Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1361
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον Άγιο Νεομάρτυς Θεοδώρου του Βυζαντίου Πολιούχου Μυτιλήνης  Empty Παρακλητικός Κανών εις τον Άγιο Νεομάρτυς Θεοδώρου του Βυζαντίου Πολιούχου Μυτιλήνης

Την / Το Δευ Αυγ 05, 2019 9:57 am
Παρακλητικός Κανών εις τον Άγιο Νεομάρτυς Θεοδώρου του Βυζαντίου Πολιούχου Μυτιλήνης

Η ακολουθία του Παρακλητικού Κανόνος ἀντεγράφη ἐκ χειρογράφου τῆς ἐν Ἀγίω ‘΄Ορει Ἰεράς Ἰβιρητικῆς σκήτης τοῦ Τιμίου Προδρόμου.
Παρακλητικός Κανών εις τον Άγιο Νεομάρτυς Θεοδώρου του Βυζαντίου Πολιούχου Μυτιλήνης  Agios_14
Η μνήμη του εορτάζετε στις 17 Φεβρουαρίου

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

και τά παρόντα τροπάρια.

Ήχος δ’. Ο ὐψωθείς ἐν τῶ Σταυρῶ

Τῶ αθλοφόρω τοῦ Χριστοῦ τῶ γενναίω, νῦν πρὀσδραμόντες οι πιστοί, ομοφῶνως, ἔν μετανοία, κράξωμεν αυτώ αληθεί, Άγιε Θεόδωρε, Νεομάρτυς Κυρίου, σπεῦσον ἐξελοῦ ἠμάς, από πᾶσης ανάγκης, και ἐπηρείας, μάκαρ, του εχθροῦ, ταῖς προς Θεόν ἰκεσίαις σου, ένδοξε.

Δόξα. Απολυτίκιον. Ήχος δ΄. Ταχύ προκατάλαβε.
Το πάντιμον λείψανον του Θεοδώρου, πιστοί, ενδόξως τιμήσωμεν ῶς θησαυρόν τιμαλφή, και πάντες βοῆσωμεν, Σῶσον ἔκ τῶν κινδῦνων, τους πιστῶς σε τιμῶντας, ὤς ποτέ συ ἐρρύσω, ἔκ πανῶλους την πόλιν, και πάντας περιφρούρησον ταῖς ικεσίαις σου.

Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.


Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Και ο Κανών.

Ωδή α’. Ήχος δ’. ‘Αρματηλάτην Φαραῶ εβύθισε.

Πρὸς την σὴν ὄντως κραταιάν ἀντίληψιν, οὶ ἔν κινδύνοις πολλοίς, συσχεθέντες, Μάρτυς, πεφευγότες κράζομεν, Σπεῦσον Χριστοῦ Θεόδωρε, ρῦσαι θλίψεως πᾶσης, τοῦς σε ἀεί μακαρίζοντας, και τὰ σᾶ δοξάζοντας τρόπαια.

Πᾶσαις ιδέαις λυπηρῶν κυκλούμενοι, και ἀντιπνοίαις ἀεί, τῶν σκανδάλων βίου, υπέρ νοῦν βαλλόμενοι, πρὸς την σὴν, Θεόδωρε, ταχινήν προστασίαν προσπεφευγότες, δεόμεθα, τοῦτων λυτρωθῆναι, πανεῦφημε.

Τοῦς καθ΄ἠμών ἐγειρομένους κλύδωνας ἔξ ἀοράτων ἐχθρών, και τῶν ὀρωμένων, και δεινήν κατάλυσιν, ἐπαπειλούντας, Άγιε, τη ροπή πρεσβειῶν σου, εὶς νηνεμίαν μετάτρεψον, και φαιδράν γαλήνην, Θεόδωρε.

Θεοτόκιον.
Γὴν εύφορον Θεοτόκε Δέσποινα, σε δυσωπῶ εκτενῶς, τὴν ἀκανθοφόρον ποίησον, γεωργία ἐνθέω, των πρεσβειῶν σου Πανάχραντε, ὄπως κατά χρέος δοξᾶζω σε.


‘Ωδή γ’. ‘Ουρανίας αψῖδος.
Προς Θεοῦ συ εδόθης, δώρον πιστοίς ἔνδοξε, σε προσκαλουμένοις ἔκ πόθου, Μᾶρτυς Θεόδωρε, ἔκ των κινδῦνων ἀεί, πάντας λυτρούμενος μάκαρ, ταῖς πρὸς τὸν φιλάνθρωπον, θείαις πρεσβείαις σοῦ.

Τις ισχῦσειεν ὄντως, σου ἐξειπείν Άγιε, τᾶς τερατουργίας ἔν κόσμω, Μάρτυς, και την βοήθειαν προσπεφευγότες πιστώς, μετά δακρῦων αιτοῦμεν, νεῦσον ελευθέρωσον ἠμάς Θεόδωρε.

Συνεχόμενοι θλίψει, νῦν πρὸς την σὴν Άγιε, κραταιάν αντίληψιν Μᾶρτυς, και τὴν βοήθειαν προσπεφευγότες πιστῶς, μετά δακρῦων αιτούμεν, νεύσον ἐλευθέρωσον ἠμάς Θεόδωρε.

Θεοτόκιον.
Επί σοὶ τᾶς ἐλπίδας, μόνη ‘Αγνή Δέσποινα, τᾶς της σωτηρίας μου πᾶσας, νῦν ανατίθημι, ἔν σοὶ θαρρών ἔκ πολλῶν, νῦν ἀναγκών ἐκλυτρούμαι, ὄθεν και μελλούσης με ρύσαι κολάσεως.


Διάσωσον από κινδύνων ἠμάς τοῦς πίστει σοι προσιόντας, ὄτι πάντες ικετικῶς πρὸς σε καταφεύγομεν, ῶς μέγιστον Θεόδωρον ἠμών πρέσβυν.

Ἐπίβλεψον, ἐν εὐμενεία πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν, καί ἴασαι, τῆς ψυχῆς μου τό ἄλγος.


Αῖτησις καὶ τὸ Κάθισμα.
Ήχος β΄. Τὰ άνω ζητῶν.

Μαρτῦρων Χριστοῦ, τοὶς δήμοις ἀριθμούμενος στεφάνω λαμπρώ, ἀθλήσεως κοσμούμενος, Νεομάρτυς ἔνδοξε, ἀθλητά Θεόδωρε μέγιστε, μη παύση πρεσβεῦων Θεῶ λυτρῶσασθαι ἠμάς, ἔκ παντοίων δεινῶν.


‘Ωδή δ’. Σὺ μου ισχῦς, Κύριε.
Και που λοιπόν, ἔτερον, εύρω υπέρμαχον; Εὶ μὴ ὄντως σε ἀξιάγαστον τον του Χριστοῦ νέον ἀθλητήν; Όθεν σου τη σκέπη, τη κραταιᾶ, νῦν Θεόδωρε, προσέδραμον ο τᾶλας, ἔν κατανῦξει, κραυγάζων σοὶ, ἔκ παντοίων με ρύσαι κακῶσεων.

Ικετικῶς Μάρτυς, Άγιε Θεόδωρε, Βυζαντίου θείον μάκαρ βλάστημα, και Μυτιλήνης κλέος, ἤδη σοι προσπίπτω, ἔν ταπεινώσει αιτοῦμενος, την σὴν παναλκεστάτην, ἀρρωγήν ἔν κινδύνοις, συνεχόμενος νῦν παναοίδιμε.

Θεοτόκιον.
Νῦν ἐφ΄ημάς, ἔπνευσαν θλίψεν, Άγιε, καταιγίδες, και καταστρωννύειν τε, ἐπαπειλούσιν ἄρδην βυθῶ, της ἀπελπισίας, ἄσπερ ταῖς αύραις δεήσεων των σῶν πρὸς τον Δεσπότην, σταθεράν εἴς γαλήνην διαμείψαι αιτούμεν Θεονύμφευτε.


Ωδή ε’. Τὴν δὲησιν μου ἐκχεῶ.
‘΄Εν κινδύνοις σε ρῦστην, ἔν συμφοραίς τὲ παρήγορον εύροιμι και ποικίλαις νόσοις, δοκιμῶτατον ὄντως ἀκέστωρα, ἀθλητά Κυρίου, Νεομαρτῦρων ὠραιότης, ἀξιάγαστε μάκαρ Θεόδωρε.

Λύπης άμετρος σάλος, και αμέτρων θλίψεων ἄπειρα κύματα, τὴς ψυχής το σκάφος, τὴς ἐμής κατακλύζουσιν, Άγιε, και μηκέτι φέρων, τὴν βίαν τοῦτων καταφεῦγω, πρὸς την σὴν προστασίαν Θεόδωρε.

Νεομᾶρτυς Κυρίου, ἀξιομακάριστε σοφέ Θεόδωρε, ο ἀγχόνην ὄντως υποστάς υπέρ Χριστού της πίστεως, τους ὴμῖν ἐχθίως, διακειμένους πρὸς Χριστόν σαῖς λιταῖς κατασίγασον.

Θεοτόκιον.
‘Αειπάρθενε Κόρη, χαῖρε Θεοτόκε Μαρία Θεόνυμφε, χαῖρε Θεοῦ ζῶντος, ὄντως ἔμψυχε πόλις πανθαύμαστε, χαῖρε κλίμαξ θεία, βροτοῦς ἀννάγουσα πρὸς ύψος ουρανοῦ από γῆς τοῦς ὐμνούντας σε.


Ωδή ς’. Τὴν δέησιν εκχεῶ.
Εκῦκλωσαν ὠσεί κύνες ἄγριοι, οι ψυχώλεθροι ἐχθροί την σὴν ποίμνην, καθυλακτοῦντες ἀτιθάσως, και εἴς τον Άδην ωθούντες και ἔλκοντες, σπεῦσον οῦν μάκαρ ἀθλητά, και τὴς τοῦτων μανίας ἔξάρπασον.

Οι μῶλωπες της ἔμής προσῶζεσαν, παναθλίας τε ψυχής και δυστῆνου, παραχωρήσει διόπερ Κυρίου, κατεδικάσθην εἴς θλίψεις και κᾶκωσιν, δυνάμει των σῶν πρεσβειῶν ἀθλητά με Θεόδωρε ἴασαι.

‘΄Ως άγριοι μονιοί την άμπελον, ἐνεμήσαντο ψυχής μου ἀθλίας, τῶν δυσμενῶν ἐπελθούσαι κακώσεις, και παντελή ἀπειλούσιν ερήμωσιν, ταῖς σαῖς πρεσβείαις προς Χριστόν, ‘Αθλοφόρε, διάσωσον δέομαι.

Θεοτόκιον.
Στενῶσεως πᾶσης ρύσαι Δέσποινα, και κινδῦνων με, Παρθένε, ναυτίας ˙ ὤσπερ γὰρ κύματα πάντοθεν, θλίψεις, το τὴς ψυχής μου σκάφος κυκλῶσασθαι, ἔμετον νῦν, φθοροποιόν, προξενούσιν ὤν λύτρωσαι Πάναγνε.

Διάσωσον από κινδῦνων ἠμάς Θεόδωρε Μᾶρτυς, τους ἔν πίστει νῦν ἀκλινεί πρὸς σε καταφεύγοντας, πρεσβείαις σου πρὸς Χριστόν εὐπροσδέκτοις.

Ἐπίβλεψον, ἐν εὐμενεία πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν, καί ἴασαι, τῆς ψυχῆς μου τό ἄλγος.

Αῖτησις καί τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν..

Αθλοφόρε Χριστοῦ του Θεοῦ γενναιότατε, ὀρθοδόξων ἀπάντων προστάτα ὀξύτατε, μη παρίδης σῶν ικετῶν δεήσεων φωνάς, ἀλλ΄ἐπάκουσον και νῦν ἠμών Μᾶρτυς Θεοδώρου σοφέ, των Λεσβίων το καῦχημα, λῦτρωσαι ἔκ κινδῦνων και θλίψεων ἔκ παντοίων, τους σε γεραίροντας ἀεί, και τιμῶντας σου την ἄθλησιν.


Προκείμενον.
Θαυμάσιος ὸ Θεός ἔν τοῖς Αγίοις αυτόῦ.
Στίχος. Τοῖς Αγίοις τοῖς ἔν τη γῆ αυτόῦ ἐθαυμάστωσεν ὸ Κύριος.

Ευαγγέλιον. ‘Εκ του κατά Λουκᾶν (κα’ . 12-19).

Είπεν ο Κύριος τοῖς ἐαυτοῦ μαθηταῖς ˙ προσέχετε από των ἀνθρώπων, ἐπιβαλούσι γὰρ ἐφ΄υμᾶς τας χείρας αυτῶν και διῶξουσι, παραδιδόντες εὶς συναγωγᾶς και φυλακᾶς, αγομένους επὶ βασιλείς και ἠγεμόνας ἔνεκεν του ονόματός μου, ἀποβήσεται δε υμῖν εἴς μαρτύριον. Θέσθε οῦν εἴς τᾶς καρδίας υμῶν μη προμελετᾶν ἀπολογηθήναι, εγώ γαρ δῶσω υμῖν στόμα και σοφίαν, ὴ οὺ δυνῆσονται ἀντειπείν ουδέ ἀντιστήναι πάντες οι αντικείμενοι υμίν. Παραδοθήσεσθε δε και υπὸ γονέων και αδελφών και συγγενών και φίλων, και θανατώσουσιν ἐξ υμών, και ἔσεσθε μισούμενοι υπό πάντων διὰ το όνομά μου, και θρὶξ εκ της κεφαλής υμῶν οῦ μη απόληται, ἐν τη ὐπομονή ὐμών κτήσασθε τᾶς ψυχᾶς ὐμῶν.


Δόξα Πατρί…
Ταις του ‘Αθλοφόρου πρεσβείαις, Ελεῆμον, ἐξάλειψον τἀ πλήθη τῶν εμῶν ἐγκλημάτων.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ταις της Θεοτόκου πρεσβείαις, Ελεῆμον, ἐξάλειψον τἀ πλήθη τῶν εμῶν ἐγκλημάτων.


Στίχ. Ἐλεῆμον, ἐλέησόν με….
Και το προσόμοιον.
Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.

Ρῦσαι πάντας Άγιε, τοῦς νῦν ἔν πίστει και πόθω, ἐπικαλουμένους σε, ἔκ παντοίων θλίψεων και κακώσεων, τῶν εχθρῶν φάλαγγας ταᾶς ἐξ ἐναντίας ἰσταμένας ἠμίν ἔνδοξε, και ἀπειλούσας τε, ρίψαι απωλείας εἴς βάραθρα, ταῶ ξίφει των σῶν σύγκοψον, πρεσβειῶν στερρόφρον Θεόδωρε, ίνα σεσωσμένοι ὐμνώμεν εὐχαρίστως ἐν ωδαίς, την πρὸς ἠμάς σου αντίληψιν Μάρτυς καρτερόψυχε.

Έτερον.
Παναγία Δέσποινα, ἠ προστασία του κόσμου, Άγγελοι, Αρχᾶγγελοι, Απόστολοι δῶδεκα Θεοσύλλεκτοι, του Χριστοῦ Πρόδρομε, Ιωᾶννη μᾶκαρ, ‘Αθλοφόροι τεσσαρᾶκοντα, Στέφανε πρῶταθλε, Βίκτωρ και Μηνᾶ και Βικέντιε, Θεόδωρε Δημήτριε και τροπαιοφόρε Γεῶργιε σὺν ‘Αθανασίω. Βασίλειε Γρηγόριε Χρυσόστομε σοφέ συν Νικολᾶω πρεσβεῦσατε ὐπέρ τῶν ψυχῶν ἠμῶν.

Σῶσον ὸ Θεός τὸν Λαόν σοῦ…

‘Ωδή ζ’. Παῖδες Ἐβραίων ἐν καμίνῳ.

Κλῦδων κακῶν κατέλαβέ με, και ανύποιστος χειμῶν παντός κινδῦνου, Νεομάρτυς Χριστοῦ, Θεόδωρε γενναίε, εἴς ὄρμον με γαλῆνιον καθοδήγησον λιταῖς σου.

Μη μἐ παρίδης τον σὸν δούλον, σοὶ προσπίπτοντα ψυχῆς ἔν ταπεινῶσει, και αιτοῦντα την σὴν παμάκαρ προστασίαν, Νεομαρτῦρων καῦχημα, ῶ Θεόδωρε γενναίε.

Όλην αυτoῦ ο βροτοκόνος, ἐξεκένωσεν ῶς ὄντως, την φαρέτραν, κατ΄ἐμοῦ ο δεινός, και ὄλον τραυματίαν κατέστησεν , αλλ΄ἴασαι, πρὸς Χριστόν με σαῖς πρεσβεῖαις.

Θεοτόκιον.
Ειδόν σε πόρρωθεν Προφήτα εν τω Πνεύματι σε φως τω Παναγίω, την εν σπλάχνοις το πυρ το Θείον δεξαμένην, το καταφλέγον πταίσματα των ανθρώπων Θεοτόκε.


Ωδή η’. Τον ἔν ΄Όρει αγίω.
Περιστάσεων χείμαρροι παντοῖων, ἐξετάραξαν τον οίκον τὴς ψυχής μου , διὀ πρὸς σε κατέφυγον κραυγᾶζων σοι , στήριξόν με Μᾶρτυς, σαῖς πρὸς τον Δεσπότην πρεσβεῖαις εὐπροσδέκτοις.

Συνεχόμενος θλίψεσιν αμέτροις, ἀπηλπίσθην του ζῆν ο σὸς οικτρός ικέτης, ἀλλά θαρρῶν τη σὴ Χριστέ χρηστότητι, σῶσον με βοῶ σοι, ταῖς του νεοάθλου πρεσβεῖαις Θεοδώρου.

Συνηθεία ηττῶμενος κακίστη, διαπράττω ἔργα ἐπαξία γεέννης, ἐντεύθεν οῦν ποικίλαις περιπέπτωκα θλίψεσιν ο τᾶλας,  ῶν με Νεομᾶρτυς Θεόδωρε νῦν ρῦσαι.

Θεοτόκιον.
Μυστικόν σε πλουτῶ σαφῶς λιμένα, διαπλέων ‘Αγνή τὴν θάλασσαν του βίου, συ γᾶρ ἀεί προφθάνεις διαςῶζουσα πᾶσης με βλάβης και επηρείας πνευμᾶτων εναντίων.


‘Ωδή θ’. Εξέστη επί τοῦτω ὸ οὐρανός.
Μυρίαις νῦν κυκλούμενος συμφοραίς και ανάγκαις δειναίς πιεζόμενος και πειρασμοίς πᾶντοθεν  δονοῦμενος φοβεροίς, πρὸς την σὴν Μᾶρτυς ἔνδοξε ἤδη καταφεύγω επισκοπήν, αιτοῦμενος την λύσιν τοῦτων, Αθλοφόρε, Νεομαρτῦρων ακροθίνιον.

Ζυγόν πικράς δουλείας τον χαλεπόν, ὸν οι δούλοι σου μᾶκαρ περίκεινται, σαις προσευχαίς σῦντριψον, Θεόδωρε Αθλητᾶ, ὀ την εχθρῶν δυσσέβειαν πᾶσαν στηλιτεῦσας πριν ανδρικῶς, και αίτησαι τελείαν ἠμίν ελευθερίαν δοῦναι θεόφρον τὸν Φιλάνθρωπον.

Χαῖροις ο αήττητος ἀθλητής και κἤρυξ γενναίος τὴς θεότητος Ιησοῦ, χαῖροις Θεοῦ δῶρον ἠμίν δεδωρημένον ἐν χρόνοις τοὶς υστέροις, μᾶρτυς Θεόδωρε.

Ήνθησας ῶς ρόδον κοκκοβαφές, Θεόδωρε μάρτυς, ἐν τοὶς χρόνοις τοὶς καθ΄ἠμᾶς και ευωδιάζεις ὀσμαίς των σῶν χαρίτων ἠμῶν των σε ποθοῦντων, ψυχάς και σῶματα.

‘Ως ἔχων παρρησίαν πρὸς τον Χριστόν, δι΄όν Μᾶρτυς γενναίως ἐνήθλησας, ὐπέρ ἠμῶν τοῦτον εκδυςῶπησον των πιστῶν, τα σὰ τιμῶντων τρόπαια και ἀσπαζομένων πανευλαβῶς θήκην των λειψᾶνων, Θεόδωρε τρισμᾶκαρ, τὸ τῶν Λεσβίων εγκαλλῶπισμα.

Θεοτόκιον.
Οῦκ ἔστιν ὄστις πέφευγε πρὸς την σὴν κραταιάν προστασίαν Πανᾶχραντε Μήτερ Θεοῦ και της σὴς οὺκ ἔτυχε ταχινής Δέσποινα αντιλήψεως, όθεν σοι βοῶμεν χαρμονικῶς το χαῖρε του Αγγέλου, χαῖρε παντός του γένους βροτῶν, Παρθένε, ὴ ἀνάκλησις.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν˙ τὴν ὄντως Θεοτόκον Σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ρῦσαι πᾶσης νόσου φθοροποιοῦ και παντός κινδῦνου τοῦς ικέτας σου ἀθλητά, Θεόδωρε μᾶκαρ, σαῖς πρὸς Χριστόν πρεσβείαις, Νεομαρτῦρων κλέος και εγκαλλῶπισμα.

Φῦλαττε τους δοῦλους σου ἀθλητά ἔκ παντοίας βλάβης και ἔκ πᾶσης τε ἄπειλής ἐχθρών ἀοράτων και ὀρωμένων ἄμα, Θεόδωρε, της Λέσβου κλεινόν ωράϊσμα.

Μᾶρτυς αξιάγαστε του Χριστοῦ, δέξαι παρακλήσεις αναξίων σῶν οικετῶν και ταῦτας, θεόφρον, προσάγαγε τῶ μόνω Θεῶ τε και Δεσπότη ἠμῶν, Θεόδωρε.

Λῦτρωσαι κινδῦνων παντοδαπῶν, σεισμού βαρυτάτου και βαρβάρων επιδρομής, λοιμοῦ λιμοῦ τε τὴν σε τιμῶσαν ποίμνην, Θεόδωρε τρισμᾶκαρ, Χριστοῦ Νεόαθλε.

Δεῦτε ευφημήσωμεν οὶ πιστοί, ἔν ὠδαίς και ῦμνοις, μαργαρίτην του Ιησοῦ, των Νεομαρτῦρων Χριστοῦ το λαμπρόν ἄστρον,  Θεόδωρον τον νέον πιστῶν το καῦχημα.

Δεῦτε φιλομᾶρτυρες ἔν χαρά, ὔμνοις εγκωμίων στεφανῶσωμεν τον κλεινόν και Θείον πολιοῦχον της νήσου Μυτιλήνης και κρᾶξωμεν ενθέως, χαίροις πανθαύμαστε.

Χαίροις ο ἀήττητος άθλητης και κῆρυξ γενναῖος τῆς θεότητος Ἰησοῦ, χαῖροις Θεοῦδῶρον ἠμῖν δεδωρημένον ἐν χρόνοις τοῖς ὐστέροις, μᾶρτυς Θεόδωρε.

‘΄Ηνθησας ῶς ρόδον κοκκοβαφές, Θεόδωρε μᾶρτυς, έν τοῖς χρόνοις τοῖς καθ’ ἠμᾶς καὶ εὐωδιάζεις ὀσμαῖς τῶν σῶν χαρίτων ἠμῶν τῶν σε ποθούντων, ψυχᾶς και σῶματα.

Τους μετ΄ευλαβείας τα ιερά λείψανά σου Μάρτυς προσκυνούντας σαις προς Θεόν ιεραίς πρεσβείαις φρουρών μη διαλείπης, Νεομαρτύρων κλέος Θείε Θεόδωρε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τῷ σωθῆναι ἡμᾶς.


Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

Εἶτα τά παρόντα Τροπάρια.
Ἦχος πλ. β΄.

Ἐλέησον ἡμᾶς....
Δόξα....
Κύριε, ἐλέησον ἡμᾶς....

Καὶ νῦν... Θεοτοκίον.
Τῆς εὐσπλαγχνίας τὴν πύλην....

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ήχος β΄. Ότε ἐκ τοῦ ξύλου σὲ νεκρόν.

Πᾶντας προστατεύεις Αθλητᾶ τῶν καταφευγόντων ἔν πίστει τὴ αντιλήψει τη σὴ Άγιε Θεόδωρε, των ευσεβῶν ἀρρωγέ, προς Θεοῦ γᾶρ δεδῶρησαι ἠμίν τους εν βίω αεί κινδυνεύουσιν, ῶς ασφαλής βοηθός,  πᾶντας εκλυτροῦμενος τάχει τους προσκαλουμένους σε Μᾶρτυς πᾶσης περιστάσεως πολῦαθλε.

Πᾶσας τῶν ἐχθρῶν τὰς προσβολάς καὶ τὰς πικροτάτας βασάνους, ἀνθ’ οὐδενός ἀθλητά ἄγιε Θεόδωρε ταὸν δι’ἀγχόνην σαφῶς καθυπήνεκγας θάνατον, ὐπέρ τῆς ἄγίας τοῦ Κυρίου πίστεως κατεστεμμένος διὸ στέφει ἀκήρατῳ, παρέστης θρόνω τῶ ἀστεκῶ πρεσβείας ὐπέρ πάντων τῶνπιστῶν ποιούμενος.

Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης