Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1682
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον Οσιομάρτυρα Νικόλαο του εν Βουνένοις Empty Παρακλητικός Κανών εις τον Οσιομάρτυρα Νικόλαο του εν Βουνένοις

Την / Το Πεμ Ιουλ 11, 2019 8:39 am
Παρακλητικός Κανών εις τον Οσιομάρτυρα Νικόλαο του εν Βουνένοις της Θεσσαλίας

Ποίημα Γερασίμου μοναχού Μικραγιαννανίτου
Παρακλητικός Κανών εις τον Οσιομάρτυρα Νικόλαο του εν Βουνένοις Nikola12
Η μνήμη αὐτοῦ την  9ην Μαἴου

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

εἶτα τά Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῶ.

Ἀσκητικῶς εὐαρεστήσας Κυρίῳ, ἀθλητικῶς τόν σόν ἐτέλεσας βίον, Ὁσιομάρτυς ἅγιε Νικόλαε· ὅθεν τούς προσπίπτοντας τῷ σεπτῷ σου Λειψάνῳ, καί ἐξαιτουμένους σου, τήν θερμήν προστασίαν, πάσης ἀνάγκης λύτρωσαι, σοφέ, καί νοσημάτων παντοίων καί θλίψεων.

Δόξα. Τό  αὐτό. Καί νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τάς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μή γάρ Σύ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ Σοῦ· Σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.


Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

και ὁ κανών οῦ ὴ ἀκροστιχίς.
Νίκην ἠμῖν Νικόλαε δίδου. Γερασίμου.

ᾨδή α΄. Ἦχος πλ. δ΄. Ὑγράν  διοδεύσας.

Νικήσας δολίου τάς μηχανάς, Νικόλαε μάκαρ, ἐκνικῆσαι τάς χαλεπάς, αὐτοῦ καθ’ ἡμῶν ἐπινοήσεις, ταῖς σαῖς πρεσβείαις ἡμᾶς ἐνδυνάμωσον.

Ἰάματα βλύζει ποταμηδόν, ἡ θεία σου θήκη, ἐνεργείᾳ τῇ θεϊκῇ, καί νέμει παθῶν τήν θεραπείαν, τοῖς πρός αὐτήν προσιοῦσι, Νικόλαε.

Καθάρας τό σῶμα καί τήν ψυχήν, παθῶν ἀκαθάρτων, τῇ τοῦ Πνεύματος δωρεᾶ, χαράν καί εἰρήνην καί ὑγείαν, δίδου ἡμῖν, ἀθλοφόρε Νικόλαε.

Θεοτοκίον.
Ἡ τέξασα Λόγον τόν τοῦ Θεοῦ, ἀπερινοήτως, τῇ οὐσίᾳ τῇ καθ’ ἡμᾶς, ἐκ πάσης ὑλώδους προσπαθείας, Θεογεννῆτορ, ἡμᾶς ἐλευθέρωσον.


ᾨδή γ΄. Οὐρανίας ἁψίδος.
Νοσημάτων παντοίων ῥύμην δεινήν, Ἅγιε, παύεις τῶν πιστῶς προσιόντων τῇ προστασίᾳ σου· ἐξ ὦν με λύτρωσαι, Ὁσιομάρτυς Κυρίου, καί πταισμάτων αἴτει μοι, θεόθεν ἄφεσιν.

Ἡ ἁγία σου θήκη, ἁγιασμόν βλύζουσα, πάντας ἁγιάζει Ἁγίου Πνεύματος χάριτι, ᾗ καταφεύγοντες, χαρᾶς πληρούμεθα θείας, καί δεινῶν ῥυόμεθα πόνων, Νικόλαε.

Μέγας ὤφθης προστάτης καί ἀρωγός ἕτοιμος, τῶν εἰλικρινῶς προσιόντων τῇ ἀντιλήψει σου· διό βοῶμεν σοι, μεγάλων θλίψεων ῥύου, ἅγιε Νικόλαε, ἡμᾶς ἑκάστοτε.

Θεοτοκίον.
Ἰησοῦν τόν Σωτῆρα καί Ποιητήν τέξασα, πλούτῳ εὐσπλαγχνίας λαβόντα, ἐκ Σοῦ τόν ἄνθρωπον, Κόρη Πανάμωμε, Αὐτόν δυσώπει σωθῆναι, τούς ὡς Θεοτόκον Σε, πίστει δοξάζοντας.


Διάσωσον, Ὁσιομάρτυς Νικόλαε, πάσης βλάβης, τούς ἐν πίστει τῇ προστασίᾳ σου σπεύδοντας, ὡς δεδεγμένος θεόθεν πλουσίαν χάριν.  

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.


Αἴτησις και το Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Ἀσκήσας καλῶς ἐν τοῖς Βουνένοις, Ἅγιε, ἐχθρόν δυσμενῆ, ἀθλητικῶς κατέβαλες, οὗ τῆς κακίας λύτρωσαι τούς προστρέχοντας πόθῳ τῇ σκέπῃ σου, καί ἐν εἰρήνῃ κυβέρνησον ἡμᾶς, τῷ θείῳ θελήματι, Νικόλαε.


ᾨδή δ΄. Εἰσακήκοα Κύριε.
Νεκρωθέντας τοῖς πάθεσι, τῇ ζωοποιῷ πρεσβείᾳ σου ἔγειρον, τούς προστρέχοντας, Νικόλαε, τῇ σῇ ἐκ Θεοῦ πλουσίᾳ χάριτι.

Νοῦν ἀλάστορα ᾔσχυνας, τοῖς ἀθλητικοῖς σου σκάμμασιν, Ἅγιε, διά τοῦτο δυσωποῦμέν σε, ἐκ φθορᾶς τόν νοῦν ἡμῶν ἀνύψωσον.

Ἰατρεῖον ἀδάπανον, τό σεπτόν σου Λείψανον ἔχοντες, Ἅγιε, πάσης νόσου καί κακώσεως, τάχος ἐκλυτρούμεθα, Νικόλαε.

Θεοτοκίον.
Καθαρᾶς πολιτείας με, νῦν ἐπιλαβέσθαι, Κόρη, ἀξίωσον, ὡς ἄν πάσης καθαρότητος, τούς καρπούς προσάξω τῷ Θεῷ ἡμῶν.


ᾨδή ε΄. Φώτισον ἡμᾶς.
Ὄμβρησον ἡμῖν, ταῖς πρεσβείαις σου, Νικόλαε, οἰκτιρμῶν τῶν θεϊκῶν τόν γλυκασμόν, τοῖς παθῶν ἐν τῇ πικρίᾳ δεινῶς στένουσι.

Λέοντα δεινόν, τόν ἀόρατον, Νικόλαε, ὠρυόμενον ἀπαύστως καθ’ ἡμῶν, κατασύντριψον τῇ ράβδῳ τῆς σῆς χάριτος.

Ἄστρον φαεινόν, ἐξ Ἑώας ὡς ἀνέτειλας, πρίν τά Βούνενα ἐλάμπρυνας, σοφέ, νῦν τάς Θήβας ἁγιάζεις τῷ Λειψάνῳ σου.

Θεοτοκίον.
Ἔχουσα, Ἁγνή, συμπαθείας πλοῦτον ἄπειρον, κατοικτείρησον ἡμᾶς καί συνοχῆς, συμπτωμάτων θλιβερῶν τάχος ἀπάλλαξον.


ᾨδή στ΄. Τήν δέησιν ἐκχεῶ.
Δυνάμει, τῇ θεϊκῇ ἀριστεύσας, δι’ ἀθλήσεως ἐν ὄρει Βουνένων, ὡς βοηθός τοῖς ἐν Θήβαις ἐπέστης, διά τοῦ θείου Λειψάνου σου, Ἅγιε, ὁ ὡς θησαύρισμα σεπτόν, ἐνορία σου ταύτη κατέχουσα.

Ἱλέῳ, ἴδε ἐν ὄμματι, Μάρτυς, τούς ἑστώτας τῷ σεπτῷ σου Λειψάνῳ,  καί δίδου τούτοις ψυχῶν καί σωμάτων, Ὁσιομάρτυς Νικόλαε, ἴασιν, ὡς εἰληφώς παρά Θεοῦ, τῶν θαυμάτων τήν θείαν ἐνέργειαν.

Δαιμόνων, ἀποδιώκων τήν ρύμην, ἀσθενείας χαλεπάς ἰατρεύεις, καί τόν λεπρόν ἐκ τῆς λώβης καθαίρεις, καί τήν ὑγείαν παρέχεις τοῖς χρῄζουσι, Νικόλαε θαυματουργέ, τῶν ἐν Θήβαις πιστῶν αγαλλίαμα.

Θεοτοκίον.
Ὁλόφωτε, τοῦ Δεσπότου καθέδρα, χρυσοστόλιστε παστάς θείας δόξης, Παρθενομῆτορ Ἁγνή Θεοτόκε, τήν σκοτισθεῖσαν ψυχήν μου τοῖς πάθεσι, ἐκκάθαρον καί φωταυγές, τοῦ Υἱοῦ σου ἀνάδειξον σκήνωμα.


Διάσωσον, Ὁσιομάρτυς Νικόλαε, πάσης βλάβης, τούς ἐν πίστει τῇ προστασίᾳ σου σπεύδοντας, ὡς δεδεγμένος θεόθεν πλουσίαν χάριν.

Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.


Αἴτησις και ευθύς το Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Ἐκ τῆς Ἑώας ἐκλάμψας, Νικόλαε, καταπυρσεύεις ἡμᾶς θείαις χάρισι, διό ὡς σεπτόν ἱλαστήριον, τό σόν ὑπέρτιμον Λείψανον ἔχοντες, λαμβάνομεν χάριν καί ἔλεος.


Προκείμενον.
Δικαίος ὡς φοίνιξ ἀνθήσει καί ὡσεί κέρδος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ. Θαυμαστός ὁ Θεός ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Εὐαγγέλιον ἐκ τοῦ κατά Λουκᾶν (Κεφ. κα΄ 12-19).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς• προσέχετε ἀπό τῶν ἀνθρώπων• ἐπιβαλούσι γάρ ἐφ’ ὑμᾶς τάς χείρας αὐτῶν καί διώξουσι, παραδίδοντες εἰς συναγωγᾶς καί φυλακάς, ἀγομένους ἐπί βασιλεῖς καί ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου. Ἀποβήσεται δέ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τάς καρδίας ὑμῶν μή προμελετᾶν ἀπολογηθῆναι• ἐγώ γάρ δώσω ἡμῖν στόμα καί σοφίαν, ἦ οὐ δυνήσονται ἀντειπεῖν, οὐδέ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δέ καί ὑπό γονέων καί ἀδελφῶν καί συγγενῶν καί φίλων καί θανατώσουσι ἐξ ὑμῶν• καί ἔσεσθε μισούμενοι ὑπό πάντων διά τό ὄνομά μου• καί θρίξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μή ἀπολῆται. Ἐν τῇ ὑπομονῇ ὑμῶν κτείσασθε τάς ψυχᾶς ὑμῶν.


Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Καί νῦν.  
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.


Στ. Ἐλέησόν με, ὁ Θεός,…  
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Νίκην ἦρας ἔνθεον, κατά παθῶν καί δαιμόνων, ἅγιε Νικόλαε, πόνοις τῆς ἀσκήσεως καί ἀθλήσεως· καί διπλοῦν εἴληφας, στέφανον ἀξίως, διά τοῦτο ἐκβοῶμέν σοι• ἡμᾶς ἐνίσχυσον, πάσας ἐκνικῆσαι τοῦ δράκοντος, ἐπιβουλάς, μακάριε, ῥῶσιν καί ὑγείαν καί ἴασιν, ἅπασι παρέχων, καί ἄφεσιν πταισμάτων ἐκ Θεοῦ, Ὁσιομάρτυς, τοῖς σπεύδουσι, ταῖς σαῖς ἀντιλήψεσι.


ᾨδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὑπό σοῦ ἐξ Ἑώας, ὁ νοσῶν πάλαι ἄρχων καθοδηγούμενος, ἐπέστη ἐν Βουνένοις, εὑρών δέ τό σόν σῶμα, ἐξιάθη τῆς μάστιγος· ἴασαι οὖν Ἀθλητά, κἀμέ πικρᾶς ὀδύνης.

Γνοῦς τήν σήν, Μάρτυς, χάριν, ὁ ῥυσθείς ἐκ τοῦ πάθους τῇ ἀντιλήψει σου, ναόν σοι ἀνεγείρει· ναόν οὖν κἀμέ δεῖξον, θεομάκαρ Νικόλαε, τῆς ἐπινοίας Θεοῦ, θερμῇ σου ἐπισκέψει.

Ἐνεργοῦσα ἀπαύστως, ἡ σκηνοῦσα τῇ κάρᾳ σου χάρις ἄνωθεν, ἰάματα ποικίλακ τελεῖ ἐν Βυζαντίῳκ καί παρέχει τοῖς χρήζουσι, Νικόλαε θαυμαστέ, τάς θεοσδότους δόσεις.

Θεοτοκίον.
Ῥυπουμένην ἀθλίως, τήν καρδίαν μου, Κόρη γνώμῃ ἀγνώμονι, ἀπόπλυνον τοῦ ἄγους, καί σύνεσίν μοι δίδου, τοῦ ποιεῖν τά ἐντάλματα, τοῦ Σοῦ Υἱοῦ καί Θεοῦ, ἵνα Σε μακαρίζω.


ᾨδή η΄. Τόν Βασιλέα.
Ἄνδρος ἡ νῆσος, τῇ παναγίᾳ σου κάρᾳ ἁγιάζεται, Νικόλαε θεόφρον, ὅθεν καί κηρύττει, τά θαύματά σου Μάρτυς.

Σωμάτων δίδου καί τῶν ψυχῶν θεραπείαν, τοῖς προστρέχουσι τῷ σῷ σεπτῷ Λειψάνῳ, ὁ ἡ θείᾳ χάρις, ἐδόξασε πλουσίως.

Ἰδέ ὑψόθεν, τούς ἐν ψυχῇ κατωδύνῳ, ἐκζητοῦντάς σου τήν θείαν προστασίαν, καί τάς τούτων πλήρου, Νικόλαε, αἰτήσεις.

Θεοτοκίον.
Μῆτερ Κυρίου, Θεοχαρίτωτε Κόρη, τῶν τοῦ ὄφεως ἐκτόπων νοημάτων, ρῦσαι τήν ψυχήν μου καί σῶσόν με, Παρθένε.


ᾨδή θ΄. Κυρίως Θεοτόκου.
Ὁ Μάρτυς ἐν Ὁσίοις, Νικόλαε μάκαρ, δυσχερειῶν τῶν τοῦ βίου ἀπάλλαξον, τούς τήν σεπτήν σου πρεσβείαν αἰτοῦντας, Ἅγιε.

Ὑσσώπῳ μετανοίας, Νικόλαε μάκαρ, τήν ῥυπωθείσαν καρδίαν μου κάθαρον, καί πρός ὁδόν τήν εὐθεῖαν ἀεί ὁδήγει με.

Ὑπέρ τῶν σέ ὑμνούντων, πάντοτε δυσώπει, τόν ἐλεήμονα Κύριον, Ἅγιε, πᾶσι διδόναι ἀπαύστως τό θεῖον ἔλεος.

Θεοτοκίον.
Ὑπέραγνε Μαρία, Κεχαριτωμένη, χαρίτωσόν μου καί νοῦν καί διάνοιαν, τοῖς μητρικοῖς οἰκτιρμοῖς Σου ἵνα δοξάζω Σε.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τῆς Ἑώας θείος βλαστός, ὁ ἀνδραγαθήσας, ἐν Βουνένοις περιφανῶς· χαίροις, ὁ τάς Θήβας ἀπαύστως ἁγιάζων, Νικόλαε παμμάκαρ, τῇ θεία θήκη σου.

Ἄνθος τῆς νεότητος παριδών, καί ῥέουσαν δόξαν, ἠκολούθησας τῷ Χριστῷ, ἀσκήσεως πόνοις καί ἄθλοις μαρτυρίου, Νικόλαε, ἐντεῦθεν λαμπρῶς δεδόξασαι.

Τῷ νοσοῦντι ἄρχοντι ἐποφθείς, ὑπέδειξας τούτῳ, ποῦ τό σκῆνός σου τό σεπτόν, ὅ εὑρών, παμμάκαρ, τήν θεραπείαν εὗρε, κηρύττων σου τήν χάριν, Μάρτυς Νικόλαε.

Δέδοται τῇ Ἄνδρῳ ὡς θησαυρός, πολύτιμος, μάκαρ, ἡ ἁγία σου κεφαλή, ἥν περικυκλοῦντες λαμβάνομεν ἐκ ταύτης, ἁγιασμόν καί ῥῶσιν, Μάρτυς Νικόλαε.

Χαίροις τῶν Βουνένων λύχνος λαμπρός, καί τῆς Βοιωτίας, λαμπαδοῦχος ὁ φαεινός, τῆσδε ἐνορίας, Ὁσιομάρτυς, κλέος, καί πρός Χριστόν μεσίτης, θερμός Νικόλαε.

Ἔχων παρρησίαν πρός τόν Χριστόν, πρέσβευε ἀπαύστως, πάσης ῥύεσθαι συμφορᾶς, τούς τήν ἄθλησίν σου, Νικόλαε, τιμῶντας, καί ἀπεκδεχομένους, τήν θείαν χάριν σου.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τό σωθῆναι ἡμᾶς.


Τό Τρισάγιον

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

Εἶτα τά παρόντα Τροπάρια.
Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς....Δόξα....Κύριε, ἐλέησον ἡμᾶς....Καὶ νῦν... Θεοτοκίον.Τῆς εὐσπλαγχνίας τὴν πύλην....

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν το ἑξῆς  Τροπάριον.

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντας τούς προσπίπτοντας πιστῶς, τῇ σῇ θαυμαστῇ προστασία καί εὐφημοῦντάς σε, ἅγιε Νικόλαε, Ὁσιομάρτυς Χριστοῦ, καί τό θείον σου Λείψανον κατασπαζομένους, σκέπε καί διάσωζε, ἐκ πάσης θλίψεως, λύων συμφορῶν τόν χειμῶνα, καί πικρῶν λυτρούμενος πόνων, ταῖς πρός τόν Δεσπότην ἱκεσίαις σου.

Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων Σου καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Τήν πάσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην Σου.

Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

Δίστιχον·

Νικητήν Νικόλαε παθῶν με δεῖξον,
Γεράσιμον σπεύδοντα τῇ σῇ πρεσβείᾳ.

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης