Λόγον…
Της Μονής του Πανόρμου προστάτης πέφυκας, ένθα υπάρχει παμμάκαρ ως θησαυρός δωρεών, η σεπτή και αγία Εικόνα σου.
Ταξιάρχα Μιχαήλ αξιοθαύμαστε˙ προς ήν προστρέχει ευλαβώς ο περιούσιος Λαός, αιτών πταισμάτων την λύσιν˙ και των ψυχών σωτηρία, ώ Τα ξιάρχα μεσιτείαις Σου.


Εἶτα τά παρόντα Τροπάρια.
Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς....Δόξα....Κύριε, ἐλέησον ἡμᾶς....Καὶ νῦν... Θεοτοκίον.Τῆς εὐσπλαγχνίας τὴν πύλην....

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν το ἑξῆς  Τροπάριον.

Ήχος β’. Ότε εκ του ξύλου.

Δεύτε, νυν προσπέσωμεν πιστώς, ώ Χριστιανοί, τη Εικόνι του Ταξιάρχου ημών κράζοντες εν δάκρυσι και στεναγμοίς εκτενώς˙ Μιχαήλ Αρχιστράτηγε, της Σύμης το θαύμα, πρόφθασον και λύτρωσαι ημάς εκ άμφω πάσι τοις νοσούσι˙ και δείξον την φιλανθρωπίαν σου, πανένδοξε.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.





Πηγή

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης