Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1571
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον Άγιο Νεομάρτυρα Νικόλαο εκ Μετσόβου Empty Παρακλητικός Κανών εις τον Άγιο Νεομάρτυρα Νικόλαο εκ Μετσόβου

Την / Το Σαβ Ιουλ 20, 2019 2:23 pm
Παρακλητικός Κανών εις τον Άγιο Νεομάρτυρα Νικόλαο εκ Μετσόβου

Ποίημα Γερασίμου μοναχού Μικραγιαννανίτου
Παρακλητικός Κανών εις τον Άγιο Νεομάρτυρα Νικόλαο εκ Μετσόβου Nikola13


Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

εἶτα τά Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ὡς ἐναθλήσας στεῤῥοτάτῃ καρδίᾳ, ὑπὲρ τῆς δόξης τοῦ Χριστοῦ Νεομάρτυς, μαρτυρικῶν ἐπάθλων κατηξίωσαι· ὅθεν ἀεὶ πρέσβευε, τῷ Σωτῆρι τῶν ὅλων, Ἅγιε Νικόλαε, πάσης ῥύεσθαι βλάβης, καὶ πειρασμῶν καὶ νόσων καὶ παθῶν, τοὺς ἀδιστάκτῳ, ψυχῇ προσιόντας σοι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς:
Νικόλαε σκέπε σὴν πατρίδα. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Ναμάτων πληρούμενος θεϊκῶν, ἐπόμβρησον Μάρτυς, ταῖς πρεσβείαις σου πρὸς Θεόν, τὴν δρόσον τῆς θείας εὐσπλαγχνίας, τοῖς σὲ τιμῶσι, θεόφρον Νικόλαε.

Ἰάσεις πηγάζων παντοδαπάς, ἴασαι τὰ πάθη, τῶν σωμάτων καὶ τῶν ψυχῶν, Νικόλαε Μάρτυς τοῦ Κυρίου, τῶν προσιόντων τῇ θείᾳ πρεσβείᾳ σου.

Κινδύνων ἀπάλλαξον χαλεπῶν, καὶ πάσης ἀνάγκης, Νεομάρτυς, καὶ ἀπειλῆς, ταῖς σαῖς πρὸς Χριστὸν ἱκετηρίαις, τοὺς ἀνυμνοῦντας τὴν θείαν σου ἄθλησιν.

Θεοτοκίον.
Ὁλόφωτον σκήνωμα τοῦ Θεοῦ, Κεχαριτωμένη, Ἀειπάρθενε Μαριάμ, νοός μου διάλυσον τὸ σκότος, τῇ φωταυγεῖ χάριτί Σου καὶ σῶσόν με.


ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος.
Λαμπρυνομένος φέγγει, τῷ νοητῷ Ἅγιε, λύτρωσαι παθῶν σκοτομήνης καὶ πάσης θλίψεως, τοὺς σὲ γεραίροντας, τῇ φωταυγεῖ σου πρεσβείᾳ, πρὸς τὸν σὲ δοξάσαντα, Μάρτυς Νικόλαε.

Ἀσθενείαις ποικίλαις, περιπεσὼν Ἅγιε, τῇ σῇ καταφεύγω πρεσβείᾳ καὶ ἀνάκραζω σοί· Μάρτυς Νικόλαε, τῆς φοβερᾶς συνοχῆς με, λύτρωσον καὶ αἴτει μοι, πταισμάτων ἄφεσιν.

Ἐν τῇ σῇ εὐκληρίᾳ, ἡ σὴ πατρὶς γάνυται· ὅθεν καὶ τῇ σῇ προστασίᾳ σπεύδει καὶ κράζει σοι· Μάρτυς Νικόλαε, πολυειδῶν συμπτωμάτων, ταύτην τὴν μερίδα σου, ῥύου ἑκάστοτε.

Θεοτοκίον.
Σωτηρίας Σε πύλην, καὶ ἀσφαλῆ ἄγκυραν, ἔχοντές Σε Κόρη ἐν πίστει ἀναβοῶμέν Σοι· ἡμᾶς ὁδήγησον, πρὸς σωτηρίας εἰσόδους, ἵνα πρὸς αἰώνιον ζωὴν εἰσέλθωμεν.


Διάσωσον, ταῖς σαῖς πρεσβείαις Νικόλαε Νεομάρτυς, τοὺς ζητοῦντας τὴν ταχινήν σου βοήθειαν, πάσης ἀνάγκης καὶ βλάβης καὶ δυσπραγίας.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις και το Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Νικήσας ἐχθρὸν, τὸν πάλαι σε πτερνίσαντα, ἀθλήσας καλῶς, ὑπὲρ Χριστοῦ Νικόλαε, αὐτοῦ ἡμᾶς ἐνίσχυσον, ἐκνικᾶν τὰ βουλεύματα ἅπαντα, καὶ ἐναρέτως βιῶσαι σοφέ, ὡς ἄν θείας δόξης ἐπιτύχωμεν.


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Καθελὼν τὸν πολέμιον, τῇ ὁμολογίᾳ τῇ σῇ Νικόλαε, καθελεῖν ἡμᾶς ἐνίσχυσον, τὴν ἰσχὺν παμμάκαρ τὴν ὀλέθριον.

Ἐναθλήσας στεῤῥότατα, δόξης ἠξιώθης θείας Νικόλαε· ὅθεν πρέσβευε δεόμεθα, πάσης ἐκλυτροῦσθαι ἡμᾶς θλίψεως.

Πῦρ οὐδόλως ἐπτόησε· ὅθεν τῷ πυρὶ τῶν σῶν παρακλήσεων, τῶν παθῶν ἡμῶν κατάφλεξον, Ἀθλητὰ Νικόλαε τὴν ἄκανθαν.

Θεοτοκίον.
Ἐκ γαστρός Σου προέδραμε, σάρκα ἐνδυσάμενος τὴν ἀνθρώπινον, ὁ Θεὸς ἀτρέπτως Ἄχραντε, καὶ ἡμᾶς ἐθέωσε δι’ ἔλεος.


ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σκέπη ἀῤῥαγής, τῇ πατρίδι σου Νικόλαε, ὡς ὁπλίτης τοῦ Χριστοῦ ἔσο ἀεί, ἀποτρέπων ἐξ αὐτῆς ἐχθροῦ τὰ σκάνδαλα.

Ἤνεγκας πυρός, τὴν κατάφλεξιν Νικόλαε, καὶ νῦν φλέξον τὴν μανίαν τοῦ ἐχθροῦ, καθ’ ἡμῶν ὠρυομένου ταῖς πρεσβείαις σου.

Νόσων χαλεπῶν, ἡ ἁγία Μάρτυς κάρα σου, λυτήριον ἐδείχθη θαυμαστῶς, θεραπεύουσα Νικόλαε πᾶν νόσημα.

Θεοτοκίον.
Πόλις τοῦ Θεοῦ, ἐκλεκτὴ καὶ δωδεκάτειχε, Θεοτόκε Ἀειπάρθενε Ἁγνή, οὐρανίου ἡμᾶς πόλεως ἀξίωσον.


ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἀκρίδων, φθοροποιῶν ἀπελαύνει, Νεομάρτυς ἡ σὴ κάρα τά  σμήνη· ὅθεν ἡμᾶς, τῆς ἐχθροῦ τυραννίδος, τῇ ἐπισκέψει σου ῥῦσαι Νικόλαε, σώματος ἅμα καὶ ψυχῆς, τὰ πικρὰ ἀπελαύνων νοσήματα.

Τὴν φλόγα, ἀνδρειοτάτως ὑπῆλθες, καὶ θυσία τῷ Χριστῷ προσηνέχθης· ὅθεν ἡμῶν, τὰς δεήσεις προσδέχου, καὶ πάσης λύπης καὶ βλάβης ἀπάλλαξον, Νικόλαε πάντας ἡμᾶς, τοὺς θερμόν σε προστάτην πλουτήσαντας.

Ῥυσθέντες, τῆς λοιμικῆς ἀσθενείας, Καλαῤῥύται τῇ ἁγίᾳ σου Κάρᾳ, τὴν σὴν κηρύττουσιν χάριν, βοῶντες· ῥύου ἡμᾶς καὶ μελλόντων κακώσεων, Νικόλαε Μάρτυς Χριστοῦ, τῇ θερμῇ σου πρεσβείᾳ πρὸς Κύριον.

Θεοτοκίον.
Ἰλύος, φθοροποιῶν παθημάτων, τὴν ψυχήν μου ἀποκάθαρον Κόρη, τῆς εὐσπλαγχνίας Σου νάμασι θείοις, καὶ ἀπαθείας στολὴν ταύτην ἔνδυσον, ἵνα εἰσέλθω ἐν χαρᾷ, εἰς νυμφῶνα τὸν θεῖον δοξάζων Σε.


Διάσωσον, ταῖς σαῖς πρεσβείαις Νικόλαε Νεομάρτυς, τοὺς ζητοῦντας τὴν ταχινήν σου βοήθειαν, πάσης ἀνάγκης καὶ βλάβης καὶ δυσπραγίας.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αἴτησις και το Κοντάκιον.
Ἦχος β΄. Ταῖς τῶν αἱμάτων σου.

Νενικηκὼς τῶν ἐχθρῶν τὴν παράταξιν, ἀθλητικῇ σου ἐνστάσει Νικόλαε, αὐτῶν τῆς ἀπάτης ἐκλύτρωσαι, καὶ ἐπηρείας καὶ πάσης στενώσεως, ἡμᾶς τοὺς θερμῶς σοι προστρέχοντας.


Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. κα΄ 12-16).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· προσέχετε ἀπὸ τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ’ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου. Ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν, οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ἀδελφῶν καὶ φίλων καὶ θανατώσουσιν ἐξ ὑμῶν καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται. Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ἡμῶν.

Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων

Καί νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων


Στίχ. Ἐλεῆμον, ἐλέησόν με….
Και το προσόμοιον.
Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.

Νέος Μάρτυς πέφηνας, περιφανῶς ἐναθλήσας, ἐν ὑστέροις ἔτεσιν, Ἀθλητὰ Νικόλαε, θείῳ ἔρωτι, καὶ λαμπρῶν ἔτυχες, ἄνωθεν ἐπάθλων· διὰ τοῦτό σου δεόμεθα, πάσης στενώσεως, καὶ ἐπιφορᾶς καὶ κακώσεως, ἀτρώτους διαφύλαττε, καὶ λοιμώδους νόσου μακάριε, τῇ μαρτυρικῇ σου, πρεσβείᾳ πρὸς Χριστὸν τὸν Λυτρωτήν, τοὺς τῇ θερμῇ ἀντιλήψει σου, πίστει καταφεύγοντας.


ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Δεδεγμένος τὴν χάριν, λοιμικὰς ἀσθενείας ἰᾶσθαι Ἅγιε, τὴν τούτων πικρᾶς λύμης, διάσωζε ἀτρώτους, τοὺς ἐν πίστει κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἀπερίτρεπτον τεῖχος καὶ θερμόν σε προστάτην ἔχει τὸ Μέτσοβον, Νικόλαε διό σε, γεραίρει γηθοσύνως, καὶ βοᾷ σοι ἑκάστοτε· σκέπε τῇ σῇ ἀρωγῇ, τὴν σὴν πατρίδα Μάρτυς.

Γνώμῃ θείᾳ ἀθλήσας, Ἀθλοφόρων τῶν πάλαι ὤφθης ἰσότιμος, μεθ’ ὧν ἀεὶ δυσώπει, ῥυσθῆναι Νεομάρτυς, συμφορῶν τοὺς κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
Ἐξ ἁγνῶν Σου αἱμάτων, ἐσαρκώθη ὁ πάντα συστήσας νεύματι, καὶ σώζει τῆς κατάρας, Παρθένε Θεοτόκε, τῆς ἀρχαίας τούς  ψάλλοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.


ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥείθροις ἀΰλοις, τῶν πρεσβειῶν σου τὸν ῥύπον, τῆς καρδίας μου ἀπόπλυνον παμμάκαρ, ὡς παρὰ Κυρίου, λαβὼν πλουσίαν χάριν.

Ἀγαλλιῶνται, οἱ Μετσοβῖται τῇ θείᾳ, καταφεύγοντες πρεσβείᾳ σου ἐν πίστει, καὶ σὲ ἀνυμνοῦσι, Νικόλαε θεόφρον.

Σαρκός μου πάθη, καὶ τῆς ψυχῆς τὴν ὀδύνην, θἆττον ἴασαι Νικόλαε τρισμάκαρ, καὶ πταισμάτων αἴτει, θεόθεν μοι τὴν λύσιν.

Θεοτοκίον.
Ἰσχύν μοι δίδου, κατὰ παθῶν ὀλεθρίων, καὶ ἀπάλλαξον τὸν νοῦν μου ἐμπαθείας, ἵνα Σε δοξάζω, Παρθένε Θεοτόκε.


ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μαρτύρων τῆς εὐκλείας, κατηξιωμένος, πρὸς τὴν ὁδὸν μαρτυρίων με ἴθυνον, τῶν ἐντολῶν τοῦ Σωτῆρος, Μάρτυς Νικόλαε.

Οἱ πίστει προσιόντες, τῇ σεπτῇ σου Κάρᾳ, καὶ τῇ θερμῇ προστασίᾳ Νικόλαε, πάσης ἀνάγκης λυτροῦνται ὑμνολογοῦντές σε.

Ὑψώσας Νεομάρτυς, τὰς σεπτάς σου χεῖρας, ὑπὲρ ἡμῶν πρὸς Χριστὸν τὸν Φιλάνθρωπον, Αὐτὸν δυσώπει τοῦ σώζεσθαι ταῖς ψυχαῖς ἡμῶν.

Θεοτοκίον.
Ὑπέρτερον τὸν νοῦν μου, δεῖξον Θεοτόκε, χαμαιπετῶν ἐννοιῶν τοῦ ἀλάστορος, καὶ πρὸς ἀγάπησιν θείαν τοῦτον ἀνύψωσον.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια
Χαίροις τοῦ Μετσόβου θεῖος βλαστός, καὶ στεῤῥῶν Μαρτύρων, δι’ ἀθλήσεως κοινωνός· χαίροις Νεομάρτυς, Νικόλαε τρισμάκαρ, ἡμῶν πρὸς τὸν Δεσπότην, πρέσβυς θερμότατος.

Ἤσχυνας ἀθλήσει σου τῇ στεῤῥᾷ, τὸν πρώην σε Μάρτυς ἀπατήσαντα δολερῶς, καὶ Χριστὸν κηρύξας, ἐνώπιον τυράννων, Νικόλαε Μαρτύρων τῆς δόξης ἔτυχες.

Ἤνεγκας ἀνδρείως τὴν τοῦ πυρός, κατάφλεξιν Μάρτυς, καὶ κατέφλεξας τὸν ἐχθρόν, τῇ σῇ καρτερίᾳ, καὶ τῷ Χριστῷ προσήχθης, ὡς ἱερὸν Νικόλαε ὁλοκαύτωμα.

Χάριν ἀναβλύζουσα δαψιλῆ, ἡ σεπτή σου Κάρα, ἐνεργείᾳ τῇ θεϊκῇ, τὰς λοιμώδεις νόσους, ταχέως θεραπεύει, Νικόλαε καὶ πᾶσι παρέχει ἴασιν.

Χαίροις τῶν ἀκρίδων ὁ ὁλετήρ· χαίροις τοῦ Μετσόβου, πολιοῦχος καὶ ἀρωγός· χαίροις Νεομάρτυς, Νικόλαε τρισμάκαρ, Νεομαρτύρων κλέος καὶ ἐγκαλλώπισμα.

Ἔχων παῤῥησίαν πρὸς τὸν Χριστόν, δι’ Ὅν στεῤῥοψύχως καθυπέμεινας τὴν πυράν, πρέσβευε ἀπαύστως, Νικόλαε παμμάκαρ, ἡμᾶς πυρὸς ῥυσθῆναι, τοῦ αἰωνίζοντος.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.


Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

ὡς συνήθως τά παρόντα Τροπάρια.
Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς.... Δόξα.... Κύριε, ἐλέησον ἡμᾶς....
Καὶ νῦν... Θεοτοκίον.
Τῆς εὐσπλαγχνίας τὴν πύλην....

καὶ το Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Τοῦ Μετσόβου τὸν γόνον καὶ Τρικάλων τὸ καύχημα, καὶ τῶν πάλαι Μαρτύρων, μιμητὴν καὶ ὁμότροπον, Νικόλαον τιμήσωμεν πιστοί, τὸν νέον τοῦ Σωτῆρος Ἀθλητήν, ὡς λυτρούμενον κινδύνων πολυειδῶν, τοὺς πίστει ἀνακράζοντας· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν το ἑξῆς  Τροπάριον.

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Νίκην, κατ’ ἐχθροῦ τοῦ δυσμενοῦς, καὶ κατὰ παθῶν πολυτρόπων, καὶ περιστάσεων, Ἅγιε Νικόλαε, δίδου ἑκάστοτε, ὥσπερ ταύτης φερώνυμος, τῷ πιστῷ λαῷ σου, πόθῳ καταφεύγοντι, τῇ προστασίᾳ σου, λύων συμφορῶν τὰς ὀδύνας, τοῖς σὲ Νεομάρτυς τιμῶσι, καὶ πταισμάτων ἄφεσιν αἰτούμενος.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.


Δίστιχον.

Δέησιν Νικόλαε τήνδε προσδέχου·
ἥν σοι ὁ Γεράσιμος προσάγει πίστει.

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης