Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1731
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον Όσιο Νικόδημο τον Βατοπεδινό Empty Παρακλητικός Κανών εις τον Όσιο Νικόδημο τον Βατοπεδινό

Την / Το Τετ Ιουλ 31, 2019 9:27 am
Παρακλητικός Κανών εις τον Όσιο Νικόδημο τον Βατοπεδινό

Παρακλητικός Κανών εις τον Όσιο Νικόδημο τον Βατοπεδινό Nikodi10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

και τά εξής Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τὸν ἐν ἐσχάτοις τοῖς καιροῖς παραδόξως, ἀναφανέντα τῇ Θεοῦ εὐδοκίᾳ, καὶ εὐωδίαν πνέοντα ὀδμῆς μυρεψικῆς, πάντες εὐφημήσωμεν, ἐν ᾠδαῖς ἐπαξίως, ὅσιον Εὐδόκιμον, πρὸς αὐτὸν ἐκβοῶντες· ὑπὲρ ἡμῶν ἱκέτευε πολλῶν, νόσων ῥυσθῆναι, ταῖς σαῖς παρακλήσεσι.

Δόξα.
Ἐν τῇ σορῷ τοῦ μυριπνόου προσδράμωμεν, καὶ κορυφὴν τὴν ἱερὰν ἀσπασώμεθα, μυρεψικὴν ἐκπνέουσαν ὀδμήν, πάθη τε δυσίατα, θεραπεύουσαν τάχος, πνεύματα διώκουσαν, καὶ παρέχουσαν πᾶσι, σώματος ῥῶσιν ἅμα καὶ ψυχῆς· ὃν κατὰ χρέος, ἐν ὕμνοις τιμήσωμεν.

Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

καἰ ὁ Κανών.  

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Ἐλθέτω ὁ θίασος μοναστῶν, χοροὶ ἀσκητῶν τε, εὐφημήσοντες σὺν ἡμῖν, τὸν Βατοπεδίῳ νεοφανῆ ὀφθέντα, μυριπνοοῦντα πάντας θεῖον Εὐδόκιμον.

Μοναὶ αἱ τοῦ Ἄθω ἥκατε δή, εἰς μνήμην Ἁγίου, τοῦ φανέντος νεολαμποῦς, ὃς ἁγιωσύνην ἐκδιδάσκει, ἐπιτελεῖν νουνεχῶς ἀφανέστατα.

Ζωὴν σὺ διήνυσας ἐπὶ γῆς, ἰσάγγελον μάκαρ, ἀγνοούμενος τοῖς πολλοῖς, Θεὸς δὲ ἐν τέλει σὲ δοξάζων, μύροις τὸ σκῆνός σου Πάτερ ἐτίμησεν.

Θεοτοκίον.
Τεκοῦσα τὸν ἄχρονον ὑπὲρ νοῦν, ἁγνὴ Θεομῆτορ, διαφύλαττε Σὴν Μονήν, πρεσβείαις τοῦ θείου Εὐδοκίμου, τοῦ τὸν Υἱόν Σου πιστῶς θεραπεύσαντος.


ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Οὐρανόφοιτον μῦρον παρὰ Θεοῦ εἴληφας, ἐν Βατοπεδίῳ μονάζων, ἀσκήσας ἄριστα, βίον Εὐδόκιμε, ἀγγελικὸν διανύσας· ὅθεν σε ὁ Κύριος, μύροις ἐδόξασεν.

Ἀρετὴν πᾶσαν Πάτερ ἐπὶ τῆς γῆς ἤσκησας, καὶ τοὺς συνασκοῦντας πατέρας, λαθεῖν ἑλόμενος, κρυφίως ἔσπευσας, σαυτὸν καθεῖρξαι ἐν τάφῳ, προγνούς σου τὴν κοίμησιν, μάκαρ Εὐδόκιμε.

Θαῦμα μέγα κατεῖχε τοὺς ὑπουργοὺς Ὅσιε, τοῦ πολυανδρίου τοῦ πάλαι, μύρου ὅτ’ ἤσθοντο, αἴφνης δ’ ἐβόησαν, τοῖς ἐν Μονῇ δηλωτέρα, ἔνι τὸ αἰσθόμενον, ἁγίου ἄγγελμα.

Θεοτοκίον.
Ὑπερένδοξε Κόρη ἡ τὸν Θεὸν τέξασα, καὶ Βατοπεδίου Κυρία ἡμᾶς ἐνίσχυσον, πρὸς τὰ οὐράνια, ἀναδραμεῖν ἀνενδότως, ποίμνην δὲ περίσωζε, Σοῦ τὴν ἀρίδηλον.


Διάσωσον, ταῖς τοῦ σοῦ μύρου δαψιλέσιν ἀρδείαις, ὦ Εὐδόκιμε ἀπὸ κινδύνων σὴν ποίμνην, ἧς ἐκ Θεοῦ προστάτης γεγένησαι, καὶ ἄγρυπνος φύλαξ ταύτης καὶ ῥύστης.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αῖτησις καἰ τὸ κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Προστάτης θερμὸς ὑπάρχεις ὦ Εὐδόκιμε, τοῖς πίστει τοῖς σοῖς, λειψάνοις προσπελάζουσι, καὶ πιστῶς γεραίρουσι, καὶ βοῶσί σοι πανσεβάσμιε· ἐκ τῶν κινδύνων λύτρωσαι ἡμᾶς, ὡς μέγας ἡμῶν φύλαξ καὶ πρόμαχος.


ᾨδὴ δ΄. Σύ μου ἰσχύς, Κύριε.
Δεῦτε πιστοί, ἄνδρα τὸν θεῖον ὑμνήσωμεν, μάλιστά γε, οἱ κατὰ τὸν Ἄθωνα, συμμονασταί, βίου τ’ ἐρασταί· ἀναγωγικοῦ γάρ, πρὸς τὰ ἡμῖν ἐφιέμενα, αὐτὸς ἡμῖν ἐφάνη, ἐν ἐσχάτοις τοῖς χρόνοις, ἐνισχύων ἡμᾶς πρὸς εὐθύδρομον.

Ἅμα ὀφθείς, θαυμάτων πλήθη ἐτέλεσας, οὐ γὰρ μῦρον, μόνον σοι τὸ δώρημα, καὶ γὰρ Μονῆς, τῆς δὲ Γαβριήλ, καίπερ ἰατρὸς ὤν, ὀσφύος ἄλγη οὐκ ἔπαυσε, πρὶν ἄν σου ἐδεήθη, καὶ σὺ τοῦτον ἐφάνης, τῇ ἀφῇ τῆς χειρὸς ἐξιώμενος.

Ὅσοι πιστοί, ἐν νόσῳ ὄντως προσέφυγον, πρὸς σὲ Πάτερ, νόσων ἀπηλλάγησαν, καὶ ὀδυνῶν, πάντες χαλεπῶν, τμήματα τινὲς δέ, σοῦ ἐπενδύτου λαμβάνοντες, πιστῶς προσδεδεγμένοι, προσαπτόμενοι ταῦτα, ἑαυτοὺς ὑγιεῖς ἀπεδείξαντο.

Θεοτοκίον.
Πῶς τὸν Θεόν, ἐχώρησας τὸν ἀχώρητον, Μυροδόχε, ὄντως ὑπὲρ ἔννοιαν· ἅπας γὰρ νοῦς, ἀκαταληπτεῖ, πρὸ τοῦ μυστηρίου, τὸ μέγεθος λογιζόμενος· διό Σε σὺν Ἀγγέλοις, οἱ πιστοὶ ἀνυμνοῦμεν, τὴν Σὴν σκέπην αἰτούμενοι Δέσποινα.


ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Οἱ πιστοὶ ἐκ περάτων, ὁμοῦ συμπροσέλθετε θαῦμα ὀψόμενοι, Ἅγιον εἰς Ὄρος τὸ σεπτὸν κατὰ τὸ Βατοπέδιον, καὶ ὀσφρανθήσεσθε, μύρου τῷ ὄντι οὐρανίου, δι’ ἡμᾶς γὰρ τὸ θαῦμα ἐπέφηνε.

Οἱ σορῷ προσελθόντες, καὶ κατοσφραινόμενοι μύρου ἐμπέπληνται, ὢ θαύματος φάντες, οὐράνιον γὰρ τό γε φαινόμενον, χαρᾶς τὲ πλησθέντες, ἐν πίστει τε στερεωθέντες, τὸν Θεὸν μεγαλύνοντες ᾔεσαν.

Ὅσοι πόθον τὸν θεῖον, ἐν ψυχῇ ἐλάβετε μονασταὶ ὅσιοι, μὴ κάμητ’ ἐλθόντες, ἐποψόμενοι ἐντολῆς πλήρωσιν, βιοὺς γὰρ ἀγνώστως, Εὐδόκιμος ὁ ἐν Ἁγίοις, καὶ Θεὸς συνεμύρισε θαύμασιν.

Θεοτοκίον.
Ὀρειοῦχε Παρθένε, Σὸν γὰρ ἐνδιαίτημα Ὄρος τὸ Ἅγιον, ἀλλ’ ὦ Θεομῆτορ, φρούρει τοῦτο ἁγνὴ Βηματάρισσα, σὺν Βατοπεδίῳ, ταῖς Εὐδοκίμου ἱκεσίαις, νοητῶν πειρατῶν διασώζουσα.


ᾨδὴ στ΄. Τὴν δέησιν.
Τὸ ὕψος, σῆς ἀρετῆς ἐξέπληξε, καὶ Ἀγγέλων καὶ βροτῶν τὰς χορείας! Τὸ πῶς σοφέ, ἐπεθύμεις κρυβῆναι, ὅλως καὶ ζῶν καὶ θανὼν παναοίδιμε, ὡς ἀληθῶς γὰρ συμπασῶν, ἀρετῶν δεῖγμα σοῦ τὸ κατόρθωμα.

Ἐστήριξας, κλονουμένων καρδίας, πρὸς τὴν θείαν εὐσεβείας κρηπίδα, ἀναφανεὶς ἐν ἐσχάτοις τοῖς χρόνοις, ὀσμὴν ἐκπνέων Εὐδόκιμε Ὅσιε, ἰάματα παντοδαπά, παρεχόμενος πᾶσι τοῖς κάμνουσι.

Ἐδόθη σοι, τῶν θαυμάτων δύναμις, καὶ ἰάσεων ἡ χάρις τρισμάκαρ, ἵνα μηδέν, ὑστερῇς τῶν Ἁγίων· ὅθεν θαυμάτων πληθὺν ἐπετέλεσας, τοῖς πίστει ὄνομα τὸ σόν, προσκαλοῦσιν Εὐδόκιμε Ὅσιε.

Θεοτοκίον.
Ἀφράστως ἐν γαστρὶ συνέλαβες, τὸν ἀχώρητον Θεὸν Θεοτόκε· ὅθεν ταῖς Σαῖς, ἀκοιμήτοις πρεσβείαις, πρὸς τὸν Υἱόν Σου ἀξίωσον ἔσεσθαι, ἡμᾶς σὺν ἅμα τῷ κλεινῷ, Εὐδοκίμῳ πιστῷ Σου θεράποντι.


Διάσωσον, ταῖς τοῦ σοῦ μύρου δαψιλέσιν ἀρδείαις, ὦ Εὐδόκιμε ἀπὸ κινδύνων σὴν ποίμνην, ἧς ἐκ Θεοῦ προστάτης γεγένησαι, καὶ ἄγρυπνος φύλαξ ταύτης καὶ ῥύστης.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αῖτησις καί τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Οἱ ποθοῦντες τῶν ἀσθενειῶν ἀναῤῥώσασθαι, Εὐδοκίμου τῇ σορῷ τῶν ὀστέων προσδράμωμεν, καὶ εὐλαβῶς αὐτὰ προσπτυσσόμενοι, μετὰ πόθου κράξωμεν αὐτῷ· ὡς ἐκ Θεοῦ χάριν λαβών, τοὺς νοσοῦντας ἰάσασθαι, τάχυνον ἐξελέσθαι, παντοίων πειρατηρίων, καὶ τῶν ἐχθίστων δυσμενῶν, τοὺς ἐν πίστει ἀνυμνοῦντάς σε.


Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ματθαῖον (Κεφ. ια΄ 27-30).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου, καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰμὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰμὴ ὁ Υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κᾀγὼ ἀναπαύσω ἡμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς, καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷος εἰμί, καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρὸν ἐστί.

Δόξα.
Ταῖς τοῦ Σοῦ Ὁσίουπρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων

Καί νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων


Στίχ. Ἐλεῆμον, ἐλέησόν με….
Και το προσόμοιον.
Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.

Μέγαν ἀντιλήπτορα, σὲ κεκτημένη καυχᾶται, ἡ Βατοπεδίου σε, λαύρα ἡ ἀρίζηλος, ὦ Εὐδόκιμε, καὶ σεπτὴν μνήμην σου, λιγυροῖς ᾄσμασι, καταστέφει καὶ γεραίρει σου, κάραν τὴν πάντιμον, ἄῤῥητον ὀδμὴν ἀποπνέουσαν, καὶ γάρ σε πρὸς τὸν Κύριον, πρεσβευτὴν κεκτήμεθα ἄγρυπνον· ἔχεις καὶ γὰρ Πάτερ, ἰσχὺν πρὸς τὸ πρεσβεύειν ἐκτενῶς, ὑπέρ τῶν πίστει τιμώντων σε, ἀξιομακάριστε.


Σῶσον ὀ Θεός τὸν λάον σοῦ…

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.

Χαῖρε χορεύων ἐν τῇ μνήμῃ, Βατοπέδιον υἱοῦ σου Εὐδοκίμου, καὶ πιστοὺς εἰς ᾠδάς, συγκάλεσον βοῶντας· εὐλογητὸς εἶ Κύριε, ὁ τοὺς Σοὺς καθαγιάζων.

Σκίρτα τὸ Ὄρος τὸ τοῦ Ἄθω, ἡγιάσθης γὰρ ἐκ τῶν ἁγιασθέντων, καὶ ἀσκούντων ἐν σοί, δεδόξασαι δ’ ἐν κόσμῳ, καὶ γὰρ ὁ σὸς Εὐδόκιμος, διαγγέλλει σε τοῖς πᾶσιν.

Πᾶς ὁ ἀσκούμενος ἐν Ἄθῳ, ἀνυέτω δὴ τὸν δρόμον πεποιθότως, βεβαιούμενος νῦν, ὑπὸ τοῦ Εὐδοκίμου, ἀνταμοιβῆς ὡς τεύξεται, οὐρανῶν τῆς Βασιλείας.

Θεοτοκίον.
Ὡς ἠρετίσω κατοικίας, καὶ οἰκήτορας οὐκ ἀναξίους ἔχεις, ἁμιλλώμεθα δέ, πρὸς βίον Εὐδοκίμου, ἀλλὰ ἡμῖν βοήθησον, τοῖς Σοῖς δούλοις Θεοτόκε.


ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ.
Τὸν ἐν Ἄθῳ μυρίπνοον ὀφθέντα, καὶ δοξάζοντα Μονὴν Βατοπεδίου, νεοφανῆ ἀοίδιμον Εὐδόκιμον, δεῦτε συνελθόντες, οἱ ἐν αὐτῷ ἀσκοῦντες, ὑμνήσωμεν ἀξίως.

Τίς ἐξείπει τὸ θάμβος ὃ κατέσχε, τοὺς παρόντας σου λειψάνου τῇ εὑρέσει, οἳ ἐκπλαγέντες ἅπαντες ἐβόησαν· μέγας ὦ Πατέρες, ἐν τῷ Εὐδοκίμῳ, Θεὸς τῶν Χριστωνύμων.

Ἐκκαθάρας τὸ σκῆνός σου θεόφρον, τῇ ἀσκήσει ὡς μὴ ἔχειν τι γεῶδες, οὐδὲ ὀσμῆς ὑλώδους τι παντάπασιν· ὅθεν καὶ δοχεῖον, ἀνάμεστον κατέστη, τοῦ οὐρανίου μύρου.

Θεοτοκίον.
Θεοτόκε θερμῶς Σε δυσωποῦμεν, Σὺ γὰρ μόνη μεσίτρια τυγχάνεις, πᾶσι πιστοῖς, καὶ μάλιστα τοῖς δούλοις Σου, τοῖς ἐνασκουμένοις, ἐν Ὄρει τῷ Ἁγίῳ, οὓς φρούρει Σαῖς πρεσβείαις.


ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Ἐφάνης ὑπὲρ ἄνθρωπον ἐπὶ γῆς, ὡς ζωὴν διανύσας ἰσάγγελον, εἰ γὲ οὐδείς, δόξαν κατεμίσησε παντελῶς, ὡς μὴ δὲ θέλειν φαίνεσθαι, ἅς γε διεπράξατο ἀρετάς· διό σε θεοφόρε, καὶ σύμπας εὐφημεῖ σε, ὁ οὐρανόγειος διάκοσμος.

Σὺ ἔργῳ ἐβεβαίωσας τὸ ῥητόν, ὃ Χριστὸς διαῤῥήδην ἐκέλευσε, μηδὲν ποιεῖν, πρὸς τὸ θεαθῆναι ἐνδεικτικῶς, ὡς τοῦ μισθοῦ ἀπέχουσιν, ἀρετὰς οἱ πράττοντες φανερῶς· διὸ καὶ ἡγιάσθης, Εὐδόκιμε θεόφρον, ἁγιασμῷ, τελείῳ πάνσοφε.

Πλουσίας ἀντιδόσεις παρὰ Θεοῦ, εἰληφὼς τῶν ἀμέτρων καμάτων σου, πρόστηθι νῦν, λύτρωσαι Εὐδόκιμε συμφορῶν, καὶ χαλεπῶν κακώσεων, τοὺς ἀσπαζομένους σου εὐλαβῶς, σορὸν τὴν τῶν λειψάνων, Μονὴν δὲ τὴν οἰκείαν, σώζοις λιταῖς σου περιστάσεων.

Θεοτοκίον.
Δοχεῖον γεγονυῖα ὑπερφυές, εὐδοκίᾳ Πατρὸς τοῦ Γεννήτορος, Πνεύματος δέ, ἅμα ἐπελεύσει συνεργικοῦ, Θεοῦ τοῦ Λόγου Πάναγνε, Ὅν καὶ καθικέτευε Σὴν Μονήν, πρεσβείαις Εὐδοκίμου, τηρεῖν καὶ περιέπειν, διαιωνίζειν τε ἀπήμονα.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια
Τοὺς ἀσπαζομένους σου εὐλαβῶς, σορὸν τῶν λειψάνων, καὶ τελοῦντάς σου τὴν φαιδράν, μνήμην περιφρούρει, ἀπὸ πάσης ἀνάγκης, Εὐδόκιμε τρισμάκαρ, ἀξιοθαύμαστε.

Τῆς Βατοπεδίου μέγας φρουρός, καὶ τοῦ Ὄρους Ἄθω, ὁ ἀσύλητος θησαυρός, μοναστῶν ἁπάντων, τὸ γέρας τε καὶ κλέος, Εὐδόκιμε θεόφρον, φρούρει τὴν ποίμνην σου.

Μέγιστος ὑπάρχεις ἡμῶν φρουρός, φύλαξ καὶ προστάτης, ἀντιλήπτωρ καὶ πρεσβευτής, ἐν κινδύνοις ῥύστης, Μονῆς Βατοπεδίου, Εὐδόκιμε τρισμάκαρ· διὸ τιμῶμέν σε.

Κάραν σου ἡ θεία μαρμαρυγάς, βλύζει ἰαμάτων, καὶ μυρίζει τῶν εὐλαβῶς, κατασπαζομένων, αὐτὴν τὰς διανοίας, καὶ τέρπει τὰς αἰσθήσεις, μάκαρ Εὐδόκιμε.

Πάντων νοσημάτων ἀπαλλαγήν, πόνων καὶ κινδύνων, καὶ δαιμόνων ἐπιβουλῆς, κάραν σου τὴν θείαν, πιστοῖς πᾶσιν ἐδείξω, Εὐδόκιμε θεόφρον, φάρμακον ἕτοιμον.

Θήκη ἡ πανεύοσμος τῶν σεπτῶν, λειψάνων σου μάκαρ, εὐωδίαν μυρεψικήν, ἄτεχνον προχέει, τοῖς προσιοῦσι πᾶσιν, ὑγείαν τε βραβεύει, ψυχῆς καὶ σώματος.

Δέχου τὰς πρεσβείας Παμβασιλεῦ, τοῦ θεράποντός Σου, Εὐδοκίμου νῦν τοῦ σεπτοῦ, καὶ τὴν ποίμνην ταύτην, ἀπήμονα συντήρει, ἐχθίστων πάσης βλάβης, ὅπως δοξάζει Σε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.


Τό Τρισάγιον

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

ὡς συνήθως τά παρόντα Τροπάρια.
Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς.... Δόξα.... Κύριε, ἐλέησον ἡμᾶς....
Καὶ νῦν... Θεοτοκίον.
Τῆς εὐσπλαγχνίας τὴν πύλην....

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ῥέει, ἰαμάτων ποταμούς, πέμπει ἀρωμάτων ἀκτῖνας, βλύζει θαυμάτων πηγάς, θήκη τῶν λειψάνων σου, σοφὲ Εὐδόκιμε, ἀμισθὶ ἰωμένη τε, τοὺς σὲ προσκυνοῦντας· ὅθεν σου δεόμεθα περιπτυσσόμενοι, θείαν σου σορὸν καὶ βοῶντες· οἴκτειρον ἡμᾶς ταῖς λιταῖς σου, καὶ δεινῶν παντοίων ἐλευθέρωσον.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης