Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1361
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον Άγιον Ένδοξον Νεομάρτυρα Κωσταντίνον τον Υδραίον τον εν Ρόδο Αθλήσαντα Empty Παρακλητικός Κανών εις τον Άγιον Ένδοξον Νεομάρτυρα Κωσταντίνον τον Υδραίον τον εν Ρόδο Αθλήσαντα

Την / Το Τετ Ιουλ 31, 2019 9:46 am
Παρακλητικός Κανών εις τον Άγιον Ένδοξον Νεομάρτυρα Κωσταντίνον τον Υδραίον τον εν Ρόδο Αθλήσαντα

Ποίημα Κυρίλλου Μητροπολίτου Ρόδου
Παρακλητικός Κανών εις τον Άγιον Ένδοξον Νεομάρτυρα Κωσταντίνον τον Υδραίον τον εν Ρόδο Αθλήσαντα Ydraio10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

καὶ τὰ κάτωθι Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

‘Ως εὐσεβείας ἀθλητὴς οὐρανόφρων, καὶ τῶν Μαρτύρων κοινωνὸς γενναιόφρων, ὑπὲρ ἡμῶν ἱκέτευε, ἀπαύστως τὸν Θεόν, ἵνα πάσης θλίψεως, Κωνσταντῖνε ῥυσθῶμεν, οἱ ἀνευφημοῦντές σου, μαρτυρίου τοὺς ἄθλους, δι᾿ ὧν φωστὴρ ἀνέτειλας λαμπρός, τῇ Ἐκκλησίᾳ ἐκ Ῥόδου πανεύφημε.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι• εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ• σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

καὶ ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς•
«Εὐχαῖς σου χάριν δίδου Κυρίλλῳ Μάρτυς».

Ὠιδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Εὐχαῖς σου ἀπαύστοις πρὸς τὸν Θεόν, Μάρτυς Κωνσταντῖνε, τὴν εἰρήνην αἴτει ἡμῖν, σὺ γὰρ μαρτυρίου τοῖς ἀγῶσιν, εἰρήνης ὤφθης υἱὸς γνησιώτατος.

'Υψόθεν ἐπίβλεψον ἐφ᾿ ἡμᾶς, τοὺς ἀπεγνωσμένους, διὰ πλῆθος ἁμαρτιῶν, αἰτούμενος πᾶσι σωτηρίαν, παρὰ Θεοῦ Κωνσταντῖνε πανεύφημε.

Χριστοῦ τῇ ἀγάπῃ κατατρωθείς, Μαρτύρων τοῖς ἄθλοις, ὑπερήστραψας ὡς φωστήρ, φωτίζων παμμάκαρ Κωνσταντῖνε, τοὺς προσιόντας πιστῶς τῇ πρεσβείᾳ σου.

Θεοτοκίον.
'Αφράστως κυήσασα τοῦ Πατρός, τὸν ἄναρχον Λόγον, Θεομῆτορ ἄνευ σπορᾶς, παθῶν πολυτρόπων ἀλογίας, τῇ χάριτί σου ἡμᾶς ἐλευθέρωσον.


Ὠδὴ γ΄. Οὐρανίας ἁψῖδος.
'Ιερεῖον προσήχθης, τῷ Λυτρωτῇ ἄμωμον, ἀπαιωρηθείς τῇ ἀγχόνῃ, ὡς πλήρης πίστεως. Ὅθεν τῆς πίστεως, ὦ Κωνσταντῖνε ἐν πέτρᾳ, τὰς ψυχὰς ἑδραίωσον, τῶν εὐφημούντων σε.

Σωτηρίαν ἐξαίτει, καὶ τῶν ψυχῶν ἴασιν, Μάρτυς ἱερὲ Κωνσταντῖνε, τοῖς μακαρίζουσι, τοῦ μαρτυρίου σου, τὰς ὑπὲρ νοῦν ἀριστείας, δι᾿ ὧν ἐταπείνωσας, πλάνης τὴν ἔπαρσιν.

Στηλιτεύσας τὴν πλάνην, μαρτυρικοῖς ἄθλοις σου, τῆς ἀθανασίας τὴν χάριν, ἐκαρποφόρησας• ὅθεν ἱκέτευε, ὑπὲρ ἡμῶν Κωνσταντῖνε, ἵνα χάριν εὕρωμεν, καὶ θεῖον ἔλεος.

Θεοτοκίον.
Οὐρανόθεν Παρθένε, ἐν ἱλαρῷ ὄμματι, ἐπὶ τοὺς πιστούς σου οἰκέτας, εὐσπλάγχνως πρόσβλεψον, αὐτοῖς βραβεύουσα, τὰς σωτηρίους ἐκφάνσεις, τῆς κηδεμονίας σου, Θεοχαρίτωτε.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

'Εν Ῥόδῳ στεῤῥῶς, ἀθλήσας μέχρις αἵματος, Χριστοῦ τοῦ Θεοῦ, τὸ ὄνομα ἐδόξασας, καὶ ζωῆς τῆς κρείττονος, Κωνσταντῖνε Μάρτυς ἐπέτυχες. Ἀλλὰ μὴ παύσῃ πάντοτε ἡμῖν, αἰτούμενος πᾶσι τὰ συμφέροντα.

Ὠδὴ δ΄. Εἰσακήκοα Κύριε.
'Υμνολόγων σου ἔνδοξε, εὐμενῶς τὸν ἔπαινον προσδεχόμενος, Κωνσταντῖνε αὐτοὺς λύτρωσαι, τῶν πικρῶν σκανδάλων τοῦ ἀλάστορος.

Χαριστήριον αἶνόν σοι, ᾄδομεν τῇ δόξῃ σου ἀνακράζοντες• Κωνσταντῖνε τοῖς τιμῶσί σε, κραταιὸς προστάτης ἐπιφάνηθι.

'Ακεσώδυνον φάρμακον, ἔχοντες πρεσβείαν σου τὴν οὐράνιον, Κωνσταντῖνε παμμακάριστε, δυσχερείας πάσης ἐκλυτρούμεθα.

Θεοτοκίον.
Ροῦν Μαρία Θεόνυμφε, τῶν παθῶν μου δέομαι ἀποξήρανον, ἡ ξηράνασα τὴν θάλασσαν, τῆς πολυθεῒας τῇ λοχείᾳ σου.


Ὠδὴ ε΄. Φώτισον ἡμᾶς.
΄Ιασαι ψυχῶν, καὶ σωμάτων τὰ συντρίματα, τῶν αἰτούντων Κωνσταντῖνε θαυμαστέ, ἐκ καρδίας ταχινόν σε ἀντιλήπτορα.

Νεῦσον εὐμενῶς, ἱκετῶν σου ταῖς δεήσεσι, Κωνσταντῖνε παρεχόμενος αὐτοῖς, αἰτημάτων σωτηρίων τὴν ἐκπλήρωσιν.

Δίδου συμπαθῶς, τὴν βοήθειάν σου Ἅγιε, τοῖς Ῥοδίοις ἐξαιρούμενος αὐτούς, ἐκ παντοίας δυσπραγίας καὶ κακώσεως.

Θεοτοκίον.
΄Ιλεων ἡμῖν, Θεονύμφευτε ἀπέργασαι, τὸν ἐκ σοῦ ἐνανθρωπήσαντα φρικτῶς, καὶ λυτρώσαντα τῆς πλάνης τὸ ἀνθρώπινον.


Ὠδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Δυνάμει τοῦ Παναγίου Πνεύματος, ἰαμάτων τὴν ἀέναον χάριν, τοῖς προσιοῦσιν ἀφθόνως ἐκβλύζεις, ἐκ τῶν τιμίων λειψάνων σου Ἅγιε, πᾶσαν ἀσθένειαν ψυχῆς, καὶ σαρκὸς Κωνσταντῖνε ἰώμενος.

'Ο μέγιστος Κωνσταντῖνε ἔνδοξε, πολιοῦχος τῆς λαμπρᾶς Ῥοδονήσου, ταύτην μὴ παύσῃ αἰσίως φυλάττων, ὑπὸ τὴν θείαν σου σκέπην προστρέχουσαν, καὶ εὐφημοῦσαν ἐν ᾠδαῖς, μαρτυρίου σου Μάρτυς τὰ τρόπαια.

'Υπέρτερον Κωνσταντῖνε ἔργασαι, ἐμπαθείας ἱκετεύω τὸν νοῦν μου, καὶ μετανοίας αὐτὸν ἐν τῇ πέτρᾳ, τῇ ἀντιλήψει σου Μάρτυς στερέωσον, ἵνα εὐάρεστον Θεῷ, ἑαυτὸν παραστήσω ὁ ἄθλιος.

Θεοτοκίον.
Καταύγασον τὴν ψυχήν μου Ἄχραντε, φωταυγείᾳ τῆς πολλῆς χάριτός σου, καὶ τοῦ φωτός με ἀξίωσον Μῆτερ, ἐν σωφροσύνῃ τὰς τρίβους πορεύεσθαι, χειραγωγοῦσα με ἀεί, τῇ προνοίᾳ τῆς σῆς ἀντιλήψεως.


Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Τοῦ μαρτυρίου τελέσας τὸν δίαυλον, τῆς αἰωνίου ζωῆς κατηξίωσαι• διὸ Κωνσταντῖνε πανεύφημε, ταῖς πρὸς Θεὸν ἀκοιμήτοις πρεσβείαις σου, μὴ παύσῃ ἡμῶν προϊστάμενος.


Προκείμενον.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ματθαῖον.(Κεφ. ι΄ 16)

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς• Ἰδού, ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων• γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων• παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς. Καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. Ὅταν δὲ παραδιδῶσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε• δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τί λαλήσετε. Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ἡμῶν, τὸ λαλοῦν ἐν ὑμῖν. Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ πατὴρ τέκνον• καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς, καὶ θανατώσουσιν αὐτούς. Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου• ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.


Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων

Καί νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων


Στίχ. Ἐλεῆμον, ἐλέησόν με….
Και το προσόμοιον.
Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.
Ζῆλον τὸν οὐράνιον, ἐν τῇ ψυχῇ δεδεγμένος, τοῖς τυράννοις ἔνδοξε, τοῦ Χριστοῦ τὸ ὄνομα, ἀνεκήρυξας, καὶ ὥσπερ ἄσαρκος, τὰς σφοδρὰς βασάνους, ὑπομείνας καὶ τὸν θάνατον, πρὸς τὴν ἀείζωον, δόξαν Κωνσταντῖνε ἀνέδραμες, δρεπόμενος τὰ ἔπαθλα, τοῦ ὑπερφυοῦς μαρτυρίου σου. Ὅθεν δυσωποῦμεν, ὡς ἔχων παῤῥησίαν πρὸς Θεόν, ἔσο ἡμῖν σκέπη πάντοτε, τοῖς ὑμνολογοῦσί σε.

Σῶσον, ὁ Θεός, τὸν λαόν σου...

Ὠδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

'Υπερζέσας τῇ πίστει, Κωνσταντῖνε παμμάκαρ, ὡς ἀγαπήσας Χριστόν, τῶν πρόπαλαι Μαρτύρων, ἐν χρόνοις τῆς δουλείας, ἐμιμήσω τὴν ἔνστασιν, μεθ᾿ ὧν ἐξαίτει ἡμῖν, συγχώρησιν πταισμάτων.

Ρόδος Μάρτυς χορεύει, τῇ ἁγίᾳ σου δόξῃ, καὶ ἀνακράζει πιστῶς• Θεόφρον Κωνσταντῖνε, ὡς ἔχων παῤῤησίαν, πρὸς τὸν εὔσπλαγχνον Κύριον, ἐκ πάσης βλάβης πικρᾶς, λύτρωσαι τὸν λαόν σου.

'Ιατρεῖον ὑπάρχει, Κωνσταντῖνε τρισμάκαρ, ἀσθενειῶν χαλεπῶν, λειψάνων σου ἡ θήκη, ἣν πόθῳ προσκυνοῦντες, ἀκορέστως βοῶμέν σοι• Χαῖρε Μαρτύρων φαιδρόν, ἀγλάϊσμα καὶ κλέος.

Θεοτοκίον.
Λογισμῶν πονηρίας, συνεχόμενος ζάλῃ, ἐπιβουλαῖς τοῦ ἐχθροῦ, πρὸς σὲ Θεοκυῆτορ, ὁ τάλας καταφεύγω, καὶ κραυγάζω ἐκ πίστεως• Ἐλέησόν με ταῖς σαῖς, λιταῖς πρὸς τὸν Δεσπότην.


Ὠδὴ η΄. Τὸν Βασιλέα.
Λῦσον πταισμάτων, τῶν ζοφερῶν μου τὸ σκότος, φωταυγείᾳ Νεομάρτυς Κωνσταντῖνε, τῆς πρὸς τὸν Δεσπότην, λαμπρᾶς σου μεσιτείας.

'΄Ω Κωνσταντῖνε, τοῦ Ἰησοῦ Νεομάρτυς, τοῖς ἐν θλίψεσιν ὑπάρχουσι παντοίαις, ἀντιλήψεώς σου, τὰς παροχὰς παράσχου.

Μὴ καταισχύνῃς, τοὺς ταπεινούς σου ἱκέτας, ἀλλὰ πλήρου Κωνσταντῖνε Νεομάρτυς, ἃς προσάγουσί σοι, ἐκ πίστεως αἰτήσεις.

Θεοτοκίον.
΄'Αχραντε Μῆτερ, Εὐλογημένη Μαρία, τὴν ταχείαν σου βοήθειαν παράσχου, τοῖς ὑμνολογοῦσι, τὸν ἄφραστον σου τόκον.


Ὠδὴ θ΄. Κυρίως Θεοτόκον.
Ροαῖς τῆς χάριτός σου, Μάρτυς Κωνσταντῖνε, τὴν ταπεινήν μου καρδίαν ἀνάψυξον, φλογιζομένην ἀθλίως, παθῶν τῷ καύσωνι.

Τυράννων ὁ αἰσχύνας, Μάρτυς Κωνσταντῖνε, τὴν ἐπηρμένην κακίαν τοῖς ἄθλοις σου, ἁμαρτιῶν τυραννίδος, ἡμᾶς ἀπάλλαξον.

Υπὲρ τῆς Ῥοδονήσου, Μάρτυς Κωνσταντῖνε, τῆς καυχωμένης ἐνθέως τῇ δόξῃ σου, Χριστὸν ἀπαύστως δυσώπει, τὸν σὲ δοξάσαντα.

Θεοτοκίον.
Σωμάτων ἀσθενείας, Κεχαριτωμένη, τῇ μητρικῇ σου ἀπάλλαξον χάριτι, τοὺς καταφεύγοντας πίστει, τῇ ἀντιλήψει σου.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια
Χαίροις Κωνσταντῖνε Μάρτυς Χριστοῦ, τῆς ὁμολογίας, ὁ οὐράνιος θησαυρός• χαίροις ὁ ἐν Ῥόδῳ, ἀνδρείως μαρτυρήσας, καὶ ταύτης πολιοῦχος, ὑπάρχων μέγιστος.

Δεῦτε εὐφημήσωμεν εὐλαβῶς, τὸν μέγαν τῆς Ῥόδου, πολιοῦχον οἱ εὐσεβεῖς, χαίροις ἐκβοῶντες, παμμάκαρ Κωνσταντῖνε, τῶν πρόπαλαι Μαρτύρων, ὁ ἰσοστάσιος.

Δεῦτε ἀνυμνήσωμεν ἀδελφοί, τὸν μέγαν προστάτην, τῶν Ῥοδίων καὶ βοηθόν, αὐτῷ ἐκβοῶντες• Μὴ παύσῃ Κωνσταντῖνε, ὑπὲρ ἡμῶν πρεσβεύων, τῷ Πανοικτίρμονι.

Χαίροις ὁ τῆς Ὕδρας θεῖος βλαστός, καὶ τῆς Ῥοδονήσου, ἐγκαλλώπισμα θαυμαστόν• Χαίροις Κωνσταντῖνε, ὁ ἐν ἐσχάτοις χρόνοις, τὸν ζῆλον τῶν Μαρτύρων, ἐκμιμησάμενος.

Χαίρων τῇ ἀγχόνῃ ἀνυψωθείς, Χριστοῦ Κωνσταντῖνε, ἀναδέδειξαι μιμητής• διὸ νῦν ἐνδόξως, αὐτῷ συμβασιλεύων, μνημόνευε τῶν πόθῳ, ἀνευφημούντων σε.

'΄Ανθος ἡλικίας διὰ Χριστόν, ζήλῳ εὐσεβείας, παμμακάριστε παριδών, προθύμως ἐγεύσω, Μαρτύρων τοῦ κρατῆρος, καὶ τούτων Κωνσταντῖνε, ὤφθης ὁμόσκηνος.

'΄Εχων παῤῤησίαν πρὸς τὸν Θεόν, τὸν δοξάσαντά σε, Κωνσταντῖνε ἐν οὐρανῷ, φύλαττε καὶ σκέπε, τὴν νῆσον τῶν Ῥοδίων, ἐνθέως καυχωμένην, τῷ μαρτυρίῳ σου.

Πάρεσο ὑπέρμαχος κραταιός, Μάρτυς Κωνσταντῖνε, καὶ ἀκοίμητος βοηθός, τοῖς προσερχομένοις, τῷ θείῳ σου λειψάνῳ, καὶ ἐπιβοωμένοις, τὴν προστασίαν σου.

Χάριν ἰαμάτων πεπλουτηκώς, ὡς τῆς εὐσεβείας, θεοδόξαστος ἀθλητής, τοὺς συνεχομένους, θεόφρον Κωνσταντῖνε, ἀσθενειῶν ὀδύναις, εὐσπλάγχνως ἴασαι.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.


Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

ὡς συνήθως τά παρόντα Τροπάρια.
Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς.... Δόξα.... Κύριε, ἐλέησον ἡμᾶς....
Καὶ νῦν... Θεοτοκίον.
Τῆς εὐσπλαγχνίας τὴν πύλην....

Ἐκτενὴς παρὰ τοῦ Ἱερέως καὶ Ἀπόλυσις μεθ᾿ ἣν ψάλλομεν τὰ κάτωθι τροπάρια.

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Χαίρων τῇ ἀγχόνῃ ὑψωθείς, ὡς ὁ Βασιλεὺς τῶν αἰώνων, τῷ ζωηφόρῳ Σταυρῷ, τῶν ἐχθρῶν τὴν ἔπαρσιν, στεῤῥῶς κατῄσχυνας, καὶ ζωῆς πρὸς αἰώνιον, ἀνέδραμες λῆξιν, νίκαις κλεϊζόμενος, τοῦ μαρτυρίου σου. Ὅθεν τοὺς πιστῶς σε τιμῶντας, ῥῦσαι συμφορῶν τῶν ἐν βίῳ, Μάρτυς Κωνσταντῖνε θεοδόξαστε.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

Δίστιχον.

Κωνσταντῖνε φύλαττε τῇ χάριτί σου,
Τὸν τῆς Ῥόδου Κύριλλον προσπίπτοντά σοι.

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης