Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1311
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον Όσιον και Θεοφόρον Πατέρα ημών Αντώνιον τον Μέγαν   Νο 2 Empty Παρακλητικός Κανών εις τον Όσιον και Θεοφόρον Πατέρα ημών Αντώνιον τον Μέγαν Νο 2

Την / Το Πεμ Ιουλ 11, 2019 11:36 am
Παρακλητικός Κανών εις τον Όσιον και Θεοφόρον Πατέρα ημών Αντώνιον τον Μέγαν

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Παρακλητικός Κανών εις τον Όσιον και Θεοφόρον Πατέρα ημών Αντώνιον τον Μέγαν   Νο 2 Agiosa10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

εἶτα τά Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ὁσίων αὔραν Θηβαΐδος ἐρήμου, πάνυ ζωήῤῥυτον καὶ ἄνθος ἡδύπνουν, Ἀντώνιον τὸν μέγιστον, ὡς θεῖον κρουνὸν, χάριτος ὑμνήσωμεν καὶ πιστῶν ὁδοδείκτην, πρὸς ἀγήρω βίωσιν καὶ λειμῶνας παντέρπνους, τῆς ἐν Χριστῷ ἀλήκτου χαρμονῆς, αὐτοῦ ἀόκνους πρεσβείας αἰτούμενοι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· Σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ἀντώνιε Ὅσιε, ῥύου ἡμᾶς λυπηρῶν βίου. Χ. Μ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Ἀντώνιε Ὅσιε, ἀσκητῶν, ἐρήμου κοσμῆτορ, μὴ ἐλλίπῃς ἐκδυσωπῶν, Χριστὸν ὑπὲρ πάντων σε τιμώντων, καθηγητὴν ἀρετῆς ὡς θεόσοφον.

Νοός μου θυρίδας ἐν φυλακῇ, Ἀντώνιε, τήρει, διακρίσεως κορυφή, ὁ θεὶς φυλακὰς περὶ πεντάδος, αἰσθήσεών σου θυρίδων, ἀοίδιμε.

Τιμῶντες, Ἀντώνιε, ἀγωγὴν, τὴν σὴν ἐν ἐρήμῳ, Θηβαΐδος θεοειδῆ, λιτάς σου θεοπειθεῖς οἱ δῆμοι, τῶν εὐσεβῶν ἐκδεχόμεθα, Ὅσιε.

Θεοτοκίον.
Ὡς πάντων μερόπων καταφυγὴν, ἐν βίου ταῖς ζάλαις, Σὲ γινώσκοντες, ἀγαθὴ, Παρθένε, δεόμεθά Σου· σκέπε, καὶ ἐπευλόγει τοὺς Σοὶ καταφεύγοντας.


ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Νῦν, Ἀντώνιε, δεῖξον, τῶν ἀσκητῶν σέμνωμα, κόνιν καὶ σποδὸν τὰ γεώδη, ὁ λογιζόμενος, καὶ τὰ ἐν πόλῳ ποθῶν, ἡμᾶς φθαρτῶν ὑπερόπτας, τοὺς ἀνευφημοῦντάς σε, Πάτερ ἰσάγγελε.

Ἰαμάτων ἐδείχθης, παντοδαπῶν πέλαγος, ἀχανές, Ἀντώνιε Πάτερ, τῶν προσιόντων σοι, καὶ ἐκβοώντων τρανῶς· χαῖρε, νοσούντων ἀκέστορ, ταχινέ, θειότατε, Χάριτος ἔσοπτρον.

Ἐρημίας στρουθίον, τὸ κελαδοῦν δύναμιν, τοῦ Θεοῦ, Ἀντώνιε μάκαρ, δίδαξον ἅπαντας, Αὐτὸν ἀεὶ ἀγαπᾶν, ὡς σὺ ἠγάπας ἐκθύμως, ἀσκητὰ φιλάρετε, πίστεως σέμνωμα.

Θεοτοκίον.
Οὐρανῶν πρὸς σκηνώσεις, τοὺς εὐσεβεῖς ἴθυνον, Σὲ τοὺς μεγαλύνοντας πόθῳ, Θεογεννήτρια, τοῦ Ἀντωνίου λιταῖς, χρηστοηθείας νηστείας, καὶ εὐχῆς πρυτάνεως, Μῆτερ Πανάμωμε.


Ἀντώνιε, τῆς ἡσυχίας σεμνότης, μὴ διαλίπῃς ἱκετεύων τὸν Λυτρωτὴν, ὑπὲρ τῶν τιμώντων σε καὶ πίστει σπευδόντων ταῖς σαῖς πρεσβείαις.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.


Αἴτησις και το Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Πυξὶς ἀσκητῶν πρὸς θέωσιν, Ἀντώνιε, βαλβὶς εὐσεβῶν, δρομέων πρὸς τελείωσιν, καὶ ἡμῶν ἀνύστακτος, πρεσβευτὴς πρὸς τὸν εὔσπλαγχνον Κύριον, ὑπάρχων τρίβους ἴθυνον πιστῶν, πρὸς πόλου σκηνώματα ὑπέρφωτα.


ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Σωφροσύνης με σκήνωμα, καὶ φανὸν συνέσεως δεῖξον, Ὅσιε, τὸν τιμῶντά σε, Ἀντώνιε, βάθρον σωφροσύνης ὡς ἀσάλευτον.

Ἰσχυροὺς τοὺς ἱκέτας σου, κατ’ ἐχθίστου τήρει σαῖς παρακλήσεσι, χαριτόβρυτε Ἀντώνιε, πολιστὰ ἐρήμου ἐνθεώτατε.

Ἐπευλόγει τοὺς μέλποντας, τοὺς ἀσκητικούς σου ἀγῶνας, πάνσοφε, πρὸς τελείωσιν, Ἀντώνιε, θεαυγῶν Πατέρων ἀκροθίνιον.

Θεοτοκίον.
Ῥαντισμῷ τῆς Σῆς χάριτος, πάντας καθαγίασον τοὺς ὑμνοῦντάς Σε, Θεοτόκε Ἀειπάρθενε, Κεχαριτωμένη Παντευλόγητε.


ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὕμνοις καὶ ᾠδαῖς, εὐφημοῦντές σε, Ἀντώνιε, ὡς δογμάτων τῶν ὀρθῶν προασπιστὴν, καταφεύγομεν πρεσβείαις διαθέρμοις σου.

Ὅσιε Χριστοῦ, πνευματέμφορε Ἀντώνιε, διασκέδασον σκοπόμαιναν παθῶν, ἱκετῶν σου ἀστραπαῖς τῶν σῶν δεήσεων.

Ὕπουλον ἐχθρὸν, ὁ συντρίψας τῇ ἀσκήσει σου, τὰς ὀρέξεις καταπράϋνον παθῶν, τῶν σπευδόντων τῇ ἀγρύπνῳ προστασίᾳ σου.

Θεοτοκίον.
Ἡ τῶν εὐσεβῶν, φύλαξ, σκέπη καὶ ἀντίληψις, Θεοτόκε, τήρει πάντας ἀσινεῖς, τῶν παγίδων τοῦ ἀρχαίου πολεμήτορος.


ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Μνημόνευε, τῶν μνημονευόντων σου, καὶ τιμώντων σήν, Ἀντώνιε, μνήμην, ὑφηγητὰ ἀρετῆς, ὁ πολίσας, τῆς Θηβαΐδος ἐρήμου ἐνδότερα, καὶ τῶν δακρύων σου ῥοαῖς, ἁγιάσας αὐτῆς χθόνα ἄγονον.

Ἀσκήσεως, ὁ ἀνύσας στάδιον, ταπεινῶς ἐν Θηβαΐδι καὶ στῖφος, αἱρετικῶν ἐδαφίσας σοῖς λόγοις, τοῖς θεοσόφοις, τρισμάκαρ Ἀντώνιε, ὀρθοφρονεῖν ταῖς σαῖς εὐχαῖς, σῆς ἀξίωσον χάριτος πρόσφυγας.

Σοφίας με, οὐρανίου ἔμπλησον, τὸν σὸν ἄσοφον ἱκέτην, καὶ παῦσον, ὁρμὰς σαρκίου, Ἀντώνιε μάκαρ, τοῦ σὲ τιμῶντος ὡς ἄνδρα ὑπέρσοφον, τὸν ὑπερόπτην τῶν φθαρτῶν, καὶ ῥευστῶν καὶ ματαίων, θειότατε.

Θεοτοκίον.
Λιμένα με, ἴθυνον πρὸς εὔδιον, καὶ ἀχείμαστον, Κυρία Παρθένε, τὸν ἐν ταῖς ζάλαις ποντούμενον βίου, θαλαττευόντων ὡς πάντων ἰθύντειρα, ἀπλανεστάτη εὐσεβῶν, Θεοτόκε, πρὸς ὅρμον γαλήνιον.


Ἀντώνιε, τῆς ἡσυχίας σεμνότης, μὴ διαλίπῃς ἱκετεύων τὸν Λυτρωτὴν ὑπὲρ τῶν τιμώντων σε, καὶ πίστει σπευδόντων ταῖς σαῖς πρεσβείαις.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αἴτησις και ευθύς το Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Τὸν πολιστὴν Θηβαΐδος, Ἀντώνιον, ἐγκωμιάσωμεν πάντες γηθόμενοι, καθηγητὴν ὡς ἀζύγων ὑπέρσοφον,  καὶ πρεσβευτὴν Χριστωνύμων θερμότατον, πρὸς τὸν εὐΐλατον Κτίστην καὶ Κύριον.


Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄ 17-21).

Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ· καὶ ὄχλος πολὺς μαθητῶν αὐτοῦ καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτός, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ, ἔλεγεν· μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ· μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε· μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε· μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Δόξα.
Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.


Στ. Ἐλέησόν με, ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Ὅσιε Ἀντώνιε, βλαστὲ χθονὸς τῆς Νειλῴας, Θηβαΐδος ἔνθεε, πολιστὰ καὶ σκήνωμα, Θείου Πνεύματος, ἀσκητῶν μέγιστε, ὄντως ὑφηγῆτορ, ὁ ἰθύνας πρὸς τελείωσιν, τοὺς σοὶ προσφεύγοντας, δεῖξόν μοι ὁδὸν τὴν ἀπάγουσαν, πρὸς πόλου θεῖα δώματα, καὶ τὴν διαμένουσαν εὔκλειαν, ἵνα μεγαλύνω, ἀντίληψιν τὴν σὴν καὶ ἀρωγήν, ἥνπερ δεικνύεις πρὸς ἅπαντας, πρόσφυγας σῆς χάριτος.


ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὑπερεύχου τῶν πίστει, χάριτί σου σπευδόντων, ἐν βίου κλύδωσιν, Ἀντώνιε παμμάκαρ, διαγωγῆς ἀμέμπτου, θεοσμίλευτον ἄγαλμα, καὶ θεαυγὲς πολιστὰ, ἐρήμου Θηβαΐδος.

Πρεσβευτὰ ἡμῶν θεῖε, ἐν καιροῖς τοῦ κινδύνου, λαοῦ, Ἀντώνιε, κατέλιπες κονίστραν, ἀσκητικῶν σου πόνων, καὶ εἰς τὴν Ἀλεξάνδρειαν, ἦλθες στηρίξαι πιστοὺς, κατὰ αἱρετιζόντων.

Ἡ ὁμήγυρις σπεύδει, τῶν πιστῶν καθ’ ἑκάστην, τῇ προστασίᾳ σου, Ἀντώνιε, καὶ σκέπῃ, σῇ ἀῤῥαγεῖ, θεόφρον, ἀσκητά, καὶ κραυγάζει σοι· χαῖρε, ἡμῶν ὁ ὀξὺς, ἐν ζάλαις ἀντιλήπτωρ.

Θεοτοκίον.
Ῥυπτικαῖς Σου πρεσβείαις, καταφεύγομεν πόθῳ, καὶ ἀντιλήψει Σου, οἱ βεβορβορωμένοι, οἰκέται Σου, Παρθένε, Ὑπερύμνητε Δέσποινα, πρὸς Λόγον τὸν τοῦ Θεοῦ, καὶ Τόκον Σου τὸν θεῖον.


ᾨδὴ  η΄. Τὸν Βασιλέα.
Ὡς ὑπερόπτην, τῶν γεηρῶν καὶ ματαίων, σὲ τιμῶμεν, Ἀντώνιε, ὕμνοις, οἱ θερμῶς ζηλοῦντες, τὰ μένοντα ἐν χρόνῳ.

Νεκρῶσαι σάρκα, ἡμᾶς ἀξίωσον, Πάτερ, ὁ νεκρώσας σαρκίον ἀσκήσει, ἐν ἐρήμου βάθει, Ἀντώνιε, συντόνῳ.

Βυθοῦ ἀγνοίας, ἡμᾶς ἐξάρπασον τάχος, καὶ πρὸς γνώσεως ἕλκυσον ὕψος, θεῖον ὑμνηπόλους, Ἀντώνιε, θερμούς σου.

Θεοτοκίον.
Ἰδεῖν τὸ κάλλος, μορφῆς πανσέπτου Σου Τόκου, ἐν σκηναῖς οὐρανῶν τοὺς Σοὺς δούλους, Κεχαριτωμένη, ἀξίωσον, Παρθένε.


ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὁδὸν ὑποδειξόν μοι, σωστικήν, τῷ πίστει, ὡς ἀσκητήν σε ὑμνοῦντι, ἰσάγγελον, καὶ πρεσβευτὴν πρὸς τὸν Κτίστην ἡμῶν, Ἀντώνιε.

Ὑψώσας σου τὴν χεῖρα, πάντας ἐπευλόγει, τοὺς σὲ ὑμνοῦντας προθύμως, Ἀντώνιε, ὡς ἀρετῆς ἐκμαγεῖον, εὐχῆς καὶ νήψεως.

Χριστοῦ τοῦ εὐϊλάτου, φίλε Θεανθρώπου, Αὐτὸν ἡμῖν καθιλέωσαι, Ὅσιε, τοῖς ἐκτελοῦσι σὴν μνήμην φαιδρῶς, Ἀντώνιε.

Θεοτοκίον.
Μετὰ τοῦ Ἀντωνίου, φίλου τοῦ Υἱοῦ Σου, Αὐτὸν δυσώπει ἀπαύστως, Παντάνασσα, ὑπὲρ τῶν πίστει καὶ πόθῳ μακαριζόντων Σε.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Θηβαΐδος ὁ πολιστής· χαίροις, τῶν Ὁσίων, γνώμων, ἔκτυπον καὶ κανών· χαίροις, Ὀρθοδόξων, ὁ στηριγμὸς ἐν δίναις, Ἀντώνιε τρισμάκαρ, χάριτος σκήνωμα.

Χαίροις ἐγρηγόρσεως ἀηδών, εὔλαλον στρουθίον, ἀπαθείας καὶ προσευχῆς· χαίροις, ἐγκρατείας, ἡ κελαδοῦσα ὄρνις, Ἀντώνιε, ἀζύγων, θεῖον μελῴδημα.

Ἄγγελε Ἀντώνιε, ἐν σαρκί, ἐν τοῖς δυσχειμέροις, χρόνοις πλάνης αἱρετικῶν, ἔρημον φιλτάτην, κατέλιπες καὶ δήμους, πιστῶν σοφοῖς σου λόγοις, μάκαρ, ἐνίσχυσας.

Ὄρνις ὡς φιλέρημος καλιὰν, ἔπηξας ἐν βάθει, Θηβαΐδος, ἐγκρατευτά, ἵνα τῷ Κυρίῳ, προσομιλῇς  ἀπαύστως, σαφῶς δοξάσαντί σε, μάκαρ Ἀντώνιε.

Ῥύου τοὺς ἱκέτας σου συμφορῶν, θλίψεων, κινδύνων, καὶ δολίου ἐπιβουλῆς, τοὺς ἐπιτελοῦντας, τὴν σὴν ἁγίαν μνήμην, Ἀντώνιε, Πατέρων, θείων καλλώπισμα.

Χαίροις ὁ ἐκ βάθους τῆς σῆς ψυχῆς, μάκαρ, ἀγαπήσας, τὸν Θεάνθρωπον Ἰησοῦν· χαίροις, ὁ ἀσκήσει, Αὐτῷ εὐαρεστήσας, Ἀντώνιε, Ὁσίων, κέρας ἀτίμητον.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.


Τό Τρισάγιον

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

Εἶτα τά παρόντα Τροπάρια.
Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς....Δόξα....Κύριε, ἐλέησον ἡμᾶς....Καὶ νῦν... Θεοτοκίον.Τῆς εὐσπλαγχνίας τὴν πύλην....

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Πολίστην Θηβαΐδος τὸν ἐνθεώτατον, Ὁσίων μέγιστον κλέος καὶ γέρας ἐρημιτῶν, συνδυάζοντα καλῶς κοινωνικότητα, καὶ ἡσυχίαν εὐλαβῶς, ἐπαινέσωμεν πιστοὶ, Ἀντώνιον τὸν θεόπνουν, ὡς θείας Χάριτος σκεῦος, ὕδωρ πιστοῖς κιρνὸν φυσίζοον.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν το ἑξῆς  Τροπάριον.

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Δεῦτε Θηβαΐδος τὸν φανόν, Παρακλήτου σκήνωμα Θείου, ἐρημιτῶν θεαυγῶν, ἄνθος εὐωδέστατον, ἐγκωμιάσωμεν, θεοφόρον Ἀντώνιον, βοῶντες προθύμως· Ὅσιε πανθαύμαστε, Χριστὸν ἱλέωσαι, πᾶσι τοῖς τιμῶσι σὴν μνήμην, καὶ ἐν συμφοραῖς καὶ κινδύνοις, σπεύδουσι τῇ χάριτι τῇ θείᾳ σου.

Δέσποινα, πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

Δίστιχον.

Παντελεήμονα σκέπε, Ἀντώνιε,
σὺν Χαραλάμπει, Θηβαΐδος κοσμῆτορ.

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης