Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1571
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τους Άγιους Νεομάρτυρες Αργυρίου του Επανομίτου, Κυράνης της ΄Οσσαιας και Ακυλίνης της Ζαγκλιβερινής Empty Παρακλητικός Κανών εις τους Άγιους Νεομάρτυρες Αργυρίου του Επανομίτου, Κυράνης της ΄Οσσαιας και Ακυλίνης της Ζαγκλιβερινής

Την / Το Πεμ Ιουλ 18, 2019 2:45 pm
ΚΟΙΝΟΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΤΩΝ ΑΓΙΩΝ ΝΕΟΜΑΡΤΥΡΩΝ ΑΡΓΥΡΙΟΥ ΤΟΥ ΕΠΑΝΟΜΙΤΟΥ, ΚΥΡΑΝΝΗΣ ΤΗΣ  ΟΣΣΑΙΑΣ ΚΑΙ ΑΚΥΛΙΝΗΣ ΤΗΣ ΖΑΓΚΛΙΒΕΡΙΝΗΣ

Παρακλητικός Κανών εις τους Άγιους Νεομάρτυρες Αργυρίου του Επανομίτου, Κυράνης της ΄Οσσαιας και Ακυλίνης της Ζαγκλιβερινής Aa_o10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

εἶτα τά Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ...


Νεομαρτύρων τὴν ἁγίαν χωρείαν, τὴν Ἀκυλίναν καὶ Κυράνναν τὴν θείαν, σὺν Ἀργυρίῳ οἱ πιστοὶ δοξολογήσωμεν, καὶ τῇ παναλκεῖ αὐτῶν καὶ στεῤῥᾷ προστασίᾳ, πόθῳ καταφεύγοντες ἀνακράξωμεν πάντες, Νεομάρτυρες ὑπὲρ ἡμῶν, πρὸς τὸν Σωτῆρα ἀπαύστως πρεσβεύσατε.

Δόξα. Καί νῦν. Ὅμοιον.
Οὐ σιωπήσωμεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰμή γὰρ σὺ προῒστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων, τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους, οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας...
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Μαρτύρων τυχοῦσα θεοφεγγοῦς, δόξης ὦ Κυράννα ὑπομείνασα χαλεπῶν, βασάνων κλυδώνιον, παθῶν μου, θανατηφόρου ἐκ κλύδωνος ῥῦσαί με.

Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τὴν πίστιν τετήρηκας ἀκλινῶς, μέχρι τέλους μάρτυς Ἀκυλίνα νεοσφαγές, θῦμα προσαχθεῖσα τῷ Δεσπότῃ, ὃν ὑπὲρ πάντων ἡμῶν καθικέτευε.

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὑψόθεν ἐπίβλεψον εὐμενῶς, Ἀργύριε μάρτυς, ἐπὶ πάντας τοὺς εὐλαβῶς, τῇ σῇ καταφεύγοντας πρεσβείᾳ, καὶ τὴν θερμήν σου ζητοῦντας βοήθειαν.

Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ρόδα ἁγιότητος μυρανθῆ, Νεομάρτυρες θεῖοι γῆν τὴν πατρικήν, πληροῦται εὐωδίας καὶ τῶν παθῶν δυσωδίαν  ἐλαύνετε.

Θεοτοκίον.
Ἀγγέλων Μαρία σὺ βασιλίς, ὡς τεκοῦσα τούτων βασιλέα ὤφθης διό, βασιλεύειν Τοῦτον ἐν καρδίαις, τῶν σὲ ὑμνούντων δυσώπει πανάχραντε.


ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος...
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Πρὸς Χριστὸν τὸν Θεόν σου, μάρτυς Κυράννα ἀκλόνητον, ἔχουσα τὴν πίστιν ὑπέστης, ξέσεις τοῦ σώματος, καὶ μαστιγώσεις σφοδράς, δι᾽  ὧν θαυμάτων τὴν χάριν, παρ᾽ Αὐτοῦ ἀπέλαβες, πρὸς θεραπείαν πιστῶν.

Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀκυλίνα θεόφρων, χαῖρε Χριστοῦ σφάγιον, καὶ ἀμνὰς καὶ νύμφῃ  τοῦ Λόγου, χαῖρε πανένδοξε, Ζαγκλιβερίου βλαστέ, καὶ κρίνῃ τῶν ἰαμάτων, ἐν ἐσχάτοις ἔλαμψας, καθάπερ ἥλιος.

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ρῶσιν αἴτει θεόθεν, καὶ πειρασμῶν λύτρωσιν, καὶ ἀσθενειῶν πολυτρόπων,  ταχεῖαν ἴασιν, μάρτυς Ἀργύριε, τοῖς τῇ θερμῇ σου πρεσβείᾳ, πίστει καταφεύγουσι, καὶ σὲ γεραίρουσι.

Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ζαγκλιβέριον τέρπου Ἐπανομὴ  χόρευε, σὺν αὐτοῖς καὶ Ὄσσα ἀγάλλου,  ὅτι βλαστήματα, οἱ νεομάρτυρες, ἡμῶν ὑπάρχουσι θεῖοι, πάντοτε  πρεσβεύοντες πρὸς τὸν Φιλάνθρωπον.

Θεοτοκίον.
Οὐρανίων ταγμάτων, ὡς ἀληθῶς πέφυκας, Κόρη ἀγαλλίαμα θεῖον καὶ περιήχημα, τούτων κυήσασα τὸν ποιητὴν καὶ Δεσπότην, ὃν ἡμῖν εὐίλατον δίδου Θεόνυμφε.


Διάσωσον Νεομαρτύρων τριὰς ἁγία, τοὺς τῇ ὑμῶν βοηθείᾳ προσφεύγοντας, Ἀργύριε, Κυράννα σὺν Ἀκυλίνῃ.

Ἐπίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αἴτησις και το Κάθισμα.
Ἦχος β’. Πρεσβεία θερμή.

Πατρίδα ἡμῶν Μακεδονίαν Ἅγιοι, τηρεῖτε ἀεὶ ἐξ ἐπιβούλων ἄτρωτον, ὦ Τριὰς πανένδοξε, Ἀκυλίνα, Κυράννα, Ἀργύριε καὶ ἐκ μανίας τῶν αἱρετικῶν, φυλάττετε ποίμνιον ἀλώβητον.


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε...
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Οἱ τιμῶντες Κυράννα, σοῦ τὸ τίμιον σῶμα χάριν εὐρήκασι· ἐκπληρεῖ γὰρ τὰ αἰτήματα, τῶν Αὐτὸν τιμώντων ὁ φιλάνθρωπος.

Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀκυλίνα ἐπήκουσε, τῶν ἐπιποθούντων σου θεῖον σκήνωμα, τὰς εὐχὰς ὁ πολυεύσπλαγχνος, ὅστις θαυμαστῶς σὲ ἐφανέρωσεν.

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ροῦν ψυχόλεθρον ξήρανον, Μάρτυς κατακλύζοντα τὰς ψυχάς ἡμῶν, καὶ ἀνάβλυσον Ἀργύριε, ὕδωρ εὐφροσύνης τοῖς τιμῶσί σε.  

Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἀποστάζουσι ἔνδοξοι, μέλι καὶ κηρίον ὑμῶν τὰ λείψανα, καὶ ὀσμὴν ζωῆς παρέχουσι, τοῖς ἀσπαζομένοις μετὰ πίστεως.

Θεοτοκίον.
Συμφορῶν ὧν πεπτώκαμεν ῥῦσαι Παναγία ἡμᾶς καὶ δώρησαι, ἐν εἰρήνῃ διανύσαι τε βίον τὸν ἐπίλοιπον δεόμεθα.


ᾨδὴ ε΄. Φώτισον ἡμᾶς...
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἔρωτα σαρκός, ἀπεκρούσω θείῳ ἔρωτι, καὶ ἐπόθησας ἁγνείαν καὶ ἡμᾶς, ὦ Κυράννα σαρκικῶν παθῶν ἀπάλλαξον.

Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Πλάνην μιαρὰν καταγγέλεις σοῦ τῷ αἵματι, Ἀκυλίνα καὶ λυτρώνεις πειρασμῶν τοὺς  ἐπιποθοῦντας  σὴν ἀντίληψιν.

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἔπειδε ἡμῖν, ἀθλητὰ Χριστοῦ Ἀργύριε, καὶ προσδέχου τὰ αἰτήματα ἡμῶν, παρεχόμενος ἑκάστῳ ὧνπερ δέεται.

Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Κλήματα Χριστοῦ, τῆς ἀμπέλου ἀνεδείχθητε, Νεομάρτυρες κλεινοί, θεῖον οἶνον Ἐκκλησίαν καταρδεύοντες.

Θεοτοκίον.
Ἰσχὺς κραταιά, ἡμῖν δίδου Μητροπάρθενε, ἐπιβαίνειν τῶν παγίδων τοῦ ἐχθροῦ, καὶ τὰ τούτου ἐννοεῖν ἐπιβουλεύματα.


ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ...
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Κειμήλιον τῇ πατρίδι δέδωκας, σοῦ τὸ σκήνωμα Κυράννα ὡς τεῖχος, περιβαλλοῦσα τὴν Ὄσσαν εὐχαῖς σου, καὶ νοητῶν δυσμενῶν ἐκδιώκουσα,τὴν φάλαγγαν τὴν πονηράν, τὴν φθονοῦσαν ἁγία τὴν ποίμνην σου.

Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀκένωτος ὡς πηγὴ ὑπάρχουσα, Ἀκυλίνα θεϊκῶν δωρημάτων, τῶν ἐν τῷ βίῳ παθῶν μου τὴν λύσιν, καὶ πειρασμῶν κουφισμὸν σύ μοι δώρησαι, Νεομάρτυς τοῦ Χριστοῦ, ἐγκαλλώπισμα Ὄσσης καὶ καύχημα.

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Κινδύνων, καὶ δυσπραγίας ἁπάσης, ἀνωτέρους Νεομάρτυς συντήρει, τοὺς τῇ σεπτῇ σου προστρέχοντας σκέπῃ, καὶ τῶν πταισμάτων ἐξαίτει συγχώρησιν, καὶ εὐλογίαν θεϊκήν, τοῖς πιστοῖς συμπολίταις σου Ἅγιε.

Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ὡς θύματα νεοθαλῆ τῷ Δεσπότῃ, προσηνέχθητε τριὰς νεομαρτύρων, μὴ δειλιάσαντες θράσος τυράννων καὶ ἀσινῆ τὴν ἁγνείαν τηρήσαντες, μεγίστην οὖν καὶ παρ᾽Αὐτοῦ, τὴν ἰσχὺν τῶν θαυμάτων εἰλήφατε.

Ὡς θύματα νεοθαλῆ τῷ Δεσπότῃ, προσηνέχθητε τριὰς Νεομαρτύρων, μὴ δειλιάσαντες θράσος τυράννων καὶ ἀσινῆ τὴν ἁγνείαν τηρήσαντες, μεγίστην οὖν καὶ παρ᾽Αὐτοῦ, τὴν ἰσχὺν τῶν θαυμάτων εἰλήφατε.

Θεοτοκίον.
Θησαύρισμα τῆς Καινῆς διαθήκης, ὦ θεόπαις Μαριὰμ σὺ ἐγένου, καταλλαγὴ πρὸς Υἱὸν καὶ Θεόν σου, ὑπὲρ ἡμῶν τῶν πταιόντων ἑκάστοτε, τὴν παραδείσου γὰρ τρυφήν, διὰ σοῦ θαυμαστῶς ἀπελάβομεν.


Διάσωσον Νεομαρτύρων τριὰς ἁγία, τοὺς τῇ ὑμῶν βοηθείᾳ προσφεύγοντας, Ἀργύριε, Κυράννα σὺν Ἀκυλίνῃ.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αἴτησις. Κάθισμα.
Ἦχος β´. Προστασία τῶν χριστιανῶν...

Τὰ τοῦ Χριστοῦ ἐν τῷ σώματι στίγματα, διὰ ἀθλήσεως Νεομάρτυρες φέρετε, Ἀκυλίνα καὶ Κυράννα σὺν Ἀργυρίῳ ἐπληρώθητε, χάριτος τῆς θεϊκῆς, ἀσθενείας ὀδυνηρὰς καὶ νόσους θεραπεύειν ἑκάστοτε, τῶν ἐπικαλουμένων ὑμᾶς ἐν πάσῃ θλίψει, καὶ ἀθυμίᾳ ψυχικῇ, ἀθληφόροι πανσεβάσμιοι.

Ἕτερον.
Ἦχος πλ. β´.  Ὅλην ἀποθέμενοι...

Ἐπὶ τὴν ταπείνωσιν ὑμῶν ἐπέβλεψεν ὄντως, καὶ ἰσχὺν ἐδώρησε, κατὰ τῶν ἐχθρῶν ὑμῶν ὁ φιλάνθρωπος, πίστιν ἐκράτεινε ἐν καιροῖς δουλείας καὶ σαρκὸς ἅπαν τὸ φρόνημα, καταφρονήσατε, καὶ ζωὴν τὴν πρόσκαιρον διὰ τὴν μέλλουσαν· Κυράννα Ἀκυλίνα τε σὺν τῷ  Ἀργυρίῳ πολύαθλοι. Ὃν ἐκδυσωπεῖτε λυτρώσασθαι ἡμᾶς ἐκ συμφορῶν καὶ  λυπηρῶν περιστάσεων ἐν τῷ βίῳ πάνσεμνοι.


ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας...
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Φῶς ἐπέλαμψε μέγα, ὅτε τοῦ Κυρίου εἰς χεῖρας παρέδωκας, Κυράννα τὴν ψυχήν σου, διὰ πολλῶν βασάνων, ὃν φωτίσαι ἱκέτευε, τὴν σκοτεινήν μου ψυχὴν παθῶν τῇ ἀμαυρώσει.

Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τοῦ ἐχθροῦ τῆς κακίας ῥῦσαι Ἀκυλίνα τοὺς καταφεύγοντας, τοῖς θείοις σου λειψάνοις, ἐξ ὧν τρυγῶμεν πάντες, τῶν θαυμάτων ἐνέργειαν, καὶ ἀνιάτων παθῶν τὴν ἴασιν συντόμως.

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Παθημάτων ποικίλων, καὶ σκανδάλων παντοίων τοῦ πολεμήτορος, καὶ νόσων ὀλεθρίων, καὶ πόνων ἀφορήτων, Ἀργύριε ἀπάλλαξον, τοὺς προσιόντας πιστῶς,τῇ θείᾳ σου πρεσβείᾳ.

Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἀπιστίας τὸν ζόφον, Μάρτυρες Κυρίου ἐξηφανίσατε, τῇ πίστει τῆς Τριάδος, τριὰς Ἁγίων κλέος, καὶ πιστῶν ἀνεδείχθητε, προπύργια ὀχυρὰ ἐν πειρασμῶν τῇ ζάλῃ. Θεοτοκίον. Αειπάρθενε Κόρη, ἡ Θεὸν σαρκωθέντα ἡμῖν κυήσασα, θεράπευσαν τὸ ἄλγος, ψυχῆς μου τῆς ἀθλίας, καὶ φωτί με καταύγασον, τοῦ προελθόντος ἐκ σοῦ, βροτῶν εἰς σωτηρίαν.


ᾨδὴ η΄. Τὸν Βασιλέα...
Ἁγία τοῦ Θεοῦ  πρέσβευε ὑπὲρ ἡμῶν.
Τὴν ξηρανθεῖσαν τῇ κακίᾳ ψυχήν μου, ζωοποίησον Κυράννα Νεομάρτυς, ὕδατι ἀφθάρτῳ, τῶν θείων πρεσβειῶν σου.

Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὀδύνας πάσας καὶ πικρὰς ἀσθενείας, ἐπικούφισον Ἀκυλίνα ἁγία, τῶν ὑμνολογούντων τὴν θείαν ἄθλησίν σου.

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀπαγχονήσας, τῇ σῇ ἀγχόνῃ τὸν ὄφιν, κατασύντριψον αὐτοῦ τὴν κακουργίαν, δι᾽ ἧς Νεομάρτυς, ἡμῶν κατεπεμβαίνει.

Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Στέφανος Γένους καὶ χαρὰ Ἐκκλησίας, Νεομάρτυρες ἐφάνητε ἐσχάτως, στήριγμα πιστῶν τε, ἐν κλύδωνι τοῦ βίου.

Θεοτοκίον.
Τῆς μετανοίας τὴν σωτήριον τρίβον, ὁδοποίησον Μαρία τῇ ψυχῇ μου, ἵνα ὑπαντήσω Κύριον τὸν Θεόν μου.


ᾨδὴ θ΄. Κυρίως Θεοτόκον...
Ἁγία τοῦ Θεοῦ  πρέσβευε ὑπὲρ ἡμῶν.
Ἐλπίδος καὶ ἀγάπης πίστεώς τε στήλη, μάρτυς Κυράννα ἐδείχθης πανεύφημε, φρούρει τους  πόθῳ ὑμνοῦντας, σὰ κατορθώματα.

Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὡς κρῖνον σὺ ἐν μέσῳ ἀκανθῶν ἐφάνης, καὶ εὐωδίας σου θείας ἐνέπλησας, ὦ Ἀκυλίνα ψυχὰς τῶν σὲ ὑμνούντων.

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Μαρτύρων ἀγλαΐᾳ,Μάρτυς διαλάμπων, ἐκ σκοτασμοῦ παθημάτων καὶ θλίψεων,ταῖς σαῖς πρεσβείαις Ἀργύριε λύτρωσαι.

Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Τριὰς νεομαρτύρων, τὸν Χριστὸν δυσώπει, τοῦ λυτρωθῶμεν κινδύνων καὶ θλίψεων, καὶ τῆς ζωῆς τῆς μελλούσης,ἐπαπολαύσωμεν.

Θεοτοκίον.
Χρυσσοῖς κεκοσμημένη, κροσσωτοῖς Παρθένε, ὡς βασιλὶς οὐρανίων δυνάμεων,τὸν σὸν Υἱὸν ἐκδυσώπει, ὑπὲρ τῶν δούλων σου .


Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ὄσσης βλάστημα Ἱερόν, Κυράννα θεόφρον, ἄμωμε νύμφη τοῦ Χριστοῦ, ὧ καὶ προσαχθεῖσα, ἀγῶσι μαρτυρίου, μαρτυρικῆς εὐκλείας, ὤφθης συμμέτοχος.

Ἕστης ἐν τῇ πέτρα  τῇ ἀῤῥαγεῖ, ἀκλόνητος Μάρτυς, ἐν τῇ πνεύσει  τῶν δυσχερῶν, τῆς ὁμολογίας, Χριστοῦ τῆς παναγίας, καὶ ἤθλησας Κυράννα στεῤῥῷ  φρονήματι.

Ἤνεγκας ῥαβδίσματα χαλεπά, εἱρκτῆς τὰς κακώσεις, αἰωρήσεις τε τὰς πικράς, καὶ Χριστὸν ἐν ἄθλοις, δοξάσασα ἁγίοις, λαμπρῶς ἐμεγαλύνθης, Κυράννα ἔνδοξε.

Χαίροις νύμφη ἄμωμε τοῦ Χριστοῦ, Μάρτυς Ἀκυλίνα, χαίροις Ὄσσης ὁ θησαυρός, καὶ Ζαγκλιβερίου τὸ καύχημα καὶ κλέος, καὶ Ἐκκλησίας πάσης θεῖον κειμήλιον.

Βασάνους ὑπέστης καρτερικῶς, χειρὶ τῇ πατρῴᾳ, Ἀκυλίνα ὑπομονῆς, στήλη τε ἐδείχθης καὶ ἀνεξικακίας, τὰς ἐντολὰς τηροῦσα Χριστοῦ ἀοίδιμε.

Λόγοις τῆς μητρός σου ὡς πίων γῆ, σεμνὴ ἀρδευθεῖσα, ἐγεώργησας μυστικῶς, ἄθλοις μαρτυρίου, καρποὺς ἀθανασίας, θεόφρον Ἀκυλίνα, στεῤῥῶς ἀθλήσασα.

Νόσων καὶ παντοίων δυσχερειῶν, παθῶν ψυχοφθόρων, καὶ κινδύνων καὶ πειρασμῶν, ἀπάλλαττε θᾶττον, τῇ σῇ ἐπιστασίᾳ, τούς σὲ ὑμνολογοῦντας, μάρτυς Ἀργύριε.

Νέος ὢν τῷ σώματι Ἀθλητά, τὸν ἀρχαῖον ὄφιν, ἐτροπώσω μαρτυρικῶς· ὅθεν τοὺς πιστῶς σε, Ἀργύριε τιμῶντας, τῆς τούτου ἐπηρείας, ἀτρώτους φύλαττε.

Ἤνεγκας ἀνδρείως ὑπὲρ Χρίστου, τὸν θάνατον Μάρτυς, δι᾽ ἀγχόνης καὶ πρὸς ζωήν, ἀθάνατον ἤρθης, Ἀργύριε ἐν δόξῃ, ὑπὲρ ἡμῶν πρεσβεύων, τῶν εὐφημούντων σε.

Κεχαριτωμένη παρθενική, τριὰς τῶν Μαρτύρων, τοῦ Σωτῆρος οἱ ἀθληταί, ψυχήν τε τῷ Δεσπότῃ, παρέθεσθε καὶ πλάστῃ, αἰτεῖται πταισμάτων λύσιν, καὶ θεῖον  ἔλεος.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

Εἶτα τά παρόντα Τροπάρια.
Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς.... Δόξα.... Κύριε, ἐλέησον ἡμᾶς....
Καὶ νῦν... Θεοτοκίον.
Τῆς εὐσπλαγχνίας τὴν πύλην....

Ἀπολυτίκιον. Ἦχος πλ α´. Τὸν συνάναρχον Λόγον...

Χαίρετε εὔοσμα ἄνθη τῆς ἐπαρχίας ἡμῶν. Παρθενομάρτυς Κυράννα καὶ Ἀκυλίνα σεμνή, σὺν Ἀργυρίῳ τῷ κλεινῷ· οἱ ἀθλήσαντες στεῤῥῶς ὑπὲρ τῆς πίστεως. Νῦν δὲ ἀγάλλεσθε τερπνῶς· τῆς οὐρανίου γὰρ τρυφῆς, μέτοχοι ὄντες.Πρεσβεύετε δὲ ἀπαύστως, ὑπὲρ ἡμῶν τῶν τιμώντων, καὶ ὑμνούντων τὴν ἄθλησιν.

Ἕτερον. Ἦχος α´. Τῆς ἐρήμου πολίτης...
Τὴν τριάδαν τὴν θείαν τῶν μαρτύρων τιμήσωμεν, Ἀκυλίναν Ζαγκλιβερίου, κρίνον τὸ εὐωδέστατον, Ἀργύριον βλαστὸν Ἐπανομῆς, Κυράνναν Ὄσσης ἄνθος τὸ τερπνόν, καὶ βοήσωμεν ὦ Ἅγιοι τῷ Χριστῷ, μὴ παύσητε  τοῦ πρεσβεύειν. Δόξα τῆς ἐπαρχίας ἡμῶν. Δόξα Μακεδονίας. Δόξα τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, νεοελλήνων στήριγμα.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς  Τροπάριαν.

Προσόμοιον. Ἦχος β´.  Πάντων προστατεύεις...
Ρόδα ὥσπερ εὔοσμα ἐκ γῆς, ὑμῖν ἐδωρήθησαν ὄντως τὰ θεῖα λείψανα, Κυράννης τῆς μάρτυρος καὶ Ἀκυλίνης ὁμοῦ, σὺν Ἀργυρίῳ θεόφρονι, σωμάτων τὴν ῥῶσιν, ψυχῶν τε παραμύθιον καὶ θεραπείαν παθῶν, οἷς περ καταφεύγοντες πίστει, δόξα σοι Χριστὲ ἐκβοῶμεν, Νεομαρτύρων τὸ στεφάνωμα.

Ἕτερον, ὅμοιον.
Χαίροις τῶν μαρτύρων ἡ τριάς, τῆς Μακεδονίας τὰ ἄστρα, ῥόδα πανεύοσμα,τὰ αἱματοπόρφυρα, μάκαρ Ἀργυριε, Ἀκυλίνα πανεύφημε, Κυράννα ἁγνείας, σκεῦος πνευματέμφορον, Χριστῷ πρεσβεύσατε, ὅπως λυτρωθῶμεν κινδύνων, καὶ πολυειδῶν ἀλγηδόνων, οἱ γεραίροντες ὑμῶν τὴν ἄθλησιν.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.


Τῇ πρεσβείᾳ Κύριε πάντων τῶν Ἁγίων καὶ τῆς  Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἡμῖν καὶ ἐλέησον ἡμᾶς ὡς μόνος οἰκτῖρμον.

Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.




Πηγή

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης