Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1571
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον Μάρτυρα Αστέριον και τους Αδελφούς αυτού Μαρτύρων Κλαύδιου Νέωνος και Νεονίλλης Empty Παρακλητικός Κανών εις τον Μάρτυρα Αστέριον και τους Αδελφούς αυτού Μαρτύρων Κλαύδιου Νέωνος και Νεονίλλης

Την / Το Σαβ Ιουλ 20, 2019 1:37 pm
Παρακλητικός Κανών εις τον Μάρτυρα Αστέριον και τους Αδελφούς αυτού Μαρτύρων Κλαύδιου Νέωνος και Νεονίλλης




Ποίημα Γερασίμου μοναχού Μικραγιαννανίτου
Παρακλητικός Κανών εις τον Μάρτυρα Αστέριον και τους Αδελφούς αυτού Μαρτύρων Κλαύδιου Νέωνος και Νεονίλλης Asteri11

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

εἶτα τά Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Του μαρτυρίου τον αγώνα τελέσας Μάρτυς Αστέριε, λαμπρός εδοξάσθης παρά Χριστού ως Αθλητής αήττητος, όθεν αεί πρέσβευε πάσης ρύεσθαι βλάβης και παντοίων θλίψεων, και παθών και κινδύνων, τους εκζητούντας Άγιε πιστώς, της βοηθείας της σης την αντίληψιν.

Δόξα. Τό αυτό. Καί νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.


Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.


και ο κανών, ου η ακροστιχίς:
Αστέριε, σώζε σους οικέτας. Γερασίμου.

Ωδή α . Ήχος πλ. Δ . Υγράν διοδεύσας.

Αθλήσας νομίμως υπέρ Χριστού, Αστέριε μάρτυς ανομίας πάσης ημάς, ταις σαις απολύτρωσαι πρεσβείαις, ως αν Κυρίω αμέμπτως λατρεύσωμεν.

Σωμάτων οδύνης και της ψυχής, απάλλαξον Μάρτυς ικεσίαις σου προς Χριστόν, τους πίστει και πόθω σε τιμώντας, και των πταισμάτων ημίν αίτει άφεσιν.

Τοις πόνοις σου ήσχυνας τον εχθρόν, Αστέριε Μάρτυς διο πόνων ημάς πολλών, λιταίς σου απάλλαξον και δίδου, ημίν ισχύν καθαρώς πολιτεύεσθαι.

Θεοτοκίον.
Ετέχθη αφθόρως εκ σης γαστρός, ο άχρονος Λόγος, αλογίας ελευθερών, τους πίστει τιμώντάς σε Παρθένε, διό φθοράς των παθών καμέ λύτρωσαι.


Ωδή γ . Ουρανίας αψίδος.
Ρύπου πάσης κακίας τοις ρυπτικοίς νάμασι, των σων πρεσβειών Αθλοφόρε ημάς απόπλυνον, και ασινείς ημάς, εκ των βελών του Βελίαρ, φύλαττε Αστέριε τους σε γεραίροντας.

Ιλασμόν ημίν αίτει και των παθών ίασιν, και πλημμελημάτων παντοίων την απολύτρωσιν, Μάρτυς Αστέριε, ως παρρησίαν μεγίστην, μετά των συγγόνων σου, έχων προς Κύριον.

Εκτενώς εκδυσώπει τον αγαθόν Κύριον, δούναι τοις ικέταις σου Μάρτυς ειρήνην άνωθεν, και φως ουράνιον, συν τοις κλεινοίς αδελφοίς σου, ως αν βίον ένθεον, πολιτευσώμεθα.

Θεοτοκίον.
Σωτηρίας τεκούσα τον αρχηγόν Άχραντε, σάρκα την ημών ειληφότα, δι’αγαθότητα, αυτόν ικέτευε, σώσαι καμέ τον αχρείον, τον παραπικράναντα, αυτού τον εύσπλαγχνον.

Διάσωσον, ταις σαις πρεσβείαις Αστέριε Αθλοφόρε, από πάσης οδυνηράς περιστάσεως, τούς προσιόντας τη θεία σου προστασία.

Ἐπίβλεψον, ἐν εὐμενεία πανύμνητε Θεοτόκε, ἐπί την ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν, και ἴασαι, τῆς ψυχῆς μου τό ἄλγος.


Αἴτησις και το Κάθισμα.
Ήχος β . Πρεσβεία θερμή.

Ως Μάρτυς στερρός Χριστού του Παντοκράτορος, δυσώπει αεί Αστέριε μακάριε, μετά των αυταδέλφων σου, του εχθρού και δεινού κοσμοκράτορος, επηρειών εκλυτρούσθαι ημάς, τους μέλποντας Άγιε τους άθλους σου.


Ωδή δ . Εισακήκοα Κύριε.
Ως θερμός αντιλήπτωρ μου, ρύου με Αστέριε πάσης θλίψεως, καθ’ εκάστην επορέγων μοι, χείρας βοηθείας τω οικέτη σου.

Ζάλης πάσης απάλλαττε, της κατά ψυχής και σώμα δεόμεθα, τους προστρέχοντας Αστέριε, τη συμπαθεστάτη προστασία σου.

Εν Χριστώ δυναμούμενοι, Μάρτυρες αυτάδελφοι ηγωνίσασθε, και καθείλετε τον τύραννον, και προστάται πάντων ημών ώφθητε.

Θεοτοκίον.
Σαρκωθείς εξ αιμάτων Σου, Ο το είναι πάσι παρέχων Κύριος, προστασίαν Σε ανέδειξε, πάντων των ανθρώπων Μητροπάρθενε.


Ωδή ε . Φώτισον ημάς.
Όμβρησον ημίν, οικτιρμών Χριστού το έλεος, ταις προς Κύριον πρεσβείαις σου σοφέ, ίνα πόθω σε γεραίρομεν Αστέριε.

Ύψωσον ημάς, εκ βυθού των παραπτώσεων, επί πέτραν μετανοίας ασφαλή, τους προστρέχοντας Αστέριε τη σκέπη σου.

Σύμφρων εν παντί, τοις συγγόνοις σου γενόμενος, συν αυτοίς κατηγωνίσω τον εχθρόν, ου της λύμης ημάς λύτρωσαι Αστέριε.

Θεοτοκίον.
Όρος υψηλόν, και κατάσκιον του Κτίσαντος, ύψωσόν μου την διάνοιαν Αγνή, προς αγάπην του εκ σου Παρθένε λάμψαντος.


Ωδή στ . Την δέησιν.
Ισχύϊ, τη θεϊκή τας οδύνας, στερροτάτη καθυπέμεινας γνώμη, όθεν ημάς οδυνών πολυτρόπων, και πειρασμών όλεθρίων απάλλαξον, Αστέριε Μάρτυς Χριστού και χαράν ημίν δίδου ούράνιον.

Καθείλες, τον πολυμήχανον όφιν, ανενδότω σου αθλήσει παμμάκαρ, όθεν ημάς της αυτού πονηρίας, και κακουργίας ατρώτους διάσωζε, πρεσβείαις σου προς τον Χριστόν, Αθλοφόρε Αστέριε ένδοξε.

Εκ πάσης, φθοροποιού αλγηδόνος, και παντοίων παθημάτων και νόσων, και συνοχής και στενώσεως πάσης, επερχομένων κινδύνων και θλίψεων, Αστέριε Μάρτυς Χριστού, ανωτέρους ημάς διαφύλαττε.

Θεοτοκίον.
Τον πάντων, Δημιουργόν και Δεσπότην, ον αφράστως απεκύησας Κόρη, υπέρ ημών εκδυσώπει απαύστως, ημίν διδόναι πταισμάτων συγχώρησιν, μετάνοιαν ειλικρινή, Θεοτόκε και βίου διόρθωσιν.


Διάσωσον, ταις σαις πρεσβείαις Αστέριε Αθλοφόρε, από πάσης οδυνηράς περιστάσεως, τους προσιόντας τη θεία σου προστασία.

Ἄχραντε, η διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.


Αἴτησις και το Κοντάκιον.
Ήχος β . Τοις των αιμάτων σου.

Ώσπερ αστήρ εν τοις Μάρτυσιν έλαμψας, και καταυγάζεις ημών την διάνοιαν, και νυν των παθών την σκοτόμαιναν, εκ των ψυχών ημών λύσον Αστέριε, φωτί πρεσβειών σου δεόμεθα.


Προκείμενον:
Θαυμαστός ο Θεός εν τοις Αγίοις Αυτού.
Στ.: Τοις Αγίοις τοις εν τη γη Αυτού εθαυμάστωσεν ο Κύριος.

Ευαγγέλιον, εκ του κατά Λουκάν.

Είπεν ο Κύριος τοις εαυτού Μαθηταίς, Προσέχετε από των ανθρώπων επιβαλούσι γαρ εφ’ υμάς τας χείρας αυτών, και διώξουσι, παραδιδόντες εις συναγωγάς και φυλακάς, αγομένους επί βασιλείς και ηγεμόνας ένεκεν του ονόματός μου. Αποβήσεται δε υμίν εις μαρτύριον. Θέσθε ουν εις τας καρδίας υμών μη προμελετάν απολογηθήναι, εγώ γαρ δώσω υμίν στόμα και σοφίαν, η ου δυνήσονται αντειπείν, ουδέ αντιστήναι πάντες οι αντικείμενοι υμίν. Παραδοθήσεσθε δε και υπό γονέων και αδελφών και φίλων και θανατώσουσιν εξ υμών, και έσεσθε μισούμενοι υπό πάντων δια το όνομά μου, και θρίξ εκ της κεφαλής υμών ου μη απόληται. Εν τη υπομονή υμών κτήσασθε τας ψυχάς ημών.

Δόξα.
Ταις των Αθλοφόρων πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων

Καί νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων


Στ.: Ελεήμον, ελέησόν με ο Θεός…
Προσόμοιον.
Ήχος πλ. Β . Όλην αποθέμενοι.

Άστρον φαεινότατον, εν Αθλοφόροις εδείχθης, και συν τοις ομαίμοσι, τον του σκότους άρχοντα καταβέβληκας, Αθλητά ένδοξε, Αστέριε μάκαρ, διά τούτό σου δεόμεθα, απαύστως πρέσβευε, μετά των κλεινών άυταδέλφων σου, Χριστώ τω πανοικτίρμονι, άφεσιν πταισμάτων δωρήσασθαι, και ισχύν διδόναι, πατείν τας μεθοδείας του εχθρού, τους ευλαβώς μακαρίζοντας, τους στερρούς αγώνάς σου.


Ωδή ζ . Οι εκ της Ιουδαίας.
Αικισμούς δριμυτάτους υπομείνας κουφίζεις ημών εκάστοτε, τους πόνους και τα άλγη, τη ση επιστασία, των βοώντων Αστέριε, Ο των Πατέρων ημών, Θεός ευλογητός ει.

Συνοχής ολεθρίου και παθών ακαθάρτων ψυχής και σώματος, και πάσης αμαρτίας απάλλαττε απαύστως, τους βοώντας Αστέριε, Ο των Πατέρων ημών, Θεός ευλογητός ει.

Γνώμην έχοντες μίαν ομοφρόνως ηθλήσατε παναοίδιμοι, τετράς η των Μαρτύρων, διο εν ομονοία και αγάπη τηρήσατε, απεριτρέπτους ημάς, αυτάδελφοι οπλίται.

Θεοτοκίον.
Εξ εχθρών αοράτων και ποικίλων σκανδάλων και περιστάσεων, διάσωζε ατρώτους, Παρθένε Θεοτόκε, τους εν πίστει βοώντάς σοι: Χαίρε ημών προσφυγή, και πάντων προστασία.


Ωδή η . Τον Βασιλέα.
Ρώσιν παράσχου, ψυχής και σώματος Μάρτυς, τοις υμνούσί σου Αστέριε τους άθλους, και υπερυψούσι, Χριστόν εις τους αιώνας.

Άνωθεν Μάρτυς, δίδου ημίν αοράτως, την ταχείάν σου βοήθειαν εν πάσι, τοις ανευφημούσι, τους ιερούς σου άθλους.

Σύντριψον Μάρτυς, τον πολυμήχανον όφιν, ωρυόμενον κατά των οικετών σου, και της τούτου βλάβης, ατρώτους ημάς τήρει.

Θεοτοκίον.
΄Ίασαι Κόρη, την ασθενούσαν ψυχήν μου, και εκκάθαρον τον νούν μου ρυπωθέντα, ρείθροις σωτηρίοις, των οικτιρμών σου Κόρη.


Ωδή θ . Κυρίως Θεοτόκον.
Μαρτύρων ταις χορείαις, συν τοις αυταδέλφοις, συναγελάζων παμμάκαρ Αστέριε, συν αυτοίς αίτει διδόναι ημίν τα κρείττονα.

Ω Μάρτυς του Σωτήρος, Αστέριε μάκαρ, της σωτηρίας ημάς καταξίωσον, ταίς προς αυτόν μεσιτείαις σου δυσωπούμέν σε.

Υδάτων ζωηρρύτων, εντρυφών αϋλως, συν τοις κλεινοίς αδελφοίς σου Αστέριε, σταγόνα χάριτος θείας καμοί επόμβρησον.

Θεοτοκίον.
Υμνούμέν σε Παρθένε, ως Θεού Μητέρα, και ασιγήτως το χαίρέ σοι κράζομεν, Συ γαρ επήγασας κόσμω την αγαλλίασιν.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια
Άστρον ευσεβείας θεοφεγγές, Αστέριε Μάρτυς ταις ακτίσι ταις νοηταίς, τής σής προστασίας, παθών λύσον τον ζόφον, και ευφροσύνης φέγγος ημίν ανάτειλον.

Ήθλησας Αστέριε ανδρικώς, συν τοις αυταδέλφοις και κατήσχυνας τον εχθρόν, ου της πονηρίας, απήμονας συντήρει, τους εκζητούντας Μάρτυς την σήν βοήθειαν.

Πόνους αφορήτους υπενεγκών, πόνων εκλυτρούσαι Αθλοφόρε και οδυνών, τους εν ευλαβεία, τη θεία σου εικόνι, Αστέριε εστώτας και ευφημούντάς σε.

Χαίροις αυταδέλφων τετράς σεπτή , Αστέριε Νέων Νεονίλλα η θαυμαστή, μετά του Κλαυδίου, τα πανευώδη άνθη, τα πνέοντα τοις πάσιν, οσμήν ουράνιον.

Χαίρων ηγωνίσω υπέρ Χριστού, σαρκός αφειδήσας, ουρανόφρονι λογισμώ, Όθεν Ασωμάτων, συνόμιλος εγένου, σύν τοίς τρισίν Αστέριε αυταδέλφοις σου.

Πρέσβευε απαύστως υπέρ ημών, Αστέριε Μάρτυς, σύν τοίς θείοις σου αδελφοίς, όπως εν ειρήνη, διάγωμεν τον βίον, και δόξης ουρανίου αξιωθείημεν.

Πάσαι των Αγγέλων αἱ  στρατιαί, Πρόδρομε  Κυρίου, Ἀποστόλων  η  δωδεκάς, οι  Ἅγιοι  Πάντες  μετά  τῆς  Θεοτόκου, ποιήσατε  πρεσβείαν  εἰς  τό  σωθῆναι  ἡμᾶς.


Το τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

ὡς συνήθως τά παρόντα Τροπάρια.
Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς.... Δόξα.... Κύριε, ἐλέησον ἡμᾶς....
Καὶ νῦν... Θεοτοκίον.
Τῆς εὐσπλαγχνίας τὴν πύλην....

εκτενής και Απόλυσις, μεθ’ ην ψάλλομεν

το εξής. Ήχος β . Ότε εκ του ξύλου.

Μάρτυς, Αθλοφόρε του Χριστού, έχων προς αυτόν παρρησίαν απαύστως πρέσβευε, Άγιε Αστέριε, σύν τοίς ομαίμοσι, πάσης ρύεσθαι θλίψεως, και πάσης ανάγκης, τούς θερμώς προστρέχοντας, τη αντιλήψει σου, λύων συμφορών τον χειμώνα, και χαράν την θείαν παρέχων, τοίς ειλικρινώς σε μακαρίζουσι.

Δέσποινα πρόσδεξαι, τας δεήσεις τῶν δούλων Σου, και λύτρωσαι ημᾶς, απὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

Δίστιχον.

Τήνδε την δέησιν Αστέριε δέξαι,
Και δίδου την χάριν σου τω Γερασίμω.




Πηγή

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης