Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1766
https://www.proseyxi.com

Παρακλητικός Κανών στόν Μέγα Αρχάγγελο Μιχαήλ καί στόν Πάντιμο Ήλο του Σωτήρος Χριστού Empty Παρακλητικός Κανών στόν Μέγα Αρχάγγελο Μιχαήλ καί στόν Πάντιμο Ήλο του Σωτήρος Χριστού

Την / Το Δευ Ιουλ 01, 2019 12:20 pm
Παρακλητικός Κανών στόν Μέγα Αρχάγγελο Μιχαήλ καί στόν Πάντιμο Ήλο του Σωτήρος Χριστού

Παρακλητικός Κανών στόν Μέγα Αρχάγγελο Μιχαήλ καί στόν Πάντιμο Ήλο του Σωτήρος Χριστού Arxagg10

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα άναγινώσκοντες τόν ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησιν μου ἐν τῆ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῆ δικαιοσύνη σοῦ καί μή εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἐπ' ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου μή ἀποστρέψῃς τό πρόσωπον σου ἀπ' ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοί ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μοῦ ἐξελοῦ μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μοῦ τό πνεῦμα σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματος σου, Κύριε, ζήσεις μέ, ἐν τῆ δικαιοσύνη σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος σου εἰμι.

Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος Β'. Πάντα τά ἔθνη ἐκύκλωσαν με, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὑτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος Γ'. Παρά Κυρίου ἐγένετο αὕτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

εἶτα τά Τροπάρια·

Ἦχος δ'. Τῆ Θεοτόκῳ ἐκτενῶς

Τόν ’Ἀρχιστράτηγον Ὑψίστου τόν Μέγα, τόν περισκέποντα πιστούς καί φρουροῦντα, ἀπό παντοίας βλάβης καί λύμης τοϋ ἐχθροῦ, πάντες ἀνυμνήσωμεν, πρός Αύτόν ἐκβοῶντες· Μιχαήλ ’Ἀρχάγγελε ἀπό πάσης ἀνάγκης καί ἐπηρείας λύτρωσον ἡμᾶς, τούς τῶν πτερύγων Σου σκέπη προσφεύγοντας.

Δόξα, ὅμοιον τοῦ Τιμίου Ἤλου
Τούς εὐλαβῶς ἀσπαζομένους τόν Ἦλον, δι’ οΰ έπάρη ἤ πανάχραντος χείρ Σου, ἐν τῷ Σταυρῶ καί αἵματι, βαφέντα Σου σεπτῷ, Σῶτερ ἐν τῷ πάθει Σου, τούτου χάριτι θεία, ῥύου πάσης λώβης τε, νόσου καί ἐπιχρείας, τῆ προστασία, θείου Μιχαήλ, τού ’Ἀρχαγγέλου, Χριστέ πολυέλεε.

Καί νῦν. Θεοτοκίου ὅμοιον
Τῆς μετανοίας Θεοτόκε τήν τρῖβον, καί ἡμᾶς ἐνίσχυσον τού ὁδεύειν προθύμως, τούς τήν σεπτήν Εἰκόνα Σου, τιμῶντας εὐλαβῶς, τῆς Γλυκοφιλούσης Σου, καί ἡμῶν τάς καρδίας, πλάτυνον ἔν θλίψεσι καί πικραϊς ἀθυμίαις, καί ἐκ παντοίων σῷζε πειρασμῶν, Σε γάρ καί μόνην, ἐλπίδα κεκτήμεθα.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημα μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιον μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιον Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαι Σε. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσας μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπον Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσιν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὑκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὑκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σίων καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον Σου μόσχους.

καί ὅ Κανῶν.

Ώδή α΄. Ἦχος πλ. δ'. Ὑγράν διοδεύσας

Μιχαήλ ’Ἀρχιστράτηγε τού Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν.
Πολλοῖς συνεχόμενοι πειρασμοῖς καί Σοι προσδραμόντες, ’Ἀρχιστράτηγε Μιχαήλ, ἐκ τούτων ἁπάντων δυσωποῦμεν, σαῖς προστασίαις ἡμᾶς ἐλευθέρωσον.

Παθῶν ἡμᾶς θλίβουσι προσβολαί, ’Ἀρχάγγελε θεῖε, καί κινδύνων ἐπαγωγαί, πρόφθασον καί ῥύου Σούς ἱκέτας καί προστασίαις ἐνθέοις Σου λύτρωσαι.

Δόξα. Χάριτι τού θείου Ἤλου Σῶτερ σῶσον ἡμᾶς.
Τόν πάντιμον Ἦλον τόν ἔν χειρί, Χριστοῦ ἐμπαγέντα, προσκυνήσωμεν εὐλαβῶς, τόν χάριν προχέοντα πλουσίαν, καί νοσημάτων ποικίλων τήν ἴασιν.

Καί νῦν. Θεοτοκίον.
Κατήργηται θάνατος διά Σοῦ, καί ᾌδου τό κέντρον ἠφανίσθη Μῆτερ Θεοῦ· Σύ γάρ τόν ἀθάνατον Δεσπότην, εἰς σωτηρίαν ἡμῶν ἀπεκύησας.


Ὢδή γ΄. Οὐρανίας ἁψῖδος
Προστασίαις Σου θείαις, τῶν ἀλγεινῶν ῥῦσαι με, θεῖε Μιχαήλ ’Ἀρχηγεῖα, έκπιεζόμενον, δεινῶς ἐκ τούτων νῦν, Σέ γάρ ἀντίληψιν ἔχω, ὅ προστρέχων πάντοτε, θερμῶς τῆ σκέπη Σου.

Ὁδηγόν καί προστάτην, πρός τόν Θεόν μέγιστε, πάντες Σέ κεκτήμεθα ὄντως, καί ἱκετεύομεν, ὀδύνης λύτρωσαι, παθών καί νόσων παντοίων, Μιχαήλ ’Ἀρχάγγελε, τῆ προστασία Σου.

Διαφύλαξον πάντας, τῆ τού σεπτοῦ Ἤλου Σου, παναλκεῖ τε δυνάμει, παντοίων νόσων καί θλίψεων, ὄν Σοι προσφέρομεν, εἰς ἱλασμόν τῶν πταισμάτων, καί δεινῶν ἐκλύτρωσιν, μόνε φιλάνθρωπε.

Θεοτοκίον
Ὑπεράγαθε Κόρη, τόν λυτρωτήν τέξασα, λύτρου παντοίων κινδύνων, τούς Σοι προστρέχοντας, καί ἀνυμνοῦντας Σε, Γλυκοφιλοῦσα Μαρία, καί πίκρας κολάσεως, ῥῦσαι τῆ σκέπη Σου.


Διάσωσον ἀπό κινδύνων, τούς δούλους Σου Ταξιάρχα, ὅτι Σέ ἐν πειρασμοῖς μετά Θεόν Σωτῆρα κεκτήμεθα. ὡς ἕτοιμον βοηθόν καί προστάτην.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.


Αἴτησις καί τό Κάθισμα.
Ἦχος β΄. Τά ἀνῶ ζητῶν.

Προστάτην θερμόν, καί φύλακα Ἀρχάγγελε, πλουτοῦν τες ἀεί, οἱ πίστει Σοι προστρέχοντες, ἐκτενῶς βοῶμεν Σοι, Μιχαήλ ’Ἀρχιστράτηγε, πρόφθασον, καί ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ταῖς θείαις μεγίσταις προστασίαις Σου.


Ὢδή δ΄ Εἰσακήκοα Κύριε.
Τῶν παθών μου τόν βόρβορον, καί κηλῖδας πάσας ψυχῆς ἀπόσμηξον, καί τήν ϊασιν πρυτάνευσον, Μιχαήλ ’Ἀρχάγγελε, Σοῦ δέομαι.

Ἐπί κλίνης με κείμενον, ἀλγεινῶν παντοίων, θεῖε ’Ἀρχάγγελε, προστασία Σου έξέγειρον, καί θεράπευσόν με τῆ δυνάμει Σου.

Θησαυρόν ἀδαπάνητον, τόν σεπτόν κεκτήμεθα θεῖον ' Ἦλον Σου, ’Ἰησοῦ μου πολυέλεε, δι’ οὗ ἡμᾶς λύτρωσαι κακώσεων.

Θεοτοκίον
Καθαρόν ἐνδιαίτημα, μόνη Σύ ἐφάνης, Κόρη τού Κτίστου Σου, ὄν δυσώπει ὦς φιλάνθρωπον, σύν τῷ ’Αρχάγγελο σώσαι ἅπαντας.


Ὢδή ε΄. Φώτισον ήμάς
Ομβρισον ἡμῖν, ὑετούς τούς τῶν θαυμάτων Σου, καί ἀρούρας ψυχῶν ἡμῶν ἄρδευσον, Μιχαήλ Κυρίου ’Ἀρχιστράτηγε.

΄Ίασαι ἡμῶν, τήν κατ’ άμφιο νῦν ἀσθένειαν, έπισκοπη σου ’Ἀρχιστράτηγε, καί τήν ὑγείαν, προστασία Σου παράσχου ἡμῖν.


΄Ηλόν Σου τόν σεπτόν, Ζωοδότα ἀσπαζόμεθα, καί τήν *λόγχην καί τόν κάλαμον, ἆ δι’ ἡμᾶς ὑπέστης ὦς ὑπεράγαθος.

Θεοτοκίον.
΄Ωρθωσας ἡμᾶς, πεπτωκότας παναμώμητε, άλλά πρέσβευε τοῦ ῥύσασθαι, ἐκ πολλῶν κινδύνων τούς τιμῶντας Σε.


Ὢδή στ'. Τήν δέησιν έκχεώ.
Προστάτην Σε πρός Θεόν κεκτήμεθα, ’Ἀρχιστράτηγε μεσίτην καί πρέσβυν, καί γάρ πολλήν παρρησίαν ὦς ’’Ἀρχῶν, τῶν Άσωμάτων ’Ἀγγέλων, Σύ κέκτησαι, ῥυσθείημεν οὖν ἐκ δεινῶν, ἱεραῖς Μιχαήλ προστασίαις Σου.

Θανάτου καί συμφορῶν άπάλλαξον, πολυτρόπων Μιχαήλ Ἀρχηγέτα, τούς τῷ Ναῶ Ἁγιάσματος πόθῳ, ἔν Γονατᾶς εὐλαβῶς προσεδρεύοντας, καί βράβευσον ἡμῖν σοφέ, νοσημάτων παντοίων τήν ϊασιν.

Νοσούντων τήν θεραπείαν δίδωσιν, ὅ πανέντιμος Σου ' Ἠλός Σωτήρ μου, καί δᾳδουχεῖ τήν ἡμῶν ταύτην Νῆσον, ταῖς ἀστραπαῖς τῶν θαυμάτων ἑκάστοτε καί πᾶσι βραβεύει δαψιλώς, εὐεξίαν καί ῥῶσιν τοῖς χρῄζουσιν.

Θεοτοκίον.
Βασίλισσαν ὅ Δαβίδ Σε ’Ἄχραντε, προηγόρευσε τεκοῦσαν τόν Λόγον, Δημιουργόν Βασιλέα τῶν πάντων, καί ποιητήν τῶν αἰώνων καί Κύριον, ἀνάδειξον οὖν κάμε Ἀγνῇ, Βασιλέα παθῶν τόν τιμῶντα Σε.


Διάσωσον ἀπό κινδύνων, ’Ἀρχάγγελε τούς σούς δούλους, ὅτι πάντες μετά Θεόν ἔν τοῖς δεινοῖς ἀεί προβαλλόμεθα, προστάτην ἡμῶν καί ῥύστην.

*Ἄχραντε ἤ διά λόγου τόν Λόγον άνερμηνεύτως, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὦς ἔχουσα μητρικήν παρρησίαν.


Αἴτησις καί εὐθύς τό Κοντάκιον.
Ἦχος β'. Προστασία τῶν Χριστιανῶν.

Ὡς ταχύν ἔν δεινοῖς ἀντιλήπτορα πάντοτε καί θερμόν βοηθόν ἔν ταῖς θλίψεσιν ἔχοντες, Σοῦ δεόμεθα πιστῶς, Ταξιάρχα Μιχαήλ συμπάθεια Σου τῆ πρίν καί νῦν χρησάμενος, πάσης λώβης ἡμᾶς λύτρωσαι, καί βλάβης τού ἐχθροῦ, ἰνᾷ γεραίρωμεν, ἀεί τήν Σήν χάριν καί ἀντίληψιν.


Προκείμενον.
Ὅ ποιῶν τούς ’Ἀγγέλους αύτοϋ πνεύματα καί τούς λειτουργούς αύτού πυρός φλόγα.
Στίχ. Εύλόγει ἤ ψυχή μου τόν Κύριον.

Εὐαγγέλιον. Ἐκ τοῦ κατά Λουκᾶν.

Εἶπεν ὅ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· ὅ άκούων ὑμῶν ἐμοῦ ἀκούει· καί ὅ άθετών ὑμᾶς ἐμέ άθετεϊ· ὅ δέ ἐμέ άθετών, άθετεϊ τόν ἀποστείλαντα με· ὑποστρέψαν δέ οἱ ἑβδομήκοντα μετά χαράς λέγοντες· Κύριε καί τά δαιμόνια ὑποτάσσεται ἡμῖν ἔν τῷ ὀνόματι σου. Εἶπε δέ αύτοϊς· ἐθεώρουν τόν Σατανᾶν ὦς ἀστραπήν ἐκ τού οὐρανοῦ πεσόντα. ’Ἰδού δίδωμι ὑμῖν τήν ἐξουσίαν τού πατεῖν έπάνω ὄφεων καί σκορπιών καί ἐπί πᾶσαν τήν δύναμιν τού ἐχθροῦ καί οὐδέν ὑμᾶς οὗ μή ἀδικήσει. Πλήν ἔν τούτῳ μή χαίρετε, ὅτι τά πνεύματα ὑμῖν ὑποτάσσεται, χαίρετε δε μᾶλλον, ὅτι τά ὀνόματα ὑμῶν ἐγράφη ἔν τοῖς οὐρανοῖς. Ἔν αὑτῇ τῆ ὤρα ήγαλλιάσατο τῷ πνεύματι ὅ Ίησοϋς καί εἶπεν· Ἐξομολογοῦμαι Σοι Πάτερ, Κύριε τού οὐρανοῦ καί τῆς γῆς, ὅτι ἀπέκρυψας ταύτᾳ ἀπό σοφῶν καί συνετῶν, καί ἀπεκάλυψας αύτά νηπίοις· ναί ὅ Πατήρ, ὅτι οὕτως ἐγένετο, εύδοκία ἔμπροσθεν σου.

Δόξα
Ταῖς τοῦ ’Ἀρχαγγέλου, οἰκτίρμων προστασίαις, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν
Ταῖς τῆς Θεοτόκου πρεσβείαις ἐλεήμων, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.


Ἔπειτα τό Έλέησόν με ὅ Θεός.
Ἦχος Πλ. β΄.  Ὅλην ἀποθέμενοι

Μή παρίδῃς δέησιν, τῶν ἀναξίων Σου δούλων, Μιχαήλ Πρωτάγγελε, άλλά δέξαι ταύτην, καί βοήθησον. Σύ τάχιον θλίψεσιν ἐνυπάρχουσι, καί ταῖς τῶν δεινῶν ἐπιθέσεσι· Σέ γάρ κεκτήμεθα πρόμαχον καί φρουρόν καί ἀντίληψιν. Σούς δούλους οὖν ἑκλύτρωσαι βλάβης ἐκ παντοίας καί θλίψεως, ἴασιν ἀφθόνως, "ψυχῶν τε καί σωμάτων δωρεάν, ταχύ παρέχων τοῖς δούλοις Σου, τοῖς πιστῶς καλοῦσι Σε.

Ἕτερον ὅμοιον εἰς τόν Τίμιον Ἦλον.
Δεῦτε προσκυνήσωμεν, πιστοί χαρά τε καί πόθῳ, Ἦλον τόν πανσέβαστον, τόν Χριστοῦ τήν ἄχραντον, Χεῖρα τρώσαντα, ἕξ ἦς ήγίασται, ἔν καιρῶ τού πάθους· καί τήν χάριν τῶν ἰάσεων, έπαπολαύσωμεν, βρύει καί γάρ χάριν άέννα ὀν, ποικίλα τε χαρίσματα, καί παντοδαπά τε δωρήματα, τοῖς μετ’ εὐλαβείας, παρέχει τε άσπάζουσιν Αὑτόν, οὗ τῆ δυνάμει καί χάριτι, καθαγιαζόμεθα.

Μεταβολῇ, τῶν θλιβομένων, ἀπαλλαγῇ τῶν ἀσθενούντων ὑπάρχουσα, Θεοτόκε Παρθένε, σῷζε πόλιν καί λαόν, τῶν πολεμουμένων ἤ εἰρήνη, τῶν χειμαζομένων ἤ γαλήνη, ἤ μόνη προστασία τῶν πιστῶν.

Σῶσον ὅ Θεός τόν λαόν σου.

Ὢδή ζ΄. Οἵ ἐκ τῆς Ἰουδαίας.

Σέ φρουρόν καί προστάτην κεκτήμεθα οἵ πάντες, θεῖε ’Ἀρχάγγελε, τῆ σκέπη τῶν πτερύγων, ἡμᾶς φύλαττε πάντας, τούς καλοῦντας Σε πάντοτε καί αἰτουμένους θερμῶς τήν Σήν ἐπικουρίαν.

Τῶν ’Ἀγγέλων ὦς μέγας, πρωτοστάτης παμμάκαρ, Μιχαήλ ἔνδοξε, τῆ σκέπη Σῶν πτερύγων, διάσῳζε καί σκέπε τούς ἔν πίστει κραυγάζοντας, ὅ τῶν Πατέρων ἡμῶν Θεός εὐλογητός εἰ.

Ῥῶσιν σώματος ἄμα καί ψυχῆς σωτηρίαν, ἡμῖν νῦν βράβευσον, προσπτύξει Σου τῆ θεία, ζωοπάροχε ' Ἦλε, Χριστοῦ πανέντιμε, ἶνα τιμῶμεν ἀεί, Σήν χάριν εἰς αἰῶνας.

Θεοτοκίον
’Απροσμάχητον τεῖχος, κεκτημένοι Σε πάντες, Ἀγνῇ γι γινώσκομεν, ῥυσθῆναι ἐκ κινδύνων, ήμάς καί πάοης βλάβης, Θεοτόκε ἱκέτευε, ἰνᾷ ὑμνῶμεν ἀεί, τήν ἄμαχον Σου χάριν.


Ώδή η΄.Τον Βασιλέα.
Τούς τήν Εἰκόνα, τήν Σήν πιστῶς προσκυνοῦντας, ἐκ παντοίων λύτρωσαι κινδύνων, νόσου τε παντοίας, ’Ἀρχάγγελε Κυρίου.

Τῶν ἰαμάτων, τό δαψιλές ἑπιχέεις, τοῖς νοσοῦσιν, ’Ἀρχάγγελε Κυρίου, καί ὑπερυψοῦσι, Χριστόν εἰς τούς αἰῶνας.

Ὑπερεκβλύζει, τῶν ἰαμάτων τήν χάριν, καί ἐκδιώκει δαιμόνων ἐπηρείας, ὅ ἱερός ' Ἠλός, ἐκ τῶν Αύτόν τιμώντων.

Θεοτοκίον.
Λιμένα εὔδιον, οἵ πιστοί κεκτημένοι, ἔν τῷ σάλω τοῦ βίου, Θεοτόκε, βοῶμεν Παναγία, σῷζε ἡμᾶς κινδύνων.


Ώδη θ'. Κυρίως Θεοτόκον.
Δεήθητι Κυρίου, Μιχαήλ Πρωτοστάτα, ὑπέρ τῶν πίστει καί πόθῳ τιμώντων Σε, τού λυτρωθῆναι κινδύνων καί περιστάσεων.

΄Εκάστω τάς αἰτήσεις, τάς πρός σωτηρίαν, τῶν σε τιμώντων ἐξ ὕψους κατάπεμψον, ὦ Μιχαήλ Ταξιάρχα τῆ προστασία Σου.

Χαρίτων Σου βολίδας, πέμψον τοῖς ἔν πίστει, προσπτυσσομένοις Σε ' Ἦλε πανέντιμε, καί τῆ σή χάριτι ῥῶσιν, ἅπασι βράβευσον.

Θεοτοκίον.
Σωμάτων ἀλγηδόνας, καί ψυχικάς νόσους, ἀπό τῶν δούλων Σου Κόρη ἀπέλασον, τῶν προστρεχόντων ἔν πίστει, τῆ θεία σκέπη Σου.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

καί τά έξης Μεγαλυνάρια
Νόων πάντων θείων τήν καλλονήν, σκέπην ’Ὀρθοδόξων καί ἀπόρων τόν βοηθόν, Μιχαήλ τόν μέγα, πιστῶν πάντων προστάτην καί μέγαν πολιοῦχον, πιστῶς ὑμνήσωμεν.

Τό ’Ἁγίασμα Σου ἔν Γοναταϊς, ἄλλην κολυμβήθραν, ὑπερβᾶσαν τοῦ Σιλωάμ καί τοῦ ἔν ταῖς Χώναις, παρέχει γάρ τοῖς πᾶσι, τήν ἴασιν ἀφθόνως, Θεοϋ ’Ἀρχάγγελε.

Τό τῆς Νήσου Θάσου κλέος λαμπρόν, Κώμης Θεολόγου, τήν κρηπῖδα, καί ὀφθαλμόν, καί τῶν ἀσθενούντων, ταχύν ὄντως Σωτῆρα, ’Ἀρχάγγελον Κυρίου, ἀνευφημήσωμεν.

Σέ τόν ἁστραπόμορφον Μιχαήλ, ἤ τῆς Νήσου Κώμη, Θεολόγου ἔν τοῖς δεινοῖς, ἔχειν ἠξιώθη, φρουρόν τε καί προστάτην, διό καί μεγαλώνει, Σου τήν πανήγυριν.

Εἷ καί ἐσαθρώθη ὅ Σός Ναός, ἀλλ’ ἤ τούτου χάρις, διαμένει διά παντός, ὑγιεῖς τηροῦσα, τούς πόθῳ Σου τιμῶντας, Εἰκόνα τήν Ἀγίαν καί τό Ἁγίασμα.

Δεῦτε οἵ ἔν νόσοις παντοδαπαῖς, πόθῳ θεῖον ' Ἦλον, ἀσπαζόμεθα καί σεπτήν, Μιχαήλ τού θείου, Εἰκόνα σε βασμίαν καί χάριν ἰαμάτων ἁπαρρυόμεθα.

Πάντων νοσημάτων ἀπαλλαγήν, πυρετῶν καί ῥίγους ἴα τρόν καί θεραπευτήν, ἔχομεν τόν μέγαν ’Ἀρχάγγελον Κυρίου, καί' Ἦλον τού Δεσπότου, τόν ἀεισέβαστον.

Δέχου τάς αἰτήσεις Παμβασιλεῦ, τού Σοῦ Ἀρχαγγέλου, Ταξιάρχου τε Μιχαήλ, καί τῆς σής Ἀχράντου, Μητρός τῆς Ὑπεράγνου καί ῥῦσαι Σούς ἱκέτας, πάσης κακώσεως.

Πᾶσαι  τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενής καί Ἀπόλυσις, μεθ' ἥν ψάλλομεν τά ἑξῆς  Τροπάριαν.

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντας τούς τήν θείαν καί σεπτήν, Σοῦ ἀσπαζομένους Εἰκόνα, Μιχαήλ μέγιστε, πάσης ἀπολύτρωσαι, ὀργῆς καί θλίψεως, καί θανάτου ἀπάλλαξον, πικροῦ αἰφνιδίου, καί δεινῆς κακώσεως, σοφέ Ταξίαρχε· ὅπως προστασίαις Σου θείαις, πάντοτε σῳζόμενοι πόθῳ, τό σεπτόν Σου ὄνομα γεραίρομεν.

΄Έτερον ὅμοιον.
Δεῦτε προσκυνήσωμεν πιστοί, καί μετ’ εὐλαβείας καί πόθου κατασπασώμεθα, " Ἦλον τόν πανσέβαστον, τόν καθηλώσαντα, τήν παλάμην τήν ἄχραντον, τού μόνου Δεσπότου, χάριν θείου Πνεύματος, τήν ἐνοικοῦσαν αὐτῷ, ὅπως ἀρυόμενοι πίστει, δόξαν προσενέγκωμεν πάντες, αἶνον τῷ Θεῶ τῷ λυτρωτῇ ἡμῶν.

Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων Σου, καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Τήν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου.


Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν ἐλέησον ἡμᾶς.
’Ἀμήν.





_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης