Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1660
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον Οσιομάρτυρα Νικόλαο του εν Βουνένοις Νο2 Empty Παρακλητικός Κανών εις τον Οσιομάρτυρα Νικόλαο του εν Βουνένοις Νο2

Την / Το Δευ Αυγ 05, 2019 9:50 am
Παρακλητικός Κανών εις τον Οσιομάρτυρα Νικόλαο του εν Βουνένοις

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Παρακλητικός Κανών εις τον Οσιομάρτυρα Νικόλαο του εν Βουνένοις Νο2 Nikola12

Εῦλογήσαντος τοῦ ἰερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά Τροπάρια. Ἦχος δ΄.

Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.

Τὸν γενναιότατον Κυρίου ὁπλίτην, καὶ ἀσκητὴν θεοειδῆ εὐσχημόνως, ὡς ἰατρὸν πανάριστον τῶν νόσων φαιδρῶς, μέλψωμεν κραυγάζοντες τῶν Βουνένων λαμπρότης, λύτρωσαι πρεσβείαις σου ἐνεστώσης ἀνάγκης, καὶ δυσφορήτου ἄχθους τοὺς ἀεί, σὲ μελῳδοῦντας εὐσχήμων Νικόλαε.

Δόξα. Τό Ἀπολυτίκιον.Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.


Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: ΝΙΚΟΛΑΟΥ ΝΕΟΥ ΤΗΝ ΑΡΩΓΗΝ ΑΙΤΟΥΜΑΙ. Χ. Μ. Μ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Νικόλαε αὖχος ἐμῆς ψυχῆς, Βουνένων φαιδρότης, καὶ Μαρτύρων ὑπογραμμέ, παράσχου ὑγείαν κατ’ ἄμφω, ταῖς σαῖς πρεσβείαις ἡμῖν τοῖς ἱκέταις σου.

Ἰλύος ἀπόπλυνων χαμερπῶν, παθῶν με γενναῖε, στρατηλάτα τοῦ Λυτρωτοῦ, Νικόλαε νάμασιν εὐχῶν σου, καὶ τῆς ψυχῆς τὸν χιτῶνά μου λεύκανον.

Κοσμήσας αἱμάτων σου ὀχετοῖς, Βουνένων τὴν χθόνα, κόσμος δέδειξαι ἀθλητῶν, Νικόλαε καὶ τῶν εὐσεβούντων, πρὸς οὐρανοὺς ποδηγέτης γεγένησαι.

Θεοτοκίον.
Ὁδήγησον πάντας Χριστιανούς, λιταῖς Νικολάου, πρὸς λειμῶνας ἀειθαλεῖς, ἀλύπου ζωῆς Θεογεννῆτορ, οἰακοτρόφε ψυχῆς τῶν ὑμνούντων Σε.


ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος.
Λυπηρῶν τρικυμίας, καὶ τῶν παθῶν κλύδωνας, κόπασον ἡμῶν σαῖς πρεσβείαις, νέε Νικόλαε, ὁ τῶν Βουνένων δρυμούς, καθαγιάσας ἱδρῶσιν, εὐκλεοῦς ἀσκήσεως, καὶ ῥείθροις αἵματος.

Ἀριστέων σταδίου, περιφανὲς πρώταθλε, καὶ φρουρᾶς Λαρίσης ἡγῆτορ, μάκαρ Νικόλαε, τῶν ἀρετῶν εὐσθενῶς, τοὺς ὑμνητάς σου ἀνῦ-αι, στάδιον ἀξίωσον, ἄγαν τὸ δύσβατον.

Ὁσιόαθλε Μάρτυς, ὁ ἐν δρυΐ ἄσμενος, προσδεθεὶς καὶ λόγχης ἰδίας, πεῖραν γευσάμενος, μὴ διαλίπῃς Χριστῷ, πρεσβεύειν πάθη συντρίβειν, τῆς σαρκὸς χαμαίζηλα, πάντων Νικόλαε.

Θεοτοκίον.
Ὑπερένδοξε Μῆτερ, τῶν ἀθλητῶν καύχημα, καὶ τῶν ἀσκητῶν ὡραιότης, Ὁσιομάρτυρος, τοῦ Νικολάου εὐχαῖς, ἐκ τοῦ βυθοῦ ἀπωλείας, ζοφερᾶς ἀνάγαγε, τοὺς εὐφημοῦντάς Σε.


Ἀνάδειξον, Ὁσιομάρτυς Νικόλαε τροπαιοῦχε, ἐν τῷ σκάμματι νικητὰς τοῦ βίου σοὺς πρόσφυγας, ὁ πίστει νικήσας τὸν παλαιμναῖον.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νοσημάτων ἀπάλλαξον, ἀλγεινῶν Νικόλαε τοὺς τιμῶντάς σε, ὡς Λαρίσης ἀρχιστράτηγον, καὶ Βουνένων σέμνωμα περίδοξον.

Ἐξωτέρου Νικόλαε, σκότους καὶ κολάσεως ῥῦσαι ἅπαντας, τοὺς προστρέχοντας σῇ χάριτι, τίμιον ἀνδρείας στηλογράφημα.

Οὐρανίου φρονήματος, πλῆσον τοὺς γεραίροντας σοῦ τήν  ἄθλησιν, στρατηλάτα θεοστήρικτε, τῶν Βουνένων κλέϊσμα Νικόλαε.

Θεοτοκίον.
Ὑψαυχοῦντος τὸ φρύαγμα, δράκοντος πατάξαι ἡμᾶς ἀξίωσον, ταπεινώσεως ἀρχέτυπον, καὶ Ὑψίστου θρόνε χρυσοστόλιστε.


ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Τείχισον ἡμᾶς, τῇ ἀόκνῳ προστασίᾳ σου, ἵνα πάντοτε φρουρούμενοι στεῤῥέ, ὑπὸ σοῦ εἰς ὅρμον θεῖον καταντήσωμεν.

Ἤσχυνας ἑσμόν, τῶν Ἀράβων τῇ ἀνδρείᾳ σου, καὶ Βελίαρ τῇ σεμνῇ σου ἀρωγῇ, εὐσεβῶν ἀκέστορ ἔνθεε Νικόλαε.

Νίκας τῷ λαῷ, τοῦ Θεοῦ δωροῦ πρεσβείαις σου, καὶ συντήρει ἀπειράστους τῆς ἐχθρῶν, πανουργίας τοὺς ἱκέτας σου Νικόλαε.

Θεοτοκίον.
Ἄχραντε ὁδούς, μετανοίας δεῖξον ἅπασι· Σὺ γὰρ πέλεις ποδηγὸς πρὸς τὸν Χριστόν, καὶ Υἱόν Σου τῶν ὑμνούντων Σε Παντάνασσα.


ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ῥανίδας μου, τῶν δακρύων σπόγγισον, μανδηλίῳ τῶν θερμῶν πρεσβειῶν σου, πρὸς τὸν Χριστὸν ὑπὲρ Οὗ καὶ προθύμως, ἐν τοῖς Βουνένοις σὸν αἷμα ἐξέχεας, καὶ τῆς ἀλήκτου χαρμονῆς, τὸν ἱκέτην σου ποίησον μέτοχον.

Ὡς ἔλαφοι, αἱ διψῶσαι τρέχουσιν, ἐφ’ ὑδάτων τὰς πηγὰς οὕτω πάντες, πρὸς τὸν ναόν σου Νικόλαε νέε, τῶν εὐσεβούντων νῦν σπεύδομεν σύλλογοι, ὡς ἄν ἀφθόνως ψυχικῆς, εὐφορίας ἀντλήσωμεν νάματα.

Γαυρίαμα, ὥς ποτε ἠδάφισας, τοῦ ἀλάστορος Νικόλαε Μάρτυς, ἀνατεθεὶς ὁλικῶς τῷ Κυρίῳ, ἐν τοῖς Βουνένων δρυμοῖς οὕτω σκέδασον, καὶ τὰ κινούμενα αὐτοῦ, καθ’ ἡμῶν κραταιὲ βέλη πάντοτε.

Θεοτοκίον.
Ἡγίασε, τὴν ἁγνὴν γαστέρα Σου, οἰκητήριον αὐτὴν ὁ ποιήσας, φωτολαμπὲς τοῦ Θεοῦ θεῖος Λόγος, ὁ διὰ Σοῦ εἰληφὼς σάρκα βρότειον, καὶ γένος ἅπαν χοϊκόν, Θεοτόκε θεώσας Πανύμνητε.


Ἀνάδειξον, Ὁσιομάρτυς Νικόλαε τροπαιοῦχε, ἐν τῷ σκάμματι νικητὰς τοῦ βίου σοὺς πρόσφυγας, ὁ πίστει νικήσας τὸν παλαιμναῖον.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ἐκ τῆς Ἑῴας ὁρμώμενος ἤθλησας, ἐν τοῖς Βουνένοις Νικόλαε ἄριστε, καὶ χάριν θαυμάτων ἀπείληφας, ὡς ἀθλητὴς ὑψηλόφρων καὶ Ὅσιος. Διὸ σὲ ἀπαύστως γεραίρομεν.

Προκείμενον. Δίκαιος ὡς φοίνιξ ἀνθήσει καί ὡσεί κέδρος ἡ ἐν ταῶ Λιβάνῳ πληθυνθήσεται.
Στ. Θαυμαστὸς ὁ Θεός ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ματθαῖον (Κεφ. ι΄ 16-23).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς. Ἰδοῦ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων. Γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων. Παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς, καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. Ὅταν δὲ παραδώσουσιν ὑμᾶς μὴ μεριμνήσητε πῶς ἤ τί λαλήσητε. Δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τὶ λαλήσετε. Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν, τὸ λαλοῦν ἐν ὑμῖν. Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον. Καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς. Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου, ὁ δὲ ὑπομείνας εἰς τέλος σωθήσεται.

Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου...

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ. Ἐλέησόν με, ὁ Θεός...
Ὡς ἀράχνην ἔλυσας, ἰστὸν ἐπίγειον δόξαν, τῆς Λαρίσης πρώταρχε, τῆς φρουρᾶς Νικόλαε, ἀκατάβλητε. Πέλων γὰρ πάντιμον, τοῦ Χριστοῦ ᾕδυσμα, καὶ λευκάνθεμον πανεύοσμον, πιστοὺς κατηύφρανας, καὶ ἐχθρὸν τὸν πλάνον κατῄσχυνας, ἀόκνου ἐργαστήριον, προσευχῆς καὶ τόλμης γενόμενος· ὅθεν ἐν Βουνένων, τοῖς ἄλσεσιν ἀθλήσας ἀνδρικῶς, ὑπὲρ ἡμῶν χάριν εἴληφας, μεσιτεύειν πάντοτε.


ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Νικηφόρους ἀγῶνας, κατ’ Ἀράβων τελέσας, στεῤῥὲ Νικόλαε, ἐν ὄρει τοῦ Τυρνάβου, σὺν δήμῳ σῶν συνάθλων, στέφος δόξης ἀπείληφας, καὶ χάριν εὗρες ἀεί, ὐπὲρ ἡμῶν πρεσβεύειν.

Ἀθλητῶν δωδεκάδος, παναλκίμου προΐστωρ, θεόφρον πέφηνας, μεθ’ ὧν νῦν συναγάλλῃ, Νικόλαε ἐν πόλῳ, καὶ πρεσβεύεις ἀείποτε, ὑπὲρ ἡμῶν τῶν πιστῶς, τιμώντων σου τὴν μνήμην.

Ἱερεῖον ὡς θεῖον, προσηνέχθης Κυρίῳ, καὶ θῦμα τέλειον, Νικόλαε ἀθλήσας, ἐν δάσει τῶν Βουνένων, ἀπτοήτῳ φρονήματι, δι’ οὗ πληροῖς καὶ ψυχάς, ἡμῶν ἐν μάχαις βίου.

Θεοτοκίον.
Τῆς ζωῆς μου τὸν χρόνον, δαπανήσας ὁ τάλας, ἀνόμοις πταίσμασι, βοῶ Σοι Θεοτόκε, ἐξ ἔργων μου βορβόρου, ἔγειρόν με καὶ σῶσόν με, ἵνα ὑμνῶ Σε ἀεί, Ὑπερευλογημένη.


ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὀδμὰς ἐκπνέει, ἡ τῶν λειψάνων σου θήκη, μυροβόλους Νικόλαε νέε, ἀντιλῆπτορ θεῖε, τῶν σὲ ὑμνολογούντων.

Ὑπὸ τὴν σκέπην, τῶν σωστικῶν πρεσβειῶν σου, καταφεύγοντες σὲ μελῳδοῦμεν, στρατηλάτα σῶφρον, Νικόλαε Κυρίου.

Μὴ μοῦ παρίδης, τοῦς ἐν βίῳ ἱδρῶτας, καὶ τὸν κόπον ὅν νῦν καταβάλλω, φυλακὴν τηρῆσαι, Νικόλαε θυρίδων.

Θεοτοκίον.
Ἁγνὴ Παρθένε, γενοῦ θερμὴ βοηθός μου, ἐν ἐσχάτῃ τῆς Κρίσεως ὥρᾳ, ἵνα καταδίκης, κολάσεως ἐκφύγω.


ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰάσεων ὀμβρίζεις, νάματα ὁ λέπραν, Θεσσαλονίκης δουκὸς τὴν ἀνίατον, ὑπερφυῶς θεραπεύσας κλεινὲ Νικόλαε.

Χαρίτων μυροθήκη, θείων οὐρανόθεν, τοῖς σὲ τιμῶσι Νικόλαε στάλαξον, πταισμάτων λύσεως δρόσον καὶ ἀπολύτρωσιν.

Μαρτύρων θεῖε κόσμε, καὶ Ὁσίων στέμμα, τοὺς σὲ προστάτην ἀνύστακτον ἔχοντας, ἐκ συμφορῶν καὶ παγίδων τοῦ πλάνου λύτρωσαι.

Θεοτοκίον.
Μαρία ἐκτακεῖσαν, τὴν ψυχὴν Σοῦ δούλου, ἀνομημάτων φλογμῷ καταδρόσισον, ψεκάσι θείου ἐλέους τοῦ Σοῦ καὶ σῶσόν με.


Μεγαλυνάρια.
Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Χαίροις Ἐκκλησίας νεολαμπές, πύρσευμα φωτίζων, θαυμασίων σου ταῖς βολαῖς, τῆς Ἑλλάδος χώραν, Νικόλαε Βουνένων, ὡράϊσμα καὶ κλέος, περικαλλέστατον.

Ἤθλησας Νικόλαε κραταιέ, βλάστημα Ἑῴας, μυροβόλον πανευσθενῶς, ἐν δρυμοῖς Βουνένων, καὶ ηὔφρανας τοὺς δήμους, τῶν εὐσεβῶν τοῖς ὕμνοις, νῦν εὐφημούντων σε.

Χαίροις στρατηλάτα τοῦ Ἰησοῦ, σὺν τῆ δωδεκάδι, τῶν ἀνδρείων σου ὁπλιτῶν, χαίροις ὁ Λαρίσης, Τυρνάβου καὶ Βουνένων, τὴν χθόνα ἁγιάσας, ἄθλοις Νικόλαε.

Χαίροις τῆς Ἑῴας σεπτὸς βλαστός, Ὁσιομαρτύρων, στῦλος ὄντως φωτοειδής, χαίροις τῶν Βουνένων, ὁ θεῖος μαργαρίτης, καὶ φύλαξ εὐσεβούντων, πανιερώτατος.

Νίκας εὐσεβέσι κατὰ παθῶν, δίδου ταῖς λιταῖς σου, καὶ διέγειρον τὰς ψυχάς, πρὸς Κυρίου αἶνον, ἡμῶν σημειοφόρε, Νικόλαε Βουνένων, ἔμψυχον ἄγαλμα.

Πόθῳ ἑορτάσωμεν ἀδελφοί, τὴν φωσφόρον μνήμην, Νικολάου τοῦ θαυμαστοῦ, στέφοντες ἐκθύμως, τοῦ ἕαρος τοῖς ῥόδοις, αὐτὸν ὡς ἄν τῆς θείας, τύχωμεν χάριτος.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα τοῦ Ἁγίου καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια.
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων, τῶν ἐν ὕμνοις μελιχροῖς, τὴν ἀξιοθαύμαστον μνήμην, ἐπιτελούντων σου, πλήρου τὰ αἰτήματα, σοφὲ Νικόλαε, καὶ Χριστὸν καθικέτευε, ὑπὲρ τῶν ἐκθύμως, ὡς στεῤῥὸν τῆς πίστεως, τιμώντων Μάρτυρα, σὲ καὶ ἀσκητὴν θεοφόρον, τὸν ἐν Βουνένοις στεφάνους, νίκης αἰωνίου κομισάμενον.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Ἀκεσώδυνον φρέαρ, τοῖς τιμῶσί σε δέδοσαι, πᾶσιν ἀποστάζον εἰρήνης, καὶ ἰάσεων νάματα, ὁπλῖτα ἐν Ἑῴας εὐσθενές, Νικόλαε Βουνένων θησαυρέ, Ἀθλοφόρων καὶ Ὁσίων, περιφανὲς κοσμῆτορ, ὅθεν κράζομεν· Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἀνύστακτον φρουρόν, ἡμῖν δωρήσαντι.





Πηγή

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης