Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1433
https://www.proseyxi.com

Χαιρετισμοί εις τον εν Άγίοις Πατέρα ημών και Ιερομάρτυρα Σεραφείμ Αρχιεπίσκοπο Φαναρίου Empty Χαιρετισμοί εις τον εν Άγίοις Πατέρα ημών και Ιερομάρτυρα Σεραφείμ Αρχιεπίσκοπο Φαναρίου

Την / Το Σαβ Ιουλ 27, 2019 8:39 am
Χαιρετισμοί εις τον εν Άγίοις Πατέρα ημών και Ιερομάρτυρα Σεραφείμ Αρχιεπίσκοπο Φαναρίου
Αθλήσαντα εν έτει 1601



Ποίημα Γερασίμου Μικραγιαννανίτου Μοναχοῦ (1930)
Χαιρετισμοί εις τον εν Άγίοις Πατέρα ημών και Ιερομάρτυρα Σεραφείμ Αρχιεπίσκοπο Φαναρίου Agioss10

Κοντάκιον.
Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.

Τῆς Ἐκκλησίας τὸν φωστῆρα τὸν νεόφωτον. Καὶ Φαναρίου τὸν ποιμένα τὸν θεόκριτον Ἀνυμνήσωμεν ἐν ᾄσμασι θεοφθόγγοις.
Ἀνατείλας γὰρ ἐσχάτως δι᾽ ἀθλήσεως Καταυγάζει Ὀρθοδόξων τὰ πληρώματα, Χαίροις, λέγοντα, Σεραφεὶμ ἀξιάγαστε.

Ανθρωπος ὑπὲρ φύσιν, παριδὼν τὰ ἐν κτίσει, ἐδείχθης Σεραφεὶμ τῇ ἀθλήσει, καὶ τοῖς τῆς ἀφθαρσίας θεσμοῖς, τὰ τῆς νεκρώσεως λύεις σύμβολα, ἀφιστάμενος τῆς ὕλης, καὶ διασώζων τοὺς σοὶ βοῶντας.

Χαῖρε δι᾽ οὗ ὁ Χριστὸς ὑμνεῖται.
Χαῖρε δι᾽ οὗ ὁ εχθρὸς θαμβεῖται.
Χαῖρε τῆς ροώδους οὐσίας παρέκκλισις.
Χαῖρε τῆς υἱζούσης σοφίας παρέμφυσις.
Χαῖρε ὕψος δυσαντίβλεπτον πολιτείας ἀκραιφνοῦς.
Χαῖρε βάθος δυσεπίβατον μαρτυρίας εὐσεβοῦς.
Χαῖρε ὅτι ἐρρύσθης γεηρᾶς προσπαθείας.
Χαῖρε ὅτι ἐχρίσθης μύρῳ ἱεραρχίας.
Χαῖρε ἀστὴρ ὁ νέος τῆς πίστεως.
Χαῖρε πρηστὴρ ματαίας φρονήσεως.
Χαῖρε δι᾽ οὗ ὁ Βελίαρ οἰμώζει.
Χαῖρε πρὸς ὅν εὐσεβεῖς ἐκβοῶσι.

Χαίροις, Σεραφεὶμ ἀξιάγαστε.

Βίου τοῦ φθειρομένου, ὑπεκφεύγων συνδέσμους, ὑπέσχες τῷ ζυγῷ τοῦ Δεσπότου. ἔνθεν προκρίτους ἁμιλληθείς, τοῦ θεουργοῦ ἔρωτος τὰς ἀπαρχὰς ἐξήνεγκας, δι᾽ ὧν τῷ λόγῳ ἱερατεύειν κριθεὶς ἦδες.

Ἀλληλούϊα.

Γνώσεως τῇ πλημμύρᾳ, πόνων τῇ γεωργίᾳ, ὡς ξύλον ἤνθησας ἐμμελείας, ἐν προσήκοντι σαφῶς καιρῷ, δικαιοσύνην καρποδοτῶν τῷ Κτίσαντι, δι’ ἧς ὑπὲρ μέλι καὶ κηρίον εὐφραίνεις τοὺς βοῶντας.

Χαῖρε ὁ φοῖνιξ τῆς ἀφθαρσίας.
Χαῖρε ἡ κέδρος τῆς συντονίας.
Χαῖρε γεωργίας καινῆς τὸ ἀπάνθισμα.
Χαῖρε ἀπαθείας εὐῶδες θησαύρισμα.
Χαῖρε ἄμπελε περκάζουσα μαρτυρίου γλυκασμόν.
Χαῖρε κρήνη ἀναβλύζουσα σωτηρίου σταλαγμόν.
Χαῖρε, ὅτι ἐκτήσω τὸν θεόμορφον τύπον.
Χαῖρε, ὅτι ἀπώσω τὸν θεόπτυστον ρύπον.
Χαῖρε λαμπὰς τῆς θείας καθάρσεως.
Χαῖρε καρπῶν ἀφθάρτων ἀνάμεστος.
Χαῖρε νοὸς ὁ ἐκκαίων τὸ φίλτρον.
Χαῖρε ψυχῆς ὁ καθαίρων τὸν οἶκον.

Χαίροις, Σεραφεὶμ ἀξιάγαστε.

Δράγματα προσκομίζων, δι᾽ ἀσκήσεως πόνων, Χριστῷ τῶν ἀρετῶν ὥσπερ δῶρον, ἐν καθέδρᾳ πρεσβυτέρων ᾔνεσας αὐτόν, καὶ ἀγαλλιάσεως τῷ ποδήρει κεκόσμησαι, ἱεραρχικῶς ψάλλων Σεραφείμ.

Ἀλληλούϊα.

Επιβὰς ὥσπερ λύχνος, Ἐκκλησίας εἰς ὕψος, χρισθεὶς ἱεραρχίας τῷ μύρῳ, τῆς χριστομιμησίας ἠγαλλιάσθης ταῖς ῥοαῖς,
ἐκλελεγμένος Δαβιτικῶς παρὰ τοὺς μετόχους σου. διό σοι ἐκβοῶμεν.

Χαῖρε Χριστοῦ ἐκλόγιον θεῖον.
Χαῖρε φωτὸς ἀύλου δοχεῖον.
Χαῖρε ριζοτόμε παθῶν τῆς κακώσεως.
Χαῖρε φυτοκόμε ἠθῶν τῆς θεώσεως.
Χαῖρε σκεῦος θείου Πνεύματος, ἄνερ ἐπιθυμιῶν.
Χαῖρε θύτης ἐννομώτατος μυστηρίων τῶν φρικτῶν.
Χαῖρε, ὅτι ἐκβλύζεις τὸ ἁλλόμενον ὕδωρ.
Χαῖρε, ὅτι βαδίζεις τὴν ἀκήρατον τρίβον.
Χαῖρε φθορᾶς ἐκτρίβων τὸ ὄνειδος.
Χαῖρε χαρᾶς ὑφαίνων τὸ ὄφελος.
Χαῖρε Σκηνῆς νυμφοστόλιστε τῆς νέας.
Χαῖρε τρυφὴ τῶν μακρὰν καὶ τῶν πέλας.

Χαίροις, Σεραφεὶμ ἀξιάγαστε.

Ζάλης τῶν ἐνωδύνων, τὴν σὴν ποίμνην μακρύνων καὶ πόαις ἀειζώοις ἰθύνων, τοῦ ἀρχετύπου ἀφομοίωμα ὀφθεὶς τὸ δοθέν σοι ἐπολυπλασίασας τάλαντον, ἀθλητικῶς ψάλλων Σεραφεὶμ Κυρίῳ˙

Ἀλληλούϊα.

΄΄Ηνεγκας ἐν καρδίᾳ, τῆς ἀγάπης τῆς θείας, τὴν φλόγα ὡς ζωήῤῥυτον κῦμα, δι᾽ ἧς τῇ τῶν ἀπαυγαυσμάτων πηγαίᾳ ὁμιλῶν, ἀθλητικῶν ἠρίστευσας, ἱερουργῶν καὶ προθυόμενος ἐν τῷ ἀκούειν.

Χαῖρε ποιμὴν λογικῶν προβάτων.
Χαῖρε τρυφὴ μυστικῶν θρεμμάτων.
Χαῖρε ποιμανίας κανὼν θεοτύπωτος.
Χαῖρε ἀληθείας λειμὼν θεοφώτιστος.
Χαῖρε νόμων τῶν τοῦ Πνεύματος ἀπλανὴς ὑφηγητής.
Χαῖρε τρόπων κόσμου σχέσεως ἀληθὴς ἐκμειωτής.
Χαῖρε, ὅτι καινίζεις τὰς ἀμόρφους καρδίας.
Χαῖρε, ὅτι πλουτίζεις τὰς ἀπόρους ἐννοίας.
Χαῖρε Χριστοῦ ἀγάπης τὸ ἔσοπτρον.
Χαῖρε ἐχθροῦ ἀπάτης τὸ δρέπανον.
Χαῖρε νοῶν τὸ κλονούμενον μένος.
Χαῖρε πιστῶν νεοστήρικτον σθένος.

Χαίροις, Σεραφεὶμ ἀξιάγαστε.

Θεοσδότω σοφίᾳ, τοῦ κριτοῦ τὴν μωρίαν, ἐπὶ ἀπίστων ἤλεγξας σὺν παρρησίᾳ. ᾗ μὴ ἰσχύσας ἀντειπεῖν, ταῖς αἰκίαις προστάττει
ἀφειδῶς σε συντρίβεσθαι, δι᾽ ὧν συμμορφούμενος Χριστῷ,ἔψαλλες.

Ἀλληλούϊα.

΄Ιησοῦ τῆς ἀγάπης, μετ᾽ ὀργῆς καὶ ἀπάτης, τί ἀκαίρως χωρίσαι με φρυάττῃ; Χριστὸν γὰρ ὅλως ἐρῶν, ὡς οὐδὲν τὰ σὰ λελόγισμαι,
οὕτως ἐβόα τῷ τῆς ἀνομίας κριτῇ ὁ Σεραφείμ, ᾧ βοῶμεν.

Χαῖρε τῆς πίστεως ἡ κινύρα.
Χαῖρε τοῦ Κτίσαντος εὐωδία.
Χαῖρε ἀηδὼν θεοβρύτου συνάρσεως.
Χαῖρε λαμπηδὼν ἀϊδίου ἐμφάσεως.
Χαῖρε σάλπιγξ ἡ θεόφθογγος συμφωνίας ζωτικῆς.
Χαῖρε πέλυξ ἡ ἀμφίστομος συναφθείας φθαρτικῆς.
Χαῖρε, ὅτι τῆς πλάνης τὰς ἐνέδρας καθεῖλες.
Χαῖρε, ὅτι τῆς βλάβης τὰς ὀρέξεις ἀνεῖλες.
Χαῖρε αὐγὴ ἀρτίως ἐκλάμπουσα.
Χαῖρε βολὶς ἐχθροὺς καταρράσσουσα.
Χαῖρε Χριστὸς ὁ θελκτήριος πόθος.
Χαῖρε Ἐδὲμ ὁ γλυκύκαρπος πτόρθος.

Χαίροις, Σεραφεὶμ ἀξιάγαστε.

Κάθειρξιν ὑπομείνας, τετμημένος τὴν ῥῖνα, καὶ μεμαστιγωμένος Δαβιτικῶς ὅλην τὴν ἡμέραν, ὡς κρῖνον ἐν λειμῶνι ἔοικας τερπνῷ, ἀνθηφορεῖν τὰ μακάρια στίγματα, καὶ ἐν ὀσμῇ ζωῆς ᾖδες.

Ἀλληλούϊα.

Λύτρωσιν κεκτημένος, καὶ πίστει σεσημασμένος, δι᾽ αἵματος ὑπὲρ ἡμῶν τοῦ τεθέντος, ἔσπευσας θυσίαν λογικήν, σαὐτὸν
προσενεγκεῖν τῷ σὲ ἁγιάσαντι, οὗ τῷ κάλλει ἀφορῶν, παρ ἡμῶν ἀκούεις.

Χαῖρε τοῦ Λόγου τὸ ἱερεῖον.
Χαῖρε τῆς δόξης τὸ ἐκμαγεῖον.
Χαῖρε εὐκαρπία τῆς θείας λυτρώσεως.
Χαῖρε ἀγλαΐα ζωούσης νεκρώσεως.
Χαῖρε αὔρα οὐρανόπνοος ἀναψύχουσα ἡμᾶς.
Χαῖρε ἅρμα θεοποίκιλτον, ᾧ ἐπέβη ἡ Τριάς.
Χαῖρε ὅτι ἠκίσθης καὶ φρουρᾷ ἐγκαθείρχθης.
Χαῖρε ὀσμὴ ἀρίστης ἀθλήσεως.
Χαῖρε τροπὴ κακίστης πλανήσεως.
Χαῖρε πιστῶν Φαναρίου ὁ δρόμος.
Χαῖρε λαῶν Ὀρθοδόξων ὁ ὅρμος.

Χαίροις, Σεραφεὶμ ἀξιάγαστε.

Μύρον ἱεραρχίας, αἵματι μαρτυρίας, συμμίξας ἰαμάτων κρατῆρα, πλήσας ἐν χημείᾳ θεϊκῇ, ἑκάστῳ δεομένῳ νέμεις τὰ πρόσφορα, ῥευματίζων ἐν αὔλαξι φρενῶν, καὶ ψάλλων Σεραφείμ.

Ἀλληλούϊα.

Νέα φωταγωγία, ἐν νυκτὶ τῆς δουλείας, ἐδείχθης τῇ Χριστοῦ Ἐκκλησίᾳ˙ ὀρθρίσας γὰρ τῷ ἀδύτῳ Ἡλίῳ, ἀθλητικαῖς σελασφορίαις τοὺς ἐχθροὺς ἐσκότασας, οἱ δὲ φωτισθέντες πιστῶς σοὶ βοῶμεν.

Χαῖρε τὸ σέλας τῆς Ἐκκλησίας.
Χαῖρε τὸ κέρας τῆς Ἀμαλθείας.
Χαῖρε ἑωσφόρος τῆς θείας χρηστότητος.
Χαῖρε νυκτιφόρος δεινῆς ἀθεότητος.
Χαῖρε ὄρθρος ὁ νεόφωτος τοῦ Ἡλίου τῆς ζωῆς.
Χαῖρε στύλος ὁ νεόφαντος κατασχέσεως τρυφῆς.
Χαῖρε, ὅτι ἐδείχθης φωτοφόρος λυχνία.
Χαῖρε, ὅτι προσήχθης τῷ τυθέντι θυσία.
Χαῖρε ἠὼς ἀύλου λαμπρότητος.
Χαῖρε πληκτὴρ ἐνύλου σκαιότητος.
Χαῖρε δι᾽ οὗ ἡ Τριὰς ἀνυμνεῖται.
Χαῖρε δι᾽ οὗ ἡ Ἑλλὰς φρυκτωρεῖται.

Χαίροις, Σεραφεὶμ ἀξιάγαστε.

Ξύλῳ οὐ διεφθάρης, γνώσεως ἐν τῇ πράξει, ἀλλ’ ἤρθης τῆς ζωῆς τῷ πρυτάνει˙ ἐκ δόξης γὰρ ἱεραρχικῆς χωρῶν, εἰς ἀθληφορικὴν
δύναμιν ἤλασας, φῶς τῷ φωτὶ προσλαμβάνων, καὶ ψάλλων τῷ φυτουργῷ.

Ἀλληλούϊα.

΄Όρπηξ δικαιοσύνης τέθηλας εὐφροσύνης, ἀληθῆ φέρων ἀγαθωσύνην. ἧς τῇ γεύσει ὁ τύραννος μὴ προσχών, κατατέμνων σε Πάτερ ἔσπευδε. καὶ ἐν οὐρανίαις μεταφυτευθεὶς αὐλαῖς ἐνωτίζῃ.

Χαῖρε ὁ κλάδος τῆς εὐσεβείας.
Χαῖρε τὸ ἄνθος τῆς καρτερίας.
Χαῖρε τῆς ἀθλήσεως δένδρον πολύφορον.
Χαῖρε τῆς φρονήσεως ἔρνος πολύολβον.
Χαῖρε πύργος ὁ νεόδμητος πυργηρῶν τοὺς σοὺς υἱούς.
Χαῖρε τεῖχος τὸ νεότευκτον προτειχίζον τοὺς πιστούς.
Χαῖρε ὅτι ἐκφέρεις δωρεῶν εὐθηνίαν.
Χαῖρε ὅτι ἐκτρέπεις τῶν ἐχθρῶν τὴν μανίαν.
Χαῖρε σφοδρὰ τοῦ ψεύδους καθαίρεσις.
Χαῖρε μωρᾶς σοφίας ἀναίρεσις.
Χαῖρε καρπῶν γεωργὲ ἀκηράτων.
Χαῖρε φυτῶν φυτουργὲ ἀθανάτων.

Χαίροις, Σεραφεὶμ ἀξιάγαστε.


Πάθει τοῦ κενωθέντος, καὶ κόλπων μὴ χωρισθέντος, Πατρώων ἐμορφώσω τὸ φέγγος˙ τεταμένος γὰρ σφοδρῶς, τῇ τῆς χολῆς
γεύσει, τῷ τὴν πικρίαν ἡμῶν γλυκάναντι συνδεδόξασται, ψάλλων Σεραφεὶμ αὐτῷ.

Ἀλληλούϊα.

Ρείθροις θεηγορίας τοῖς ἐκ σῆς διανοίας, ὁ μύστης ἐπνίγη ἀθεΐας, ὁ δὲ θεόφυτος ἀρδευθεὶς ἀμπελών, τοῦ τῆς ἀθυμίᾳς
καύσωνος λελύτρωται, καὶ οὐρανίου πλησθεὶς δρόσου ἐκβοᾷ σοι.

Χαῖρε τὸ νέκταρ τῆς ἀμβροσίας.
Χαῖρε τὸ νᾶμα τῆς θεωρίας.
Χαῖρε ἡ σταγὼν τῆς γαλήνης τοῦ Πνεύματος.
Χαῖρε ἡ ἐξεκὰς τῆς εἰρήνης τοῦ φρέατος.
Χαῖρε ῥεῖθρον διειδέστατον ἀκενωνώτων θησαυρῶν.
Χαῖρε νέφος χρυσοσύνθετον ἰαμάτων δαψιλῶν.
Χαῖρε, ὅτι ἐλαύνεις ἀθυμίας τὴν ζάλην.
Χαῖρε, ὅτι ἐκλάμπεις θυμηδίας τὴν αἴγλην.
Χαῖρε φρενῶν ἡμῶν καθαρτήριον.
Χαῖρε πιστῶν τερπνὸν καταθύμιον.
Χαῖρε πνοὴ γλυκερὰ ἐκλιπόντων.
Χαῖρε στοργὴ ἱερὰ τῶν βοώντων.

Χαίροις, Σεραφεὶμ ἀξιάγαστε.

Σταύρωσιν ἑκουσίως ὑποστὰς Πανοικτίρμων, φθορᾶς ἀνεκαλέσω τὸν κόσμον, ὁ δὲ Σὸς πασσακισθεὶς Σεραφείμ, τὸ γεῶδες
ἀπεσείσατο περίβλημα, ἱεραρχικῶς δι᾽ ἀθλήσεως ψάλλων σοι ἀεί.

Ἀλληλούϊα.

Τίς ὑμνήσει ἀξίως, τὸ ὕψος τῆς σῆς ἰσχύος, ᾗ ἀνέθου τῶν πόνων τὸ πλῆθος; Φεῦ! πῶς ἤνεγκας γαληνῶς τὴν ἐν τῷ πασσακίζεσθαι δριμεῖαν στρέβλωσιν; ἀλλ᾽ ἢ τῷ θερμουργῷ φίλτρῳ, δι᾽ οὗ ἀκούεις ταῦτα.

Χαῖρε τὸ θαῦμα ῥοπῆς βροτείας.
Χαῖρε τὸ τραῦμα δεινῆς μανίας.
Χαῖρε ὁ εὑρὼν διὰ πάθους ἀπάθειαν.
Χαῖρε ὁ ἀνθῶν τὴν τοῦ Λόγου ἀνταύγειαν.
Χαῖρε γίγας ὁ ἀήττητος ὁ ἐκπλήξας τοὺς ἐχθρούς.
Χαῖρε λίθος ὁ πολύτιμος ὁ στηρίξας τοὺς πιστούς.
Χαῖρε, ὅτι τῶν ὅρων τῶν γηίνων ἐλύθης.
Χαῖρε, ὅτι τῶν Νόων ταῖς χορείαις ἐπήρθης.
Χαῖρε Χριστοῦ εἰκόνος ὁ σύμφυτος.
Χαῖρε ζωῆς νυμφῶνος ὁ σύσκηνος.
Χαῖρε σαρκὸς παριδὼν τὰς στρεβλώσεις.
Χαῖρε παθῶν ἐκμειῶν τὰς φλογώσεις.

Χαίροις, Σεραφεὶμ ἀξιάγαστε.

΄΄Ύμνησαν στρατηγίαι, οὐρανῶν γεγηθυῖαι, τὴν σὴν ὑπερφυῆ καρτερίαν˙ τίς γὰρ οὐκ ἔφριξεν ὁρῶν τὸ τῆς ψυχῆς σου ἀνδρεῖον παράστημα; Βαβαί, οἷον ἆθλον ἠγώνισαι! ᾧ ἀγόμενοι βοῶμεν.

Ἀλληλούϊα.

Φωτισμοῦ θεοπτίας, ἐν ὑψίστοις τρυφήσας ἐνέπλησας ἡμᾶς θυμηδίας. ἐγγίσας γὰρ τῷ θρόνῳ τοῦ Ἰησοῦ, ἡμῖν τοῖς σὲ ποθοῦσι τὴν σὴν κάραν ἀπέδωκας, πλουτίζουσαν μυστικῶς τοὺς σοὶ βοῶντας.

Χαῖρε Τριάδος ὁ μυστολήπτης.
Χαῖρε τοῦ πλάνου ὁ καταπέλτης.
Χαῖρε τῶν θαυμάτων τὸν πλοῦτον δεξάμενος.
Χαῖρε τῶν πνευμάτων τὰ σμήνη τρεψάμενος.
Χαῖρε ὕψος τῆς θέσεως εἰληφὼς μαρτυρικῶς.
Χαῖρε βάθος ὁ μυούμενος δόξης ἱεραρχικῶς.
Χαῖρε ὅτι ὡράθης ἀθλοφόρος στερρόφρων.
Χαῖρε δι᾽ οὗ ἡ πανώλης οἴχεται.
Χαῖρε δι᾽ οὗ πᾶσα λύμη ἰᾶται.
Χαῖρε πολλῶν ἀσθενῶν θεραπεία.
Χαῖρε πτωχῶν ξένη παραμυθία.

Χαίροις, Σεραφεὶμ ἀξιάγαστε.

Χάριν τῶν ἰαμάτων, ἐκ πηγῶν ἀκηράτων, λαμπρῶς ἀπειληφὼς θεοφάντορ, πανώλους παύεις τὴν φθοράν, καὶ τοῖς νοσοῦσιν
ἱλαρὸς ἐπιφαίνῃ πάντοτε, τοῖς καλοῦσί σε Σεραφεὶμ ἀρωγόν, ἐν τῷ ψάλλειν.

Ἀλληλούϊα.

Ψάλλοντές σου τοὺς πόνους, λυτρωθείημεν ὄγκου κινδύνων καὶ παντοίας ἐφόδου. τῇ συμπληρώσει τῶν ὕμνων δέ, πληρωτὰς
ἡμᾶς ἀνάδειξον θείων προστάξεων, ὡς ἂν θείας πληρωθῶμεν ἐλλάμψεως καὶ βοῶμεν.

Χαῖρε τὸ εὖχος τῆς Θεσσαλίας.
Χαῖρε τὸ ἕρκος τῆς Ἐκκλησίας.
Χαῖρε τεθλιμμένων ἡ θεία παράκλησις.
Χαῖρε δυστυχούντων ταχεῖα ἀνάρρυσις.
Χαῖρε πρόεδρε περίδοξε Φαναρίου καὶ φρουρέ.
Χαῖρε σκέπη Θεοδώρητε εὐσεβῶν καὶ ὁδηγέ.
Χαῖρε, ὅτι σωμάτων ἀλγηδόνας κουφίζεις.
Χαῖρε, ὅτι ῥαθύμων πολιτείας ῥυθμίζεις.
Χαῖρε ἐν ᾧ σὸν τέμενος ἥδρασται.
Χαῖρε δι᾽ οὗ τῶν θλίψεων ῥύομαι.
Χαῖρε ᾠδῆς τῆς ἐμῆς ὁ συλλήπτωρ.
Χαῖρε νοὸς τοῦ ἐμοῦ ἀντιλήπτωρ.

Χαίροις, Σεραφεὶμ ἀξιάγαστε.

Ω σοφὲ Ἱεράρχα, ὁ ἐν ἄθλοις ἐμπρέψας, Σεραφεὶμ καὶ ἡμᾶς καταγαύσας, (ἐκ γ΄) ἐν ἀειζώοις Μοναῖς περιπολῶν μὴ παὺσῃ ἐφορῶν τοὺς σὲ γεραίροντας, καὶ δεινῶν παντοίων λυτρούμενος, ὅπως ψάλλωμεν.

Ἀλληλούϊα.

Καὶ αὖθις τὸ Κοντάκιον.
Τῇ ὑπερμάχῳ.


Τῆς Ἐκκλησίας τὸν φωστῆρα τὸν νεόφωτον Καὶ Φαναρίου τὸν ποιμένα τὸν θεόκριτον Ἀνυμνήσωμεν ἐν ᾄσμασι θεοφθόγγοις.
Ἀνατείλας γὰρ ἐσχάτως, δι᾽ ἀθλήσεως Καταυγάζει Ὀρθοδόξων τὰ πληρώματα. Χαίροις λέγοντα, Σεραφεὶμ ἀξιάγαστε.

Δίστιχον.
Χαίρων Σεραφεὶμ χαρᾷ τῇ ὑπερτάτῃ
Δέχου ὃ προσᾴδω σοι, χαῖρε πολλάκις.



Πηγή

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης