Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1601
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τους Αυταδέλφους Οσίους Παρθένιον καί Ευμένιον Empty Παρακλητικός Κανών εις τους Αυταδέλφους Οσίους Παρθένιον καί Ευμένιον

Την / Το Πεμ Ιουλ 18, 2019 2:17 pm
Παρακλητικός Κανών εις τους Αυταδέλφους Οσίους Παρθένιον καί Ευμένιον

Όσιοι Παρθένιος και Ευμένιος Ι. Μονής Κουδουμά

Η μνήμη τους εορτάζεται στις 10 Ιουλίου

Παρακλητικός Κανών εις τους Αυταδέλφους Οσίους Παρθένιον καί Ευμένιον Parthe11

Ευλογήσαντος του Ιερέως Ο Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…

Εἶτα τὸ τροπάριον.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ως ουρανών κατατρυφώντες της δόξης εξευμενίσατε ημίν τον Δεσπότην, θαυματουργοί αυτάδελφοι, Μονής Κουδουμά εμπνοα κλεΐσματα και της Κρήτης φωστήρες, πάνσοφε Παρθένιε και Ευμένιε μάκαρ, αν υμών την μνήμην εν ωδαίς θεοπρεπέσιν γηθόμενοι
μέλπομεν.

Δόξα. Το αυτό. Και νυν. Θεοτοκίον.
Ου σιωπήσομεν, ποτέ, Θεοτόκε, τας δυναστείας σου λαλείν οι ανάξιοι, εί μη γαρ Συ προίστασο πρεσβέβουσα, τις ημάς ερρύσατο, εκ τοσούτων κινδύνων: Τις δε διεφύλαξεν εως νύν ελευθέρους: Ούκ αποστώμεν, Δέσποινα , εκ σου, σους γαρ δούλους σώζεις αεί, εκ παντοίων δεινών.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.


και ο Κανών.

Ωδή α’. Ηχος πλ. δ’. Υγράν διοδεύσας.

Παρθένιε μάκαρ, ημών λιτάς συν των Ευμενίω τω οσίω σου αδελφώ προσδέχου και πέμψον ουρανόθεν ημίν υγείαν κατ άμφω και σύνεσιν.

Απόκρουσον πάσας τους δυσμενούς Βελίαρ εφόδους τη δυνάμει σών πρεσβειων, Παρθένιε, νέε αντιλήπτωρ πιστών, προς ον εκ καρδίας ηγάπησας.

Ρεόντων τον κλύδωνα ως φυγών, Ευμένιε πάτερ, προς αχείμαστον αληθώς λιμένα κυβέρνησον υψόθεν τους τη σεπτή αρωγή σου προστρέχοντας.

Θεοτοκίον
Θεόνυμφε, σκέδασον την αχλύν του φαύλου μου βίου και ανάτειλον παμφαή ηω τω ημνούσι σε ως θρόνον φωτοειδή του Θεού και Παντάνακτος.


Ωδή γ’. Ουρανίας αψίδος.
Εκτενώς δυσωπείτε τον Λυτρωτήν, όσιοι, μάνδρας Κουδουμά, θεοφόροι όντως προΐστορες, ειρήνην πέμψαι ημιν, σοφέ Παρθένιε μάκαρ, και στερρόν, Ευμένιε, βάθρων συνέσεως.

Νοσηράς συνηθείας και εμπαθούς έξεως προς ρευστά, Παρθένιε, πάντα και τα χαμαίζηλα του σου ικέτου τον νούν, αρτιφανές θείον άστρον, καθαρόν και δίδαξον ελκέσθαι άρρευστα.

Ιησούν αγαπήσαι τον εκ φθοράς ρύσαντα γένος το ανθρώπινον άπαν, πάτερ Ευμένιε αξίωσον με ταχύ, ο προς Αυτόν εκπετάζειν χείρας γνούς αείποτε, άυλε άνθρωπε.

Θεοτοκίον
Ευσυμπάθητε Μήτερ του Λυτρωτού, ύψωσον, προς αυλάς χαράς παναρρήτου νυν τους καθεύδοντας, εν τη ζοφώδει σκιά των στεναγμών και παντοίων θλίψεων, βοώμέν σοι, σθένει τω θείω σου.

Διάσωσον πνευματοφόρων αζύγων δύας αγία, εκ κινδύνων υμάς τους νυν τιμώντας, Παρθένιε και σώφρον Ευμένιε, καθ’ εκάστην.

Eπίβλεψον εν ευμενεία, πανύμνητε Θεοτόκε, επί την εμήν χαλεπήν του σώματος κάκωσιν και ίασαι τής ψυχής μου τό άλγος.


Αἴτησις και το Κάθισμα.
Ἦχος β’. Πρεσβεία θερμή.

Παθών χαλεπών, Ευμένιε τρισόλβιε και σκεύος λαμπρόν του Πνεύματος, Παρθένιε, ημάς απαλλάττοιτε ταις υμών προς Κτίστην ευντεύξεσιν θερμοί γαρ πρέσβεις πάντων προς Θεόν και ρύσται εκ θλίψεων υπάρχετε.


Ωδη δ’. Εισακήκοα Κύριε
Καταισχύναντες όφεως την ισχύν, Παρθένιε και Ευμένιε, κακουχίαις χάριν εύρατε δυσωπείν υπέρ ημών τον Κύριον.

Ασκητών την αυτάδελφον ξυνωρίδα ύμνοις φαιδροίς Παρθένιον και Ευμένιον γεραίροντες τας λιτάς αυτών απεκδεχόμεθα.

Ικετεύσατε Κύριον δούναι τοι τιμώσιν υμας, Παρθένιε και Ευμένιε, μετάνοιαν, ίνα συν υμιν αγαλλιώμεθα.

Θεοτοκίον
Έχοντες σε Πανάχραντε, προς Θεον μεσίτριαν οι σοι πρόσφυγες αντιλήψει τη πανσεπτω σου και λιταίς ταις θειας σου προσφεύγομεν.


Ωδή ε’. Φώτισον ημάς.
΄Ύψιστον Θεόν, ον ασκήσεσιν εδόξασας εν τω βίω καθικέτευε ορμάς καταστείλε του σαρκίου μου, Παρθένιε.

Μέμνησο ημών ευμενώς σοφέ Ευμένιε, των στεφόντων σε τοις άνθεσιν ωδών και διάσωσον εν ώρα της ετάσεως.

Έύρομεν υμάς άρτι θείους αντιλήπτορας εν τοις κλύδωσιν, Ευμένιε κλεινέ και Παρθένιε ασκήσεως ακρώρεια.

Θεοτοκίον
Νέκρωσον παθών τα ορμήματα Πανάμωμε, και τον νουν μου προς εγρήγορσιν ταχύ, Θεοτόκε αειπάρθενε, ανάστησον.


Ωδή στ’. Την δέησιν
Ιάτρευσον ρωστική πρεσβεία σου το δεινότατο καρδίας μου άγχος και ειρηναίον παράχσου μοι βίον τηρών μακράν μου εχθρού τοξεύματα, αυτού ο άρτι ολετήρ εποφθείς ενασκήσει, Παρθένιε.

Επίβλεψον ιλαρώ σου όμματι εφ’ ημάς τους ανατρέχοντας πόθω ταις προς Θεόν ευμενέσι λιταίς σου, θεοφορούμενε Πάτερ Ευμένιε και ανακούφισον ημών τας οδύνας του βίου, δεόμεθα.

Ευφρόσυνον εν τω πόλω βίωσιν απολαύοντες, ομαίμονες θειοι, ως ερασταί προσευχής και νηστείας αυτού και πάντας ημάς αξιώσατε υμάς, Παρθένιε λαμπρέ και Ευμένιε, ύμνοις τους μέλποντας.

Θεοτοκίον
Στενώσεως ψυχικής απάλλαξον τους οικέτας σου αγνή Θεοτόκε και χαρμονής πλήρου πάντας τους πίστει σε εις αιώνας τρανώς μεγαλύνοντας Θεοκυήτορ, ως πηγήν αενάου χαράς πολυχεύμονα.


Διάσωσον πνευματοφόρων αζύγων δυάς αγία, εκ κινδύνων υμάς τους νυν τιμώντας, Παρθένιε και σώφρον Ευμένιε, καθ εκάστην.

Άχραντε, η διά λόγου τον Λόγον ανερμηνεύτως επ' εσχάτων, των ημερών τεκούσα δυσώπησον, ως έχουσα μητρικήν παρρησίαν.


Αίτησις και το Κοντάκιον
Ηχος β’. Τοις των αιμάτων σου.

Του Κουδουμά της Μονής αντιλήπτορες. Πνευματοφόρε Παρθένιε πάντιμε και χάριτος ρείθρον, Ευμένιε, υπέρ υμών δυσωπείτε τον Κύριον υμάς των τιμώντων εκάστοτε.


Προκείμενον. Ήχος δ΄.
Τίμιος εναντίον Κυρίου ο θάνατος του Οσίου Αυτού.
Στίχος. Τοις Αγίοις τοις εν τη γη Αυτού εθαυμάστωσεν ο Κύριος (Ψαλμ. ΙΕ' 3)

Ευαγγέλιον, Ματθ ια’ 27-30


Δόξα.
Ταίς των σων Αγίων πρεσβείαις Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.
Και νυν.
Ταις της Θεοτόκου πρεσβείαις Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.


Στίχος. Ελεήμον, ελέησόν με ο Θεός...
Προσόμοιον.
΄Ήχος β’. Όλην αποθέμενοι.

Έχοντες προς Κυριον και Λυτρωτήν παρρησίαν κράζομεν πρεσβεύσατε εκτενώς Παρθένιε και Ευμένιε ρύσασθαι άπαντας πάσης στενώσεως και ποικίλων περιστάσεων τους καταφεύγοντας ταίς υμών θερμαίς παρακλήσεσι κοπάζοντες τον τάραχον των
περικλυζόντων εκάστοτε θλίψεων, φωσφόροι, αυτούς, πνευματοφόροι ασκηταί, οι εν εσχάτοις τοις έτεσι κόσμον καταυγάσαντες.

Σώσον ο Θεός τον λαόν σου…..

Ωδή ζ’. Οι εκ της Ιουδαίας.

Την πατρώαν λιπόντες στέγην, άνικμα σπέη της γης ωκήσατε δια την του Κυρίου αυταδελφοι αγάπην, ης ημίν υπεδείξατε τας σωστικάς ατραπούς και γλυκυτάτας τρίβους.

Εκ Θεου δεδεγμένος δωρημάτων την χάριν κλυτέ Παρθένιε, ομβρίζεις ουρανόθεν ιάματα νοσούσι τοις πιστώς καταφεύγουσι τη ση θερμή αρωγή, πατέρων κοσμιότης.

Μελετάν του Κυρίου εντολάς τας αγίας καταξιώσατε ως τηρηταί του νόμου, Παρθένιε θεόφρον και Ευμένιε πάνσεμνε, τους μελωδούντας υμών τας θείας αριστείας.

Θεοτοκίον
Οδοδείκτης γενού μοι προς την πόλιν την άνω, Θεογεννήτρια, τιθέντι της ψυχής μου τούς οίακας χερσί σου ταις αγίαις και κράζοντι ίσθι εμού στιβαρά του βίου κυβερνήτις.


Ωδή η’. Τον Βασιλέα.
Ισχύ μοι δότε κατά των παθών ακαθάρτων, Κουδουμά του σεμνείου φωστήρες, όπως του Κυρίου αξιωθείην δόξης.

Αγγέλων βίον καταξιώσατε πάντας διαλύσαι, Παρθένιε μάκαρ και αζύγων κύδος, Ευμένιε θεόφρον.

Ρύου απαύστως ανάγκης βίου απάσης τους ευντεύξεις, Παρθένιε σώφρον, σου εκδεχομένους προς τον Θεό των όλων.

Θεοτοκίον
Ως σωτηρίας ημών πυξίον, Παρθένε, σε υμνούντες πιστώς εκβοώμεν ρύσαι συνοχής με παθών των ακαθάρτων.


Ωδή θ’. Κυρίως Θεοτόκον.
Γηθόμενοι βοώμεν, ρύσασθε κινδύνων και συμφόρων κατοδύνων, Παρθένιε ημάς ταμείον συνέσεως και Ευμένιε.

Οι πίστει προσιόντες σου τη αντιλήψει λυτρούνται άλγους, Παρθένιε όσιε, και κατά χρέος αίνον προσφέρω σου Ευμένιε, ως αν σοι αίνον προσφέρω λαμπρόν αείποτε.

Θεοτοκίον
Χαρίτων εκμαγείον, Μήτερ του Υψίστου, της σης λαμπρότητος φέγγει καταύγασον την σκοτισθείσαν ψυχήν μου, ίνα δοξάζω σε.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίρετε, αστέρες φωτοειδείς Κουδουμά της μάνδρας, οι συντόνω αρτιφανώς λάμψαντες τω κοσμω ασκήσει και νηστεία Ευμένιε και θειε πάτερ Παρθένιε.

Χαίρετε αυτάδελφοι ιεροί, οι εν τοις σπηλαίοις τοις ανικμοις δια Χριστού την αγάπην πόθω οικήσαντες και μάνδρας του Κουδουμά οφθέντες νεοι δομήτορες.

Χαίροις παρθενίας ο εραστής και της εναρέτου πολιτείας ο ακρεμών, χαίροις ασκουμένων νεόφωτε λυχνία, Παρθένιε της Κρήτης έμπνουν θησαύρισμα.

Χαίροις ερημίας ο πολιστής, άνθος μυροβόλον και νεόφυτον της Χριστού, Εκκλησίας πάτερ Ευμένιε παμμάκαρ, ο αρεταίς μυρίζων κόσμου τα πέρατα.

Πάσης δυσχερείας και απειλής του εχθρού ατρώτους συντηρείτε υμάς, σεμνοί Κουδουμά πατέρες Παρθένιε, πρεσβείαις υμων και θεοφορε πατερ Ευμενιε.

Πρέσβευε Παρθένιε τω Χριστώ συν τω Ευμενίω αυταδέλφω σου τω σεπτώ άφεσιν πταισμάτων ημίν αει διδόναι τοις σπεύδουσι τη θεια σκέπη εκάστοτε.

Πάσαι των Αγγέλων αι στρατιαί, Πρόδρομε Κυρίου, αποστόλων η δωδεκάς, οι άγιοι πάντες, μετά τής Θεοτόκου, ποιήσατε πρεσβείαν, εις τό σωθήναι ημάς.

Το Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

Εἶτα τά παρόντα Τροπάρια.
Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς.... Δόξα.... Κύριε, ἐλέησον ἡμᾶς....
Καὶ νῦν... Θεοτοκίον.
Τῆς εὐσπλαγχνίας τὴν πύλην....

και το Απολυτίκιον.
Ήχος Πλ. α’. Τον συνάναρχον Λόγον.

Κουδουμά του σεμνείου τους νέους κτίτορας, τους αυταδέλφους οσίους εν τοις εσχατοις καιροις, εγκρατειας και ευχης βολαις εκλαμψαντας, θείον Ευμενιον ωδαίς και Παρθένιον σοφόν τιμώντες αξιοχρεως, υπέρ υμών τας πρεσβείας, προς τον Χριστόν
αυτών αιτουμεθα.


Εκτενής και Απόλυσις, μεθ’ ην ψαλλομεν το εξής

Ήχος β’. Οτε εκ του Ξύλου.

Πάντας τους προστρέχοντας υμιν όσιοι πατέρες και ύμνοις ανευφημούντας υμάς όλβιε Παρθένιε αστήρ νεόφωτε αρετών και πανεύοσμον Ευμένιε ρόδον ευσεβείας ρύσασθε δεινής κολάσεως ίνα Κουδουμά του σεμνείου ένθεοι κοσμήτορες πάντες της
αγήρω δόξης απολαύσωμεν.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.





Πηγή

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης