Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1361
https://www.proseyxi.com

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Επικεκλημένην Ναυπακτιώτισσαν Empty Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Επικεκλημένην Ναυπακτιώτισσαν

Την / Το Παρ Ιουλ 19, 2019 1:10 pm
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Επικεκλημένην Ναυπακτιώτισσαν

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Επικεκλημένην Ναυπακτιώτισσαν Naepak10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

εἶτα τά Τροπάρια·


Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ.

Ὡς παῤῥησίαν μητρικὴν κεκτημένην, πρὸς τὸν Υἱόν Σου καὶ Θεὸν τῶν ἁπάντων, κλεινὴ Ναυπακτιώτισσα Παρθένε Ἁγνή, Τοῦτον καθικέτευε ἐκτενῶς ὑπὲρ πάντων, τῶν ὑμνολογούντων Σε, ἵνα πόνων ῥυσθῶμεν, παντοειδῶν κινδύνων λοιμικῶν, ἀῤῥωστημάτων, δεινῶν τε καὶ θλίψεων.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς:
ΕΞ ΑΡΧΕΙΩΝ ΕΓΝΩΚΑΜΕΝ ΣΕ ΝΑΥΠΑΚΤΙΩΤΙΣΣΣΑ. Χ(αραλάμπους).

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Ἐπίβλεψον Μῆτερ ἐξ οὐρανοῦ, καὶ σῶσον τοὺς πίστει, ἀνυμνοῦντας διὰ παντός, τὰ Σὰ μεγαλεῖα Θεοτόκε, τῶν Ναυπακτίων ταχεῖα ἀντίληψις.

Ξενίας τυχεῖν με δεσποτικῆς, Ἁγνὴ μετὰ πότμον, ἐν τῇ χώρᾳ τῶν οὐρανῶν, τὸν ᾦδε οὐκ ἔχοντα πατρίδα, ἀλλ’ ἐκζητοῦντα τὴν ἄνω ἀξίωσον.

Ἀφρόνως βιώσας ὁ δυστυχής, κραυγάζω Σοι Μῆτερ, Ναυπακτίων φῶς ἱλαρόν, συνέτισον καὶ πρὸς τὴν φωσφόρον, ὁδὸν τὴν σώζουσαν πάντας με ἴθυνον.

Ῥανίδας ἀπόσμηξον τῶν ἐμῶν, δακρύων ἐλέους, μανδηλίῳ Σου Μαριάμ, καὶ δὸς Ναυπακτίων Κόρη τάχος, κἀμοὶ χαρὰν μυστικὴν ἱκετεύω Σε.

Χαρίτωσον πάντας τοὺς ἐν χορῷ, τῇ θείᾳ Σου σκέπῃ, καταφεύγοντας χοϊκούς, ὦ Μῆτερ ἀπαύστως δεομένη, τοῦ θείου τόκου Σου Ναυπακτιώτισσα.


ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἐλεήμονος Λόγου, περικαλλὲς σκήνωμα, ἔσχες ἐν Ναυπάκτου τῇ πόλει, πάλαι περίλαμπρον, ναὸν ἐν ᾧ τῶν πιστῶν, συνεκεντροῦτο οἱ δῆμοι, καὶ ᾠδαῖς εὐσχήμοσι, Σὲ ἐμεγάλυνον.

Ἱκετεύεις ἀπαύστως, ὑπὲρ ἡμῶν Ἄνασσα, οὐρανοῦ καὶ γῆς τὸν Δεσπότην, καὶ μόνον Κύριον, τῶν ἐκ μυχίων ψυχῆς, ἀνευφημούντων τὴν δόξαν, Ναυπακτίων καύχημα, τῶν μεγαλείων Σου.

Ὡς ἀσάλευτον στῦλον, καὶ ἀκλινὲς ἔρεισμα, ὦ Ναυπακτιώτισσα Κόρη, τῆς ἀδελφότητος, τῆς ἐν ταῖς Θήβαις λαμπρῶς, διαλαμψάσης ὑμνοῦμεν, σπεύδοντες ἑκάστοτε, τῇ μεσιτείᾳ Σου.

Ναυπακτίων προστάτιν, καὶ βοηθὸν τάχιστον, ἐν δεινοῖς Σὲ ἔγνωμεν πάντες, Νύμφη ἀνήροτε, διὸ προστρέχομεν νῦν, τῇ ἀῤῥαγεῖ Σου πρεσβείᾳ, πόθῳ μεγαλύνοντες, τὸν Σὲ δοξάσαντα.

Ἐν ἀγάπῃ τελείᾳ, τῷ Λυτρωτῇ Δέσποινα, ἔργοις εὐσεβείας καὶ λόγοις, Ναυπακτιώτισσα, εὐαρεστῆσαι σαφῶς, ἀξίωσόν με τὸν πίστει, ἐκζητοῦντα πάντοτε, τὴν Σὴν ἀντίληψιν.


Διάσωσον, Ναυπακτιώτισσα Κόρη ἀπὸ κινδύνων, νοσημάτων πολυειδῶν ψυχῶν καὶ σωμάτων τε, τοὺς σπεύδοντας τῇ Σῇ χάριτι καθ’ ἑκάστην.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αἴτησις και το Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Χριστὸν ἀληθῶς ἐν κόλποις ἐγαλούχησας, μητέρων τερπνὸν καὶ θεῖον ἀγαλλίαμα, διὸ χάριν εἴληφας ἀεὶ μεσιτεύειν πρὸς Κύριον, ὑπὲρ ἡμῶν τῶν πίστει ἀκλινεῖ, Ναυπάκτου ὡράϊσμα ὑμνούντων σε.


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Γεωργήσας ὁ δείλαιος, τὰς τῆς ἁμαρτίας ἀκάνθας κράζω Σοι· Ναυπακτίων ἐγκαλλώπισμα, τὴν ἐμὴν ψυχὴν παθῶν καθάρισον.

Νοσημάτων ἀπάλλαξον, λοιμικῶν κινδύνων πυρὸς καὶ καύσωνος, τοὺς προστρέχοντας Πανύμνητε, τῇ πανσθενουργῷ ἁγίᾳ σκέπῃ Σου.

Ὥσπερ Μήτηρ τοῦ Κτίσαντος, παῤῥησίαν ἔχεις Ναυπακτιώτισσα, ἀπελαύνεις ἐκ τῶν δούλων Σου, πᾶσαν θλῖψιν ζόφον τε καὶ στένωσιν.

Καταφύγιον ἔχοντες, Ναυπακτίων κλέος καὶ ἱλαστήριον, τὴν περίπτυστον εἰκόνα Σου, ἐξ αὐτῆς δυνάμεις ἀρυόμεθα.


ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἄνωθεν ἡμᾶς, περισκέπασον Μητρόθεε, τοὺς αἰτοῦντας τὴν θερμήν Σου ἀρωγήν, ὡς τὸ πάλαι τὴν ἐν Θήβαις ἀδελφότητα.

Μέμνησο Ἁγνή, τῶν τιμώντων Σε ἑκάστοτε, Βοιωτίας περιτείχισμα στεῤῥόν, καὶ Ναυπάκτου ἱερώτατον θησαύρισμα.

Ἔχει τῶν βροτῶν, ἡ ὁμήγυρις Σὲ φύλακα, καὶ ἀσπίδα ἐκ τῶν πλάνου προσβολῶν, δεομένη εὐκλεὲς Ναυπακτιώτισσα.

Νέκρωσον σαρκός, τῆς ἐμῆς Θεογεννήτρια, ἡδονὰς καὶ πρὸς ἐνάρετον ζωήν, ἴθυνόν με τῇ ἀόκνῳ μεσιτείᾳ Σου.


ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Συντήρησον, τοὺς Σὲ μεγαλύνοντας, ἀπημάντους τῆς τοῦ ὄφεως πλάνης, καὶ ἅπαν βέλος αὐτοῦ ἰοβόλον, θραῦσον δυνάμει τοῦ Κτίστου καὶ τόκου Σου, τῶν Ναυπακτίων ἀῤῥαγές, καὶ ἀπόρθητον φρούριον Δέσποινα.

Ἐγνώκαμεν, τὴν πρὸς Σὲ εὐλάβειαν, ἐξ ἀρχείων Θεοτόκε ἀρχαίων, ἥν τῆς Ναυπάκτου τε καὶ Βοιωτίας, ἔσχον οἱ δῆμοι καὶ πίστει Σοὶ κράζομεν· βοήθησον καὶ νῦν ἡμᾶς, σωφροσύνης βαθμίδας ἀνέρχεσθαι.

Ναυπάκτιον, γέρας πολύτιμον, καὶ ἀτίμητον τῆς πόλεως στέφος Ἁγνὴ Παρθένε Θεόνυμφε Κόρη, τῇ παναγία μορφῇ Σου προστρέχοντες, ῥυόμεθα παντοδαπῶν, νοσημάτων ψυχῆς τε καὶ σώματος.

Ἀπόσμηξον, τῆς ψυχῆς τὰ δάκρυα, ἀφ’ ἡμῶν τῶν ἐκζητούντων Σὴν χάριν, καὶ ἐν χαρᾷ καὶ εἰρήνῃ διάγειν, ἡμᾶς ἀξίωσον τάχος δεόμεθα, κρουνὲ ἀῤῥήτου χαρμονῆς, εὐσεβῶν καὶ πηγὴ ἁγιάσματος.


Διάσωσον, Ναυπακτιώτισσα Κόρη ἀπὸ κινδύνων, νοσημάτων πολυειδῶν ψυχῶν καὶ σωμάτων τε, τοὺς σπεύδοντας τῇ Σῇ χάριτι καθ’ ἑκάστην.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αἴτησις και το Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων Σου.

Θεοχαρίτωτε Νύμφη Ἀνύμφευτε, τῶν Ναυπακτίων μεσῖτις πρὸς Κύριον, καὶ τόκον Σου θεῖον δεόμεθα, ἀπὸ κινδύνων δυσώπει λυτρώσασθαι, τοὺς πόθῳ ἀεὶ Σὲ δοξάζοντας.


Προκείμενον.
Μνησθήσομαι τοῦ Ὀνόματός Σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στ. Τὸ πρόσωπόν Σου λιτανεύουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. α΄ 39-49, 56).

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα· καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνὴ μεγάλη, καὶ εἶπεν: Εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας Σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ Σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσαν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Ταῖς πρεσβείας Σῶτερ, τῆς Ναυπακτιωτίσσης, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στ. Έλεήμον, ελέησόν με, ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Μέγα καταφύγιον, τῶν Ναυπακτίων ἐπώφθης, καὶ κρουνὸς ἀείῤῥοος, βρύων τῶν ἰάσεων, πᾶσι νάματα, Ἄχραντε Δέσποινα, Μῆτερ τοῦ Ὑψίστου, διὰ τοῦτο Σοὶ προσπίπτομεν, καὶ ἐκλυτρούμεθα, πάσης ἀῤῥωστίας καὶ θλίψεως, οἱ πόθῳ μεγαλύνοντες, ὄντως θαυμασίων τὸ πλῆθός Σου, καὶ διαλαλοῦμεν, τὴν χάριν Σου Παντάνασσα σεμνή, δι’ ἧς σῳζόμεθα ἅπαντες, οἱ ἐν δίναις στένοντες.


Σώσον ό Θεός τον λαόν σου...

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ὕμνοις πρέπουσιν ᾄδειν, τὴν ἁγίαν μορφήν Σου Ναυπακτιώτισσα, ἀξίωσον Σοὺς δούλους, καὶ ἔμπλησον σοφίας, εὐφροσύνης συνέσεως, καὶ εὐσεβείας ἡμᾶς, τοὺς Σοὶ προσπεφευγότας.

Πλήρης χάριτος πέλει, ἡ ἁγία Εἰκών Σου Ναυπακτιώτισσα, ἐξ ἧς τῶν Ὀρθοδόξων, ἀφθόνως αἱ χορεῖαι, τῶν σωμάτων λαμβάνουσιν, ἁγιασμὸν καὶ ψυχῶν, δεδοξασμένη Κόρη.

Ἀπὸ πάσης ἀνάγκης, συμφορῶν καὶ κινδύνων Παρθένε λύτρωσαι, τοὺς ἀπεκδεχομένους, τὴν θείαν Σου πρεσβείαν, καὶ ἀπαύστως δοξάζοντας, τὸν Σὸν Υἱὸν καὶ Θεόν, ἀγλάϊσμα Ναυπάκτου.

Κλυδωνούμενον σάλῳ, πειρασμῶν ἀνυποίστων Παρθένε δοῦλόν Σου, μὴ μὲ ἐγκαταλείψῃς, ἀλλ’ ἴθυνόν με τάχος, πρὸς λιμένα πανεύδιον, ἵνα ὁ τάλας σωθῶ, καὶ Σὲ ἀεὶ γεραίρω.


ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τῇ κραταιᾷ Σου, δυνάμει σκέπασον Κόρη, τοὺς προστρέχοντας τῇ ἱερᾷ μορφῇ Σου, καὶ ὑπερυψοῦντας ἀπαύστως τὸν Σὸν τόκον.

Ἰλύος ῥῦσαι, τῆς ἐμπαθείας μου Μῆτερ, Ναυπακτίων στῦλε ἄσειστε τὸν πόθῳ, ἀνυμνολογοῦντα τὴν Σὴν δοθεῖσαν χάριν.

Ὡς τοῦ Δεσπότου, ηὐτρεπισμένον δοχεῖον, καὶ Παντάνακτος πανάσπιλον καθέδρα, Σὲ εἰς τοὺς αἰῶνας Ἁγνὴ δοξολογοῦμεν.

Τῆς μετανοίας, ὑπάνοιξόν μοι τὰς πύλας, ἀγλαὴ Ναυπακτιώτισσα Παρθένε, καὶ πρὸς σωτηρίας, ὁδήγησόν με τρίβους.


ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰσχὺν κατὰ τοῦ πλάνου, δίδου τοῖς Σοῖς δούλοις, Ναυπακτιώτισσα Νύμφη ἀπείρανδρε, τοῖς προσιοῦσι πιστῶς τῇ σεπτῇ εἰκόνι Σου.

Σὲ ἔφορον προστάτιν, καὶ ῥῦστιν ἐν κινδύνων, αἱ Ναυπακτίων χορεῖαι κατέχουσαι, τῇ ταχινῇ ἀντιλήψει Σου Μῆτερ σπεύδουσι.

Σωμάτων Θεοτόκε, θεράπευσον τὰ ἄλγη, ὡς μητρικὴν παῤῥησίαν κατέχουσα, πρὸς τὸν Σωτῆρα Υἱόν Σου καὶ πάντων Κύριον.

Ἀμόλυντε Παρθένε, τῶν Ναυπακτίων πλήθη, τῇ Σῇ Εἰκόνι προσπίπτοντα γάνυνται, καὶ ἀναμπέμπουσιν ὕμνους τῷ Σὲ δοξάσαντι.

Χαρίτωσον τοὺς πίστει, Σὲ ὑμνολογοῦντας, καὶ τῆς ἀλήκτου ζωῆς καταξίωσον, αὐτοὺς τυχεῖν Θεοτόκε Ναυπακτιώτισσα.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια
Δεῦτε Ναυπακτίων καὶ Βοιωτῶν, οἱ χοροὶ προφόνως, ἀνυμνήσωμεν ἐν σπουδῇ, τῆς ἁγνῆς Παρθένου, εἰκόνα τὴν ἁγίαν, τὴν ἐπικεκλημένην, Ναυπακτιώτισσαν.

Δεομένη Μῆτερ τοῦ Λυτρωτοῦ, Ναυπακτίων κλέος, Σὴν εἰκόνα τὴν θαυμαστήν, ἔγνωμεν ἐν χρόνοις, ἐσχάτοις ἐξ ἀρχείων, κειμένων ἐν Παλέρμῳ, καὶ κατηυφράνθημεν.

Σκέπε ἀπὸ πάσης ἐπιβουλής, τοῦ βελίαρ Μῆτερ, καὶ σκανδάλων τοὺς εὐλαβῶς, ἐπικαλουμένους, τὴν χάριν Σου καὶ ῥῦσαι, αὐτοὺς ἐξ ἀλγηδόνων, Ναυπακτιώτισσα.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.


Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

ὡς συνήθως τά παρόντα Τροπάρια.
Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς.... Δόξα.... Κύριε, ἐλέησον ἡμᾶς....
Καὶ νῦν... Θεοτοκίον.
Τῆς εὐσπλαγχνίας τὴν πύλην....

και τό ’ Απολυτίκιον.
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Ναυπακτίων τὰ πλήθη περισκέπεις ἑκάστοτε, καὶ περιφρουρεῖς Θεοτόκε ὑπερύμνητε Δέσποινα· κατέχουσι γὰρ ταῦτα θησαυρόν, ἐκ χρόνων παναρχαίων Σὴν σεπτήν, καὶ περίπτυστον εἰκόνα, ἐξ ἧς καρποῦνται χάριν καὶ ἰάματα· δόξα τῷ Σῷ Υἱῷ καὶ Λυτρωτῇ, δόξα τοῖς μεγαλείοις Σου, δόξα τῇ ἀρωγῇ Σου πρὸς ἡμᾶς, Ναυπακτιώτισσα.

Εἶτα ’Εκτενής καί Άπόλυσις, μεθ’ ή'ν ψάλλομεν τό έξης:

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Δεῦτε, Ναυπακτίων οἱ χοροί, καὶ οἱ δῆμοι πάσης Ἑλλάδος, ἀνευφημήσωμεν, τὴν Ναυπακτιώτισσαν, ἀειμακάριστον, καὶ πανύμνητον Δέσποιναν, τὴν τάχος πληροῦσαν, πάντων τὰ αἰτήματα, καὶ τὸν Σωτῆρα Χριστόν, ῥύσασθαι κινδύνων αἰτοῦσαν, δούλους τοὺς Αὐτῆς καὶ γεέννης, τοῦ πυρὸς τοῦ πάντας κατακαίοντος.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης