Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1571
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τους Οσίους και Θεοφόρους Πατέρας ημών Διονύσιον τον Ρήτορα και Μητροφάνην Empty Παρακλητικός Κανών εις τους Οσίους και Θεοφόρους Πατέρας ημών Διονύσιον τον Ρήτορα και Μητροφάνην

Την / Το Σαβ Ιουλ 20, 2019 2:38 pm
Παρακλητικός Κανών εις τους Οσίους και Θεοφόρους Πατέρας ημών Διονύσιον τον Ρήτορα και Μητροφάνην

Ποίημα Γερασίμου Μοναχού Μικραγιαννανίτου
Παρακλητικός Κανών εις τους Οσίους και Θεοφόρους Πατέρας ημών Διονύσιον τον Ρήτορα και Μητροφάνην Saaa_a10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

και τά εξής Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τους μετά πίστεως θερμής πτοσιόντας, εν τω σεπτώ υμών ναώ Θεοφόροι, ώ Διονύσιε παμμάκαρ και Μητρόφανες, πάσης απαλλάξατε, δυσμενούς επηρείας, χάριν δε βραβεύσατε, και υγείαν κατ’ άμφω, και των πταισμάτων άφεσιν ημίν, ταις προς Θεόν
υμών θείαις δεήσεσι.

Δόξα. Όμοιον.
Επιστασία αοράτω Πατέρες, επιφανέντες τας ημών ικεσίας, εν πατρική χρηστότητι προσδέξασθε˙ πίστει γαρ προσπίπτομεν, τη σεπτή υμών σκέπη, και θερμοίς εν δάκρυσιν, ολοψύχως βοώμεν˙ της συνεχούσης θλίψεως ημάς, και πάσης άλλης, ανάγκης λυτρώσασθε.

Και νυν. Θεοτοκίον.
Ου σιωπήσομέν ποτέ Θεοτόκε, τας δυναστείας σου λαλείν οι ανάξιοι˙ ειμή γάρ σύ προΐστασο πρεσβεύουσα, τίς ημάς ερρύσατο, εκ τοσούτων κινδύνων; τίς δε διεφύλαξεν, έως νυν ελευθέρους; Ουκ αποστώμεν Δέσποινα εκ σου˙ σους γαρ δούλους σώζεις αεί, εκ παντοίων δεινών.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.


και ο κανών, ου η ακροστιχίς:
«Σκέπη ημών εστέ Θεοφόροι. Γερασίμου».

Ωδή α’. Ήχος πλ. δ’. Υγράν διοδεύσας.

Συνόντες τοις άνω θείοις χοροίς, Όσιοι Πατέρες, επισκέψασθε νοερώς, τον άγιον τόνδε υμών χώρον, και πάσι δότε την χάριν την ένθεον.

Κακίας απάσης του δυσμενούς, υμών τη πρεσβεία, Διονύσιε ιερέ, και θείε Μητρόφανες λυτρούσθε, τούς τω αγίω ναώ υμών σπεύδοντας.

Επίφανον Πάτερ ως συμπαθής, ημίν τοις σοις τέκνοις, το σον πρόσωπον το σεπτόν, ως αν Διονύσιε πλησθώμεν, της πατρικής σου χαράς και χρηστότητος.

Θεοτοκίον.
Πηγή ευσπλαγχνίας της θεϊκής, Κεχαριτωμένη, Παντευλόγητε Μαριάμ, ευσπλάγχνως την δέησιν προσδέχου, των πρός την σήν αφορώντων αντίληψιν.


Ωδή γ’. Ουρανίας αψίδος.
Η δυάς η αγία, η τω φωτί λάμψασα, της Υπερουσίου Τριάδος, παθών ζοφώσεως, ημάς λυτρώσασθε, ώ Διονύσιε πάτερ, και θείε Μητρόφανες, υμών δεήσεσι.

Η σεπτή υμών χάρις, η εκ Θεού Άγιοι, οία νοητή ευωδία, αρωματίζουσα, ευφραίνει πάντοτε, και αγιάζει και τέρπει, τους εν τω ναώ υμών, πιστώς προστρέχοντας.

Μυστικαίς εποπτείαις, ως αληθώς Όσιε, εν τω ιερώ σου τεμένει, εποπτανόμενος, πληροίς εκάστοτε, της παρά σοι ευφροσύνης, Πάτερ Διονύσιε, τους καθορώντάς σε.

Θεοτοκίον.
Ως περίδοξος θρόνος, και λογικός Άχραντε, του Παμβασιλέως της δόξης, και Παντοκράτορος, παθών με έγειρον, από κοπρίας και δίδου, σωστικήν κατάνυξιν, έν τη καρδία μου.


Διάσωσον η των Οσίων Πατέρων δυάς αγία, πάσης βλάβης και πειρασμών τε και θλίψεων, τους αιτουμένους την θείαν υμών πρεσβείαν.

Ἐπίβλεψον, ἐν εὐμενεία πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν, καί ἴασαι, τῆς ψυχῆς μου τό ἄλγος.


Αίτησις και το κάθισμα.
Ήχος β’. Πρεσβεία θερμή.

Πρεσβεύειν θερμώς, Θεώ τω Πανοικτίρμονι, διδόναι αεί, μη παύσησθε μακάριοι, ειρήνην τε και ίασιν, τους τη σκέπη υμών καταφεύγοντας, Διονύσιε Όσιε, και Πάτερ Μητρόφανες δεόμεθα.


Ωδή δ’. Εισακήκοα Κύριε.
Νεανίαν ως έπλησας, χάριτος αγίας και κατανύξεως, ούτω πλήσον Διονύσιε, θείας ευφροσύνης τας ψυχάς ημών.

Επομβρήσατε άνωθεν, έλεος και χάριν ως δρόσον άϋλον, τοις προστρέχουσιν εκάστοτε, τω ναώ υμών Πατέρες Όσιοι.

Σωτηρίαν αιτήσασθε, την κατά ψυχήν και σώμα τοις σπεύδουσι, Διονύσιε μακάριε, συν τω Μητροφάνει υμίν πάντοτε.

Θεοτοκίον.
Τη θερμή προστασία σου, Κεχαριτωμένη στερρώς ελπίζοντες, πάσης βλάβης εκλυτρούμεθα, και επινοιών των του αλάστορος.


Ωδή ε’. Φώτισον ημάς.
΄Έχοντες υμάς, βοηθούς και αντιλήπτορας, μή εκπέσωμεν της χάριτος υμών, Διονύσιε παμμάκαρ και Μητρόφανες.

Θείας δωρεάς, πατρική χειρί παράσχετε, τοις αιτούσι την αντίληψιν υμών, Διονύσιε θεόφρον και Μητρόφανες.

΄Έδειξας ποτέ, την σην χάριν επιλάμπουσαν, τω ναώ σου Διονύσιε ως φως, δι’ ής λάμπρυνον ημάς τους σε γεραίροντας.

Θεοτοκίον.
Όρος του Θεού, εμφανές και Προφητόφθεγκτον, το σον Όρος το απόλεκτον Αγνή, διαφύλαττε εκ πάσης περιστάσεως.


Ωδή ς’. Την δέησιν εκχεώ.
Φανέντες, έμπλεοι δόξης αγίας, έν οράματι ώς φίλοι Κυρίου, την πρός ημάς υμών εύνοιαν θείαν, ως αληθώς εδηλώσατε Όσιοι, ής αεί δίδοσθε ημίν, τας πλουσίας εκφάνσεις και χάριτας.

Οσμήν μεν, μυρεψικήν αποπνέει, της ασκήσεως υμών η παλαίστρα, χαράν δέ θείαν αεί πρυτανεύει, τοίς τω Σπηλαίω υμών πίστει σπεύδουσιν˙άλλ’ ώ Πατέρες θαυμαστοί, την αυτών ημίν δότε ενέργειαν.

Ρημάτων σου, τας αγίας συνθήκας, ώσπερ κλήρον πατρικόν κεκτημένοι, προς την σην σκέπην αεί αφορώμεν, ώ Διονύσιε Ρήτορ μακάριε˙ διο μη παύση οδηγών, ασφαλώς ημάς Πάτερ προς Κύριον.

Θεοτοκίον.
Ολόφωτε, του Δεσπότου καθέδρα, χρυσοστόλιστε παστάς θείας δόξης, Ευλογημένη Παρθένε Μαρία, την σκοτισθείσαν ψυχήν μου τοις πάθεσι, καταύγασον τω φωτισμώ, της εν σοι απορρήτου ελλάμψεως.


Διάσωσον η των Οσίων Πατέρων δυάς αγία, πάσης βλάβης και πειρασμών τε και θλίψεων, τους αιτουμένους την θείαν υμών πρεσβείαν.

Ἄχραντε, η διά λόγου τον Λόγον ἀνερμηνεύτως, ἐπ' ἐσχάτων των ἡμερῶν τεκοῦσα δυσώπησον, ως ἔχουσα μητρικήν παρρησίαν.


Αίτησις και το Κοντάκιον.
Ήχος β’. Τοις των αιμάτων σου.

Ως αρωγοί και θερμοί αντιλήπτορες, και πρεσβευταί προς Χριστόν ημών μέγιστοι, σοφέ Διονύσιε Όσιε, συν Μητροφάνει τω θείω θεράποντι, ημών πάση ώρα προΐστασθε.


Προκείμενον.
Καυχήσονται όσιοι εν δόξη, και αγαλλιάσονται επί των κοιτών αυτών.
Στίχ: Άσατε τω Κυρίω άσμα καινόν˙ η αίνεσις αυτού εν εκκλησία Οσίων.

Ευαγγέλιον κατά Ματθαίον.

Είπεν ο Κύριος τοις εαυτού Μαθηταίς˙ Πάντα μοι παρεδόθη υπό του Πατρός μου˙ και ουδείς επιγινώσκει τον Υιόν ειμή ο Πατήρ˙ ουδέ τον Πατέρα τις επιγινώσκει, ειμή ο Υιός, και ώ εάν βούληται ο Υιός αποκαλύψαι. Δεύτε προς με πάντες οι κοπιώντες και πεφορτισμένοι, καγώ αναπαύσω υμάς. Άρατε τον ζυγόν μου εφ’ υμάς, και μάθετε απ’ εμού, ότι πράός ειμί, και ταπεινός τη καρδία, και ευρήσετε ανάπαυσιν ταίς ψυχαίς υμών. Ο γαρ ζυγός μου χρηστός, και το φορτίον μου ελαφρόν εστί.

Δόξα.
Ταις των σων Οσίων πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων

Καί νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων

Στίχ. Ἐλεῆμον, ἐλέησόν με….
Και το προσόμοιον.
Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.

Πίστει καταφεύγοντες, πάση ανάγκη και θλίψει, ένδον του ναού υμών, Πάτερ Διονύσιε και Μητρόφανες, της υμών χάριτος, δαψιλώς τρυφώμεν, και την λύσιν κομιζόμεθα, υμών δεήσεσι, των βιοτικών περιστάσεων, και χαλεπών κακώσεων, και
επηρειών των του όφεως˙ όθεν εκβοώμεν˙ μη παύσητε παρέχειν μυστικώς, ενί εκάστω τα πρόσφορα, οία συμπαθέστατοι.


Σώσον ο Θεός τον λάον σου…

Ωδή ζ’. Οι εκ της Ιουδαίας.

Ιδού πίστει τελεία, τω αγίω τεμένει υμών προσήλθομεν, και έλεος και χάριν, και φως και σωτηρίαν, εξαιτούμεν δωρήσασθαι, τοις τη Εικόνι υμών, προσπίπτουσι Πατέρες.

Γέρας άνωθεν θείον, και ψυχών σωτηρίαν και βίον άλυπον, αιτείσθε θεοφόροι, τοις πίστει και αγάπη, θεολήπτω δομήσασιν, εν τω Σπηλαίω υμών, τον θείον υμών οίκον.

Εν τη ση εκφανθείση, πολλαχώς προστασία Πάτερ καυχώμεθα˙ ην δίδου πάση ώρα, ως οίδας τοις σοις τέκνοις, Διονύσιε Όσιε, και των ποικίλων ημάς, σκανδάλων αεί
ρύου.

Θεοτοκίον.
Ρώμην δίδου μοι Κόρη, του πατείν του δολίου τα μηχανήματα, και ίθυνον τον νουν μου, προς γνώσίν τε και κτήσιν, αληθούς μεταγνώσεως, ίνα της άνω ζωής, μετά το τέλος τύχω.


Ωδή η’. Τον Βασιλέα.
Άνωθεν δότε, εν πατρική συμπαθεία, Διονύσιε ομού συν Μητροφάνει, της υμών πρεσβείας, ημίν τας θείας δόσεις.

Συντρέχει άπας, πιστός υμών τω τεμένει, και κομίζεται ων ηύξατο την κτήσιν˙ όθεν και κηρύττει, υμών την θείαν χάριν.

Ίλεων όμμα, και ους ευήκοον τείνον, Διονύσιε εν αοράτω όψει, τοις επιζητούσι, την σην επιστασίαν.

Θεοτοκίον.
Μήτερ Κυρίου, και Αειπάρθενε Κόρη, της καρδίας μου ανύψωσον τον πόθον, προς τας απολαύσεις, της άνω βασιλείας.


Ωδή θ’. Κυρίως Θεοτόκον.
Οι λύχνοι οι φωσφόροι, αρετών οσίων, συν Μητροφάνει σοφέ Διονύσιε, της εν Χριστώ φωταυγείας ημάς πληρώσατε.

Υψόθεν εφαπλούντες, νοερώς Πατέρες, της προστασίας υμών μη ελλίπητε, τοις ενοικούσιν ενταύθα χάριν την άφθονον.

Μη παύσησθε Πατέρες, εκ των πολυπλόκων, επηρειών και σκανδάλων του όφεως, ημάς λυτρούσθαι τους πόθω υμίν προστρέχοντας.

Θεοτοκίον.
Μαρία Θεοτόκε, Κεχαριτωμένη, χαρίτωσόν μου ψυχής την κατάστασιν, και του Υιού σου της θείας με δόξης πλήρωσον.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια
Χαίρετε Πατέρες θεοειδείς, εναρέτου βίου, υποτύπωσις αληθής, συν τω Διονυσίω, Μητρόφανες παμμάκαρ, Αγγέλων συμπολίται και ισοστάσιοι.

Χάριν αναβλύζει πνευματικήν, οία ευωδίαν, ουρανίαν και μυστικήν, ο εν τω Σπηλαίω, υμών άγιος οίκος, Πατέρες και ευφραίνει, ημάς εκάστοτε.

Ώφθης εν οράματι μυστικώς, επαλλήλως Πάτερ, την σην χάριν ημίν δηλών, ης αεί τρυφώντες, πολλοίς εν τεκμηρίοις, προστρέχομέν σοι πόθω ώ Διονύσιε.

Ώσπερ Πάτερ εύφρανας νοερώς, εν τη χάριτί σου, νεανίαν τον ευλαβή, ούτω τάς καρδίας, ημών των σε φιλούντων, εύφρανον αοράτως, ώ Διονύσιε.

Τους προσερχομένους πίστει θερμή, υμών εν τω οίκω, Διονύσιε ιερέ, σύν τω Μητροφάνει, πάσης εν βίω ζάλης, και πειρασμών και νόσων, πικρών λυτρώσασθε.

Ρώσιν και υγείαν διηνεκή, πταισμάτων την λύσιν, και κινδύνων απαλλαγήν, και χαράν εν βίω, και σταθηράν ειρήνην, ημίν αεί αιτείσθε, Πατέρες Όσιοι.

Τους εν τω αγίω υμών ναώ, ένδον του Σπηλαίου, Διονύσιε ιερέ, συν τω Μητροφάνει, πιστώς αθροιζομένους, φωτός επουρανίου, καταξιώσατε.

Ώρα του θανάτου τη φοβερά, αρωγοί Πατέρες, φάνητέ μοι και βοηθοί, και ηνίκα μέλλω, Κυρίω παραστήναι, δικαίας καταδίκης, με εκλυτρώσασθε.

Πασαι  των  Ἀγγέλων  αἱ  στρατιαί, Πρόδρομε  Κυρίου, Ἀποστόλων  η  δωδεκάς, οι  Ἅγιοι  Πάντες  μετά  της  Θεοτόκου, ποιήσατε  πρεσβείαν  εἰς  τό  σωθῆναι  ἡμᾶς.

Το Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

ὡς συνήθως τά παρόντα Τροπάρια.
Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς.... Δόξα.... Κύριε, ἐλέησον ἡμᾶς....
Καὶ νῦν... Θεοτοκίον.
Τῆς εὐσπλαγχνίας τὴν πύλην....

εκτενής και απόλυσις, μεθ’ ην ψάλλομεν το εξής:

Ήχος β’. Ότε εκ του ξύλου.

Άνωθεν ελθόντες νοερώς, δέξασθε ημών τας δεήσεις, και δότε άπασι, πατρική χειρί υμών, θεία δωρήματα, Διονύσιε Όσιε, συν τω Μητροφάνει, τοις εν τω ναώ υμών, θερμώς προστρέχουσι, λύοντες παθών τας εφόδους, και χαράς πληρούντες αΰλου, τας ψυχάς υμών ως Θεοδόξαστοι.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

Δίστιχον.

Διονύσιε ομού συν Μητροφάνει
Γερασίμω νείματε ένθεον χάριν.

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης