Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1361
https://www.proseyxi.com

Εγκώμια εις τον Όσιο Νικόλαο του εν Βουνένοις Empty Εγκώμια εις τον Όσιο Νικόλαο του εν Βουνένοις

Την / Το Δευ Αυγ 05, 2019 9:35 am
Εγκώμια εις τον Όσιο Νικόλαο του εν Βουνένοις

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Εγκώμια εις τον Όσιο Νικόλαο του εν Βουνένοις Nikola12

Στάσις α΄. Ἡ ζωὴ ἐν τάφῳ.
Μεγαλύνομέν σε, τῶν βροτῶν οἱ χοροί, γενναιότατε Νικόλαε ἔνδοξε, ὡς ταμεῖον πολυτρόπων δωρεῶν.

Μεγαλύνομέν σε, στρατιῶτα Χριστοῦ, θαυμασίων ὡς πηγὴν πολυχεύμονα, Ὁσιόαθλε Νικόλαε στεῤῥέ.

Ἀκροστιχίς, ἡ ἑξῆς: ΧΑΡΑΛΑΜΠΗΣ ΝΙΚΟΛΑῼ ΠΡΟΣΦΕΡΕΙ.

Χαλεπῶν κινδύνων, καὶ ἐχθρῶν μιαρῶν, ἀπειράστους διατήρει πανόλβιε, τοὺς τιμῶντας τὴν ἁγίαν σου θανήν.

Ἀθλητῶν τὸ νέφος, καὶ Ὁσίων πληθύς, τὸν Νικόλαον κυκλοῦσι τὸν ἔνδοξον, ὡς συνόμιλον καὶ σύναυλον αὐτοῖς.

Ῥυπτικαῖς λιταῖς σου, ῥῦσαι πάντας ἡμᾶς, ἐκ δεινῶν Ὁσιομάρτυς Νικόλαε, τοὺς προστάτην κεκτημένους σὲ θερμόν.

Ἀσεβῶν τὸ στῖφος, Ἀθλητὰ εὐθαρσῶς, διαλύσας ἀνεδείχθης προπύργιον, εὐσεβείας καὶ ἀγῶνος ἀριστεύς.

Λάμψας ἐν Βουνένοις, ὡς ἀστὴρ φαεινός, τῆς ἀσκήσεως ἐδείχθης ὑπόδειγμα, καὶ σοφὸς τῶν Ἀθλοφόρων μιμητής.

Ἀλγηδόνων πλῆθος, θεραπεύεις σοφέ, καὶ παρέχεις Ὀρθοδόξοις ἰάματα, ὡς πηγάζων θεοσδόρους δωρεάς.

Μιμητὴς ὑπάρχων, τοῦ Σωτῆρος Χριστοῦ, τὸν σταυρὸν ἐπὶ τῶν ὤμων ἀράμενος, ἠκολούθησας τοῖς ἴχνεσιν Αὐτοῦ.

Παρακλήτου χάριν, δαψιλῶς εἰληφώς, αὖραν πνέεις νοερὰν τὴν ζωήῤῥυτον, καταρδεύουσαν μερόπων τὰς ψυχάς.

Ἥλιος πυρφόρος, ἐκκλησίας Χριστοῦ, ἀνεδείχθης Ἀθλοφόρε Νικόλαε, καταυγάζων ταύτην θείαις ἀρεταῖς.

Σκοτασμὸν καὶ πλάνην, ἀνημέρων ἐχθρῶν, στιγματίζων ἠκολούθησας ἔνδοξε, μαρτυρίου ἀτραπῷ τῇ σωστικῆ.

Νοῦν τε καὶ καρδίαν, δι’ ἀγώνων σεπτῶν, ἐκκαθάρας ἐπεπόθησας Ἅγιε, οὐρανίου κοινωνίας μετασχεῖν.

Ἰαμάτων βλύζεις, ποταμοὺς τοῖς πιστοῖς, τοῖς προστρέχουσι τῇ θείᾳ πρεσβείᾳ σου, καὶ αἰτοῦσι τὴν θερμήν σου ἀρωγήν.

Κῆρυξ ἀληθείας, καὶ ῥημάτων σοφῶν, διαπρύσιος ἐδείχθης Νικόλαε, μοναζόντων τὰς ψυχὰς φωταγωγῶν.

Ὀρθοδόξων σκέπη, ἐκκλησίας φρουρός, ἀσφαλέστατος καὶ θεία ἀντίληψις, ὦ Νικόλαε ὑπάρχεις ἀληθῶς.

Λόγχῃ ἐκεντήθης, ὑπ’ ἀνόμων ἐχθρῶν, μιμητὴς τῶν παθημάτων γενόμενος, τοῦ Δεσπότου καὶ Σωτῆρος Ἰησοῦ.

Ἄνθος μυροβόλον, τοῦ λειμῶνος Χριστοῦ, ἐν Βουνένοις θεοφόρε ἐξήνθησας, εὐωδίας ἀποπνέων ἱερόν.

Ὡς τὰ ἄνω μάκαρ, θεῖα ὄντως φρονῶν, τῆς σαρκός σου κατεπάτησας φρόνημα, ὅθεν ἔφθασας εἰς ὕψος ἀρετῶν.

Παῤῥησίαν ἔχων, πρὸς Θεὸν ἀληθῶς, μὴ ἐλλίπῃς ἱκετεύων δωρήσασθαι, Ὀρθοδόξοις πᾶσαν χάριν δαψιλῆ.

Ῥύπου ἀνομίας, καὶ ζωῆς κοσμικῆς, ἀποπλύνας σεαυτὸν ἀναβέβηκας, ἰσαγγέλου κοινωνίας μετασχεῖν.

Ὁ τῶν πρεσβειῶν σου, θεϊκὸς γλυκασμός, καταρδεύει τὰς ψυχὰς τῶν τιμώντων σε, διὰ δρόσου πολυτίμου μυστικῆς.

Στρατιὰν γηΐνην, ἐν Βουνένοις λιπών, τὰ οὐράνια κατῴκησας δώματα, ἀγαλλόμενος Ἀγγέλων ταῖς ᾠδαῖς.

Φωταυγὴς λυχνία, ἐξ ἀΰλου φωτός, ἡ σὴ μνήμη ἀνεφάνη τρισόλβιε, τῶν βροτῶν φωταγωγοῦσα τὰς ψυχάς.

Ἔχοντές σε μάκαρ, πρεσβευτὴν πρὸς Θεόν, σοῦ δεόμεθα αἰτήσασθαι ἄφεσιν, τῶν πταισμάτων καὶ ἀνομιῶν ἡμῶν.

Ῥεῖθρα ἀναβλύζεις, ἰαμάτων πολλῶν, νοσημάτων δὲ σβεννύεις τὸν καύσωνα, θαυμαστῶς παρὰ Κυρίου δοξασθείς.

Εὐφροσύνης θείας, καὶ χαρᾶς ἱερᾶς, ἐπληρώθης θεοφόρε Νικόλαε, τὸν ἀγῶνα διανύσας τὸν καλόν.

Ἰσχυρὸς ὠράθης, καὶ γενναῖος Χριστοῦ, στρατιώτης τῶν βαρβάρων ὠμότητα, ἀμαυρώσας δι’ ἀγώνων ἀνδρικῶν.

Δόξα. Τριαδικόν.
Ὤ Τριὰς Ἁγία, σκέπε πάντας ἡμᾶς, τοὺς τιμῶντας Νικολάου τὴν ἄθλησιν, καὶ γεραίροντας τὸ κράτος Σου ἀεί.

Καὶ νῦν. Θεοτοκίον.
Παναγία Μῆτερ, τοῦ Σωτῆρος Χριστοῦ, μὴ ἐλλίπῃς δυσωποῦσα δεόμεθα, τῷ Υϊῷ Σου καὶ Θεῷ ὑπὲρ ἡμῶν.

Καὶ πάλιν τὸ πρῶτον:
Μεγαλύνομέν σε, τῶν βροτῶν οἱ χοροί, γενναιότατε Νικόλαε ἔνδοξε, ὡς ταμεῖον πολυτρόπων δωρεῶν.

Στάσις β΄. Ἦχος πλ. β΄. Ἄξιόν ἐστι.
Ἄξιόν ἐστι, τὸν Νικόλαον ὕμνοις τιμῆσαι, ὅτι Ἰησοῦν ὡμολόγησε, καὶ ἀνόμων κατεπάτησεν ὀφρῦν.

Ἄξιόν ἐστι, μεγαλύνειν σε ᾠδαῖς αἰσίαις, κόσμημα Βουνένων Νικόλαε, στρατηλάτα τοῦ Χριστοῦ πανευσθενές.

Ἀκροστιχὶς ἀλφαβητική.
Ἄνθος παριδών, τῆς νεότητος Ὁσιομάρτυς, ἤσκησας ἀνδρείῳ φρονήματι, καὶ ἐνήθλησας δυνάμει θεϊκῇ.

Βότρυς ὁ ἠδύς, τῆς Χριστοῦ ἐδείχθης ἐκκλησίας, τὰς ψυχὰς εὐφραίνων θεσπέσιε, τῶν τιμώντων σου τὴν μνήμην εὐκλεῶς.

Γνώμῃ κραταιᾶ, διετράνωσας Χριστοῦ τὴν πίστιν, καὶ ἀνόμων πλάνην διήλεγξας, ὅθεν αἴνεσίς σοι πρέπει ἀληθῶς.

Δήμῳ ἀθλητῶν, ἐν τῇ σκήτῃ τοῦ Τυρνάβου μάκαρ, μαρτυρίου δρόμον ὑπέδειξας, ἐνθαῤῥύνων σῷ φρονήματι στεῤῥῶ.

Ἔργῳ ἀνδρικῷ, ἐπεδόθης Μάρτυς ἐν Βουνένοις, καὶ σαρκὶ ὡράθης ἰσάγγελος, ἐπιγείων ἡδονῶν παραιτηθείς.

Ζήλῳ ἱερῶ, τῷ Κυρίῳ προσηνέχθης θῦμα, ἵνα κοινωνήσῃς Νικόλαε, ἀνεκφράστου οὐρανίου ἡδονῆς.

Ἤθλησας λμπρῶς, ἐν Βουνένοις ὅθεν ἐνεδύσω, δύναμιν ἐξ ὕψους Νικόλαε, θεραπεύειν πᾶσαν νόσον χαλεπήν.

Θέλων μετασχεῖν, Βασιλείας τῆς ἐπουρανίου, βάσανον καὶ λόγχην ὑπέμεινας, παῤῥησίᾳ τὸν Χριστὸν δοξολογῶν.

Ἴασιν εὑρῶν, τοῦ λειψάνου σου τῇ θέᾳ μάκαρ, ὁ τῆς Εὐφημίας συνώνυμος, ἄρχων ἤγειρε ναόν σου εὐπρεπῆ.

Κῶμαι καὶ βουνοί, πεδιάδες κορυφαὶ καὶ νῆσοι, τῆς Ἑλλάδος χώρα ἡ ἔνδοξος, τὸν Νικόλαον γεραίρει ἐσαεί.

Λάμψον φῶς ἡμῖν, ταῖς πρεσβείαις σου Ὁσιομάρτυς, ὅπως σοῦ τοὺς πόνους μιμούμενοι, καταντήσωμεν εἰς ὕψος θεϊκόν.

Μέμνησο πιστῶν, τῶν ὑμνούντων σου τοὺς ἄθλους Μάρτυς, καὶ διηνεκῶς καθικέτευε, τὸν Σωτῆρα καὶ Θεὸν ὑπὲρ ἡμῶν.

Νέμεις δωρεάς, τοῖς προστρέχουσι τῇ σῇ προνοίᾳ, καὶ δοξολογοῦσι τὸν Κύριον, Ὅν ἐδόξασας Νικόλαε τρανῶς.

Ξένον σὲ εὑρών, ἀνομίας ὁ ἐχθρὸς ὁ πλάνος, εἰς πληθὺς βασάνων ὑπέβαλεν, ἵνα κάμψῃ σὴν οὐράνιον ῥοπήν.

Ὅλως τῷ Χριστῷ, ἠκολούθησας Μάρτυς θεόφρον, ποθεινὴν πατρίδα τρισένδοξε, προτιμήσας χαμαιζήλων ἐφετῶν.

Πᾶσα ἡ Ἑλλάς, ὡς τερπνὸν κατέχει σε λειμῶνα, εὐωδίαν πίστεως ἄῤῥητον, ὦ Νικόλαε παρέχοντα πιστοῖς.

Ῥῦσαι συμφορῶν, καὶ ποικίλων νόσων ἀνιάτων, τοὺς προσερχομένους Νικόλαε, τῷ ναῷ σου καὶ αἰτοῦντας ἀρωγήν.

Στῦλος ἀκλινης, τῆς Χριστοῦ ἐδείχθης ἐκκλησίας, ὅτι ἰσαγγέλως ἐβίωσας, καὶ ἐνήθλησας Νικόλαε στεῤῥῶς.

Τεῖχος ἀληθῶς, καὶ ἀντίληψις τοῖς Ὀρθοδόξοις, παρὰ Ἰησοῦ καρτερόψυχε, ἐδωρήθης ἵνα σῴζης ἐκ δεινῶν.

Ὕμνοις καὶ ᾠδαῖς, τὴν σὴν μνήμην Μάρτυς ἀθλοφόρε, ἄγοντες θερμῶς ἱκετεύομεν, ῥῦσαι ἅπαντας ἡμᾶς ἐκ συμφορῶν.

Φέρων ἀνδρικῶς, τὸν ἀγῶνά σου εἰς τέλος Μάρτυς, ἐν ἀγαλλιάσει ἀνέδραμες, ὑπαντῆσαι τῷ Χριστῷ ἐν οὐρανοῖς.

Χαίρων μυστικῶς, θείου Πνεύματος τῇ συνεργείᾳ, μαρτυρίου δρόμον τετέλεκας, τῶν ἀνόμων ἀπειλὰς μὴ πτοηθείς.

Ψάλλουσι χοροί, ἀθλοφόρων ἅμα καὶ Ὁσίων, σοῦ τοῦ μαρτυρίου τὰ σκάμματα, ἅ διήνυσας πρὸς δόξαν Ἰησοῦ.

Ὡς φωτὸς πηγή, καταυγάζεις τῶν Βουνένων ὄρη, καὶ φωταγωγεῖς τοὺς προστρέχοντας, ὦ Νικόλαε τῇ σῇ ἐπισκοπῇ.

Δόξα. Τριαδικόν.
Ἄναρχε Τριάς, ὁμοούσιε μία Θεότης, ταῖς τοῦ Νικολάου δεήσεσι, σκέπε φρούρει καὶ διάσῳζε ἡμᾶς.

Καὶ νῦν. Θεοτοκίον.
Μῆτερ τοῦ Θεοῦ, παναμώμητε ἀγνὴ Παρθένε, πάρεχε εἰρήνην τοῖς δούλοις Σου, τοῖς αἰτοῦσι τὴν θερμήν Σου ἀρωγήν.

Καὶ πάλιν τὸ πρῶτον:
Ἄξιόν ἐστι, τὸν Νικόλαον ὕμνοις τιμῆσαι, ὅτι Ἰησοῦν ὡμολόγησε, καὶ ἀνόμων κατεπάτησεν ὀφρῦν.

Στάσις γ΄. Αἱ γενεαί πᾶσαι.
Αἱ γενεαὶ πᾶσαι, σὲ ὑμνολογοῦμεν, Νικόλαε θεόφρον.

Ἀκροστιχὶς ἀλφαβητική.
Ἀγγέλων αἱ χορεῖαι, καὶ τῶν βροτῶν τὰ πλήθη, τιμῶσί σου τοὺς ἄθλους.

Βλαστήσας ἐξ Ἑῴας, ἐξήνθησας παμμάκαρ, ἐν τῇ Βουνένων χώρᾳ.

Γνώσει ἀληθείας, λελαμπρυσμένος Μάρτυς, ἐδίωξας τὰ σκότη.

Δραμὼν ἐκ τῆς Λαρίσης, ψυχῆς γαλήνην εὗρες, ἐν τῷ Τυρνάβου ἄλσει.

Ἐλθόντων τῶν Ἀράβων, ὑπήνεγκας βασάνους, ἐν σκήτῃ τῶν Βουνένων.

Ζωῆς σου οὐκ ἐφείσθης, Νικόλαε γενναῖε, ἵνα Χριστὸν κερδήσῃς.

Ἡ ἄνομος χορεία, ἐλόγχευσε θεόφρον, πλευράν σου τὴν τιμίαν.

Θελήματι Ἁγίῳ, ἀλώβητον εὑρέθη, τὸ πάντιμόν σου σῶμα.

Ἰάθη ὡς κατεῖδεν, ὁ Εὐφημίας ἄρχων, συνώνυμος σὸν σκῆνος.

Κοσμεῖ τὴν Θετταλίαν, καὶ γῆν Ἑλλάδος πάσης, πληθὺς ναῶν σου Μάρτυς.

Λαμπρύνεις τοὺς κειμένους, ἐν σκότει ἁμαρτίας, τῇ σῇ ἐπιστασίᾳ.

Μὴ παύσῃ ἐποπτεύων, Νικόλαε ὑψόθεν, τοὺς σὲ ἀνευφημοῦντας.

Νικόλαον τὸν θεῖον, πανδήμως μεγαλύνει, Κλειτσὸς ὁ ἐν Ἀγράφοις.

Ξενίζει χάριτί σου, πιστῶν τὰς συστοιχίας, Νικόλαε θεόφρον.

Ὁμώνυμός σου κώμη, ἐν τῇ Εὐρυτανίᾳ, τὴν μνήμην σου γεραίρει.

Παντοίων ἀλγηδόνων, ἀπέλασον ὀμίχλην, Νικόλαε λιταῖς σου.

Ῥαίνομέν σε ὕμνων, τοῖς ἡδυπνεύστοις μύροις, Νικόλαε παμμάκαρ.

Σὴν κάραν κεκτημένην, ἡ Ἄνδρος ἀθλοφόρε, ἀγάλλεται καὶ χαίρει.

Ταμεῖα ἰαμάτων, ὑπάρχουσα ἐν πάσῃ, τῇ κτίσει οἱ ναοί σου.

Ὕμνους σοὶς προσφέρει, Νικόλαε ἡ ὄντως, χριστώνυμος χορεία.

Φθορᾶς τοὺς σοὺς ἱκέτας, καὶ πάσης ἀνομίας, Ὁσιομάρτυς ῥῦσαι.

Χαρᾶς πληροῖς ἀφάτου, τοὺς ἐν Πελοποννήσῳ, τιμῶντάς σε προθύμως.

Ψάλλοντες τιμῶμεν, Νικόλαε γενναῖε, ἀγῶνά σου τὸν θεῖον.

Δόξα. Τριαδικόν.
Ὤ Τριὰς Ἁγία, σῴζε τοὺς τιμῶντας, τὴν Νικολάου μνήμην.

Καὶ νῦν. Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἱλέωσαι τὸν Κτίστην, ὑπὲρ τῶν σὲ ὑμνούντων.

Καὶ πάλιν τὸ πρῶτον:
Αἱ γενεαὶ πᾶσαι, σὲ ὑμνολογοῦμεν, Νικόλαε θεόφρον.


ΕΥΛΟΓΗΤΑΡΙΑ
Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με, Νικόλαον ὑμνῆσαι.
Ἀσκητῶν πολιτείαν, στερνισθεὶς ἐν Τυρνάβῳ, ἠγωνίσθης νομίμως, ἐν Βουνένοις δὲ σοφέ, ἐπεδόθης εἰς ἄθλους, καὶ ὡς νικητής, ἐξελθὼν τοῦ σκάμματος, τοῦ Χριστοῦ τὴν δόξαν, ὄντως ἐτράνωσας.

Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με, Νικόλαον ὑμνῆσαι.

Σοὺς ἀγῶνας, ἀνδρικοὺς Νικόλαε, αἱ οὐράνιαι δυνάμεις, καθορῶσαι ἐν χορῷ ἐξέστησαν, καὶ ἀνέκραζον, Ὁσιομάρτυς· χαῖρε ἀθλητά, ἀζύγων παράδειγμα, καὶ λαμπρὸν τῶν Ἀθλοφόρων ἐκτύπωμα.

Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με, Νικόλαον ὑμνῆσαι.

Λίαν θερμῶς, τὴν ὁδὸν διήνυσας, τῆς ἀθλήσεως ἐν τοῖς Βουνένοις, καὶ βασάνους χαλεπάς, ὑπήνεγκας εὐτόλμως, στῦλος γεγονώς, πίστεως Νικόλαε, τοῦ Δεσπότου Χριστοῦ, θεῖον ἐγκαλλώπισμα.

Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με, Νικόλαον ὑμνῆσαι.

Μυροφόρων τὸ χρέος, οἱ πιστοὶ ἐκτελοῦντες, ἀντὶ νάρδου προσφέρουσι καὶ σμύρνης, ψαλμοὺς καὶ ᾠδάς, σοὶ Νικόλαε θεῖε, καὶ πανευλαβῶς, τιμῶσιν ἑκάστοτε, τὸ σεπτὸν καὶ ἱερόν σου μαρτύριον.

Δόξα. Τριαδικόν.
Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Πνεῦμα τὸ θεῖον, τρισυπόστατον δόξαν, ἐν μιᾷ τῇ οὐσίᾳ, καὶ ἐν ἱεροῖς, ὕμνοις ἀνακράζομεν· δόξα τῇ δυνάμει σου Κύριε.

Καὶ νῦν. Θεοτοκίον.
Ζωοδότην τεκοῦσα, Θεοτόκε Παρθένε, καθικέτευε ὅπως, Νικολάου πρεσβείαις, ὁ Υἱός Σου παρέχῃ, ἄφθορον ζωήν, Σοῦ τοῖς δούλοις Ἄχραντε, τοῖς ὑμνοῦσιν ἀεὶ τὰ μεγαλεῖά Σου.

Μεγαλυνάρια· κατὰ τό Ἀκατάληπτόν ἐστι.

Ἀκροστιχὶς ἀλφαβητική.

Ἀθλητὰ πανευκλεές, τοῦ σταδίου ἀριστεῦ, καὶ Βουνένων λαμπη-ών, σὲ Νικόλαε ὑμνῶ.

Βασιλείας τοῦ Χριστοῦ, τεῖχος ὄντως ἀῤἁγές, καὶ ἀνόμων ὀλετήρ, ὤφθης Μάρτυς γεραρέ.

Γεωργήσας ἐμμελῶς, σπόρον θείων ἐντολῶν, ἀρετῶν καρπὸν πολύν, ἤνεγκας τῷ Λυτρωτῇ.

Δέξαι Μάρτυς εὐσταλές, καὶ ἡδύπνοε λειμών, πολιτείας ἀκραιφνοῦς, ἥν προσάγω σοι ᾠδήν.

Ἐνθεώτατε φωστήρ, τῶν Βουνένων ἀστραπαῖς, σῶν καμάτων φρυκτωρεῖς, εὐσεβούντων τοὺς χορούς.

Ζήλῳ κρείττονος ζωῆς, κατεφρόνησας φθαρτῶν, καὶ ἐπτέρωσας τὸν νοῦν, θαυμαστὲ πρὸς οὐρανόν.

Ἠγωνίσω ἀνδρικῶς, κατ’ Ἀράβων ὡς Χριστοῦ, στρατιώτης ἀληθής, καὶ ὁπλίτης πανσθενής.

Θεοσύλλεκτον χορόν, ἐξ ἁγίων Ἀθλητῶν, συνεκρότησας λαμπρῶς, ἐν Τυρνάβῳ εὐσταλές.

Ἰατρεῖον τοῦ δουκός, ὤφθης Εὐφημιανοῦ, τοῦ ἐκ λέπρας ζοφερᾶς, τρυχομένου Ἀθλητά.

Κατευνάσας πειρασμούς, ἀσιγήτῳ προσευχῇ, ὦ Νικόλαε σαρκός, ὤφθης χάριτος ναός.

Λαμπρυνθεὶς μαρμαρυγαῖς, πίστεως καὶ προσευχῆς, τὴν ζοφώδη τοῦ ἐχθροῦ, ἀπεδίωκας ἀχλύν.

Μεγαλύνομεν τῆς σῆς, καρτερίας τὸ στεῤῥόν, οἱ προστάτην ἀσφαλῆ, κεκτημένοι σε πιστοί.

Νικολάου τοῦ κλεινοῦ, χρυσοπτέρυγος πτηνοῦ, τοῦ σκηνοῦντος ἐν Ἐδέμ, ἀρωγὴν ἀνευφημῶ.

Ξενωθεὶς τῶν γεηρῶν, πόθῳ σου θεοφιλεῖ, τοῖς Βουνένων ἀσκηταῖς, προσεχώρησας ἑκών.

Ὁλοτρόπως τῷ Θεῷ, ἀνακείμενος σοφέ, ὤφθης ἔμψυχος ναός, θεαρέστου ἀρωγῆς.

Πλήρης ἄτρωτε χαρᾶς, ἐκεντήθης τὴν πλευράν, ἐν Βουνένων τοῖς δρυμοῖς, αἶνον πέμπων τῷ Θεῷ.

Ῥείθροις σοῦ τῶν διδαχῶν, ἤρδευσας τὴν σὴν φρουράν, καὶ πρὸς ἔνθεον ζωήν, ἴθυνας αὐτὴν κλυτέ.

Στέφος νίκης ἐκ χειρῶν, δεδεγμένος τοῦ Θεοῦ, σὺν Ἀγγέλων τοῖς χοροῖς, χαίρεις ἐν τοῖς οὐρανοῖς.

Τρίβον τὴν τῶν Ἀθλητῶν, καὶ Ὁσίων ἐν ταυτῷ, διανύσας θεϊκῆς, δόξης ἔτυχες σεμνέ.

Ὑπὲρ πάσας καρτερέ, τὰς ἡλίου ἀστραπάς, καταυγάζεις τὰς ψυχάς, τῶν τιμώντων σε ἀεί.

Φυλακτήριον ἡμῶν, πέλεις πάντων τῶν πιστῶς, ὦ Νικόλαε σαφῶς, γεραιρόντων σὴν θανήν.

Χελιδὼν Χριστοῦ τερπνή, ἐν τῷ ἔαρος καιρῷ, τοὺς πιστοὺς χαροποιεῖς, ἀρετῶν σου ταῖς ᾠδαῖς.

Δόξα. Τριαδικόν.
Ψάλλοντές Σε μυστικῶς, ὑπερύμνητε Τριάς, σὺν Πατρί τε καὶ Υἱῷ, Πνεῦμα μέλπομεν σεπτόν.

Καὶ νῦν. Θεοτοκίον.
Ὡς Μητέρα ἀγκαλῆ, τοῦ τῶν ὅλων Λυτρωτοῦ, Σὲ δοξάζομεν Ἁγνή, μυροθήκη θεϊκή.





Πηγή

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης